Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Πἀλιν Μώσεως ἀναγράψαντος ὅτι ἦν ὁ ὄφις φρονιμώτερος πάντων τῶν θηρίων, οἷά τε εἶπεν ὁ ὄφις τῇ γυναικὶ καὶ ἡ γυνὴ τῷ ὄφει, καὶ τὰς ὁμιλίας τοῦ ὄφεως ἐκθεμένου, ὁ Πλάτων’ οἶα γράφει ἐπά- κουσον

“Eí μὲν τοίνυν οἱ τρόφιμοι τοῦ Κρόνου, πα- ρούσης αὐτοῖς οὕτω πολλῆς σχολῆς καὶ δυνάμεως πρὸς τὸ μὴ μόνον ἀνθρώποις, ἀλλ’ ’ καὶ θηρίοις διὰ λόγων δύνασθαι ξυγγίνεσθαι, κατεχρῶντο τούτοις σύμπασιν ἐπὶ φιλοσοφίαν, μετά τε θηρίων καὶ μετ’ ἀλλήλων ὁμιλοῦντες, καὶ πυνθανόμενοι παρὰ πάσης φύσεως εἴ τινά τις ἰδίαν δύναμιν ἔχουσα ᾔσθετό τι [*](4 Θεὸς ἔνεμεν — ] Plato Polit. p. 271. 24 Εἰ μὲν -] Plato ibid. p. 272.)

v.2.p.97
διάφορον τῶν ἄλλων εἰς ξυναγυρμὸν φρονήσεως, εὔ- κριτον ὅτι τῶν νῦν οἱ τότε μυρίως πρὸς εὐδαιμονίαν διέφερον.