Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Καὶ ἐν τοῖς περὶ ψυχῆς δὲ ἀθανασίας οὐδὲν Μώσεως ὁ Πλάτων’ διέστηκε τῇ δόξῃ. ὁ μέν γε πρῶτος ἀθάνατον οὐσίαν εἶναι τὴν ἐν ἀνθρώπῳ ψυχὴν ὡρίσατο, εἰκόνα φήσας ὑπάρχειν αὐτὴν θεοῦ, μᾶλλον δὲ κατ’ εἰκόνα θεοῦ γεγενῆσθαι. “εἶπε γὰρ

v.2.p.56
(φησὶν) ὁ θεὸς, ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν. καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν.”

καὶ ἐξῆς τὸν σύνθετον τῷ λόγῳ διαιρῶν εἴς τε τὸ φαινόμενον σῶμα καὶ εἰς τὸν κατὰ ψυχὴν νοούμενον ἐπιλέγει “ καὶ ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασεν τὸν ἄνθρωπον καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ εἰς ψυχὴν ζῶσαν.

ἀλλὰ καὶ ἀρχικόν φησιν αὐτὸν καὶ βασιλικὸν γενέσθαι τῶν ἐπὶ γῆς πάντων. λέγει δ’ οὖν “ καὶ εἶπεν ὁ θεὸς, ποίησωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν, καὶ ἐρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς. καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον ἐν εἰκόνι αὐτοῦ, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν.

πῶς δ’ ἂν ἄλλως εἰκὼν ἐπινοοῖτο θεοῦ καὶ ὁμοίωμα ἢ κατὰ τὰς ἐν τῷ θεῷ δυνάμεις καὶ κατὰ τὴν τῆς ἀρετῆς ὁμοιότητα; Μωσεῖ δὴ καὶ ἐν τούτοις ὥσπερ μεμαθητεθμένος ὁ Πλάτων’ ἐπάκουσον ἐν τῷ Ἀλκιβιάδη οἶά φησιν

“ Ἒχομεν οὖν εἰπεῖν ὅ τι τῆς ψυχῆς ἐστι θειότερον ἢ τοῦτο περὶ ὃ τὸ εἰδέναι τε καὶ φρονεῖν ἐστίν ;

Οὐκ ἔχομεν.

Τῷ θεῷ ἄρα τοῦτο ἔοικεν αὐτῆς· καί τις εἰς τοῦτο βλέπων, καὶ πᾶν τὸ θεῖον γνοὺς, θεόν τε καὶ φρόνησιν, οὕτω καὶ ἑαυτὸν ἂν γνοίη μάλιστα.

Φαίνεται.

Ἄρ’ οὖν, ὅθ’ ὥσπερ κάτοπτρά ἐστι σαφέστερα [*](20 ἐν τῷ Ἀλκιβιάδη] p. 133.)

v.2.p.57
τοῦ ἐν τῷ ὀφθαλμῷ ἐνόπτρου καὶ καθαρώτερα καὶ λαμπρότερα, οὕτω καὶ ὁ θεὸς τοῦ ἐν τῇ ἡμετέρᾳ ψυχῇ βελτίστου καθαρώτερόν τε καὶ λαμπρότερον τυγχάνει ὂν.

Ἒοικέ γε, ὦ Σώκρατες.

Εἰς τὸν θεὸν ἄρα βλέποντες ἐκείνῳ καλλίστῳ ἐνόπτρῳ χρῴμεθ’ ἂν καὶ τῶν ἀνθρωπίνων εἰς τὴν ψυχῆς ἀρετὴν, καὶ οὕτως ἂν μάλιστα ὁρῷμεν καὶ γινώσκοιμεν ἡμᾶς αὐτούς.

Ναί.”

Ταῦτα μὲν ἐν τῷ Ἀλκιβιάδῃ. ἐν δὲ τῷ Περὶ ψυχῆς ὅπως πλατύτερον ἑρμηνεύει τὰ κατὰ τοὺς τόπους ἐπάκουσον.

“ Θῶμεν οὖν βούλει, ἴφη, δύο εἴδη τῶν ὄντων, τὸ μὲν ὁρατὸν, τὸ δὲ ἀειδές; Θῶμεν, ἔφη. Καὶ τὸ μὲν ἀειδὲς ἀεὶ κατὰ τὰ αὐτὰ ἔχον, τὸ δὲ ὁρατὸν μηδέποτε κατὰ ταὐτά; Καὶ ταῦτα, ἔφη , θῶμεν.

