Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Καὶ τὸν λογικὸν δὲ τρόπον τῆς Ἑβραίων φιλοσοφίας οὐ, καθάπερ Ἕλλησι φίλον, δεινότητι σο- φισμάτων καὶ λογισμοῖς πρὸς ἀπάτην τετεχνασμένοις δεῖν ᾤοντο μετιέναι , καταλήψει δὲ αὐτῆς ἀληθείας, ἣν ὑπὸ θείου φωτὸς τὰς ψυχὰς καταυγασθέντες οἱ παρ᾿ αὐτοῖς θεόσοφοι εὗρόν τε καὶ ἐφωτίσθησαν.

ἐφ᾿ ἣν ἀκονῶντες τοὺς τὰ οἰκεῖα μαθήματα παιδευομένους λόγων τε αὐτοῖς ἱερῶν ἀπαγγελίας, ἱστοριῶν τε σεμνῶν διηγήματα, ᾠδῶν τε καὶ ἐπῳδῶν ἐμμέτρους συνθέσεις , καὶ ἔτι προβλήματα καὶ αἰνίγματα, καί τινας σοφὰς καὶ ἀλληγορικὰς θεωρίας μετὰ κάλλους εὐεπείας , καὶ τῆς κατὰ τὴν οἰκείαν γλῶτταν εὐφραδοῦς ἀπαγγελίας, ἐξ ἔτι νηπίας αὐ- τοῖς παρεδίδοσαν ἡλικίας.

ναὶ μὴν καὶ τῶν πρώτων μαθημάτων δευτερωταί τινες ἦσαν αὐτοῖς ’ (οὕτω δὲ φίλον τοὺς ἐξηγητὰς τῶν παρ’ αὐτοῖς γραφῶν ὀνο-

v.2.p.8
μάζειν·) οἳ τὰ δι᾿ αἰνιγμάτων ἐπεσκιασμένα, εἰ καὶ μὴ τοῖς πάσι, τοῖς γοῦν πρὸς τὴν τούτων ἀκοὴν ἐπι- τηδείοις δι᾿ ἑρμηνείας καὶ σαφηνείας ἐξέφαινον.

ταύτῃ τοι πάλιν ὁ σοφώτατος παρὰ τοῖσδε Σολομῶν ἐνθένδε ποθὲν τὴν καταρχὴν τοῦ τῶν Παροι- μιῶν ἐποιήσατο συγγράμματος, μονονουχὶ τὴν αἰτίαν αὐτῷ τῆς γραφῆς ταύτην εἶναι διδάξας, δι᾿ ὧν αὐτοῖς ῥήμασι δεῖν ἔφησε πάντα ἄνδρα γνῶναι σοφίαν καὶ παιδείαν καὶ νοῆσαι λόγους φρονήσεως, δέξασθαί τε στροφὰς λόγων , νοῆσαί τε δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν, ἵνα δῶ, φησὶν, ἀκάκοις πανουργίαν, παιδί τε νέῳ αἴσθησίν τε καὶ ἔννοιαν. τῶνδε γὰρ ἀκούσας ὁ σοφὸς σοφώτερος ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται· νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν καὶ 15 αἰνίγματα.

καὶ τὰ μὲν τῆς τοῦ δηλωθέντος συγγράμματος ἐπαγγελίας τοιαῦτά τινα ἦν· τὰς δ᾿ ἐν μέρει τῶν λεχθέντων προτάσεις, καὶ τούτων τὰς ἐπι- λύσεις , τήν τε λογικὴν πραγματείαν οἰκείως τῇ τῶν ἀνδρῶν σοφίᾳ τε καὶ φωνῇ διὰ πασῶν τῶν παρ᾿ αὐτοῖς προφητικῶν γραφῶν φερομένην , ὅτῳ φίλον, τῆς τούτων ἐντεύξεως τὰς βίβλους ἐπὶ σχολῆς μετὰ χεῖρας λαβὼν εἴσεται.

εἰ δέ τις καὶ τῆς γλώσσης αὐτῆς φιλοκάλως γένοιτο ἐν πείρᾳ, ἴδοι ἂν, οἷα παρὰ βαρβάροις , ἄνδρας λογικωτάτους οὐδὲν σοφιστῶν οὐδὲ ῥητόρων ἀποδέοντας τῇ οἰκείᾳ γλώσσῃ.

εἶεν δ᾿ ἂν αὐτοῖς καὶ ἔμμετροι ποιήσεις, ὡς ἡ μεγάλη Μώσεως ᾠδὴ, καὶ τοῦ Δαβὶδ ὁ ριη΄ Ψαλμὸς, τῷ καλουμένῳ παρ᾿ Ἕλλησιν ἡρῴῳ μέτρῳ συντεταγμένοι. φασὶ γοῦν ἑξάμετρα εἶναι ταῦτα, δι᾿ ἑκκαίδεκα συλ- λαβῶν πεποιημένα. καὶ τὰ λοιπὰ δὲ τὰ παρ᾿ αὐτοῖς στιχήρη δι᾿ ἐπῶν λέγεται τριμέτρων τε καὶ τετρα-

v.2.p.9
μέτρων κατὰ τὴν οἰκείαν αὐτῶν συγκεῖσθαι φωνήν.

καὶ τὰ μὲν τῆς λέξεως αὐτοῖς ὧδέ πη λογικῆς συνέσεως ἔχει, τὰ δὲ δὴ τῆς διανοίας οὐδ’ ἔστι παραβαλεῖν ἀνθρώποις · θεοῦ γὰρ καὶ αὐτῆς ἀληθείας λόγια δι’ αὐτῶν ἐκπεφωνημένα , θεσπίσματα καὶ προρρήσεις , μαθήματά τε εὐσεβῆ, καὶ τῆς τῶν ὄντων ἐπιγνώσεως δόγματα περιειλήφασι.

τεκμήρια δ’ ἂν λάβοις τῆς παρὰ τοῖς ἀνδράσι λογικῆς ἀκριβείας ἀπὸ τῆς ὀρθότητος τῆς τῶν ὀνομάτων θέσεως, ἧς πέρι καὶ ὁ Πλάτων’ τῇ Ἑβραίων μαρτυρῶν δόξῃ δῆλος ἂν εἴη, καὶ κατ’ αὐτό γε τοῦτο σύμφωνος ὢν τῇ κατὰ τοὺς ἄνδρας φιλοσοφίᾳ, ὡς γοῦν ἐκ τούτων διαγνῶναι ῥᾴδιον.