Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Οὐκοῦν τὰ μετὰ ταῦτα εἴποιμεν ἂν ἡμεῖς ὅτι σὺ μὲν ἐπαινεῖς, ὡς ἔοικας, ὦ Τυρταῖε, μάλιστα τοὺς πρὸς τὸν ὀθνεῖόν τε καὶ ἔξωθεν πόλεμον γιγνο- μένους ἐπιφανεῖς. φαίη ταῦτα ἄν που καὶ ὁμολογοῖ;

Τί μήν;

Ἡμεῖς δέ γε ἀγαθῶν ὄντων τούτων ἔτι φαμὲν ἀμείνους εἶναι καὶ πολὺ τοὺς ἐν τῷ μεγίστῳ πολέμῳ γιγνομένους ἀρίστους διαφανῶς. ποιητὴν δὲ καὶ ἡμεῖς μάρτυρα ἔχομεν Θέογνιν, πολίτην τῶν ἐν Σικελίᾳ Μεγαρέων , ὅς φησι [*](21 Οὐκοῦν — ] Plato Leg. 1. p. 629.)

v.2.p.82
  • πιστὸς ἀνὴρ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύσασθαι
  • ἄξιος ἐν χαλεπῇ , Κύρνε, διχοστασίῃ.
  • τοῦτον δέ φαμεν ἐν πολέμῳ χαλεπωτέρῳ ἀμείνονα ἐκείνου πάμπολυ γίνεσθαι, σχεδὸν ὅσον ἀμείνων δι- καιοσύνη καὶ σωφροσύνη καὶ φρόνησις εἰς ταὐτὸν ἐλθοῦσαι μετὰ ἀνδρείας αὐτῆς μόνης ἀνδρείας. πιστὸς μὲν γὰρ καὶ ὑγιὴς ἐν στάσεσιν οὐκ ἄν ποτε γένοιτο ἄνευ ξυμπάσης ἀρετῆς · διαβάντες δὲ εὖ καὶ μαχόμενοι ἐθέλοντες ἀποθνήσκειν ἐν τῷ πολέμῳ, φράζει Τυρταῖος, τῶν μισθοφόρων εἰσὶ πάμπολλοι, ὧν οἱ πλεῖστοι γίγνονται θρασεῖς καὶ ἄδικοι καὶ ὑβρισταὶ καὶ ἀφρονέστατοι σχεδὸν ἁπάντων, ἐκτὸς δή τινων εὖ μάλα ὀλίγων.

    ποῖ δὴ τελευτᾷ νῦν ἡμῖν οὗτος ὁ λόγος ; καὶ τί φανερόν ποτε ποιῆσαι βουληθεὶς λέγει ταῦτα; δηλονότι τόδε , ὡς παντὸς μᾶλλον καὶ ὁ τῇδε ὁ παρὰ Δῖός νομοθέτης, πᾶς τε οὑ καὶ σμικρὸν ὄφελος, οὐκ ἄλλο ἢ πρὸς τὴν μεγίστην ἀρετὴν μάλιστα βλέπων ἀεὶ θήσει τοὺς νόμους · ἔστι δ’, ὥς φησι Θέογνις, αὕτη πιστότης ἐν τοῖς δεινοῖς, ἥν τις δι- καιοσύνην ἂν τελείαν ὀνομάσειε.”

    Καὶ παρ’ ἡμῖν ὁ σωτήριος λόγος ὁμοῦ συζεύξας τῇ πίστει τὴν φρόνησιν τὸν κατ’ ἀμφότερα κεκοσμημένον τοῖς αὐτοῦ λόγοις ἐγκρίνει λέγων “τίς ἄρα ἐστὶν ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος;” καὶ αὖθις “ εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω.” σαφῶς γοῦν ἐν τούτοις οὐ τὴν ἄλογον πίστιν ἀποδέχεσθαι παρίστησιν, ἀλλὰ τὴν ταῖς μεγίσταις ἀρεταῖς συνεζευγμένην, εἰ δὴ τοι- αῦται φρόνησις καὶ ἀγαθωσύνη.