Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τῆς προφητικῆς γραφὴς λεγούσης υἱὲ ἀν- θρώπου, ἰδοὺ γεγόνασί μοι ὁ οἶκος Ἰσραὴλ ἀναμεμιγμένοι πάντες χαλκῷ καὶ κασσιτέρῳ καὶ σιδήρῳ καὶ μολίβδῳ, ἐν μέσῳ καμίνου ἀργυρίου ἀναμεμιγμένοι εἰσί. διὰ τοῦτο εἰπὸν τάδε λέγει κύριος, ἀνθ’ ὧν ἐγένεσθε πάντες εἰς σύγκρασιν μίαν, διὰ τοῦτο ἐγὼ εἰσδέξομαι ὑμᾶς, καθὼς εἰσδέχεται ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος καὶ μόλιβδος καὶ κασσίτερος εἰς μέσον καμίνου, τοῦ ἐκφυσῆσαι εἰς αὐτοὺς πῦρ, τοῦ χωνευθῆναι” καὶ ὁ Πλάτων’ ὡσαύτως ἐπάκουσον ἁ φησιν

“ Οὐκοῦν ἀκούετε λοιπὸν τοῦ μύθου. ἐσμὲν γὰρ δὴ πάντες οἱ ἐν τῇ πόλει ἀδελφοὶ, ὡς φήσομεν πρὸς αὐτοὺς μυθολογοῦντες, ἀλλ’ ὁ θεὸς πλάττων, ὅσοι μὲν ὑμῶν ἱκανοὶ ἄρχειν, χρυσὸν ἐν τῇ γενέσει ξυνέμισγεν αὐτοῖς, διότι τιμιώτατοί εἰσιν· ὅσοι δ’ ἐπίκουροι, ἄργυρον· σίδηρον δὲ καὶ χαλκὸν τοῖς γεωργοῖς καὶ τοῖς ἄλλοις δημιουργοῖς.

ἅτε οὖν ξυγ- γενεῖς ὄντες ἅπαντες, τὸ μὲν πολὺ ὁμοίους ἂν ὑμῖν αὐτοῖς γεννῷτε, ἔστι δ’ ὅτε ἐκ χρυσοῦ γεννηθείη ἂν ἀργυροῦν, καὶ ἐξ ἀργυροῦ χρυσοῦν ἔκγονον, καὶ τἄλλα πάντα ἐξ ἀλλήλων οὕτως.

τοῖς οὖν ἄρχουσι [*](18 Πλάτων’] Kep. 3 p. 415.)

v.2.p.129
καὶ πρῶτον καὶ μάλιστα παραγγέλλει ὁ θεὸς ὅπως μηδενὸς οὕτω φύλακες ἀγαθοὶ γένωνται, μηδ’ οὕτω σφόδρα φυλάξωσι μηδὲν ὡς τοὺς ἐκγόνους, ὅ τι αὐτοῖς τούτων ἐν ταῖς ψυχαῖς παραμέμικται, καὶ ἐὰν σφέτερος ἔκγονος ὑπόχαλκος ἢ ὑποσίδηρος γένηται, μηδενὶ τρόπῳ κατελεήσωσιν, ἀλλὰτὴν τῇ φύσει προσήκουσαν τιμὴν ἀποδιδόντες ὤσουσιν ἢ εἰς δημιουργοὺς ἢ γεωργοὺς, καὶ ἐὰν αὖ ἐκ τούτων ἢ ὑπόχρυσος ἢ ὑπάργυρος φυῇ τις, τιμήσαντες ἀνάξουσι τοὺς μὲν εἰς φυλακὴν, τοὺς δ’ εἰς ἐπικουρίαν, ὡς χρησμοῦ ὄντος τότε τὴν πόλιν διαφθαρῆναι, ὅταν αὐτὴν ὁ σιδηροῦς φύλαξ ἢ ὁ χαλκοῦς διαφυλάξῃ. τοῦτον οὖν τὸν μῦθον ὅπως ἂν πεισθεῖεν ἔχεις τινὰ μηχα- νῆν;”