Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Παραστήσαντες δὲ τὴν ἔμφασιν τῆς Ἑλληνικῆς ἐπινοίας ἐκ τῆς διὰ τῶν γραφῶν εἰς ἡμᾶς δεδομένης ἀληθείας περιαυγασθεῖσαν, καθ᾿ ὃ σημαινόμενον διήκειν εἰς αὐτοὺς τὴν κλοπὴν τῆς ἀληθείας ἐκδεχόμενοι, εἰ μὴ ἐπαχθὲς εἰπεῖν, ἀπεδείξαμεν, φέρε μάρτυρας τῆς κλοπῆς αὐτοὺς καθ᾿ αὑτῶν παραστήσωμεν Ἕλληνας.

οἱ γὰρ τὰ οἰκεῖα οὕτως ἄντικρυς παρ᾿ ἀλλήλων ὑφαιρούμενοι βεβαιοῦσι μὲν τὸ κλέπται εἶναι, σφετερίζεσθαι δὲ ὅμως καὶ ἄκοντες τὴν παρ᾿ ἡμῶν ἀλήθειαν εἰς τοὺς ὁμοφύλους λάθρα διαδείκνυνται. εἰ γὰρ μηδὲ ἑαυτῶν, σχολῇ γ᾿ ἂν τῶν ἡμετέρων ἀφέξονται.

καὶ τὰ μὲν κατὰ φιλοσοφίαν σιωπήσομαι δόγματα, αὐτῶν ὁμολογούντων ἐγγράφως τῶν τὰς αἱρέσεις διανενμημένων, ὡς μὴ ἀχάριτοι εὑρεθεῖεν, παρὰ Σωκράτους εἰληφέναι τὰ κυριώτατα τῶν δογμάτων· ὀλίγοις δὲ τῶν καθωμιλημένων καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκίμων ἀνδρῶν χρησάμενος μαρτυρίοις, τὸ κλεπτικὸν διελέγξας αὐτῶν εἶδος, διαφόροις τοῖς χρόνοις καταχρώμενος, ἐπὶ τὰ ἑξῆς τρέψομαι.”

[*](11 Παραστήσαντες —] Clemens Al. Strom. 6, 2. p. 737.)
v.1.p.532

Ταῦθ’ ὡς ἐν προοιμίοις φήσας τοὺς ἐλέγχους ἑξῆς ἐπάγει, παντοίαις κεχρημένος ἀποδείξεσι , καὶ πρώτους γε τοὺς ποιητὰς τὰ παρὰ τῶν ὁμοίων κεκλοφέναι διὰ παραθέσεως τῶν ἑκάστου φωνῶν εὐθύνει.

εἶθ’ ἑξῆς ἐπιλέγει ταῦτα .

“Ὡς μηδὲ ἄμοιρον τήν τε φιλοσοφίαν τήν τε ἱστορίαν, ἀλλὰ μηδὲ τὴν ῥητορικὴν τοῦ ὁμοίου ἐλέγχου περιίδωμεν, καὶ τούτων ὀλίγα παραθέσθαι εὔλογον.’·

Εἶτ' ἀκολούθως Ὀρφέως, Ἡρακλείτου , Πλάτωνς, τωνος, Πυθαγόρου , Ἡροδότου , Θεοπόμπου , Θουκυδίδου, κυδίδου, Δημοσθένους , Αἰσχίνου , Λυσίου , Ἰσοκράτους, μυρίων ἄλλων παρατίθησιν, ὧν περιττὸν ἐμὲ καταλέγειν τὰς φωνὰς, προκειμένης τῆς τἀνδρὸς γραφῆς , ἐν ᾗ μετὰ τοὺς ἐλέγχους τῶν εἰρημένων ταῦτα πάλιν φησίν

“ Αἱ μὲν οὖν ἰδέαι κατὰ διάνοιαν Ἑλληνιμῆς κλοπῆς εἰς ὑπόδειγμα ἐναργὲς τῷ διορᾶν δυναμένῳ τοιαίδε οὖσαι ἅλις ἔστωσάν. ἤδη δὲ οὐ τὰς διανοίας μόνον καὶ τὰς λέξεις ὑφελόμενοι καὶ παραξράσαντες ἐφωράθησαν, ὡς δειχθήσονται, αὐτοτελῶς δὲ τὰ ἑτέρων ὑφελόμενοι ὡς ἴδια ἐξήνεγκαν , καθάπερ Εὐγάμμων ὁ Κυρηναῖος ἐκ Μουσαίου τὸ Περὶ Θεσπρωτῶν βιβλίον ὁλόκληρον.

Αὖθις δὲ τούτοις ἐπαγαγὼν πλείστας ἀποδείξεις τοῦ λόγου πάλιν τελευτῶν προστίθησι τάδε

Ἐπιλείψει με ὁ βίος, εἰ καθ’ ἕκαστον ἐπεξιέναι πειρῴμην τὴν Ἑλληνικὴν διελέγχων φίλαυτον κλοπὴν, καὶ ὡς σφετερίζονται τὴν εὕρεσιν τῶν παρ’ αὐτοῖς καλλίστων δογμάτων, ἣν παρ’ ἡμῶν εἰλήφασιν.

