Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τῆς παρ’ Ἑβραίοις γραφῆς θεοῦ δικαιωτήριον καὶ κρίσιν ψυχῶν μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν ἔσεσθαι προαγορευούσης διά τε μυρίων ἂλλων καὶ δι’ ὧν φησι “ κριτήριον ἐκάθισε καὶ βίβλοι ἠνεῴχθησαν καὶ ὁ παλαιὸς ἡμερῶν ἐκάθητο. ποταμὸς πυρὸς εἷκλκεν ἔμπροσθεν αὐτοῦ· μύριαι μυριάδες

v.2.p.77
ἐλειτούργουν αὐτῷ, καὶ χίλιαι χιλιάδες παρειστῂκεσαν ἔμπροσθεν αὐτοῦ,” ἐπάκουσον τοῦ Πλάτωνος τῆς θείας κρίσεως, καὶ δὴ καὶ τοῦ ποταμοῦ ὀνομαστὶ μεμνημένου , πολλάς τε μονὰς τῶν εὐσεβῶν διαφόρους τε τῶν δυσσεβῶν τιμωρίας συμφώνως τοῖς Ἑβραίων ὑπογράφοντος λόγοις.

φησὶ δ’ οὖν ἐν τῷ Περὶ ψυχῆς τάδε

Τρίτος δὲ ποταμὸς τούτων κατὰ μέσον ἐκβάλλει, καὶ ἐγγὺς τῆς ἐκβολῆς ἐκπίπτει εἰς τόπον μέγαν πυρὶ πολλῷ καιόμενον , καὶ λίμνην ποιεῖ μείζω τῆς παρ’ ἡμῖν θαλάττης, ζέουσαν ὕδατος καὶ πηλοῦ· ἐντεῦθεν δὲ χωρεῖ κύκλῳ θολερὸς καὶ πηλώδης, περιελιττόμενος δέ γε τῇ γῇ ἄλλοσέ τε ἀφικνεῖται καὶ παρ’ ἔσχατα τῆς Ἀχερουσιάδος λίμνης, οὐ συμμιγνύμενος τῷ ὕδατι · περιελιχθεὶς δὲ πολλάκις ὑπὸ γῆς ἐμβάλλει κατωτέρω τοῦ Ταρτάρου.

οὗτος δ’ ἐστὶν ὃν ἐπονομάζουσι Πυριφλεγέθοντα , οὗ καὶ οἱ ῥύακες ἀποσπάσματα ἀναφυσῶσιν, ὅπου ἂν τύχωσι τῆς γῆς. τούτου δὲ αὖ καταντικρὺ ὁ τέταρτος ἐκπίπτει εἰς τόπον πρῶτον δεινόν τε καὶ ἄγριον, ὡς λέγεται, χρῶμα δὲ ἔχοντα ὅλον οἷον ὁ κύανός , ὅν δὴ ἐπονομάζουσι Στύγιον, καὶ τὴν λίμνην ἣν ποιεῖ ὁ ποταμὸς ἐμβάλλων Στύγα. ὁ δ’ ἐμπεσὼν ἐνταῦθα καὶ δεινὰς δυνάμεις λαβὼν ἐν τῷ ὕδατι, δὺς κατὰ τῆς γῆς, περιελιττόμενος χωρεῖ ἐναντίως τῷ Πυριφλεγέθοντι καὶ ἀπαντᾷ ἐν τῇ Ἀχερουσίᾳ λίμνῃ ἐξ ἐναντίας, καὶ οὐδὲ τὸ τούτου ὕδωρ οὐδενὶ μίγνυται, ἀλλὰ καὶ οὗτος κύκλῳ περιελθὼν ἐμβάλλει εἰς τὸν Τάρταρον ἐναντίως τῷ Πυριφλεγέθοντι· ὄνομα δὲ τούτῳ ἐστὶν, ὡς οἱ ποιηταὶ λέγουσι , Κωκυτός.