Φέρε δὴ, ἦ δ’ ὃς, ἄλλο δή τι ἡμῶν αὐτῶν τὸ μὲν σῶμά ἐστι, τὸ δὲ ψυχή; Οὐδὲν ἄλλο, ἔφη. Ποτέρῳ οὖν ὁμοιότερον τῷ εἴδει φαῖμεν ἂν εἶναι καὶ συγγενέστερον τὸ σῶμα; Παντὶ, ἔφη, τοῦτό γε δῆλον ὅτι τῷ ὁρατῷ. Τί δὲ ἡ ψυχή; ὁρατὸν , ἢ ἀειδές; Οὐχ ὑπὸ ἀνθρώπων γε , ὦ Σώκρατες, ἔφη. ‘ Αλλὰ μὴν ἡμεῖς γε τὰ ὁρατὰ καὶ τὰ μὴ τῇ τῶν ἀνθρώπων φύσει ἐλέγομεν, ἢ ἄλλῃ τινὶ οἴει; Τῇ’ τῶν ἀνθρώπων.

Τί οὖν περὶ ψυχῆς λέγομεν ; ὁρατὸν ἢ ἀόρατον εἷναι; Οὐχ ὁρατόν. ‘ Αειδὲς ἄρα; Ναί. ‘Ομοιίτεροντερον ἄρα ψυχὴ σώματός ἐστι τῷ ἀειδεῖ, τὸ δὲ τῷ ὁρατῷ. Πᾶσα ἀνάγκη, ὦ Σώκρατες.

Οὐκοῦν καὶ τόδε πάλαι ἐλέγομεν, ὅτι ἡ ψυχὴ ὅταν μὲν τῷ σώματι [*](14 Θῶμεν — ] Plato Phaedon. p. 79.)

v.2.p.58
προσχρῆται εἰς τὸ σκοπεῖν τι, ἢ διὰ τοῦ ὁρᾶν, ἢ διὰ τοῦ ἀκούειν, ἢ δι’ ἄλλης τινὸς αἰσθήσεως· (τοῦτο γάρ ἐστι τὸ διὰ τοῦ σώματος, τὸ δι’ αἰσθήσεως σκοπεῖν τι·) τότε μὲν ἕλκεται ὑπὸ τοῦ σώματος εἰς ταῦτα τὰ μηδέποτε κατὰ ταὐτὰ ἔχοντα · καὶ αὐτὴ πλανᾶται καὶ ταράττεται καὶ ἰλιγγιᾷ ὥσπερ μεθύουσα, ἅτε τοιούτων ἐφαπτομένη,. Πάνυ γε.

Ὃτανδὲ δὲ αὐτὴ καθ’ αὑτὴν σκοπῇ, ἐκεῖσε οἴχεται, εἰς τὸ καθαρόν τε καὶ ἀεὶ ὂν καὶ ἀθάνατον καὶ ὡσαύτως ἔχον 5 καὶ ὡς ξυγγενὴς οὖσα αὐτοῦ ἀεὶ μετ’ ἐκείνου τε γίνεται, ὅταν περ αὐτὴ καθ’ ἑαυτὴν γένηται καὶ ἐξῇ αὐτὴ, καὶ πέπαυταί τε τοῦ πλάνου καὶ περὶ ἐκεῖνα ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει, ἅτε τοοιούτων ἐφαπτομένη. καὶ τοῦτο αὐτῆς τὸ πάθημα φρόνησις κέκληται.

Παντάπασιν , ἔφη, καλῶς καὶ ἀληθῆ λέγεις, ὢ Σώκρατες. Ποτέρῳ οὖν αὖ σοι δοκεῖ τῷ εἴδει καὶ ἐκ τῶν πρόσθεν εἰρημένων] καὶ ἐκ τῶν νῦν λεγομένων ἡ ψυχὴ ὁμοιότερον εἶναι καὶ συγγενέστερον ; Πᾶς ἂν, ἔμοιγε δοκεῖ, ἦ δ’ ὃς, συγχωρήσαι, Σώκρατες , ἐκ ταύτης τῆς μεθόδου καὶ ὁ δυσμαθέστατος ὅτι ὅλῳ καὶ παντὶ ὁμοιότερόν ἐστιν ψυχὴ τῷ ἀεὶ ὡσαύτως ἔχοντι μᾶλλον ἢ τῷ μή.

