Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τῶν παρ’ Ἑβραίοις λογίων τοὺς παρ’ αὐτοῖς προφήτας καὶ δικαίους ἄνδρας ὕβρεις ἐσχάτας καὶ προπηλακισμοὺς πάντα τε κίνδυνον εὐθαρσῶς ὑπομεῖναι διδασκόντων, τὰ συνῳδὰ τῆς Πλάτωνος καὶ περὶ τούτου δόξης μάθοις ἂν ἀπὸ τῶνδε αὐτοῦ τῶν φωνῶν, ἃς ἐν τῷ δευτέρῳ τέθειται τῆς Πολιτείας

“ Τὸν δ’ οὖν τοιοῦτον θέντες τὸν δίκαιον αὖ παρ’ αὐτὸν ἱστῶμεν τῷ λόγῳ, ἄνδρα ἀπλοῦν καὶ γενναῖον, κατ’ Αἰσχύλον οὐ δοκεῖν, ἀλλ’ εἷναι ἀγαθὸν ἐθέλοντα. ἀφαιρετέον δὲ τὸ δοκεῖν. εἰ γὰρ δόξει δίκαιος εἶναι , ἔσονται αὐτῷ τιμαὶ καὶ δωρεαὶ δοκοῦντι τοιούτω εἷναι. ἄδηλον οὖν εἴτε τοῦ δικαίου εἴτε τῶν δωρεῶν τε καὶ τιμῶν ἕνεκα τοιοῦτος εἴη.

γυμνωτέος δὴ πάντων πλὴν δικαιοσύνης, καὶ ποιητέος ἐναντίως διακείμενος τῷ προτέρῳ · μηδὲν γὰρ ἀδικῶν δόξαν ἐχέτω τῆς μεγίστης ἀδικίας , ἵνα βεβασανισμένος ᾖ εἰς δικαιοσύνην, τῷ μὴ τέγγεσθαι ὑπὸ κακοδοξίας καὶ τῶν ἀπ’ αὐτῆς γιγνομένων· ἀλλ’ ἔστω ἀμετάστατος μέχρι θανάτου, δοκῶν μὲν εἶναι ἄδικος διὰ βίου, ὢν δὲ δίκαιος. ”

Καὶ μετὰ βραχέα ἐπιλέγει

“Λεκτέον οὖν· καὶ δὴ, κἂν ἀγροικοτέρως λέγηται, μὴ ἐμὲ οἴου λέγειν, ὦ Σώκρατες, ἀλλὰ τοὺς ἐπαινοῦντας πρὸ δικαιοσύνης ἀδικίαν. ἐροῦσι δὲ τάδε, ὅτι οὕτω διακείμενος ὁ δίκαιος μαστιγώσεται, στρεβλώσεται, δεδήσεται, ἐκκοπήσεται τὼ ὀφθαλμὼ, τε- [*](11 Τὸν δ’ οὖν — ] Plato Rep. 1 p. 361.)

v.2.p.93
λευτῶν πάντα κακὰ παθὼν ἀνασκινδυλευθήσεται, καὶ γνώσεται ὅτι οὐκ εἶναι δίκαιον, ἀλλὰ δοκεῖν δεῖ ἐθέλειν.”

Ταῦτα λόγοις ὁ Πλάτων’ · ἔργοις δὲ πολὺ πρότερον οἶ παρ’ Ἑβραίοις δίκαιοι καὶ προφῆται μνημονεύονται τὰ εἰρημένα πάντα πεπονθέναι, οἵ γε δικαιότατοι ὄντες ὡς ἀδικώτατοι “ ἐλιθάσθησαν , ἐπρίσθησαν , ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς καὶ αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπη- λαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος.”

καὶ οἶ ἀπόστολοι δὲ τοῦ σωτῆρος ἡμῶν τὴν ἀνωτάτω δικαιοσύνην τε καὶ εὐσέβειαν μετιόντες, δόξαν δὲ ἀδικίας παρὰ τοῖς πολλοῖς περιβαλλόμενοι , ὁποῖα ἔπασχον αὐτῶν πάρεστιν ἐπακοῦσαι λεγόντων “ θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ” καὶ “ μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα , δυσφημούμενοι παρακαλοῦμεν · ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν.”

ἀλλὰ καὶ εἰσέτι δεῦρο οἶ γενναῖοι τοῦ σωτῆρος ἡμῶν μάρτυρες καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης οὐ τὸ δοκεῖν, ἀλλὰ τὸ εἶναι δίκαιοί τε καὶ εὐσεβεῖς ἀσκοῦντες ὅσα δὴ κατέλεξεν ὁ Πλάτων’ πεπόνθασιν· ἐπεὶ καὶ ἐμα- στιγώθησαν , δεσμά τε καὶ στρέβλας ὑπέμειναν , καὶ μὴν καὶ ἐξεκόπησαν τὼ ὀφθαλμὼ , καὶ τέλος πάντα τὰ δεινὰ παθόντες ἀνεσκινδυλεύθησαν. ὧν οὐδένα παρ’ Ἓλλησιν ἐπιζητήσας ὅμοιον ἂν εὕροις , ὡς εἰκότως τινὰ φάναι τὸν φιλόσοφον οὐδὲν ἓτερον ἢ θεσπίσαι διὰ τούτων περὶ τῶν παρ’ ἡμῖν διαπρεπόντων ἐν εὐσεβείᾳ καὶ ἀληθεῖ δικαιοσύνῃ.

v.2.p.94