τούτων δὲ οὕτω [*](8 Τρίτος δὲ — ] Plato Pliaedon. p. 113)

v.2.p.78
φυκότων , ἐπειδὰν ἀφίκωνται οἶ τετελευτηκότες εἰς τὸν τόπον οἷ ὁ δαίμων ἕκαστον κομίζει, πρῶτον μὲν διεδικάσαντο οἵ τε καλῶς καὶ ὁσίως καὶ δικαίως βιώσαντες καὶ οἱ μή. καὶ οἱ μὲν ἂν δόξωσι μέσως βεβιωκέναι, πορευθέντες ἐπὶ τὸν Ἀχέροντα, ἀναβάντες ἃ δὴ αὐτοῖς ὀχήματά ἐστιν, ἐπὶ τούτων ἀφικνοῦνται εἰς τὴν λίμνην, καὶ ἐκεῖ οἰκοῦσί τε καὶ καθαιρόμενοι τῶν τε ἀδικημάτων διδόντες δίκας ἀπολύονται, εἴ τίς τι ἠδίκηκε, τῶν τε εὐεργεσιῶν τιμὰς φέρονται κατὰ τὴν ἀξίαν ἕκαστος, οἵ δ’ ἂν δόξωσιν ἀνιάτως ἔχειν διὰ τὰ μεγέθη τῶν ἁμαρτημάτων, ἢ ἱεροσυλίας πολλὰς καὶ μεγάλας ἢ φόνους ἀδίκους καὶ παρανόμους πολλοὺς ἐξειργασμένοι ἢ ἄλλα ὅσα τοιαῦτα τυγχάνει ὄντα, τούτους δὲ ἡ προσήκουσα μοῖρα ῥίπτει εἰς τὸν Τάρταρον , ὅθεν οὔποτε ἐκβαίνουσιν.

οἳ δ’ ἂν ἰάσιμα μὲν, μεγάλα δὲ δόξωσιν ἡμαρτηκέναι ἁμαρτήματα, οἶον πρὸς πατέρα ἢ μητέρα ὑπ’ ὀργῆς βίαιόν τι πράξαντες, καὶ μεταμέλον αὐτοῖς τὸν ἄλλον βίον βιῶσιν, ἢ ἀνδροφόνοι ἢ τοιούτῳ τινὶ ἄλλῳ τρόπῳ γένωνται, τούτοις δ’ ἐμπεσεῖν μὲν εἰς τὸν Τάρταρον ἀνάγκη, ἐμπεσόντας δὲ αὐτοὺς καὶ ἐνιαυτὸν ἐκεῖ γενομένους ἐκβάλλει τὸ κῦμα, τοὺς μὲν ἀνδροφόνους κατὰ τὸν Κωκυτὸν, τοὺς δὲ πατραλῴας [καὶ μητραλῲας] κατὰ τὸν Πυριφλεγέθοντα · ἐπειδὰν δὲ φλεγόμενοι γένωνται κατὰ τὴν λίμνην τὴν Ἀχερουσιάδα, ἐνταῦθα βοῶσί τε καὶ καλοῦσιν, οἶ μὲν οὓς ἀπέκτειναν, οἷ δὲ οὓς ὕβρισαν, καλέσαντες δὲ ἱκετεύουσι καὶ δέονται ἐᾶσαι σφᾶς ἐκβῆναι εἰς τὴν λίμνην, καὶ ἐὰν μὲν πείσωσιν, ἐκβαίνουσί τε καὶ λήγουσι τῶν κακῶν· εἰ δὲ μὴ, φέρονται αὖθις εἰς τὸν Τάρταρον, κἀκεῖθεν πάλιν εἰς τοὺς ποταμοὺς, καὶ ταῦτα πάσχοντες οὐ πρότερον παύονται πρὶν ἂν πείσωσιν οὓς

v.2.p.79
ἠδίκησαν· αὕτη γὰρ ἡ δίκη ὑπὸ τῶν δικαστῶν αὐτοῖς ἐτάχθη.

