Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Οὐ μὴν ἀλλὰ καὶ περὶ τῆς τῶν νοητῶν καὶ ἀσωμάτων παιδεύσεως τε καὶ θεωρίας τῷ πανσόφῳ Μωσεῖ καὶ τοῖς Ἑβραίων προφήταις Πλάτων’ ὁ θαυμάσιος ἐπηκολουθηκέναι διὰ τῶν οἰκείων φωνῶν ἐστι δῆλος, εἴτ’ ἐξ ἀκοῆς εἰς αὐτὸν ἡκούσης μαθὼν,

v.2.p.21
(ἐπεὶ καὶ συνίσταται παρ᾿ Αἰγυπτίοις τηνικάδε τὰς διατριβὰς πεποιημένος, καθ᾿ ὃν Ἑβραῖοι τῆς οἰκείας δεύτερον ἀποπεσόντες γῆς Αἰγυπτίοις ἐπεχωρίαζον, Περσῶν ἐπικρατούντων,) εἴτε καὶ παρ᾿ ἑαυτοῦ τῇ τῶν πραγμάτων ἐπιβαλὼν φύσει, εἴτε ὁπωσοῦν ὑπὸ τοῦ θεοῦ καταξιωθεὶς τῆς γνώσεως. “ ὁ θεὸς γὰρ (φησὶν) αὐτοῖς ἐφανέρωσε. τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθο— ρᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους.” μάθοις δ᾿ ἂν τὸ εἰρημένον ὧδέ πη διασκοπούμενος.