Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἀλλ’ ἐπειδὴ τὰ περὶ τῆς ἀσωμάτου καὶ ἀφανοῦς οὐσίας σύμφωνα καὶ ὁμόδοξα Μωσεῖ καὶ Πλάτωνι συνέστη, ὥρα καὶ τὰ λοιπὰ μέρη τῆς κατὰ Πλάτωνα φιλοσοφίας ἐπιθεωρῆσαι , δεῖξαί τε τὸν ἄνδρα Ἑβραίοις κατὰ πάντα φίλον , ἐκτὸς εἰ μή που παρατραπεὶς ἀνθρωπινώτερον ἢ κατὰ τὸν ἀληθῆ φάναι τι προήχθη λόγον.

αὐτίκα τῶν εἰρημένων ὅσα μὲν ἐπιτυχῶς λέλεκται τῷ ἀνδρὶ συντρέχοι τρέχοι ἂν τοῖς Μωσεῖ δεδογμένοις , ὅσα δὲ μὴ ἀρέσκοντα Μωσεῖ καὶ τοῖς προφήταις ὑπέλαβεν οὐκ ἂν ἔχοι συνεστῶτα τὸν λόγον. τοῦτο δ’ ἡμῖν ἐν καιρῷ τῷ δέοντι παραστήσεται. τέως δ’ , ἐπεὶ πεφώραται ἐν τῇ περὶ τῶν νοητῶν ἐποπτείᾳ συνῳδὰ καὶ σύμφωνα τὰ τεθειμένα, ὥρα ἐπανελθοῦσιν αὖθις ἐπὶ τὴν τῶν αἰσθητῶν φυσιολογίαν ἐν βραχέσι τὴν πρὸς τὰ Εβραίων ἐπιδραμεῖν τοῦ ἀνδρὸς συμφωνίαν.

Μώσεως γενητὸν ἀποφηναμένου τόδε τὸ πᾶν ὑπὸ τοῦ θεοῦ γενόμενον , λέγει δ’ οὖν ἀρχόμενος τῆς ἑαυτοῦ γραφῆς “ ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ” καὶ μετὰ ταῦτα κατὰ μέρος ἐπάγει “αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς , ὅτε ἐγένετο , ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τῆν’ γῆν.” ἄκουε τοῦ Πλάτωνος ὡς οὐκ ἐκπίπτει τῆς διανοίας ὧδέ πη καὶ αὐτὸς γράφων

v.2.p.65

‘Πάν δὲ αὖ τὸ γιγνόμενον ὑπ’ αἰτίου τινὸς ἐξ ἀνάγκης γίγνεσθαι· πάντη γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν.”

Καὶ ἐπιλέγει

“ Ὁ δὴ πᾶς οὐρανὸς ἢ κόσμος, ῥ’ καὶ ἄλλο ὅ τι ποτὲ ὀνομαζόμενος μάλιστα ἂν δέχοιτο, τοῦθ’ ἡμῖν ὠνομάσθω· σκεπτέον οὖν περὶ αὐτοῦ πρῶτον, ὅπερ ὑπόκειται περὶ· παντὸς ἐν ἀρχῇ δεῖν σκοπεῖν, πότερον ἦν ἀεὶ, γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενος.

γέγονεν· ὁρατὸς γὰρ ἁπτός τέ ἐστι καὶ σῶμα ἔχων. πάντα δὲ τὰ τοιαῦτα αἰσθητὰ, τὰ δ’ αἰσθητὰ δόξῃ περιληπτὰ καὶ γενητὰ ἐφάνη. τῷ δ’ αὖ γενομένῳ φαμὲν ὑπ’ αἰτίου τινὸς ἀνάγκην εἷναι γενέσθαι. τὸν μὲν οὖν ποιητὴν καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν.”

Καὶ αὖθις ἑξῆς φησιν

“ Οὕτως οὖν δὴ κατὰ λόγον τὸν εἰκότα δεῖ λέγειν τόνδε τὸν κόσμον ζῷον ἔμψυχον ἔννουν τῇ ἀληθείᾳ δ’ ἰὰ τὴν τοῦ θεοῦ γενέσθαι πρόνοιαν.”

Πάλιν Μώσεως καὶ τούτους εἶναι γενητοὺς διδάξαντος δι’ ὧν ἔφησε “ καὶ εἶπεν ὁ θεὸς, γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς· καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς. καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους καὶ τοὺς ἀστέρας· καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ.

ὁμοίως ὁ Πλάτων

Ἐξ οὑν λόγου θεοῦ καὶ διανοίας (φησὶ) τοιαύ εια [*](1 Πᾶν’ δὲ — ] PLato Tim. p. 28.) [*](18 Οὕτως οὖν — ] Plato Tim. p. 30.) [*](29 Ἑξ οὖν — ] Plato Tira. p. 38 c.)

v.2.p.66
τῆς πρὸς χρόνου γένεσιν, ἵνα γενηθῇ χρόνος, ἥλιος καὶ σελήνη καὶ πέντε ἄλλα ἄστρα, ἐπίκλην ἔχοντα πλάνητες , εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γέγονε. σώματα δὲ αὐτῶν ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφοράς.

Ἐπιτήρει δὲ εἰ μὴ τὸ “ ἐξ οὖν λόγου καὶ διανοίας θεοῦ“ εἰρημένον τῷ Πλάτωνι ὅμοιον ἂν εἴη τῷ παρ’ Ἑβραίοις φάσκοντι “ τῷ λόγῳ κυρίου οἶ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαι αἶ δυνάμεις αὐτῶν.’ ἀλλὰ καὶ Μωσέως εἰπόντος “καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι” ὁμοίᾳ κέχρηται καὶ ὁ Πλάτων’ φωνῇ τῇ ἔθηκεν,” εἰπὼν “ σώματα δὲ αὐτῶν ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφοράς.”

Τῆς Ἐβραίων γραφής ἐφ’ ἑκάστῳ τῶν δημιουραγημάτων ἐπιφωνούσης ‘καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν,” καὶ ἐπὶ τῇ πάντων συγκεφαλαιώσει φασκούσης “ καὶ εἶδεν ὁ θεὸς τὰ πάντα, καὶ ἰδοὺ καλὰ λίαν · ” ἄκουε τοῦ Πλάτωνος ὥς φησιν

‘Ἑἰ μὲν δὴ καλός ἐστιν ὅδε ὁ κόσμος, ὅ τε δημιουργὸς ἀγαθὸς, δῆλον ὡς πρὸς τὸ ἀίδιον ἒβλεπε. ”

Καὶ πάλιν

“ Ὁ μὲν γὰρ κάλλιστος τῶν γεγονότων , ὁ δ’ ἄριστος τῶν αἰτίων.”