Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Αὐτίκα λόγον ἰσχυρὸν εἶναι δοκοῦντα τῷ Πλάτωνι εἰς παράστασιν τῆς ψυχῆς ἀθανασίας

v.2.p.61
τὸν ἐκ τοῦ ὁμοίου. εἰ γὰρ ὁμοία τῷ θείῳ καὶ ἀθα- νάτω καὶ ἀειδεῖ καὶ ἀσκεδάστῳ καὶ ἀδιαλύτῳ καὶ οὐσιωμένῳ καὶ συνεστῶτι ἐν ἀφθαρσίᾳ, πῶς οὐ τοῦ γένους ἂν εἴη τοῦ κατὰ τὸ παράδειγμα;

ὅταν γὰρ δύο τινῶν ἄκρων ἐναργῶς ἐναντίων, οἷον λογικοῦ τε καὶ ἀλόγου, ἄλλο τι ἀμφισβητῆται ποίας ἐστὶ μερίδος, εἶς ἦν καὶ οὗτος τρόπος ἀποδείξεως διὰ τοῦ δεῖξαι τίνι τῶν ἀντικειμένων ὅμοιον. οὕτω γὰρ, καίπερ ἐν ἀλογίᾳ κατὰ πρώτην ἡλικίαν τοῦ ἀνθρωπίνου γένους κατεσχημένου , πολλῶν τε ἄχρι γήρως ἐν τοῖς τῆς ἀλογίας ἁμαρτήμασι πλεοναζόντων , ὅμως διὰ τὸ τῷ καθαρῶς λογικῷ πολλὰς ὁμοιότητας φέρειν λογικὸν εἶναι τὸ γένος τοῦτο ἐξ ἀρχῆς ἐπιστεύθη.

ὄντος οὖν θείου τοῦ συστήματος καὶ ἀκηράτου καὶ ἀντοςτου προφανῶς τοῦ τῶν θεῶν, ὄντος δὲ πάλιν ἐναρ- γῶς τοῦ χθονίου καὶ λυτοῦ καὶ ἐν διαφθορᾷ κειμένου, ἀμφισβητουμένης δὲ παρά τισι τῆς ψυχῆς τίνι τῶν προκειμένων μέρει προσκεχώρηκεν, ἐκ τῆς ὁμοι- ότητος ᾠήθη ὁ Πλάτων’ δεῖν ἀνιχνεύειν τὴν ἀλήθειαν.

καὶ ἐπειδὴ τῷ μὲν θνητῷ τε καὶ λυτῷ καὶ ἀνοήτῳ καὶ ζωῆς ἀμετόχῳ, καὶ διὰ τοῦτο ἁπτῷ τε καὶ αἰσθητῷ καὶ γινομένῳ καὶ ἀπολλυμένῳ, οὐδαμῶς ἔοικε, τῷ δὲ θείῳ καὶ ἀθανάτῳ καὶ ἀειδεῖ καὶ νοερῷ ζῶντί τε καὶ ἀληθείας συγγενεῖ, καὶ ὅσα ἐκεῖνος περὶ αὐτῆς ἀναλογίζεται· ἐδόκει μὴ τὰς μὲν ἄλλας ὁμοιό- τητας τοῦ θεοῦ ἐνεῖναι συγχωρεῖν, τὸ δὲ τῆς οὐσίας ἐμφερὲς ἀπ’ αὐτῆς ἐθέλειν ἀθετεῖν, δι’ ὃ καὶ τούτων αὐτὴν αὐτὴν τυχεῖν συμβέβηκεν.

ὥσπερ γὰρ τὰ ταῖς ἐνεργείαις τῷ θεῷ ἀνόμοια εὐθὺς καὶ τῇ συστάσει τῆς οὐσίας ἐξήλλακτο, οὕτως ἀκόλουθον εἶναι τὰ τῶν αὐτῶν πως ἐνεργειῶν μέτοχα φθάνειν τὴν ὁμοιότητα τῆς οὐσίας κεκτημένα. διὰ γὰρ τὴν ποιὰν οὐσίαν

v.2.p.62
ποιὰς εἶναι καὶ τὰς ἐνεργείας, ὡς ἂν ἀπ᾿ αὐτῆς ῥεούσας καὶ αὐτῆς οὔσας βλαστήματα.”

Τούτου τοίνυν τοῦ λόγου τὴν δύναμιν περιαιρῶν ὁ Βοηθὸς ἐπάκουσον εὐθὺς ἐν ἀρχῇ τοῦ λόγου ὁ πεποίηκε γράφων οὕτως

“Εἰ μὲν ἀθάνατός ἐστιν ἡ ψυχὴ καὶ παντὸς ὀλέθρου κρείττων τις φύσις, πολλοὺς ἀναμείναντα χρὴ καὶ περιηγησάμενον λόγους ἀποφήνασθαι.

