Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Τὰ μὲν οὖν σώματα λαβεῖν ἡμῖν ἔξεστι, σημαινομένοις ἔκ τε ὁμοίων ἀπό τε τῶν ἐν τοῖς παρακειμένοις γνωρισμάτων ἐνόντων· τἀγαθὸν δὲ οὐδενὸς ἐκ παρακειμένου οὐδ’ αὖ ἀπὸ ὁμοίου αἰσθητοῦ ἐστι λαβεῖν μηχανή τις οὐδεμία· ἀλλὰ δεήσει, οἷον εἴ τις ἐπὶ σκοπῇ καθήμενος , ναῦν ἁλιάδα βραχεῖάν τινα τούτων τῶν ἐπακτρίδων . τῶν μόνων, μίαν, μόνην, ἔρημον , μετακυμίοις ἐχομένην ὀξὺ δεδορκὼς, μιᾷ βολῇ κατεῖδε τὴν ναῦν, οὕτω δή τινα ἀπελθόντα πόρρω ἀπὸ τῶν αἰσθητῶν ὁμιλῆσαι τῷ ἀγαθῷ μόνῳ μόνον, ἔνθα μήτε τις ἄνθρωπος μήτε τι ζῷον ἕτερον, μηδὲ σῶμα μέγα μηδὲ σμικρὸν, ἀλλά τις ἄφατος καὶ

v.2.p.47
ἀδιήγητος ἀτεχνῶς ἐρημία θεσπέσιος, ἔνθα τοῦ ἀγαθοῦ ἤθη διατριβαί τε καὶ ἀγλαίαι, αὐτὸ δὲ ἐν εἰρήνῃ, ἐν εὐμενείᾳ, τὸ ἤρεμον, τὸ ἡγεμονικὸν, ἵλεων, ἐποχούμενον ἐπὶ τῇ οὐσίᾳ.

εἰ δέ τις πρὸς τοῖς αἰσθητοῖς λιπαρῶν τὸ ἀγαθὸν ἐφιπτάμενον φαντάζεται, κἄπειτα τρυφῶν οἴοιτο τῷ ἀγαθῷ ἐντετυχηκέναι, τοῦ παντὸς ἁμαρτάνει. τῷ γὰρ ὄντι οὐ ῥᾳδίας, θείας δὲ πρὸς αὐτὸ δεῖ μεθόδου· καί ἐστι κράτιστον, τῶν αἰσθητῶν ἀμελήσαντι, νεανιευσαμένῳ πρὸς τὰ μαθήματα, τοὺς ἀριθμοὺς θεασαμένῳ, οὕτως ἐκμελετῆσαι μάθημα, τί ἐστι τὸ ὄν.”

Ταῦτα μὲν ἐν τῷ πρώτῳ ’ ἐν δὲ τῷ πέμπτῳταῦτά ᾦ φησιν

“ Εἰ δ’ ἐστὶ μὲν νοητὸν ἡ οὐσία καὶ ἡ ἰδ’ ἔα, ταύτης δ’ ὡμολογήθη πρεσβύτερον καὶ αἴτιον εἶναι ὁ νοῦς, αὐτὸς οὗτος μόνος εὕρηται ὢν τὸ ἀγαθόν. καὶ γὰρ εἰ ὁ μὲν δημιουργὸς θεός ἐστι γενέσεως, ἀρκεῖ τὸ ἀγαθὸν οὐσίας εἶναι ἀρχή. ἀνάλογον δὲ τούτῳ μὲν ὁ δημιουργὸς θεὸς, ὢν αὐτοῦ μιμητὴς, τῇ δὲ οὐσίᾳ ἡ γένεσις · εἰκὼν γὰρ αὐτῆς ἐστι καὶ μίμημα.

εἴπερ δὲ ὁ δημιουργὸς ὁ τῆς γενέσεως ἐστιν ἀγαθὸς, ἠ που ἔσται καὶ ὁ τῆς οὐσίας δημιουργὸς αὐτοάγαθον, σύμφυτον τῇ οὐσίᾳ. ὁ γὰρ δεύτερος διττὸς ὢν αὐτοποιεῖ τήν τε ἰδέαν ἑαυτοῦ καὶ τὸν κόσμον, δημιουργὸς ὤν· ἔπειτα θεωρητικὸς ὅλως.

