Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Πλοῦτον δὲ καὶ πενίαν μή μοι δῷς, τοῦ Σολομῶνος φήσαντος ἐν Παροιμίαις ὁ Πλάτων’ ἐν δ’ Πολιτείας φησίν

“Ἕτερα δὲ, ὡς ἔοικε, τοῖς φύλαξιν εὑρήκαμεν, ἃ παντὶ τρόπῳ φυλακτέον ὅπως μή ποτε αὐτοὺς λήσῃ εἰς τὴν πόλιν παραδύντα. τὰ ποῖα ταῦτα; Πλοῦτός τε, ἦν δ’ ἐγὼ, καὶ πενία· ὡς τοῦ μὲν τρυφὴν καὶ ἀργίαν καὶ νεωτερισμὸν ἐμποιοῦντος, τῆς δ’ ἀνελευθερίαν καὶ κακοεργίαν πρὸς τῷ νεωτερισμῷ.”

Κακοεργία δέ ἐστι πᾶσα πρᾶξις ἄτιμος.