Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Τούτων δ᾿ ἡμῖν διευκρινημένων ῥητέον ὅσοι τῶν παρ᾿ Ἕλλησι δεδοξασμένων ἐπὶ συνέσει καὶ παιδείᾳ παρέβαλον εἰς Αἴγυπτον ἐν τοῖς ἀρχαίοις [*](28 Τούτων —] Diodorus 1, 96. 97.)

v.1.p.555
χρόνοις , ἔνα τῶν ἐνταῦθα νομίμων καὶ παιδείας μετάσχωσιν.

οἶ γὰρ ἱερεῖς τῶν Αἰγυπτίων ἱστοροῦσιν ἐκ τῶν ἀναγραφῶν τῶν ἐν ταῖς ἱεραῖς βίβλοις παραβαλεῖν πρὸς ἑαυτοὺς Ὀρφέα τε καὶ Μουσαῖον καὶ Μελάμποδα καὶ Δαίδαλον, πρὸς δὲ τούτοις Ὅμηρόν τε τὸν ποιητὴν καὶ Λυκοῦργον τὸν Σπαρτιάτην, ἔτι δὲ Σόλωνα τὸν Ἀθηναῖον καὶ Πλάτωνα τὸν φιλόσοφον· ἐλθεῖν δὲ καὶ Πυθαγόραν τὸν Σάμιον καὶ τὸν μαθηματικὸν Εὔδοξον, ἔτι δὲ Δημόκριτον τὸν Ἀβδηρίτην καὶ Οἰνοπίδην τὸν Χῖον.

πάντων δὲ τούτων σημεῖα δεικνύουσι τῶν μὲν εἰκόνας, τῶν δὲ τόπων ἢ κατασκευασμάτων ὁμωνύμους προσηγορίας. ἔκ τε τῆς ἑκάστῳ ζηλωθείσης παιδείας ἀποδείξεις φέρουσι, συνιστάντες ἐξ Αἰγύπτου μετενηνοχέναι πάντα δι’ ὧν παρὰ τοῖς Ἕλλησιν ἐθαυμάσθησαν.

Ὀρφέα μὲν γὰρ τῶν μυστικῶν τελετῶν τὰ πλεῖστα, καὶ τὰ περὶ τὴν ἑαυτοῦ πλάνην ὀργιαζόμενα, καὶ τὴν τῶν ἐνἍιδου μυθοποιίαν παρ’ Αἰγυπτίων ἀπενέγκασθαι. τὴν μὲν γὰρ Ὀσίριδος τελετὴν τῇ Διονύσου τὴν αὐτὴν εἶναι· τὴν δὲ τῆς Ἴσιδος τῇ τῆς Δήμητρος ὁμοιοτάτην ὑπάρχειν , τῶν ὀνομάτων μόνων ἐνηλλαγμένων · τὰς δὲ τῶν ἀσεβῶν ἐν Ἅιδου τιμωρίας, καὶ τοὺς τῶν εὐσεβῶν λειμῶνας, καὶ τὰς παρὰ τοῖς πολλοῖς εἰδωλοποιίας ἀναπεπλασμένας παρεισαγαγεῖν, μιμησάμενον τὰ περὶ τὰς ταφὰς τὰς κατ’ Αἴγυπτον.

τὸν μὲν γὰρ ψυχοπομπὸν Ἑρμῆν, κατὰ τὸ παλαιὸν νόμιμον παρ’ Αἰγυπτίοις , ἀναγαγόντα τοῦ Ἄπιδος τὸ σῶμα μέχρι τινὸς παραδιδόναι τῷ περικειμένῳ τὴν τοῦ Κερβέρου προτομήν. τοῦ δὲ Ὀρφέως τοῦτο καταδείξαντος παρὰ τοῖς Ἕλλησι τὸν Όμηρον ἀκολούθως τούτῳ θεῖναι κατὰ τὴν ποίησιν,

v.1.p.556
  • Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο
  • ἀνδρῶν ἡρώων· ἔχε δὲ ῥάβδον μετὰ χερσίν.᾿
  • Εἶτα πάλιν προβὰς ἐπιλέγει
  • ῾᾿Μελάμποδα δέ φασι μετενεγκεῖν ἐξ Αἰγύπτου τὰ Διονύσῳ νομιζόμενα τελεῖσθαι παρὰ τοῖς Ἕλλησι, καὶ τὰ περὶ Κρόνου μυθολογούμενα, καὶ τὰ περὶ τῆς Τιτανομαχίας, καὶ τὸ σύνολον τὴν περὶ τὰ πάθη τῶν θεῶν ἱστορίαν.