οἵ δὲ δὴ ἂν δόξωσι διαφερόντως πρὸς τὸ ὁσίως βιῶναι, οὗτοί εἰσιν οἱ τῶνδε μὲν τῶν τόπων τῶν ἐν τῇ γῇ ἐλευθερούμενοί τε καὶ ἀπαλλαττόμενοι, ὥσπερ δεσμωτηρίων, ἄνω δὲ εἰς τὴν καθα- ρὰν οἴκησιν ἀφικνούμενοι καὶ ἐπὶ τῆς γῆς οἰκιζόμενοι. τούτων δὲ αὐτῶν οἱ φιλοσοφίᾳ ἱκανῶς καθηράμενοι ἄνευ τε καμάτων ζῶσι τὸ παράπαν εἰς τὸν ἔπειτα χρόνον, καὶ εἰς οἰκήσεις ἔτι τούτων καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι οὔτε ὁ χρόνος ἱκανὸς ἐν τῷ παρόντι. ἀλλὰ τούτων δὴ ἕνεκα χρὴ ὧν διεληλύθαμεν, ὦ Σιμμία, πὰν ποιεῖν ὥστε ἀρετῆς καὶ φρονήσεως ἐν τῷ βίῳ μετασχεῖν· καλὸν γὰρ τὸ ἆθλον καὶ ἡ ἐλπὶς μεγάλη.”

Ταῦτα ὁ Πλάτων. σὺ δέ γε παραθήσεις τῷ “καὶ εἰς οἰκήσεις καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι οὔτε χρόνος ἱκανὸς ἐν τῷ παρόντι” τὸ παρ᾿ ἡμῖν οὕτως ἔχον “ ὀφθαλμὸς γὰρ οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν,”

ταῖς δὲ εἰρημέναις οἰκήσεσι τὸ πολλὰς μονὰς εἶναι παρὰ τῷ πατρὶ τοῖς θεοφιλέσιν ἐπηγγελμένας, καὶ τοῖς περὶ τοῦ Πυριφλεγέθοντος λεχθεῖσι τὸ τοῖς ἀσεβέσιν ἠπειλημένον πῦρ αἰώνιον, κατὰ τὸν πρὸς αὐτοὺς φάσκοντα Ἑβραίων προφήτην “τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον;” καὶ πάλιν “ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.”

τήρει δὲ ὡς καὶ ὁ Πλάτῶν συνᾴδων τούτοις , τοὺς ἀσεβεῖς εἰπὼν χωρήσειν εἰς Τάρταρον, ἐπιλέγει “ὅθεν οὔποτε ἐκβαίνουσι.” καὶ αὖ πάλιν τοὺς εὐσεβεῖς ζήσεσθαι εἰπὼν ἐν μα-

v.2.p.80
καρίοις προστίθησι λέγων “ τὸ παράπαν καὶ εἰς τὸν ἔπειτα χρόνον. ” ἀλλὰ καὶ τὸ ἄνευ καμάτων εἰρημέ- νον ὑπ’ αὐτοῦ ὅμοιον ἂν εἴη τῷ “ ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.”

φάσκων δὲ τοὺς ἐπὶ τὸν Ἀχέροντα πορευομένους μὴ ἁπλῶς ἐπὶ τοῦτον ἀφικνεῖσθαι, ἀλλὰ ἀναβαίνοντας πρότερον ἃ δὴ αὐτοῖς ὀχήματά ἐστι, τίνα ποτὲ ἄρα τὰ ὀχήματα βούλεται σημαίνειν ἢ τὰ σώματα, εἰς ἃ ἀναβᾶσαι αἶ τῶν τετελευτηκότων ψυχαὶ σὺν αὐτοῖς τιμωροῦνται κατὰ τὰ παρ’ Ἑβραίοις νενομισμένα; ἀλλὰ γὰρ ἱκανὴν καὶ τοῦδε τοῦ λόγου περιγραφὴν εἰληφότος ἐπὶ τὸ δω- δέκατον τῆς Εὐαγγεελικῆς Προπαρασκευῆς μεταβήσο- μαι σύγγραμμα.