Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Κάδμος μὲν ὁ Σεμέλης πατὴρ ἐπὶ Λυγκέως ἐς Θήβας ἔρχεται καὶ τῶν Ἑλληνικῶν γραμμάτων εὑρετὴς γίνεται. Τριόπας δὲ συγχρονεῖ Ἴσιδι ἑβδόμῃ γενεᾷ ἀπὸ Ἰνάχου.

εἰσὶ δὲ οἳ τὴν Ἰώ φασι, διὰ

v.1.p.580
τὸ ἰέναι αὐτὴν διὰ πάσης τῆς γῆς πλανωμένην. ταύτὴν δὲ Ἴστρος ἐν τῷ Περὶ τῆς Αