Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ὁ δὲ τούτου παῖς Ἰσραὴλ ἢν μὲν τὸ πρὶν τὸ τοῦ Ἰακὼβ ὄνομα ἐπενηνεγμένος , ἀντὶ δὲ τοῦ Ἰακὼβ ὁ θεὸς αὐτῷ τὸ τοῦ Ἰσραὴλ ὄνομα σωρεῖται, τὸν ἀσκητὴν καὶ πρακτικὸν ἐπὶ τὸν θεωρητικὸν μεταστησάμενος.

πτερνιστὴς γὰρ ὁ Ἰακὼβ ἑρμηνεύεται ὡς τὸν ἀρετῆς ἐναθλῶν ἀγῶνα · Ἰσραὴλ δὲ ὁρῶν θεὸν, ὁποῖος ἂν εἴη ὁ γνωστικὸς καὶ θεωρητικὸς ἐν ἀνθρώπῳ νοῦς.

τί με δεῖ νῦν τοῦ πανσόφου Μώσεως ἢ τῶν παρ’ Ἑβραίοις ἱερῶν λογίων διὰ μυρίων ἄλλων τὴν ὀρθότητα τῆς τῶν οἰκείων [*](10 Ἐσπουδάσθαι — ] Plato Crat. p. 397 b.)

v.2.p.16
ὀνομάτων θέσεως ἐξαπλοῦν, μακροτέρας σχολῆς δεο- μένων τῶν κατὰ τὸν τόπον;

αὐτίκα δὴ καὶ τῶν πρώτων τῆς γραμματικῆς στοιχείων Ἓλληνες μὲν οὐκ ἂν ἔχοιεν τὰς ἐτυμολογίας εἰπεῖν, οὐδ’ αὐτός γ’ ἂν φαίη Πλάτων’ τὸν λόγον ἢ τὸν λογισμὸν τῶν φωνηέντων ἢ τῶν συμφώνων.

Ἐβραίων δ’ ἂν εἴποιεν παῖδες τοῦ τε Ἄλφα τὴν αἰτίαν, ὁ παρ’ αὐτοῖς καλεῖται Ἄλφ’ , τοῦτο δὲ σημαίνει μάθησιν · καὶ τοῦ Βῆτα, ὅπερ Βὴθ φίλον αὐτοῖς προσαγορεύειν, οὕτω δὲ τὸν οἶκον ὀνομάζουσιν · ὥστε δηλοῦν τὴν διάνοιαν, μάθησις οἴκου· ὡσεὶ σαφέστερον ἐλέγετο, διδαχή τις καὶ μάθησις οἰκονομίας.

καὶ τὸ Γάμμα δὲ παρ’ αὐτοῖς τρίτον κέκληται Γῖμελ· οὕτω δὲ τὴν πλήρωσιν ὀνομάζουσιν. εἶτ’ ἐπειδὴ τὰς δέλτους Δὲλθ καλοῦσι , τὸ τέταρτον στοιχεῖον οὕτω προσεῖπον, ὁμοῦ διὰ τῶν δύο στοιχείων σημαίνοντες ὡς ὅτι ἡ ἔγγραφος μάθησις πλήρωσίς ἐστι δέλτων.

ἐπιὼν δέ τις καὶ τὰ λοιπὰ τῆς γραμματικῆς στοιχεῖα, μετά τινος αἰτίας καὶ λογισμοῦ εὕροι ἂν ἕκαστα παρ’ αὐτοῖς ὠνομασμένα, ἐπεὶ καὶ τῶν ἑπτὰ φωνηέντων τὴν ἐπὶ τὸ αὐτὸ σύνθεσιν μιᾶς τινος ἀπορρήτου προσηγορίας περιέχειν φασὶν ἐκφώνησιν, ἣν διὰ τεσσάρων στοιχείων παῖδες Ἑβραίων σημειούμενοι ἐπὶ τῆς ἀνωτάτω τοῦ θεοῦ δυνάμεως κατατάττουσιν, ἄλεκτόν τι τοῖς πολλοῖς καὶ ἀπόρρητον τοῦτ’ εἶναι παῖς παρὰ πατρὸς εἰληφότες.

