Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ τὰ μὲν τῆς λέξεως αὐτοῖς ὧδέ πη λογικῆς συνέσεως ἔχει, τὰ δὲ δὴ τῆς διανοίας οὐδ’ ἔστι παραβαλεῖν ἀνθρώποις · θεοῦ γὰρ καὶ αὐτῆς ἀληθείας λόγια δι’ αὐτῶν ἐκπεφωνημένα , θεσπίσματα καὶ προρρήσεις , μαθήματά τε εὐσεβῆ, καὶ τῆς τῶν ὄντων ἐπιγνώσεως δόγματα περιειλήφασι.

τεκμήρια δ’ ἂν λάβοις τῆς παρὰ τοῖς ἀνδράσι λογικῆς ἀκριβείας ἀπὸ τῆς ὀρθότητος τῆς τῶν ὀνομάτων θέσεως, ἧς πέρι καὶ ὁ Πλάτων’ τῇ Ἑβραίων μαρτυρῶν δόξῃ δῆλος ἂν εἴη, καὶ κατ’ αὐτό γε τοῦτο σύμφωνος ὢν τῇ κατὰ τοὺς ἄνδρας φιλοσοφίᾳ, ὡς γοῦν ἐκ τούτων διαγνῶναι ῥᾴδιον.

Πρωτοῦ Μώσεως μακρῷ πρόσθεν ἢ τὸ φιλοσοφίας ὄνομα εἰς Ἕλληνας ἐλθεῖν διὰ πάσης αὐτοῦ τῆς γραφῆς μυρία περὶ τῆς τῶν ὀνομάτων θέσεως πεπραγματευμένου , καὶ τοτὲ μὲν φυσικώτατα τῶν παρ’ αὐτῷ πάντων τἀς ἐπωνυμίας διατεταγμένου, τοτὲ δὲ τῷ θεῷ τὴν κρίσιν τῆς τῶν εὐσεβῶν ἀνδρῶν μετωνυμίας ἀναθέντος , φύσει τε , ἀλλ’ οὐ θέσει τὰ ὀνόματα κατὰ τῶν πραγμάτων κεῖσθαι πεπαιδευκότος, ἑπόμενος ὁ Πλάτων’ συμφέρεται τοῖς αὐτοῖς, οὐκ ἄλλως ἢ βαρβάρων μνησθεὶς, καὶ παρὰ τοῖσδε φήσας τόνδε σώζεσθαι τὸν τρόπον, τάχα που τοὺς Ἑβραίους αἰνιττόμενος , ἐπεὶ μηδὲ παρ’ ἑτέροις βαρβάροις ῥᾀδιον τὴν τοιάνδε παραφυλάξαι θεωρίαν.

λέγει δ’ οὖν ἐν Κρατύλῳ

“Καὶ Καὶ οὐ τοῦτο εἶναι ὄνομα ὃ ἄν τινες συνθέμενοι καλεῖν καλῶσι, τῆς αὐτῶν φωνῆς μόριον ἐπιφθεγγό- [*](27 Κρατύλῳ] P. 383. 390. 409.)

v.2.p.10
μένοι, ἀλλ’ ὀρθότητά τινα τῶν ὀνομάτων πεφυκέναι καὶ Ἕλλησι καὶ βαρβάροις τὴν αὐτὴν ἅπασι.”

Καὶ προιὼν ἑξῆς φησιν

Ὅὐκοῦν οὕτως οὕτως ἀξιώσεις καὶ τὸν νομοθέτην τόν τε ἐνθάδε καὶ τὸν ἐν τοῖς βαρβάροις , ἴως ἂν καὶ τὸ τοῦ ὀνόματος εἶδος ἀποδιδῷ τὸ προσῆκον ἑκάστῳ ἐν ὁποιαισοῦν συλλαβαῖς , οὐδὲν χείρω νομοθέτην εἶναι τὸν ἐνθάδε ἢ τὸν ὁπουοῦν ἄλλοθι.”

Εἶθ’ ἑξῆς πάλιν τὸν ἐπιστήμονα τῆς ὀρθότητος τῶν ὀνομάτων διαλεκτικὸν εἶναι φήσας καὶ νομοθέτην οὕτω λέγει

“Τέκτονος μὲν ἄρα ἔργον ἐστὶν τὸ ποιῆσαι πηδάλιον ἐπιστατοῦντος κυβερνήτου, εἰ μέλλει καλὸν εἶναι τὸ πηδάλιον.

Φαίνεται.

Νομοθέτου δέ γε , ὡς ἔοικεν , ὄνομα , ἐπιστάτην c ἔχοντος διαλεκτικὸν ἄνδρα , εἰ μέλλοι καλῶς ὄνομα τεθήσεσθαι.

Ἔστι ταῦτα.

Κινδυνεύει ἄρα, ὦ Ἑρμόγενες, εἶναι οὐ φαῦλον, ὡς σὺ οἴει, ἡ τοῦ ὀνόματος θέσις, οὐδὲ φαύλων ἀνδρῶν, οὐδὲ τῶν ἐπιτυχόντων. καὶ Κρατύλος ἀληθῆ λέγει, λέγων φύσει τὰ ὀνόματα εἶναι τοῖς πράγμασι, καὶ οὐ πάντα δημιουργὸν ὀνομάτων εἶναι, ἀλλὰ μόνον ἐκεῖνον τὸν ἀποβλέποντα εἰς τὸ τῇ φύσει ὄνομα ὂν ἑκάστῳ, καὶ δυνάμενον αὐτοῦ τὸ εἶδος τιθέναι εἰς τά τε γράμματα καὶ τὰς συλλαβάς.”

