Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Φαίνεται γοῦν δὴ καὶ μάλα εἰκότως εἰρῆσθαι πάντα ὅσα διελήλυθας.

v.2.p.69

Λογισάμενοι δὴ ξυννοήσωμεν τὸ πάθος ἐκ τῶν νῦν λεχθέντων, ὃ πάντων ἔφαμεν εἶναι τῶν θαυμαστῶν αἴτιον. ἔστι γὰρ οὖν δὴ τοῦτ᾿ αὐτό.

Τὸ ποῖον;

Τὸ τὴν τοῦ παντὸς φορὰν τοτὲ μὲν ἐφ᾿ ἃ νῦν κυκλεῖται φέρεσθαι, τοτὲ δ᾿ ἐπὶ τἀναντία.

Πῶς δή;

Ταύτην τὴν μεταβολὴν ἡγεῖσθαι δεῖ τῶν περὶ τὸν οὐρανὸν γινομένων τροπῶν πασῶν εἶναι μεγίστην καὶ τελεωτάτην τροπήν.

Ἔοικε γοῦν.

Μεγίστας τοίνυν μεταβολὰς χρὴ νομίζειν γίγνεσθαι τότε τοῖς ἐντὸς ἡμῖν οἰκοῦσιν αὐτοῦ.

Καὶ τοῦτ᾿ εἰκός.

Μεταβολὰς δέ γε μεγάλας καὶ πολλὰς καὶ παν- τοίας ξυμφερομένας ἆρ᾿ οὐκ ἴσμεν τὴν τῶν ζῴων φύσιν ὅτι χαλεπῶς ἀνέχεται;

Πῶς δ᾿ οὔ;

Φθοραὶ τοίνυν ἐξ ἀνάγκης τότε μέγισται συμβαίνουσι τῶν τε ἄλλων ζῴων , καὶ δὴ καὶ τὸ τῶν ἀνθρώπων γένος ὀλίγον τι περιλείπεται. περὶ δὲ τούτους ἄλλα τε παθήματα πολλὰ καὶ θαυμαστὰ καὶ καινὰ ξυμπίπτει, μέγιστον δὲ τόδε καὶ ξυνεπόμενον τῇ τοῦ παντὸς ἀνελίξει, τότε ὅταν ἡ τῆς νῦν καθεστηκυίας ἐναντία γίγνηται τροπή.”

Τούτοις ἅπασιν ὑποβὰς ἐξῆς περὶ τῆς τῶν τετελευτηκότηων ἀναβιώσεως , ὁμοίως ταῖς Ἑβραίων δό- ξαις κινούμενος , ταῦτ᾿ ἐπιλέγει