Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Αὐτῷ δὲ πρὸς ἑαυτὸν πότερον ὡς πολεμίῳ πρὸς πολέμιον διανοητέον, ἢ πῶς ἔτι λέγομεν;

Ω ξένε Ἀθηναῖε, οὐ γάρ οὐ ἐθέλοιμ’ ἂν προσαγορεύειν· δοκεῖς γάρ μοι τῆς θεοῦ ἐπωνυμίας ἄξιος εἶναι μᾶλλον ἐπονομάζεσθαι·) τὸν γὰρ λόγον ἐπ’ ἀρχὴν ὀρθῶς ἀναγαγὼν σαφέστερον ἐποίηΕἰ [*](16 τοίνυν —] Plato Rep. 6. p. 499 c.) [*](25 Αυτῷ — ] Plato Leg. 1. ῥ’. 626 d.)

v.2.p.113
σὰς, ὥστε ῥᾷον ἀνευρήσεις ὅτι νῦν δὴ ὀρθῶς ὑφ’ ἡμῶν ἐρρέθη τὸ πολεμίους εἶναι πάντας πᾶσι δημοσίᾳ τε καὶ ἰδίᾳ ἑκάστους αὐτοὺς σφίσιν αὐτοῖς.

Πῶς εἴρηκας, ὠ θαυμάσιε;

Κἀνταῦθα, ὠ ξένε, τὸ νικᾶν αὐτὸν ἑαυτὸν πασῶν νικῶν πρώτη τε καὶ ἀρίστη, τὸ δὲ ἡττᾶσθαι αὐτὸν ὑφ’ ἑαυτοῦ πάντων αἴσχιστόν τε ἅμα καὶ κάκιστον. ταῦτα γὰρ ὡς πολέμου ἐν ἑκάστοις ἡμῶν ὄντος πρὸς ἡμᾶς αὐτοὺς σημαίνει.”

Καὶ μεθ’ ἕτερα τούτοις προστίθησι λέγων

Οὐκοῦν ἔνα μὲν ἡμῶν ἕκαστον αὐτὸν τιθῶμεν;

Ναί.

Δύο δὲ κεκτημένον ἐν αὑτῷ ξυμβούλω ἐναντίω τε καὶ ἄφρονε, ὣ προσαγορεύομεν ἡδονὴν καὶ λύπην;

Ἐστι ταῦτα.

Πρὸς δὲ τούτοιν ἀμφοῖν αὖ δόξας μελλόντων, οἶν κοινὸν μὲν ὄνομα ἐλπὶς, ἴδιον δὲ φόβος μὲν ἡ πρὸ λύπης ἐλπὶς, θάρρος δὲ ἡ πρὸ τοῦ ἐναντίου. ἐπὶ δὲ πᾶσι τούτοις λογισμὸς ὅ τί ποτ’ αὐτῶν ἄμεινον ἢ χεῖρον, ὃς γενόμενος δόγμα πόλεως κοινὸν νόμος ἐπωνόμασται.”

Καὶ ἐξῆς φησιν

“ Τόδε δ’ ἴσμεν, ὅτι ταῦτα τὰ πάθη ἐν ἡμῖν οἷον νεῦρα ἢ σμήρινθοί τινες ἐνοῦσαι σπῶσί τε ἡμὰς καὶ ἀλλήλαις ἀνθέλκουσιν ἐναντίαι οὖσαι ἐπ’ ἐναντίας πράξεις, οὗ δὴ διωρισμένη ἀρετὴ καὶ κακία κεῖται. μιᾷ γάρ φησιν ὁ λόγος δεῖν τῶν ἕλξεων ξυνεπόμενον ἀεὶ καὶ μηδαμῆ ἀπολειπόμενον ἐκείνης ἀνθέλκειν τοῖς ἄλλοις νεύροις ἕκαστον, ταύτην δ’ εἶναι τὴν τοῦ [*](11 Οὐκοῦν —] Ibid. 644.)

v.2.p.114
λογισμοῦ ἀγωγὴν χρυσῆν καὶ ἱερὰν, τῆς πόλεως κοινὸν νόμον ἐπικαλουμένην, ἄλλας δὲ σκληρὰς καὶ σιδηρᾶς, τὴν δὲ μαλακὴν ἅτε χρυσῆν οὖσαν, τὰς δὲ ἄλλας παντοδαποῖς εἴδεσιν ὁμοίας· δεῖν δὲ τῇ καλλίστῃ ἀγωγῇ τοῦ νόμου ἀεὶ ξυλλαμβάνειν· ἅτε γὰρ τοῦ λογισμοῦ καλοῦ μὲν ὄντος, πράου τε καὶ οὐ βιαίου, δεῖσθαι ὑπηρετῶν αὐτοῦ τὴν ἀγωγὴν, ὅπως ἂν ἐν ἡμῖν τὸ χρυσοῦν γένος νικᾷ τὰ ἄλλα γένη. καὶ οὕτω δὴ περὶ θαυμάτων ὡς ὄντων ἡμῶν μῦθος ἀρετῆς σεσωσμένος ἂν εἴη, καὶ τὸ κρείττω ἑαυτοῦ καὶ ἥττω εἶναι τρόπον τινὰ φανερὸν ἂν γένοιτο μᾶλλον ὃ νοεῖ, καὶ ὅτι πόλιν καὶ ἰδιώτην, τὸν μὲν λόγον ἀληθῆ λαβόντα ἐν ἑαυτῷ περὶ τῶν ἕλξεων τούτῳ ἑπόμενον δεῖ ζῆν

πόλιν δὲ ἢ παρὰ θεῶν τινὸς ἢ παρ’ αὐτοῦ τούτου γνόντος ταῦτα λόγον παραλαβοῦσαν, νόμον θεμένην, αὑτῇ τε ὁμιλεῖν καὶ ταῖς ἄλλαις πόλεσιν· οὕτω κακία δὴ καὶ ἀρετὴ σαφέστερον ἡμῖν διηρθρωμένον ἂν εἴη.”

Καὶ παρ’ ἡμῖν ὁ θεῖος τὰ ὅμοια διδάσκει λόγος φάσκων “ συνήδομαι δὲ τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου.’ καὶ πάλιν “ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων,” ὅσα τε ἄλλα τούτοις παραπλήσια.