Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τοιαῦτα δή τινα, ὡς ἐν τύπῳ φάναι, τὰ παρ’ [*](17 Πλάτων’] Crat. p. 396 c. Proxima ib. 397. 393 a. 395 a. 394 c. 395 b.)

v.2.p.14
Ἑβραίοις καὶ τὰ παρὰ Πλάτωνι περὶ ὀρθότητος ὀνομάτων διηκρίβωται. καὶ τὰς ἐν ἀνθρώποις δὲ προσηγορίας μετά τινος διανοίας φησὶν ὁ Πλάτων’ τεθεῖσθαι, καὶ τόν γε λόγον ἀποδιδόναι πειρᾶται, οὐκ οἶδ’ ὅπως τὸν Ἕκτορα κεκλῆσθαι εἰπὼν ἀπὸ τοῦ ἔχειν καὶ κρατεῖν, διὰ τὸ βασιλέα εἶναι τῶν Τρώων, τὸν δὲ Ἀγαμέμνονα διὰ τὸ ἄγαν μένειν, καὶ τοῖς δόξασι περὶ τῶν Τρώων εὐτόνως καὶ καρτερῶς παραμένειν· τὸν δὲ Ὀρέστην διὰ τὸ ὀρεινὸν καὶ ἄγριον καὶ θηριῶδες τοῦ τρόπου· καὶ τὸν μὲν Ἀτρέα δ’ ἰὰ τὸ ἀτηρόν τινα γεγονέναι τὸ ἦθος· τὸν δὲ Πέλοπα οἶόν τινα οὐ τὰ πόρρω, ἀλλὰ μόνα τὰ πέλας καὶ ἐγγὺς ὁρῶντα· τὸν δὲ Τάνταλον ταλάντατον τινά φησι, διὰ τὰ περὶ αὐτὸν δυστυχήματα , σημαίνειν.

ταῦτα καὶ τοιαῦτα μυρία ἄλλα εὕροις ἂν εἰρημένα τῷ Πλάτωνι, φύσει τεθεῖσθαι, ἀλλ’ οὐ θέσει τοῖς πρώτοις τὰ ὀνόματα διδάσκειν πειρωμένῳ.

ἀλλ’ οὐ καὶ τὰ παρὰ Μωσεῖ βεβιασμένα ἂν εἴποις, οὐδέ γε κατά τινα σοφιστικὴν εὑρεσιλογίαν πεποιημένα, μαθὼν ὡς ὁ μὲν παρ’ Ἑβραίοις Κάϊν ζῆλος’’ παρ’ Ἕλλησι μεταλαμβάνεται , τούτου δ’ ἠξιώθη τοῦ προσρήματός ὁ δηλούμενος διὰ τὸ ζηλῶσαι τὸν ἀδελφὸν τὸν Ἄβελ.

καὶ ὁ Ἄβελ δὲ ἑρμηνεύεται “ πένθος” , τοῦ τοιοῦδε πάθους γεγονὼς καὶ αὐτὸς τοῖς γονεῦσιν αἴτιος, οἳ κατά τινα θειοτέραν προμήθειαν γενομένοις τοῖς παισὶ ταύτας τέθεινται τὰς ἐπωνυμίας.

τί δ’ εἴ σοι τὸν Ἁβραὰμ παραφέροιμι; μετεωρολόγος τις οὗτος καὶ τῆς τῶν ἄστρων θεωρίας τῶν τε κατ’ οὐρανὸν μαθημάτων εἰδήμων τὸ πρὶν, ὅτε τῆς Χαλδαικῆς μετεποιεῖτο σοφίας, , γεγονὼς Ἅβραμ ἐκαλεῖτο · τοῦτο δ’ Ἑλλήνων φωνῇ πατέρα μετέωρον σημαίνει.

ἀλλ’ ὁ θεός

v.2.p.15
γε αὐτὸν τῶν τῇδε ἐπὶ τὰ ἀφανῆ καὶ τόν ὁρωμένων ἐπέκεινα προάγων εὐθυβόλῳ κέχρηται μετωνυμίᾳ, Οὐκέτι, φήσας, κληθήσεται τὸ ὄνομά σου Ἅβραμ, ἀλλὰ Ἄβραὰμ ἔσται τὸ ὄνομά σου, ὅτι πατέρα πολλῶν d ἐθνῶν τέθεικά σε.