ἤδη δὲ οὐ μόνον ὑφαιρούμενοι τὰ δόγματα παρὰ [*](7 Ὡς μηδὲ — ] Clemens Al. 1, c. p. 745. 16 Αἱ μὲν οὖν — ] Clemens Al. 1. c. p. 751. 752.)

v.1.p.533
τόν βαρβάρων διελέγχονται , ἀλλὰ καὶ προσέτι ἀπομιμούμενοι τὰ παρ’ ἡμῖν, ἄνωθεν ἐκ τῆς θείας δυνάμεως διὰ τῶν ἁγίως βεβιωκότων εἰς τὴν ἡμετέραν ἐπιστροφὴν παραδόξως ἐνεργούμενα , Ἑλληνικῇ μυθολογίᾳ τερατευόμενοι.

καὶ δὴ πευσόμεθα παρ’ αὐτῶν ἤτοι ἀληθῆ ταῦτά ἐστιν , ἇι ἱστοροῦσιν, ἢ ψευδῆ. ψευδῆ μὲν οὐκ ἂν φήσαιεν· οὐ γὰρ ἂν καταψηφίσαιντο ἑαυτῶν ἑκόντες τὴν μεγίστην εὐήθειαν, τὸ ψευδῆ συγγράφειν · ἀληθῆ δ’ εἶναι ἐξ ἀνάγκης ὁμολογήσαιεν.

καὶ πῶς ἔτι ἄπιστα αὐτοῖς καταφαίνεται τὰ διὰ Μώσεως καὶ τῶν ἄλλων προφητῶν τεραστίως ἐπιδεδειγμένα; πάντων γὰρ ἀνθρώπων ὁ παντοκράτωρ κηδόμενος θεὸς τοὺς μὲν ἐντολαῖς, τοὺς δ’ ἀπειλαῖς, ἔστι δ’ οὓς σημείοις τεραστίοις, ἐνίους δὲ ἠπίαις ἐπαγγελίαις ἐπιστρέφει πρὸς σωτηρίαν.

πλὴν ἀλλ’ οἱ Ἕλληνες, αὐχμοῦ ποτὲ τὴν Ἑλλάδα πολυχρονίως φθείροντος καὶ ἐπεχούσης ἀγονίας καρπῶν, οἱ καταλειφθέντες, φασὶ, διὰ λιμὸν ἱκέται παραγενόμενοι εἰς Δελφοὺς ἤροντο τὴν Πυθίαν πῶς ἂν ἀπαλλαγεῖεν τοῦ δεινοῦ. μίαν δ’ αὐτοῖς ἔχρησεν ἀπαλλαγὴν τῆς συμφορᾶς, εἰ χρήσαιντο τῇ Αἰακοῦ εὐχῇ.

πεισθεὶς οὖν αὐτοῖς Αἰακὸς, ἀνελθὼν ἐπὶ τὸ Ἑλληνικὸν ὅρος , τὰς καθαρὰς χεῖρας ἐκτείνας τείνας εἰς οὐρανὸν, κοινὸν ἐπικαλέσας πατέρα τὸν θεὸν, ηὔξατο οἰκτεῖραι αὐτὸν τετρυχωμένην τὴν Ἑλλάδα.

ἅμα δὲ εὐχομένου βροντὴ ἐξαίσιος ἐπεκτύπει, καὶ πᾶς ὁ πέριξ ἀὴρ ἐνεφοῦτο· λάβροι δὲ καὶ συνεχεῖς ὄμβροι καταρραγέντες ὅλην ἐπλήρωσαν τὴν χώραν. ἐντεῦθεν ἄφθονος καὶ πλουσία τελεσφορεῖται εὐκαρπία , ταῖς Αἰακοῦ γεωργηθεῖσα εὐχαῖς.

καὶ ἐπεκαλέσατο, φησὶ, Σαμουὴλ τὸν κύριον, καὶ ἔδωκε κύριος φωνὰς καὶ ὑετὸν ἐν ἡμέρᾳ θερισμοῦ.

v.1.p.534
ὁρᾷς ὅτι ὁ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους διὰ τῶν ὑποτεταγμένων δυνάμεων εἶς ἐστι θεός;” καὶ τὰ ἐξῆς.

Τούτοις μυρία συνάψας ὁ Κλήμης κλέπτας γεγονέναι τοὺς Ἕλληνας ἀναμφιλέκτοις ἐλέγχοις κατεφώρασεν. εἰ δέ σοι μὴ πιστὸς οὗτος , ἅτε τῆς Ἑλληνικῆς καὶ αὐτὸς τὴν βάρβαρον ὁμοίως ἡμῖν προτετιμηκὼς φιλοσοφίαν , καὶ δὴ ἐάσθω, καίπερ οὐκ , οἰκείαις φωναῖς, ταῖς δ’ αὐτῶν Ἑλλήνων ἀπευθύνας τὸν λόγον. τί δ’ ἂν εἴποις, εἰ τὰ ὅμοια καὶ παρ’ αὐτῶν μάθοις τῶν γενναίων σου φιλοσόφων ; δέχου δῆτα καὶ τούτων τὰς μαρτυρίας.

  • Πορφυρίου ἀπὸ τοῦ ἁ τῆς φιλολόγου ἀκροάσεως.