Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Πάλιν Μώσεως καὶ τούτους εἶναι γενητοὺς διδάξαντος δι’ ὧν ἔφησε “ καὶ εἶπεν ὁ θεὸς, γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς· καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς. καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους καὶ τοὺς ἀστέρας· καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ.

ὁμοίως ὁ Πλάτων

Ἐξ οὑν λόγου θεοῦ καὶ διανοίας (φησὶ) τοιαύ εια [*](1 Πᾶν’ δὲ — ] PLato Tim. p. 28.) [*](18 Οὕτως οὖν — ] Plato Tim. p. 30.) [*](29 Ἑξ οὖν — ] Plato Tira. p. 38 c.)

v.2.p.66
τῆς πρὸς χρόνου γένεσιν, ἵνα γενηθῇ χρόνος, ἥλιος καὶ σελήνη καὶ πέντε ἄλλα ἄστρα, ἐπίκλην ἔχοντα πλάνητες , εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γέγονε. σώματα δὲ αὐτῶν ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφοράς.

Ἐπιτήρει δὲ εἰ μὴ τὸ “ ἐξ οὖν λόγου καὶ διανοίας θεοῦ“ εἰρημένον τῷ Πλάτωνι ὅμοιον ἂν εἴη τῷ παρ’ Ἑβραίοις φάσκοντι “ τῷ λόγῳ κυρίου οἶ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαι αἶ δυνάμεις αὐτῶν.’ ἀλλὰ καὶ Μωσέως εἰπόντος “καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι” ὁμοίᾳ κέχρηται καὶ ὁ Πλάτων’ φωνῇ τῇ ἔθηκεν,” εἰπὼν “ σώματα δὲ αὐτῶν ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφοράς.”