Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Κόσμον τε αὖθις τὸν μὲν νοητὸν οἶδεν ἡ βάρβαρος φιλοσοφία, τὸν δὲ αἰσθητόν· τὸν μὲν ἀρχέτυπον , τὸν δὲ εἰκόνα τοῦ καλοῦ παραδείγματος. καὶ τὸν μὲν ἀνατίθησι μονάδι, ὡς ἂν νοητὸν, τὸν δὲ αἰσθητὸν ἑξάδι· γάμος γὰρ παρὰ τοῖς Πυθαγορείοις, ὡς ἂν γόνιμος ἀριθμὸς, ἡ ἑξὰς καλεῖται.

καὶ ἐν μὲν τῇ μονάδι συνίστησιν οὐρανὸν ἀόρατον καὶ γῆν ἁγίαν καὶ φῶς νοητόν. ‘ ἐν ἀρχῇ γὰρ φησὶν) ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος. εἶτ’ ἐπιφέρει καὶ εἷπεν ὁ θεὸς, γενέσθω φῶς, καὶ ἐγένετο φῶς.’ ἐν δὲ τῇ κοσμογονίᾳ τῇ αἰσθητῆ̣ στερεὸν οὐρανὸν δημιουργεῖ· τὸ δὲ στερεὸν αἰσθητόν · γῆν τε ὁρατὴν καὶ φῶς βλεπόμενον. [*](18 Κόσμον—] Clemens Al. Strom. 5, 14. p. 702. Cf. infra p. 671 a.)

v.2.p.54

ἆρ’ οὐ δοκεῖ σοι ἐντεῦθεν ὁ Πλάτων’ ζῴων ἰδέας ἐν τῷ νοητῷ ἀπολείπειν κόσμῳ καὶ τὰ εἴδη τὰ αἰ- σθητὰ κατὰ τὰ γένη δημιουργεῖν τὰ νοητά;

εἰκότως ἄρα ἐκ γῆς μὲν τὸ σῶμα διαπλάττεσθαι λέγει Μώσης , ὅ γήινόν φησιν ὁ Πλάτων’ σκῆνος , ψυχὴν δὲ τὴν λογικὴν ἄνωθεν ἐμπνευσθῆναι ὑπὸ θεοῦ εἰς πρόσωπον.

ἐνταῦθα γὰρ τὸ ἡγεμονικὸν ἱδρῦσθαι λέγουσι, τὴν διὰ τῶν αἰσθητηρίων ἐπεισόδιον τῆς ψυχῆς ἐπὶ τοῦ πρωτοπλάστου εἴσοδον ἑρμηνεύοντες, διὸ καὶ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν τὸν ἄνθρωπον γεγονέναι. εἰκὼν μὲν γὰρ θεοῦ λόγος ὁ θεῖος καὶ βασιλικὸς, ἄνθρωπος ἀπαθὴς, εἰκὼν δὲ εἰκόνος ἀνθρώπινος νοῦς.”

Ἀκούσωμεν δὲ καὶ τῶν ῥηθησομένων.