Τί δὲ τὸ σῶμα; Τῷ ἑτέρῳ. ὁρᾶ δὴ καὶ τῇδε· ὅτι ἐπειδὰν ἐν τῷ αὐτῷ ὦσι ψυχὴ καὶ σῶμα, τῷ μὲν δουλεύειν καὶ ἄρχεσθαι ἡ φύσις προστάττει , τῇ δὲ ἄρχειν καὶ δεσπόζειν· καὶ κατὰ ταῦτα αὖ πότερόν σοι δοκεῖ ὅμοιον τῷ θείῳ εἶναι καὶ πότερον τῷ θνητῷ ; Ἢ οὐ δοκεῖ σοι τὸ μὲν θεῖον οἶον ἄρχειν τε καὶ ἡγεμονεύειν πεφυκέναι, τὸ δὲ θνητὸν ἄρχεσθαί τε καὶ δουλεύειν; ἔμοιγε.

Ποτέρῳ οὖν ἡ ψυχὴ ἔοικε; Δηλαδὴ, ὠ Σώκρατες, ὅτι ἡ μὲν ψυχὴ τῷ θείῳ, τὸ δὲ σῶμα τῷ θνητῷ. Σκόπει δὴ, ἔφη, ὢ

v.2.p.59
Κέβης, εἰ ἐκ πάντων τῶν εἰρημένων τάδε ἡμίν ξυμβαίνει · τῷ μὲν θείῳ καὶ ἀθανάτῳ καὶ νοητῷ καὶ μονοειδεῖ καὶ ἀδιαλύτῳ καὶ ἀεὶ ὡσαύτως κατὰ τὰ αὐτὰ ἔχοντι ἑαυτῷ ὁμοιότατον εἶναι ψυχὴν, τῷ δὲ ἀνθρωπίνω καὶ θνητῷ καὶ ἀνοήτῳ καὶ πολυειδεῖ καὶ διαλυτῷ καὶ μηδέποτε κατὰ τὰ αὐτὰ ἔχοντι ἑαυτῷ ὁμοιότατον αὖ εἶναι τὸ σῶμα

Ἒχομέν τι παρὰ ταῦτα ἄλλο λέγειν, ὠ φίλε Κέβης, ὡς οὐχ οὕτως ἔχει; Οὐκ ἔχομεν. Τί οὑν; τούτων οὕτως ἐχόντων ἆρ’ οὐ σώματι μὲν ταχὺ διαλύεσθαι προσήκει, ψυχῇ δὲ αὖ τὸ παράπαν ἀδιαλύτῳ εἶναι, ἢ ἐγγύς τι τούτου ;

Πῶς γὰρ οὔ ; Συννοεῖς οὖν, ἔφη, ὅτι ἐπειδὰν ἀποθάνῃ ὁ ἄνθρωπος, τὸ μὲν ὁρατὸν αὐτοῦ, τὸ σῶμα, καὶ ἐν ὁρατῷ κείμενον, ὃ δὴ νεκρὸν καλοῦμεν, ᾦ προσήκει διαλύεσθαι καὶ διαπίπτειν καὶ διαπνεῖσθαι, οὐκ εὐθὺς τούτων οὐδὲν πέπονθεν, ἀλλ’ ἐπιεικῶς συχνὸν ἐπιμένει χρόνον· ἐὰν μέν τις καὶ χαριέντως ἔχων τὸ σῶμα τελευτήσῃ, καὶ ἐν τοιαύτῃ ὥρᾳ, καὶ πάνυ μάλα. συμπεσὸν γὰρ τὸ σῶμα καὶ ταριχευθὲν , ὥσπερ οἱ ἐν Αἰγύπτῳ ταριχευθέντες, ὀλίγου ὅλον μένει ἀμήχανον ὅσον χρόνον. ἔνια δὲ μέρη τοῦ σώματος, καὶ ἐὰν σαπῇ, ὀστᾶ τε καὶ νεῦρα καὶ τὰ τοιαῦτα πάντα ὅμως, ὡς ἒπος εἰπεῖν, ἀθάνατά ἐστιν, ἢ οὔ; Ναί.

