Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‘‘Κόσμον αἰσθητὸν τόνδε εἴ τις θαυμάζει, εἴς τε τὸ μέγεθος καὶ τὸ κάλλος καὶ τὴν τάξιν τῆς φορὰς τῆς ἀιδίου βλέπων, καὶ θεοὺς τοὺς ἐν αὐτῷ, τοὺς μὲν ὁρωμένους , τοὺς δὲ καὶ ἀφανεῖς ὄντας, καὶ δαίμονας καὶ ζῷα φυτά τε πάντα, ἐπὶ τὸ ἀρχέτυπον αὐτοῦ καὶ τὸ ἀληθινώτερον ἀναβὰς, κἀκεῖ πάντα ἰδέτω νοητὰ, καὶ παρ’ αὐτῶν ἀί·δια ἐν οἰκείᾳ συνέσει καὶ ζωῇ, καὶ τούτων τὸν ἀκήρατον νοῦν προστάτην καὶ σοφίαν ἀμήχανον.”

Εἶθ’ ἑξῆς τούτοις ἐπιφέρει λέγων

“ Τίς οὖν ὁ τοῦτον γεννήσας; ὁ ἁπλοῦς καὶ ὁ πρὸ τοῦ τοιούτου , ὁ αἴτιος τοῦ καὶ εἶναι καὶ πολὺν εἶναι τοῦτον, ὁ τὸν ἀριθμὸν ποιῶν· ὁ γὰρ ἀριθμὸς οὐ πρῶτος· καὶ γὰρ πρὸ τῆς δυάδος τὸ ἴν· δεύτερον δὲ δυὰς, καὶ παρὰ τοῦ ἑνὸς γενομένη.

Καὶ πάλιν ὑποβὰς ἐπιλέγει

“Πῶς οὖν, καὶ τί δεῖ νοῆσαι περὶ ἐκεῖνο μένον; περίλαμψιν ἐξ αὐτοῦ μὲν, ἐξ αὐτοῦ δὲ μένοντος· οἶον ἡλίου τὸ περὶ αὐτὸν λαμπρὸν φῶς περιθέον, ἐξ αὐτοῦ ἀεὶ γεννώμενον , μένοντος δέ.

καὶ πάντα τὰ ὄντα ἕως μένει, ἐκ τῆς αὐτῶν οὐσίας, ἀναγκαίαν τὴν περὶ αὐτὰ πρὸς τὸ ἔξω αὐτῶν ἐκ τῆς παρούσης δυνάμεως δίδωσιν αὐτῶν ἐξηρτημένην ὑπόστασιν, εἰκόνα οὖσαν οἶον ἀρχετύπων , ὧν ἐξέφυ.