Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἐν ταῖς Παροιμίαις Σολομῶνος συντόμως φερομένου τοῦ “μνήμη δικαίων μετ’ ἐγκωμίων, ὄνομα δὲ ἀσεβῶν σβέννυται · ” καὶ πάλιν εἰρημένου τοῦ “μὴ μακαρίσῃς ἄνδρα πρὸ τελευτῆς αὐτοῦ,’ ἐπάκουσον b ὅπως τὴν διάνοιαν ἑρμηνεύει λέγων ὁ Πλάτων ἐν τῷ ἑβδόμῳ τῶν Νόμων·

Τῶν πολιτῶν ὁπόσοι τέλος ἔχοιεν τοῦ βίου κατὰ σώματα ἢ κατὰ ψυχὰς ἔργα ἐξειργασμένοι καλὰ καὶ ἐπίπονα καὶ τοῖς νόμοις εὐπειθεῖς γεγονότες, ἐγκωμίων αὐτοὺς τυγχάνειν πρέπον ἂν εἴη.

Πῶς δ’ οὔ;

Τούς γε μὴν ἔτι ζῶντας ἐγκωμίοις τε καὶ ὕμνοις τιμᾶν οὐκ ἀσφαλὲς, πρὶν ἂν ἅπαντά τις τὸν βίον διαδραμὼν τέλος ἐπιστήσηται καλόν. ταῦτα δὲ πάντα ἡμῖν ἔστω κοινὰ ἀνδράσι τε καὶ γυναιξὶν ἀγαθοῖς καὶ ἀγαθαῖς διαφανῶς γενομένοις.”