    τὸν δὲ Δαίδαλον λέγουσιν ἀπο- μιμήσασθαι τὴν τοῦ λαβυρίνθου πλοκὴν, τοῦ διαμένοντος μὲν μέχρι τοῦ νῦν καιροῦ, οἰκοδομηθέντος δὲ, ὡς μέν τινές φασιν, ὑπὸ Μένδητος, ὡς δ᾿ ἔνιοι λέγουσιν, ὑπὸ Μάρου τοῦ βασιλέως, πολλοῖς ἔτεσι πρότερον τῆς Μίνω βασιλείας· τόν τε ῥυθμὸν τῶν ἀρχαίων κατ᾿ Αἴγυπτον ἀνδριάντων τὸν αὐτὸν εἶναι τοῖς ὑπὸ Δαιδάλου κατασκευασθεῖσι παρὰ τοῖς Ἕλλησι.

    τὸ δὲ κάλλιστον πρόπυλον ἐν Μέμφει τοῦ Ἡφαίστου Δαίδαλον ἀρχιτεκτονῆσαι, καὶ θαυμασθέντα τυχεῖν εἰκόνος ξυλίνης κατὰ τὸ προειρημένον ἱερὸν, ταῖς ἰδίαις χερσὶ δεδημιουργημένης· πέρας δὲ, διὰ τὴν εὐφυΐαν ἀξιωθέντα μεγάλης δόξης, καὶ πολλὰ προσεξευρόντα, τυχεῖν ἰσοθέων τιμῶν. κατὰ γὰρ μίαν τῶν πρὸς τῇ Μέμφει νήσων ἔτι καὶ νῦν ἱερὸν εἶναι Δαιδάλου τιμώμενον ὑπὸ τῶν ἐγχωρίων.

    τῆς δ᾿ Ὁμήρου παρουσίας ἄλλα τε σημεῖα φέρουσι καὶ μάλιστα τὴν τῆς Ἑλένης γενομένην παρὰ Μενελάῳ Τηλεμάχῳ φαρμακείαν καὶ λήθην τῶν συμβεβηκό- των κακῶν.

    τὸ γὰρ νηπενθὲς φάρμακον, ὃ λαβεῖν φησιν ὁ ποιητὴς τὴν Ἑλένην ἐκ τῶν Αἰγυπτίων παρὰ τῆς Πολυδάμνης, τῆς Θῶνος γυναικὸς, ἀκριβῶς ἐξητακὼς φαίνεται.

    ἔτι γὰρ καὶ νῦν τὰς ἐν ταύτῃ γυναῖκας χρῆσθαι τῇ προειρημένῃ δυνάμει λέγουσι, καὶ παρὰ μόναις ταῖς Διοσπολίτισιν ἐκ πα-

    v.1.p.557
    λαιῶν χρόνων ὀργῆς καὶ λύπης φάρμακον εὑρῆσθαί φασι· τὰς δὲ Θήβας καὶ Διόσπολιν τὴν αὐτὴν ὑπάρχειν· τήν τε Ἀφροδίτην ὀνομάζεσθαι παρὰ τοῖς ἐγχωρίοις χρυσῆν ἐκ παλαιὰς παραδόσεως· καὶ πεδίον εἶναι· καλούμενον χρυσῆς Ἀφροδίτης περὶ τὴν ὀνομαζομένην Μώμεμφιν.

    τά τε περὶ τὸν Δία καὶ τὴν Πρὰν μυθολογούμενα περὶ τῆς συνουσίας καὶ τὴν εἰς Αἰθιοπίαν ἐκδημίαν ἐκεῖθεν αὐτὸν μετενεγκεῖν. κατ’ ἐνιαυτὸν γὰρ παρὰ τοῖς Αἰγυπτίοις τὸν νεὼν τοῦ Δῖός περαιοῦσθαι τὸν ποταμὸν εἰς τὴν Λιβύην, καὶ μεθ’ ἡμέρας τινὰς πάλιν ἐπιστρέφειν, ὡς ἐξ Αἰθιοπίας τοῦ θεοῦ παρόντος. τήν τε συνουσίαν τῶν θεῶν τούτων, ἐν ταῖς πανηγύρεσι τῶν ναῶν ἀνακομιζομένων ἀμφοτέρων εἰς ὄρος ἄνθεσι παντοίοις ὑπὸ τῶν ἱερέων κατεστεμμένον.’