Ἡ δὲ ψυχὴ ἄρα (τὸ ἀειδὲς , τὸ εἰς τοιοῦτον τόπον ἕτερον οἰχόμενον, γενναῖον καὶ καθαρὸν καὶ ἀειδῆ, εἰς Ἀίδου Ἃιδου, ὡς ἀληθῶς, παρὰ τὸν ἀγαθὸν καὶ φρόνιμον θεὸν, οἷ, ἂν θεὸς ἐθέλῃ, αὐτίκα καὶ τῇ ἐμῇ ψυχῇ ἰτέον·) αὕτη δὲ δὴ ἡμῖν ἡ τοιαύτη καὶ οὕτω πεφυκυῖα ἀπαλλαττομένη τοῦ σώματος εὐθὺς διαπεφύσηται καὶ ἀπόλωλεν, ὥς φασιν οἱ πολλοὶ ἄνθρωποι;

Πολλοῦ γε δεῖ, 09 φίλε Κέβης τε καὶ Σιμμία · ἀλλὰ πολλῷ μᾶλλον

v.2.p.60
ὧδε ἔχει. ἐὰν μὲν καθαρὰ ἀπαλλάττηται, μηδὲν τοῦ σώματος συνεφέλκουσα, ἅτε οὐδὲν κοινωνοῦσα αὐτῷ ἐν τῷ βίῳ ἑκοῦσα εἶναι, ἀλλὰ φεύγουσα αὐτὸ, καὶ συνηθροισμένη αὐτὴ εἰς ἑαυτὴν, ἅτε μελετῶσα ἀεὶ τοῦτο · (τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ ὀρθῶς φιλοσοφοῦσα καὶ τῷ ὄντι τεθνάναι μελετῶσα ῥᾳδίως · ἢ οὐ τοῦτ’ ἂν εἴη μελέτη θανάτου ; Παντάπασί γε.)

Οὐκοῦν οὕτω μὲν ἔχουσα εἰς τὸ ὅμοιον αὐτῇ τὸ ἀειδὲς ἀπέρχεται, τὸ θεῖόν τε καὶ ἀθάνατον καὶ φρόνιμον· οἷ ἀφικομένῃ ὑπάρχει αὐτῇ εὐδαίμονι εἷναι, πλάνης καὶ ἀνοίας καὶ φόβων καὶ ἀγρίων ἐρώτων καὶ τῶν ἄλλων κακῶν τῶν ἀνθρωπείων ἀπηλλαγμένῃ, ὥσπερ δὲ λέγεται κατὰ τῶν μεμυημένων, ὡς ἀληθῶς τὸν λοιπὸν χρόνον μετὰ θεῶν διάγουσα, οὕτω φῶμεν, ὦ Κέβης, ἢ ἄλλως,. Οὕτως νὴ Δία, ἴφη ὁ Κέβης. βῆς.

Ἂν δέ γε, οἶμαι, μεμιασμένη καὶ ἀκάθαρτος τοῦ σώματος ἀπαλλάττηται, ἅτε σώματι ἀεὶ ξυνοῦσα, καὶ τοῦτο θεραπεύουσα , καὶ ἐρῶσα, καὶ γεγοητευμένη ὑπ’ αὐτοῦ, ὑπό τε τῶν ἐπιθυμιῶν καὶ ἡδονῶν, ὥστε μηδὲν ἄλλο δοκεῖν εἶναι ἀληθὲς ἀλλ’ ἢ τὸ σωματοειδές, οὗ ἄν τις ἅψαιτο, καὶ ἴδοι καὶ φάγοι καὶ πίοι καὶ πρὸς τὰ ἀφροδίσια χρήσαιτο· τὸ δὲ τοῖς ὄμμασι σκοτῶδες καὶ ἀειδὲς, νοητὸν δὲ καὶ φιλοσοφίᾳ αἱρετὸν, τοῦτο δὲ εἰθισμμένη μισεῖν τε καὶ τρέμειν καὶ φεύγειν · οὕτω δὴ ἔχουσαν οἴει ψυχὴν αὐτὴν καθ’ αὑτὴν εἰλικρινῆ ἀπαλλάξεσθαι ; Οὐδ’ ὁπωστιοῦν, ἔφη.”

Ταῦτα ὁ Πλάτων’ · ἐξαπλοῖ δὲ τὴν διάνοιαν ὁ Πορφύριος ἐν τῷ πρώτῳ τῶν Πρὸς Βοηθὸν Περὶ ψυχῆς τοῦτον γράφων τὸν τρόπον