Τοσαῦτα εἰπὼν μετὰ πλεῖστα βαρβάρων αὐθις ἀναφέρει τὴν μνήμην, κἄπειτα εἰς Ἕλληνας παρὰ βαρβάρων ἥκειν τὰ πολλὰ τῶν ὀνομάτων διαρρήν ὁμολογεῖ, φάσκων αὐτοῖς ῥήμασιν

“Ἐννοῶ ὅτι πολλὰ Ἕλληνες ὀνόματα, ἄλλως

v.2.p.11
τε καὶ οἱ ὑπὸ τοῖς βαρβάροις οἰκοῦντες, παρὰ τῶν βαρβάρων εἰλήφασι.

Τί οὖν δή;

Εἴ τις ζητοίη ταῦτα κατὰ τὴν Ἑλληνικὴν φωνὴν ὡς ἐοικότως κεῖται, ἀλλὰ μὴ κατ’ ἐκείνην ἐξ ἧς τὸ ὄνομα τυγχάνει ὂν, οἶσθα ὅτι ἀποροίη ἄν. Εἰκότως.”

Ταῦτα ὁ Πλάτων’. φθάνει γε μὴν αὐτὸν Νωυσῆς, ὃς οἶα δὴ σοφὸς νομοθέτης ὢν ὁμοῦ καὶ διαλεκτικὸς ἐπάκουσον τί φησί. “καὶ ἔπλασεν ὁ θεὸς ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ, ἰδεῖν τί καλέσει αὐτά. καὶ πᾶν ὃ ἂν ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ἦν ὄνομα αὐτοῦ.’’

διὰ γὰρ τοῦ φάναι τοῦτο ἦν ὄνομα αὐτοῦ” τί ἄλλο ἢ κατὰ φύσιν τεθεῖσθαι τὰς προσηγορίας παρίστησι; τὸ γὰρ ἐπικληθὲν ἄρτι, φησὶ τοῦτο καὶ πάλαι πρότερον ἐν τῇ φύσει περιέχεσθαι, εἶναί (??) κ.αὶ προυπάρχειν ἑκάστῳ τῶν ἐπωνομασμένων ὢ τοῦτο ὄνομα , ὅπερ ὁ δηλούμενος ἄνθρωπος ἐπιθειάσας δυνάμει κρείττονι τέθειται.

καὶ αὐτὸ δὲ τὸ Ἀδὰμ, Ἑβραῖον ὑπάρχον ὄνομα, παρὰ τῷ Μωσεῖ τοῦ γηγενοῦς ἀνθρώπου γένοιτ’ ἂν ἐπώνυμον, ὅτι δὴ παρ’ Ἑβραίοις Ἀδὰμ ἡ yrj καλεῖται, παρ’ ὃ καὶ ὁ πρῶτος γηγενὴς ἐτύμως Ἀδὰμ ὑπὸ Μώσεως ἀνείρηται.

ἔχοι δ’ ἂν καὶ ἄλλην ἡ προσηγορία διάνοιαν, εἰς τὸ ἐρυθρὸν μεταλαμβανομένη καὶ τὴν τοῦ σώματος παριστῶσα φύσιν. ἀλλὰ τὸν μὲν γεώδη καὶ γήινον καὶ γηγενῆ , ἢ τὸν σωματικὸν καὶ σάρκινον ὢ ἄνθρωπον , τῷ τοῦ Ἀδὰμ ἐπεσημήνατο προσρήματι.

καλοῦσι δὲ καὶ ἄλλως παῖδες Ἑβραίων τὸν ἅνθρωπον, Ἐνὼς ἐπονομάζοντες, ὃν δή φασιν εἶναι τὸν

v.2.p.12
ἐν ἡμῖν λογικὸν, ἕτερον ὄντα τὴν φύσιν τοῦ γεώδους Ἀδάμ. διάνοιαν δὲ περιέχει καὶ ὁ Ἐνὼς οἰκείαν, ἐπιλήσμων τῇ Ἑλλήνων ἑρμηνευόμενος φωνῇ.

τοιοὐτον δὲ πέφυκεν ὑπάρχειν τὸ ἐν ἡμῖν λογικὸν, τῆς πρὸς τὸ θνητὸν καὶ ἄλογον συμπλοκῆς ἕνεκα. τὸ μὲν γὰρ πάντη καθαρὸν καὶ ἀσώματον καὶ θεῖον καὶ λογικὸν οὐ μόνον τῶν πρόσθεν γενομένων τὴν μνήμην, , ἀλλὰ καὶ τῶν μελλόντων ἔσεσθαι τὴν γνῶσιν, δι’ ἄκραν ἀρετὴν θεωρίας περιείληφε. τὸ δ’ ἐν σαρξὶ πεπιλημένον, ὀστέοις τε καὶ νεύροις καταπεπαρμένον, ὄγκον τε μέγαν καὶ βαρὺν ἐπηχθισμένον τὸ σῶμα, λήθης πολλῆς καὶ ἀμαθίας συνιδὼν ὁ Ἑβραίοις λόγιος εὐθυβόλῳ κέκληκε προσρήματι Ἐνὼς ἐπονομάσας, ὅπερ δηλοῖ τὸν ἐπιλήσμονα.

κεῖται γοῦν παρά τινι προφήτῃ “τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; ἀνθ’ οὗ τὸ Ἑβραϊκὸν ἐπὶ μὲν τῆς πρώτης τοῦ ἀνθρώπου κλήσεως τὸ Ἐνὼς περιείληφεν, ὡσεὶ ἔλεγε σαφέστερον , τί οὗτός ἐστιν ὁ ἐπιλήσμων, ὅτι σὺ, ὠ θεὲ , μιμνήσκῃ αὐτοῦ , καίπερ ὄντος ἐπιλήσμονος ;