συλλελογισμένων δ’ ἡμῶν ὀνόματα τεσσάρων πραγμάτων τέσσαρα ἔστω ταῦτα· ὁ μὲν πρῶτος θεὸς αὐτοάγαθον· ὁ δὲ τούτου μιμητὴς δημιουργὸς ἀγαθός· ἡ δ’ οὐσία μία μὲν ἡ τοῦ πρώτου , ἑτέρα δὲ ἡ τοῦ δευτέρου· ἧς μίμημα ὁ καλὸς κόσμος, κεκαλλωπισμένος μετουσίᾳ τοῦ καλοῦ. ”

Καὶ ἐν τῷ ἕκτῳ δὲ ἐπιλέγει

v.2.p.48

“ Μετέχει δὲ αὐτοῦ τὰ μετίσχοντα ἐν ἄλλῳ μὲν οὐδενὶ, ἐν δὲ μόνῳ τῷ φρονεῖν· ταύτῃ ἄρα καὶ τῆς ἀγαθοῦ συμβάσεως ὀνίναιτ’ ἂν, ἄλλως δ’ οὔ. καὶ μὲν δὴ τὸ φρονεῖν, τοῦτο δὴ συντετύχηκε μόνῳ τῷ πρώτῳ. ὑφ’ οὑ οὑν τὰ ἄλλα ἀποχραίνεται καὶ ἀγαθοπῦται, ἐὰν τοῦτο ἐκείνῳ μόνον μόνῳ προσῇ, ἀβελτέρας ἂν εἴη ψυχῆς ἔτι ἀμφιλογεῖν.

εἰ γὰρ ἀγαθός ἐστιν ὁ δεύτερος οὐ παρ’ ἑαυτοῦ, παρὰ δὲ τοῦ πρώτου, πῶς οἷόν τε ὑφ’ οὗ μετουσίας ἐστὶν οὗτος ἀγαθὸς μὴ ἀγαθὸν εἶναι, ἄλλως τε κἂν τύχῃ αὐτοῦ ὡς ἀγαθοῦ μεταλαχὼν ὁ δεύτερος;

οὕτω τοι ὁ Πλάτων ἐκ συλλογισμοῦ τῷ ὀξὺ βλέποντι ἀπέδωκε τὸ ἀγαθὸν ὅτι ἐστὶν ἓν.”

Καὶ πάλιν ἐξῆς φησι

“ Ταῦτα δὲ οὕτως ἔχοντα ἔθηκεν ὁ Πλάτων’ ἄλλῃ καὶ ἄλλῃ χωρίσας· ἰδίᾳ μὲν γὰρ τὸν κυκλικὸν ἐπὶ τοῦ δημιουργοῦ ἐγράψατο ἐν Τιμαίῳ εἰπὼν “ἀγαθὸς ἦν·” ἐν δὲ τῇ Πολιτείᾳ τὸ ἀγαθὸν εἶπεν ἀγαθοῦ ἰδέαν· ὡς δὴ τοῦ δημιουργοῦ ἰδέαν οὖσαν τὸ ἀγαθὸν , ὅτι πέφανται ἡμῖν ἀγαθὸς μετουσίᾳ τοῦ πρώτου τε καὶ μόνου.

ὥσπερ γὰρ ἄνθρωποι μὲν λέγονται τυπωθέντες· ὑπὸ τῆς ἀνθρώπου ἰδέας, βόες δ’ ὑπὸ τῆς βοὸς, ἵπποι δ’ ὑπὸ τῆς ἵππου ἰδέας· οὕτω καὶ εἰκότως ὁ δημιουργὸς, εἴπερ ἐστὶ μετουσίᾳ τοῦ πρώτου ἀγαθοῦ ἀγαθὸς , ἰδέα ἂν εἴη ὁ πρῶτος νοῦς, ὢν αὐτοάγαθον.”