Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‘‘Κόσμον αἰσθητὸν τόνδε εἴ τις θαυμάζει, εἴς τε τὸ μέγεθος καὶ τὸ κάλλος καὶ τὴν τάξιν τῆς φορὰς τῆς ἀιδίου βλέπων, καὶ θεοὺς τοὺς ἐν αὐτῷ, τοὺς μὲν ὁρωμένους , τοὺς δὲ καὶ ἀφανεῖς ὄντας, καὶ δαίμονας καὶ ζῷα φυτά τε πάντα, ἐπὶ τὸ ἀρχέτυπον αὐτοῦ καὶ τὸ ἀληθινώτερον ἀναβὰς, κἀκεῖ πάντα ἰδέτω νοητὰ, καὶ παρ’ αὐτῶν ἀί·δια ἐν οἰκείᾳ συνέσει καὶ ζωῇ, καὶ τούτων τὸν ἀκήρατον νοῦν προστάτην καὶ σοφίαν ἀμήχανον.”

Εἶθ’ ἑξῆς τούτοις ἐπιφέρει λέγων

“ Τίς οὖν ὁ τοῦτον γεννήσας; ὁ ἁπλοῦς καὶ ὁ πρὸ τοῦ τοιούτου , ὁ αἴτιος τοῦ καὶ εἶναι καὶ πολὺν εἶναι τοῦτον, ὁ τὸν ἀριθμὸν ποιῶν· ὁ γὰρ ἀριθμὸς οὐ πρῶτος· καὶ γὰρ πρὸ τῆς δυάδος τὸ ἴν· δεύτερον δὲ δυὰς, καὶ παρὰ τοῦ ἑνὸς γενομένη.

Καὶ πάλιν ὑποβὰς ἐπιλέγει

“Πῶς οὖν, καὶ τί δεῖ νοῆσαι περὶ ἐκεῖνο μένον; περίλαμψιν ἐξ αὐτοῦ μὲν, ἐξ αὐτοῦ δὲ μένοντος· οἶον ἡλίου τὸ περὶ αὐτὸν λαμπρὸν φῶς περιθέον, ἐξ αὐτοῦ ἀεὶ γεννώμενον , μένοντος δέ.

καὶ πάντα τὰ ὄντα ἕως μένει, ἐκ τῆς αὐτῶν οὐσίας, ἀναγκαίαν τὴν περὶ αὐτὰ πρὸς τὸ ἔξω αὐτῶν ἐκ τῆς παρούσης δυνάμεως δίδωσιν αὐτῶν ἐξηρτημένην ὑπόστασιν, εἰκόνα οὖσαν οἶον ἀρχετύπων , ὧν ἐξέφυ.

πῦρ μὲν τὴν παρ’ αὐτῷ θερμότητα καὶ χιὼν οὐκ εἴσω μόνον τὸ ψυχρὸν κατέχει. μάλιστα δὲ ὅσα εὐώδη μαρτυρεῖ τούτῳ· ἕως γάρ ἐστι, πρόεισί τι ἐξ αὐτῶν [*](1 Πλωτῖνος] p. 484d. 486a. 487 d. 488.)

v.2.p.37
περὶ αὐτὰ, ὧν ἀπολαύει ὑποστάντων ὅ τι πλησίον.

καὶ πάντα δὲ ὅσα ἤδη τέλεια γεννᾷ· τὸ δὴ ἀεὶ τέλειον ἀεὶ καὶ ἀίδιον γεννᾷ · καὶ ἔλαττον δὲ ἑαυτοῦ γεννᾷ.

τί οὖν χρὴ περὶ τοῦ τελειοτάτου λέγειν; μηδὲν ἀπ’ αὐτοῦ, ἢ τὰ μέγιστα μετ’ αὐτό. μέγιστον δὲ μετ’ αὐτὸν νοῦς καὶ δεύτερον. καὶ γὰρ ὁρᾷ ὁ νοῦς ἐκεῖνον, καὶ δεῖται αὐτοῦ μόνου, ἐκεῖνος δὲ τούτου οὐδέν. καὶ τὸ γεννώμενον ἀπὸ κρείττονος νοῦ νοῦν εἶναι· καὶ κρείττων ἁπάντων νοῦς, ὅτι τἄλλα μετ’ αὐτόν.”

Τούτοις ἐξῆς ἐπιφέρει λέγων

“ Ποθεῖ δὲ πᾶν τὸ γεννῆσαν καὶ τοῦτο ἀγαπᾷ, καὶ μάλιστα ὅταν ὦσι μόνοι τὸ γεννῆσαν καὶ τὸ γεγεννημένον. ὅταν δὲ καὶ τὸ ἄριστον ᾖ τὸ γεννῆσαν, ἐξ ἀνάγκης σύνεστιν αὐτῷ, ὡς τῇ ἑτερότητι μόνον κεχωρίσθαι. εἰκόνα δὲ ἐκείνου εἶναι λέγομεν τὸν νοῦν. δεῖ γὰρ σαφέστερον λέγειν.”

Καὶ πάλιν τούτοις ἐπιλέγει

“ Καὶ διὰ τοῦτο καὶ τὰ Πλάτωνος τριττά · πάντα περὶ τὸν πάντων βασιλέα φησὶ τὰ πρῶτα · καὶ δεύτερον περὶ τὰ δεύτερα, καὶ περὶ τὰ τρίτα τρίτον. λέγει δὲ καὶ τοῦ αἰτίου εἶναι πατέρα, αἴτιον μὲν τὸν νοῦν λέγων· δημιουργὸς γὰρ ὁ νοῦς αὐτῷ.

τοῦτον δέ φησι τὴν ψυχὴν ποιεῖν ἐν τῷ κρατῆρι ἐκείνῳ. τοῦ δὲ αἰτίου νοῦ ὄντος, πατέρα φησὶ τἀγαθὸν καὶ τὸ ἐπέκεινα νοῦ καὶ ἐπέκεινα οὐσίας. πολλαχοῦ δὲ τὸ ὂν καὶ τὸν νοῦν τὴν ἰδέαν λέγει. ὥστε Πλάτωνα εἰδέναι ἐκ μὲν τοῦ ἀγαθοῦ τὸν νοῦν, ἐκ δὲ τοῦ νοῦ τὴν ψυχήν· καὶ εἶναι τοὺς λόγους τούσδε μὴ καινοὺς, μηδὲ νῦν, ἀλλὰ πάλαι μὲν εἰρῆσθαι μὴ ἀναπεπταμένως· τοὺς δὲ νῦν λόγους ἐξηγητὰς ἐκείνων γεγονέναι, μαρτυρίοις πιστωσαμένους

v.2.p.38
τὰς δόξας ταύτας παλαιὰς εἶναι τοῖς αὐτοῦ Πλάπωνος γράμμασι.”

Ταῦτα μὲν ὁ Πλωτῖνος· ὁ δὲ Νουμήνιος τὰ Πλάτωνος πρεσβεύων ἐν τοῖς Περὶ τἀγαθοῦ τάδε καὶ αὐτὸς περὶ τοῦ δευτέρου αἰτίου λέγων διερ- μηνεύει