τὸ μέντοι τῶν περὶ ἡμᾶς ὁμοιότερον μηδὲν γενέσθαι θεῷ ψυχῆς, οὐ πολλῆς ἄν τις δεηθεὶς πραγματείας πιστεύσειεν, οὐ μόνον διὰ τὸ συνεχὲς καὶ ἄπαυστον τῆς κινήσεως, ἣν ἐν ἡμῖν ἐνδίδωσιν, ἀλλὰ τοῦ καθ᾿ ἑαυτὴν νοῦ.

εἰς ὅπερ ἀπιδὼν καὶ ὁ Κροτωνιάτης φυσικὸς εἶπεν ἀθάνατον αὐτὴν οὖσαν καὶ πᾶσαν ἠρεμίαν φύσει φεύγειν, ὥσπερ τὰ θεῖα τῶν σωμάτων.

ἀλλὰ καὶ καθάπαξ τὴν ἰδέαν τῆς ψυχῆς καὶ μάλιστα τὸν ἄρχοντα ἐν ἡμῖν νοῦν, ὁπηλίκα βουλεύματα καὶ ὁρμὰς πολλάκις ὁποίας ὑποκινεῖ, τῷ κατανοήσαντι πολλή τις ἂν πρὸς τὸν θεὸν ὁμοιότης ὑπο- φανείη.”

Καὶ ἐξῆς ἐπιλέγει

“ Εἰ γὰρ ὡς ὁμοιότατον τῷ θείῳ πάντων χρημάτων ἡ ψυχὴ δείκνυται, τίς ἔτι χρεία τῶν ἄλλων δεῖσθαι λόγων εἰς ἀπόδειξιν τῆς ἀθανασίας αὐτῆς προοιμιαζόμενον, καὶ μὴ καὶ τοῦτον ὡς ἕνα μετὰ τῶν πολλῶν καταριθμοῦντα, ἱκανὸν ὄντα ἐντρέψαι τοὺς εὐγνώμονας, ὡς οὐκ ἂν τῶν ἐμφερῶν τῷ θείῳ μετ- έσχεν ἐνεργειῶν μή τοι θεία γε οὖσα καὶ αὐτή;

εἰ γὰρ καίπερ ἐν τῷ θνητῷ καὶ λυτῷ καὶ ἀνοήτῳ καὶ καθ᾿ ἑαυτὸ νεκρῷ καὶ ἀεὶ ἀπολλυμένῳ καὶ διαρρέοντι εἰς τὴν τῆς ἀπωλείας μεταβολὴν κατορωρυγμένη αὐτό τε ποιεῖ καὶ συνέχει, καὶ τὴν ἑαυτῆς θείαν ἀνα-

v.2.p.63
δείκνυσιν οὐσίαν, καίπερ ἐπιπροσθουμένη καὶ ἐμποδιζομένη ὑπὸ τοῦ προκειμένου αὐτῇ πανωλέθρου πλάσματος, πῶς εἰ τῷ λόγῳ χωρισθείη, ὥσπερ χρυσίον περιπεπλασμένου πηλοῦ , οὐκ αὐτόθεν ἂν τὸ ἑαυτῆς εἶδος ἐκφήνειεν , ὡς ἐμφερὲς ὂν μόνον τῷ θεῷ, ἀλλὰ καὶ διὰ τὸ μέτοχον αὐτοῦ εἶναι, καὶ τὰς ἐν ταῖς ἐνεργείαις ὁμοιότητας διασῶζον, καὶ ἐν τῷ μάλιστα θνητῷ αὐτῆς, ὥσπερ ἐστὶν ὅταν ἐν τῷ θνητῷ καθειρχθῇ) διὰ τοῦτο μὴ διαλυόμενον , ὅτι φύσεως ἦν τῆς ἀμοίρου φθορᾶς ; ”

Καὶ ὑποκαταβάς φησιν

“ Εἰκότως δὲ καὶ θεία φαίνεται ἀπὸ τῆς πρὸς τὸν ἀμέριστον ὁμοιώσεως καὶ θνητὴ ἀφ’ ὧν προσπελάζει τῇ καὶ κάτεισι καὶ ἄνεισι καὶ θνητοειδής ἐστι καὶ τοῖς ἀθανάτοις ἐμφερής.

ἄνθρωπος γὰρ καὶ ὁ γαστρίζων ἑαυτὸν καὶ κεκορέσθαι σπουδάζων, ὡς τὰ κτήνη· ἄνθρωπος δὲ καὶ ὁ σώζειν ἐν πελάγει δι’ ἐπιστήμης ἐν κινδύνοις οἷός τε ὢν τὴν ναῦν, καὶ ὁ σώζειν ἐν νόσοις, καὶ ὅ γε τὴν μὲν ἀλήθειαν εὑρίσκων, μεθοδεύσας δὲ καὶ πρὸς γνώσεως καταλήψεις, πυρείων τε εὑρέσεις καὶ ὡροσκοπείων τηρήσεις, καὶ μιμήσεις τῶν τοῦ δημιουργοῦ ποιημάτων μηχανησάμενος.

ἄνθρωπος γὰρ ἐπενόησεν ἐπὶ γῆς συνόδους τῶν ἑπτὰ μετὰ τῶν κινήσεων δημιουργῆσαι, διὰ μηχανημάτων τὰ ἐν οὐρανῷ μιμούμενος. καὶ τί γὰρ οὐκ ἐπενόησεν, ἀποδεικνὺς τὸν θεῖον καὶ θεῷ παρισωμένον ἐν ἑαυτῷ νοῦν ;

ἀφ’ ὧν Ὀλυμπίου τε καὶ θείου καὶ οὐδαμῶς θνητοῦ τολμήματα διαφαίνων τοὺς πολλοὺς διὰ φιλαυτίαν τῆς αὐτῶν εἰς τὰ κάτω ῥοπῆς ἰδεῖν αὐτὸν οὐχ οἵους τε ὄντας ἐκ τῶν ἔξωθεν φαινομένων ὁμοίως αὐτοῖς θνητοειδῆ δοξάζειν αὐτὸν ἀναπέπεικεν· ἑνὸς ὄντος καὶ τούτου

v.2.p.64
τρόπου τῆς ἐκ κακίας παραμυθίας , τὸ τῇ ἀντανιδώσει τῆς αὑτῶν ἀθλιότητος διὰ τὰ ἔξωθεν φαινόμενα προσαναπαυομένους πείθειν ἑαυτοὺς , ὅτι ὡς τὰ ἔξω καὶ τὰ εἴσω ὅμοιοι πάντες ἂνθρωποι.”

Τούτων ἁπάντων διδάσκαλος πέφηνε γεγονὼς ὁ Μώσης, ὃς διεξιὼν τὴν πρώτην ἀνθρωπογονίαν κατὰ τὰς προτεθείσας λέξεις διὰ τῆς πρὸς τὸ θεῖον ἐξομοιώσεως τοὺς περὶ ψυχῆς ἀθανασίας λόγους ἐπιστώσατο.

ἀλλ’ ἐπειδὴ τὰ περὶ τῆς ἀσωμάτου καὶ ἀφανοῦς οὐσίας σύμφωνα καὶ ὁμόδοξα Μωσεῖ καὶ Πλάτωνι συνέστη, ὥρα καὶ τὰ λοιπὰ μέρη τῆς κατὰ Πλάτωνα φιλοσοφίας ἐπιθεωρῆσαι , δεῖξαί τε τὸν ἄνδρα Ἑβραίοις κατὰ πάντα φίλον , ἐκτὸς εἰ μή που παρατραπεὶς ἀνθρωπινώτερον ἢ κατὰ τὸν ἀληθῆ φάναι τι προήχθη λόγον.

αὐτίκα τῶν εἰρημένων ὅσα μὲν ἐπιτυχῶς λέλεκται τῷ ἀνδρὶ συντρέχοι τρέχοι ἂν τοῖς Μωσεῖ δεδογμένοις , ὅσα δὲ μὴ ἀρέσκοντα Μωσεῖ καὶ τοῖς προφήταις ὑπέλαβεν οὐκ ἂν ἔχοι συνεστῶτα τὸν λόγον. τοῦτο δ’ ἡμῖν ἐν καιρῷ τῷ δέοντι παραστήσεται. τέως δ’ , ἐπεὶ πεφώραται ἐν τῇ περὶ τῶν νοητῶν ἐποπτείᾳ συνῳδὰ καὶ σύμφωνα τὰ τεθειμένα, ὥρα ἐπανελθοῦσιν αὖθις ἐπὶ τὴν τῶν αἰσθητῶν φυσιολογίαν ἐν βραχέσι τὴν πρὸς τὰ Εβραίων ἐπιδραμεῖν τοῦ ἀνδρὸς συμφωνίαν.