καὶ τῶν παρ’ Ἕλλησι δὲ σοφῶν, οὐκ οἶδ’ ὁπόθεν, τις τοῦτο μαθὼν ᾐνίξατο, ὧδέ πη δι’ ἐπῶν φήσας

  • ἑπτά με φωνήεντα
  • θεὸν μέγαν ἄφθιτον αἰνεῖ
  • γράμματα, τὸν πάντων ἀκάματον πατέρα.
  • εἰμὶ δ’ ἐγὼ πάντων χέλυς ἄφθιτος, ἣ τὰ λυρώδη
  • ἡρμοσάμην δίνης οὐρανίοιο μέλη.
  • v.2.p.17

    εὕροις δ’ ἂν καὶ τῶν λοιπῶν παρ’ Ἑβραίοις στοιχείων, ἐπιστήσας ἑκάστῳ, τὰ σημαινόμενα· τοῦτο δὲ ἤδη καὶ διὰ τῶν πρόσθεν ἡμῖν συνέστη, ὁπηνίκα παρὰ βαρβάρων τὰ πάντα ὠφελῆσθαι τοὺς Ἕλληνας ἀπεδείκνυμεν.

    πολλὴν δ’ ἄν τις καταμάθοι, τὴν Ἑβραίων γλῶσσαν πολυπραγμονῶν , ὀνομάτων ὀρθότητα παρὰ τοῖς ἀνδράσι φερομένην , ἐπεὶ καὶ αὐτὸ τοῦ παντὸς ἔθνους τὸ προσηγορικὸν ὄνομα ἀπὸ τοῦ Ἔβερ τὸ παρωνύμιον εἴληφε. σημαίνει δὲ τοῦτο τὸν “ διαπερῶντα,’’ ἐπεὶ καὶ διάβασις καὶ διαπερῶν τῇ Ἑβραίων φωνῇ “ Ἕρερ” ὀνομάζεται.

    διδάσκει δὲ ὁ λόγος διαπερᾶν καὶ διαβαίνειν ἀπὸ τῶν τῇδε ἐπὶ τὰ θεῖα, μηδαμῶς τε ἐναπομένειν καὶ ἵστασθαι ἐπὶ τῇ θέᾳ τῶν ὁρωμένων, ἀπὸ δὲ τούτων ἐπὶ τὰ ἀφανῆ καὶ ἀόρατα τῆς περὶ τοῦ τῶν ὅλων ποιητοῦ τε καὶ δημιουργοῦ θεολογίας διαβαίνειν. ταύτῃ τοι τοὺς πρώτους μόνῳ τῷ πανηγεμόνι καὶ αἰτίῳ τῶν ὅλων ἀνακειμένους , εὐσεβείᾳ τε καθαρᾷ καὶ ἀληθεῖ προσανέχοντας,Ἑβραίους ἐφώνουν, περατικούς τινας καὶ διαβεβηκότας τῇ διανοίᾳ τοὺς τοιούσδε ἀποκαλοῦντες.

    καὶ τί με δεῖ ἐπὶ πλέον μηκύνειν τὰ πάντα συνάγοντα τῆς τῶν Ἑβραϊκῶν ὀνομάτων ὀρθότητός τε καὶ ἀκριβείας, τοῦ προβλήματος οἰκείας δεομένου πραγματείας ; πλὴν ὡς ἐν τύπῳ φάναι, ἡγοῦμαι καὶ διὰ τῶν λεχθέντων τῆς παρ’ Ἑβραίοις λογικῆς διδασκαλίας τὴν ἀπόδειξιν παρεσχηκέναι, εἰ δὴ κατὰ τὸν Πλάτωνα οὐ φαύλων ἦν ἀνδρῶν οὐδὲ τῶν τυχόντων , ἀλλὰ σοφοῦ καὶ διαλεκτικοῦ τινος νομοθέτου , φύσιν ὀνομάτων οἰκείαν τοῖς πράγμασιν εὑρέσθαι, οἷος ἡμῖν ὁ Μώσης καὶ τὰ Ἑβραίων ἀποδέρεικται λόγια. τί δὴ οὖν μετὰ τὰ λογικὰ ἕπεται ἢ

    v.2.p.18
    τὰ φυσικὰ ἐπισκέψασθαι , ὅπως ποτὲ καὶ περὶ ταῦτα εἶχον Ἑβραίων παῖδες;