Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Πρῶτος τοιγαροῦν ὁ τὰ κοινὰ γράμματα, αὐτὰ δὴ τὰ πρῶτα τῆς γραμματικῆς στοιχεῖα, Ἕλλησιν εἰσηγησάμενος Κάδμος, τὸ γένος Φοῖνιξ ἦν, ὅθεν καὶ Φοινικήια τὰ γράμματά τινες τῶν παλαιόν ἐπικεκλήκασιν.

εἰσὶ δὲ οἳ Σύρους γράμματα ἐπινοῆσαι πρώτους λέγουσι. Σύροι δ’ ἂν εἶεν καὶ Ἑβραῖοι τὴν γείτονα Φοινίκης καὶ αὐτὴν τὸ μὲν παλαιὸν Φοινίκην, μετέπειτα δὲ Ἰουδαίαν , καθ’ ἡμᾶς δὲ Παλαιστίνην ὀνομαζομένην , οἰκήσαντες, ὧν καὶ μάλιστα οὐκ ἀλλοτρία φαίνεται ἡ τῶν Ἑλληνικῶν γραμμάτων φωνή.

ἕκαστον γοῦν τόν στοιχείων παρ’ αὐτοῖς κατά τινος σημαντικῆς διανοίας τὴν προσηγορίαν

v.1.p.547
φέρει, ὅπερ οὐκ ἔνεστιν εὑρεῖν παρὰ τοῖς Ἕλλησι· διὸ καὶ μάλιστα μὴ ὄντα ἴδια Ἑλλήνων ὁμολογεῖται.

ἔστι δὲ τὰ πάντα παρ’ Ἑβραίοις στοιχεῖα δύο καὶ εἴκοσιν, ὧν τὸ μὲν πρῶτόν ἐστιν Ἄλφ’ , ὃ μεταληφθὲν φθὲν εἰς τὴν Ἑλλάδα φωνὴν λέγοιτ’ ἂν μάθησις · τὸ δὲ δεύτερον Βὴθ, ὃ μεθερμηνεύεται οἴκου· τὸ τρίτον Γίμελ, ὅ ἐστι πλήρωσις· τὸ τέταρτον Δὲλθ, ὃ σημαίνει δέλτων· τὸ πέμπτον Ἡ, ὅ ἐστιν αὕτη. ὁμοῦ δὲ τὰ πάντα ἀπαρτίζει τοιαύτην τινὰ διάνοιαν, μάθησις οἴκου, πλήρωσις δέλτων αὕτη.

εἶτα μετὰ ταῦτά ἐστι στοιχεῖον ἕκτον , λεγόμενον παρ’ αὐτοῖς Οὐαῦ, ὅ ἐστιν ἐν αὐτῇ· ἔπειτα Ζαΐ, ὅ ἐστι ζῇ· μεθ’ ὃ Ἦθ’, ὅ ἐστιν ὁ ζῶν, ἔν ᾖ τὸ ὅλον, ἐν αὐτῇ ζῇ ὁ ζῶν.

μετὰ ταῦτα στοιχεῖον ἔνατον τὸ Τὴθ, ὅ ἐστι καλή· ἔπειτα Ἰὼθ, ὃ ἑρμηνεύεται ἀρχή· ὁμοῦ τὰ δύο καλὴ ἀρχή. ἐπὶ τούτοις Χὰφ , ὅ ἐστιν ὅμως· ἔπειτα Λὰβδ , ὅ ἐστι μάθε· τὸ ὅλον ὅμως μάθε.

μετὰ ταῦτα τρισκαιδέκατον στοιχεῖόν ἐστι τὸ Μήμ’, ὅ ἐστιν ἐξ αὐτῶν· ἔπειτα Νοῦν , ὅ ἐστιν αἰωνία. εἶτα Σὰμχ, ὃ ἑρμηνεύεται βοήθεια, ἔν ᾖ τὸ λεγόμενον, ἐξ αὐτῶν αἰωνία βοήθεια.

ἐπὶ τούτοις τὸ Ἄϊν, ὁ μεταληφθὲν σημαίνει πηγὴν, ἢ ὀφθαλμόν· ἔπειτα τὸ Φῆ στόμα. εἶθ’ ἐξῆς τὸ Σάδη δικαιοσύνη· ὧν ἡ διάνοιά ἐστι, πηγὴ, ἢ καὶ ὀφθαλμὸς, καὶ στόμα δικαιοσύνης.

μετὰ ταῦτα στοιχεῖόν ἐστι Κὼφ , ὃ ἑρμηνεύεται κλῆσις · ἔπειτα Ρὴς, ὅ ἐστι κεφαλή. καὶ μετὰ ταῦτα Σὲν, ὅπερ ἐστὶν ὀδόντες· ἐπὶ πάσι τὸ κβ' στοιχεῖον καλεῖται παρ’ αὐτοῖς ὃ δηλοῖ σημεῖα. ἔχοι δ’ ἂν ἡ διάνοια, κλῆσις κεφαλῆς καὶ ὀδόντων σημεῖα.

καὶ παρὰ μὲν Ἑβραίοις τοιάδε τίς ἐστιν ἡ τῶν στοιχείων μετάφρασις καὶ ἑρμηνεία, λόγου διάνοιαν ἀπαρτίζουσα τῇ τῶν στοι-

v.1.p.548
χείων μαθήσει τε καὶ ἐπαγγελίᾳ προσήκουσαν. τὸ ὅμοιον δ’ οὐκ ἂν εὕροις παρ’ Ἕλλησιν, ὅθεν, ὡς ἔφην, ὁμολογεῖν ἀνάγκη μὴ ὄντα οἰκεῖα Ἑλλήνων, παραπεποιημένα δὲ ἄντικρυς ἀπὸ τῆς βαρβάρου φωνῆς.

καὶ ἐξ αὐτῆς δὲ ἐλέγχεται τῆς καθ’ ἕκαστον στοιχεῖον ἐπωνυμίας. τί γὰρ τοῦ Ἄλφ’ τὸ Ἄλφα διενήνοχεν; ἢ τοῦ Βὴθ τὸ Βῆτα; ἢ τοῦ Γάμμα τὸ Γίμελ; ἢ τοῦ Δὲλθ τὸ Δέλτα; ἢ τοῦ Η τὸ Ε; ἢ τοῦ Ζαῒ τὸ Ζῆτα; ἢ τοῦ Τὴθ τὸ Θῆτα; καὶ ὅσα τούτοις παραπλήσια.

ὥστε ἀναμφίλεκτον εἶναι τὸ μὴ Ἑλλήνων οἰκείας εἶναι τὰς τοιάσδε φωνάς · Ἑβραίων ἄρα 5 παρ’ οἷς καὶ σημαῖνόν τι ἕκαστον αὐτῶν ἀποδείκνυται. παρὰ δὲ τούτοις πρώτοις ἀρξάμενα προῆλθεν εἴς τε ἄλλους καὶ δὴ καὶ Ἕλληνας. ταῦτα μὲν οὑν μοι περὶ τῶν πρώτων στοιχείων εἰρήσθω. τῆς δ’ αὐτῆς ἡμῖν ὑποθέσεως ἐφαψάμενος καὶ ὁ Κλήμης ἐπάκουσον ἅ φησιν ·