Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Καὶ ὅπερ ὁ λόγος ἐν ἀρχαῖς ἐβουλήθη, ὁ τὴν τῷ τοῦ Διονύσου χορῷ βοήθειαν ἐπιδεῖξαι καλως λεγομένην, εἰς δύναμιν εἴρηκε. σκοπώμεθα δὴ εἰ τοῦθ’ οὕτω γέγονε. θορυβώδης μέν που ὁ ξύλλογος ὁ τοιοῦτος ἐξ ἀνάγκης προιούσης τῆς πόσεως ἔτι μᾶλλον ἀεὶ ξυμβαίνει γενόμενος, ὅπερ ὑπεθέμεθα κατ’ ἀρχὰς ἀναγκαῖον εἶναι γίνεσθαι περὶ τῶν νῦν λεγομένων.

[*](23 Καὶ ὅπερ — ] Ibid. p. 671 a.)
v.2.p.110

Ἀνάγκη.

Πᾶς δέ γε αὐτὸς αὑτοῦ κουφότερος αἴρεται καὶ γέγηθέ τε καὶ παρρησίας ἐμπίμπλαται καὶ ἀνηκουστίας ἐν τῷ τοιούτῳ τῶν πέλας, ἄρχων δ’ ἱκανὸς ἀξιοῖ αὑτοῦ τε καὶ τῶν ἄλλων γεγονέναι.

Τί μήν ;

Οὐκοῦν ἔφαμεν, ὅταν γίνηται ταῦτα, καθάπερ σίδηρον, τὰς ψυχὰς τῶν πινόντων διαπύρους γινομένας μαλακωτέρας γίνεσθαι καὶ νεωτέρας, ὥστ’ εὐαγώγους ξυμβαίνειν τῷ δυναμένῳ τε καὶ επισταμένῳ παιδεύειν τε καὶ πλάττειν, καθάπερ ὅτ’ ἦσαν νέαι;

τοῦτον δὲ εἶναι τὸν πλάστην τὸν αὐτὸν, ὥσπερ τότε, τὸν ἀγαθὸν νομοθέτην, οὗ νόμους εἷναι δεῖ συμποτικοὺς, δυναμένους τὸν εὔελπιν καὶ θαρ- ραλέον ἐκεῖνον γινόμενον καὶ ἀναισχυντότερον τοῦ δέοντος, καὶ οὐ θέλοντα τάξιν καὶ τὸ κατὰ μέρος σιγῆς καὶ λόγου καὶ πόσεως καὶ μούσης ὑπομένειν, ἐθέλειν ποιεῖν πάντα τούτοις τἀναντία, καὶ εἰσιόντι τῷ μὴ καλῷ θάρρει τὸν κάλλιστον διαμαχόμενον φόβον εἰσπέμπειν οἵους τε εἶναι μετὰ δίκης, ὃν αἰδῶ τε καὶ αἰσχύνην θεῖον φόβον ὠνομάκαμεν.

Ἔστι ταῦτα.

Τούτων δέ γε τῶν νόμων εἶναι νομοφύλακας καὶ συνδημιουργοὺς αὐτοῖς τοὺς ἀθορύβους καὶ νήφοντας.”

Εἰκότως τοιγαροῦν καὶ ἡμῖν αὐτοῖς ἐν τοῖς συμποσίοις ᾠδὰς καὶ ὕμνους εἰς θεὸν πεποιημένους ᾄδειν παραδέδοται, τοῦ προσήκοντος κόσμου τῶν παρ’ ἡμῖν φυλάκων ἐπιμελομένων.