Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Μώσεως καὶ τῶν παρ’ Ἑβραίοις προφητῶν ἁπάντων ἄρρητον εἶναι τὸ θεῖον διδασκόντων , καὶ τῆς ἀρρήτου προσηγορίας τὸ σύμβολον διὰ τῆς παρ’ αὐτοῖς ἀνεκφωνήτου σημειώσεως ὑποφαινόντων, τούτοις καὶ ὁ Πλάτων συμφώνως αὐτοῖς ῥήμασιν ἐν τῇ μεγάλῃ Ἐπιστολῆ̣ οἶά φησιν ἄκουε

‘‘Ῥητὸν γὰρ οὐδαμῶς ἐστιν ὡς ἄλλα μαθήματα, ἀλλ’ ἐκ πολλῆς συνουσίας γιγνομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν , ἐξαίφνης, οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς, τῇ ψυχῇ γενόμενον αὐτὸ ἑαυτὸ ἤδη τρέφει.”

Καὶ τόδε δὲ τοῦ φωτὸς τὸ παράδειγμα προλαβὼν ἄλλος Ἑβραίων προφήτης παρέστησεν εἰπὼν “ ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε. καὶ ἄλλος πάλιν ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.”