τοῦτο δ’ ὁποίας ἔχεται διανοίας μακρὸς ἂν εἴη λόγος. ἀπαρκεῖ δὲ κἀν τούτῳ τὸν Πλάτωνα μάρτυρα τοῦ λόγου παραθέσθαι, ὑπὸ θειοτέρας δυνάμεως ἔνια τῶν ὀνομάτων τεθεῖσθαι φάμενον. λέγει δ’ οὖν αὐτοῖς ῥήμασιν

“ Ἐσπουδάσθαι γὰρ ἐνταῦθα μάλιστα πρέπει τὴν θέσιν τῶν ὀνομάτων· ἴσως δὲ ἔνια αὐτῶν καὶ ὑπὸ θειοτέρας δυνάμεως ἢ τῆς τῶν ἀνθρώπων ἐγενήθη.”

Τοῦτό γέ τοι αὐτὸ διὰ πλειόνων καὶ ἡ παρ’ Ἑρβαίοις ἱερὰ πιστοῦται γραφή· πρῶτός τε Μώσης ἁπάντων, ὃς ἐκ θειοτέρας δυνάμεως τὸν Ἁβραὰμ καὶ τὸν τούτου παῖδα τὸν Ἰσαὰκ καὶ ἔτι τὸν Ἰσραὴλ ἐπωνομάσθαι ἐδίδαξε. γέλως· δὲ ὁ Ἰσαὰκ ἑρμηνεύεται, τὸ τῆς ἐναρέτου χαρᾶς ἐπαγόμενος σύμβολον, ἣν τοῖς θεοφιλέσι γέρας ἐξαίρετον δώσειν ὁ θεὸς ἐπήγγελται.

ὁ δὲ τούτου παῖς Ἰσραὴλ ἢν μὲν τὸ πρὶν τὸ τοῦ Ἰακὼβ ὄνομα ἐπενηνεγμένος , ἀντὶ δὲ τοῦ Ἰακὼβ ὁ θεὸς αὐτῷ τὸ τοῦ Ἰσραὴλ ὄνομα σωρεῖται, τὸν ἀσκητὴν καὶ πρακτικὸν ἐπὶ τὸν θεωρητικὸν μεταστησάμενος.

πτερνιστὴς γὰρ ὁ Ἰακὼβ ἑρμηνεύεται ὡς τὸν ἀρετῆς ἐναθλῶν ἀγῶνα · Ἰσραὴλ δὲ ὁρῶν θεὸν, ὁποῖος ἂν εἴη ὁ γνωστικὸς καὶ θεωρητικὸς ἐν ἀνθρώπῳ νοῦς.

τί με δεῖ νῦν τοῦ πανσόφου Μώσεως ἢ τῶν παρ’ Ἑβραίοις ἱερῶν λογίων διὰ μυρίων ἄλλων τὴν ὀρθότητα τῆς τῶν οἰκείων [*](10 Ἐσπουδάσθαι — ] Plato Crat. p. 397 b.)

v.2.p.16
ὀνομάτων θέσεως ἐξαπλοῦν, μακροτέρας σχολῆς δεο- μένων τῶν κατὰ τὸν τόπον;

αὐτίκα δὴ καὶ τῶν πρώτων τῆς γραμματικῆς στοιχείων Ἓλληνες μὲν οὐκ ἂν ἔχοιεν τὰς ἐτυμολογίας εἰπεῖν, οὐδ’ αὐτός γ’ ἂν φαίη Πλάτων’ τὸν λόγον ἢ τὸν λογισμὸν τῶν φωνηέντων ἢ τῶν συμφώνων.

Ἐβραίων δ’ ἂν εἴποιεν παῖδες τοῦ τε Ἄλφα τὴν αἰτίαν, ὁ παρ’ αὐτοῖς καλεῖται Ἄλφ’ , τοῦτο δὲ σημαίνει μάθησιν · καὶ τοῦ Βῆτα, ὅπερ Βὴθ φίλον αὐτοῖς προσαγορεύειν, οὕτω δὲ τὸν οἶκον ὀνομάζουσιν · ὥστε δηλοῦν τὴν διάνοιαν, μάθησις οἴκου· ὡσεὶ σαφέστερον ἐλέγετο, διδαχή τις καὶ μάθησις οἰκονομίας.

