Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Μεμνήμεθά γε μὴν ὁμολογήσαντες ἐν τοῖς πρόσθεν ὡς εἰ ψυχὴ φανείη πρεσβυτέρα τοῦ σώματος οὖσα, καὶ τὰ ψυχῆς τῶν τοῦ σώματος ἔσοιτο πρεσβύτερα.

Πάνυ μὲν οὖν.

[*](26 Μεμνήμεθα —] Plato Leg. 10. p. 896.)
v.2.p.115

Τρόποι δὲ καὶ ἤθη καὶ βουλήσεις καὶ λογισμοὶ καὶ δόξαι ἀληθεῖς ἐπιμέλειαί τε καὶ μνῆμαι πρότερα μήκους σωμάτων καὶ πλάτους καὶ βάθους καὶ ῥώμης εἴη γεγονότα ἂν, εἴπερ καὶ ψυχὴ σώματος.

Ἀνάγκη.

Ἄρ’ οὖν τὸ μετὰ τοῦτο ὁμολογεῖν ἀναγκαῖον, τῶν τε ἀγαθῶν αἰτίαν εἶναι ψυχὴν καὶ τῶν κακῶν καὶ καλῶν καὶ αἰσχρῶν δικαίων τε καὶ ἀδίκων καὶ πάντων τῶν ἐναντίων, εἴπερ τῶν πάντων γε αὐτὴν θήσομεν αἰτίαν; ”

Καὶ ταῦτα δὲ ἀπὸ τοῦ δεκάτου τῶν Νόμων προκείδθω. συνᾴδει δὲ αὐτοῖς ὁ Μώσης πολλάκις ἐν τοῖς νόμοις εἰπὼν “ καὶ ἐὰν ψυχὴ ἁμάρτῃ καὶ ποιήσῃ πλημμέλημα·” καὶ ὅσα τούτοις ἐμφερῶς εἴρηται παρ’ ἀυτῶ.