Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Καὶ οὗτος ἄρα ἦν ὁ λόγος καθ᾿ ὃν αἰεὶ ὄντα τὰ γινόμενα ἐγίνετο, ὡς ἂν καὶ ὁ Ἡράκλειτος ἀξιώσειε, καὶ νὴ Δί᾿ ὃν ὁ βάρβαρος ἀξιοῖ ἐν τῇ τῆς ἀρχῆς τάξει τε καὶ ἀξίᾳ καθεστηκότα πρὸς θεὸν εἶναι καὶ θεὸν εἶναι· δι᾿ οὗ πάνθ᾿ ἁπλῶς γεγενῆ-

v.2.p.43
σθαι· ἐν ᾧ τὸ γενόμενον ζῶν καἰ ζωὴν καὶ ὂν πεφυκέναι· καὶ εἰς τὰ σώματα πίπτειν , καὶ σάρκα ἐνδυσάμενον φαντάζεσθαι ἄνθρωπον , μετὰ τοῦ καὶ τηνικαῦτα δεικνύειν τῆς φύσεως τὸ μεγαλεῖον· ἀμέλει καὶ ἀναλυθέντα πάλιν ἀποθεοῦσθαι, καὶ θεὸν εἶναι, οἷος ἢν πρὸ τοῦ εἰς τὸ σῶμα καὶ τὴν σάρκα καὶ τὸν ἄνθρωπον καταχθῆναι. ”

Ταῦτ’ οὐκέτ’ ἐπεσκιασμένως, ἀλλ’ ἄντικρυς ἤδη γυμνῇ τῇ κεφαλῇ μεταπεφρασμένα ἐκ τῆς βαρβάρου θεολογίας δῆλα ἂν εἴη. ὁ δέ γε βάρβαρος τίς ἦν αὐτῷ εἰ μὴ ὁ τοῦ σωτῆρος ἡμῶν εὐαγγελιστὴς Ἰωάννης , Ἐβραῖος ὢν ἐξ Ἑβραίων ;

ὅς που ἀρχόμενος τῆς οἰκείας γραφῆς ὧδέ πη θεολογεῖ “ἐν ἀρχῇ ἦν ὁ λόγος· καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν. καὶ θεὸς ἦν ὁ λόγος · οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι’ αὐτὸν ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός.”

τοῦ δ’ αὐτοῦ πέρι καὶ ἄλλος ‘Eβραίων θεόλογος ἐπάκουσον οἷα διέξεισιν ‘ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου , πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς , εἴτε ὁρατὰ εἴτε ἀόρατα · καὶ πάντα δι’ αὐτοῦ συνέστηκε, καὶ τὰ πάντα ἐν αὐτῷ ἐκτίσθη, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα.”

ἀλλὰ καὶ τὰ περὶ τῆς τοῦ δευτέρου αἰτίου συστάσεως τε καὶ οὐσιώσεως ὧδε τοῖς Ἑλλήνων σοφοῖς πρὸς τὰ Ἑβραίων συμπεφώνηται. μετίωμεν δῆτα καὶ ἐφ’ ἕτερα.