καὶ τὸ Γάμμα δὲ παρ’ αὐτοῖς τρίτον κέκληται Γῖμελ· οὕτω δὲ τὴν πλήρωσιν ὀνομάζουσιν. εἶτ’ ἐπειδὴ τὰς δέλτους Δὲλθ καλοῦσι , τὸ τέταρτον στοιχεῖον οὕτω προσεῖπον, ὁμοῦ διὰ τῶν δύο στοιχείων σημαίνοντες ὡς ὅτι ἡ ἔγγραφος μάθησις πλήρωσίς ἐστι δέλτων.

ἐπιὼν δέ τις καὶ τὰ λοιπὰ τῆς γραμματικῆς στοιχεῖα, μετά τινος αἰτίας καὶ λογισμοῦ εὕροι ἂν ἕκαστα παρ’ αὐτοῖς ὠνομασμένα, ἐπεὶ καὶ τῶν ἑπτὰ φωνηέντων τὴν ἐπὶ τὸ αὐτὸ σύνθεσιν μιᾶς τινος ἀπορρήτου προσηγορίας περιέχειν φασὶν ἐκφώνησιν, ἣν διὰ τεσσάρων στοιχείων παῖδες Ἑβραίων σημειούμενοι ἐπὶ τῆς ἀνωτάτω τοῦ θεοῦ δυνάμεως κατατάττουσιν, ἄλεκτόν τι τοῖς πολλοῖς καὶ ἀπόρρητον τοῦτ’ εἶναι παῖς παρὰ πατρὸς εἰληφότες.

καὶ τῶν παρ’ Ἕλλησι δὲ σοφῶν, οὐκ οἶδ’ ὁπόθεν, τις τοῦτο μαθὼν ᾐνίξατο, ὧδέ πη δι’ ἐπῶν φήσας

  • ἑπτά με φωνήεντα
  • θεὸν μέγαν ἄφθιτον αἰνεῖ
  • γράμματα, τὸν πάντων ἀκάματον πατέρα.
  • εἰμὶ δ’ ἐγὼ πάντων χέλυς ἄφθιτος, ἣ τὰ λυρώδη
  • ἡρμοσάμην δίνης οὐρανίοιο μέλη.
  • v.2.p.17

    εὕροις δ’ ἂν καὶ τῶν λοιπῶν παρ’ Ἑβραίοις στοιχείων, ἐπιστήσας ἑκάστῳ, τὰ σημαινόμενα· τοῦτο δὲ ἤδη καὶ διὰ τῶν πρόσθεν ἡμῖν συνέστη, ὁπηνίκα παρὰ βαρβάρων τὰ πάντα ὠφελῆσθαι τοὺς Ἕλληνας ἀπεδείκνυμεν.

    πολλὴν δ’ ἄν τις καταμάθοι, τὴν Ἑβραίων γλῶσσαν πολυπραγμονῶν , ὀνομάτων ὀρθότητα παρὰ τοῖς ἀνδράσι φερομένην , ἐπεὶ καὶ αὐτὸ τοῦ παντὸς ἔθνους τὸ προσηγορικὸν ὄνομα ἀπὸ τοῦ Ἔβερ τὸ παρωνύμιον εἴληφε. σημαίνει δὲ τοῦτο τὸν “ διαπερῶντα,’’ ἐπεὶ καὶ διάβασις καὶ διαπερῶν τῇ Ἑβραίων φωνῇ “ Ἕρερ” ὀνομάζεται.

    διδάσκει δὲ ὁ λόγος διαπερᾶν καὶ διαβαίνειν ἀπὸ τῶν τῇδε ἐπὶ τὰ θεῖα, μηδαμῶς τε ἐναπομένειν καὶ ἵστασθαι ἐπὶ τῇ θέᾳ τῶν ὁρωμένων, ἀπὸ δὲ τούτων ἐπὶ τὰ ἀφανῆ καὶ ἀόρατα τῆς περὶ τοῦ τῶν ὅλων ποιητοῦ τε καὶ δημιουργοῦ θεολογίας διαβαίνειν. ταύτῃ τοι τοὺς πρώτους μόνῳ τῷ πανηγεμόνι καὶ αἰτίῳ τῶν ὅλων ἀνακειμένους , εὐσεβείᾳ τε καθαρᾷ καὶ ἀληθεῖ προσανέχοντας,Ἑβραίους ἐφώνουν, περατικούς τινας καὶ διαβεβηκότας τῇ διανοίᾳ τοὺς τοιούσδε ἀποκαλοῦντες.