    Καὶ Λυκοῦργον δὲ καὶ Πλάτωνα καὶ Σόλωνα πολλὰ τῶν ἐξ Αἰγύπτου νομίμων εἰς τὰς ἑαυτῶυ κατατάξαι νομοθεσίας, Πυθαγόραν τε τὰ κατὰ τὸν ἱερὸν λόγον, καὶ τὰ κατὰ γεωμετρίαν θεωρήματα, καὶ τὰ περὶ τοὺς ἀριθμοὺς, ἔτι δὲ τὴν εἰς πᾶν ζῷον τῆς ψυχῆς μεταβολὴν μαθεῖν παρ’ Αἰγυπτίων.

    ὑπολαμβάνουσι δὲ καὶ Δημόκριτον παρ’ αὐτοῖς ἔτη διατρῖψαι πέντε καὶ πολλὰ διδαχθῆναι τῶν κατὰ ἀστρολογίαν· τόν τε Οἰνοπίδην ὁμοίως συνδιατρίψαντα τοῖς ἱερεῦσι καὶ ἀστρολόγοις μαθεῖν ἄλλα τε καὶ μάλιστα τὸν ἡλιακὸν κύκλον, ὡς λοξὴν μὲν ἔχει τὴν πορείαν, ἐναντίαν δὲ τοῖς ἄλλοις ἄστροις τὴν φορὰν ποιεῖται.

    παραπλησίως δὲ καὶ τὸν Εὔδοξον ἀστρολογήσαντα παρ’ αὐτοῖς καὶ πολλὰ τῶν χρησίμων εἰς τοὺς Ἕλληνας ἐκδόντα τυχεῖν ἀξιολόγου δόξης.

    πάντων δὲ τῶν παλαιῶν ἀγαλματοποιῶν τοὺς μάλιστα διωνομασμένους διατετριφέναι

    v.1.p.558
    παρ᾿ αὐτοῖς, Τηλεκλέα καὶ Θεόδωρον, τοὺς ῾Ροίκου μὲν υἱοὺς, κατασκευάσαντας δὲ τοῖς Σαμίοις τὸ τοῦ Ἀπόλλωνος τοῦ Πυθίου ξόανον.”

    Τοσαῦτα δὲ καὶ Διόδωρος. ἀλλ᾿ οὗτος μὲν ὁ λόγος ὧδέ πως ἀποδεδειγμένος ἐνταῦθά μοι εἰληφέτω τέλος. οὐ δεῖ δὴ λοιπὸν ἀλογίας ἡμῶν κατηγορεῖν, εἰ δὴ τοὺς τῶν σοφῶν Ἑλλήνων καὶ αὐτῶν γε τῶν παρ᾿ αὐτοῖς φιλοσόφων διδασκάλους, τοὺς βαρβάρους λέγω, πόθῳ τῆς ἀληθοῦς εὐσεβείας καὶ αὐτοὶ μετήλθομεν, εἴ γε βάρβαροι Ἑβραῖοι.

    ὧν τοὺς χρόνους, καθ᾿ οὓς ἤκμασαν Μωσῆς τε καὶ οἱ μετὰ Μωσέα προφῆται, εὖ ἂν ἔχοι διελθεῖν, ἐπεὶ καὶ τοῦτ᾿ ἂν εἴη ἕν τι τῶν μάλιστα συνεκτικωτάτων τῇ προκειμένῃ πραγματείᾳ, τὸ μέλλοντας τῶν παρὰ τοῖς ἀνδράσι λογίων ἐφάπτεσθαι προδιαλαβεῖν περὶ τῆς ἀρχαιότητος αὐτῶν, ἵν᾿, εἰ φανεῖεν τοῖς Ἑβραίων προφήταις τε καὶ θεολόγοις οἱ παρ᾿ Ἕλλησιν ὁμοδοξοῦντες, μηκέτ᾿ ἀμφιβάλλοις τίνας ἦν εἰκὸς τὰ παρὰ τίνων ἀναλέξασθαι, πότερα τοὺς πρεσβυτέρους τὰ τῶν νέων, Ἑβραίους τε τὰ Ἑλλήνων, καὶ βαρβάρους τὰ φιλοσόφων, ὧν οὐδὲ τῆς γλώσσης εἰκὸς ἐπαΐειν· ἢ, ὅπερ καὶ μᾶλλον εἰκὸς, τοὺς νέους τὰ τῶν πρεσβυτέρων, καὶ τοὺς τὰ πλεῖστα τῶν ἐθνῶν περιειργασμένους Ἓλληνας καὶ τὰ Ἑβραίων μὴ ἀγνοῆσαι, ἀρχῆθεν ἐπὶ τὴν Ἑλλάδα φωνὴν μεταβεβλημένα.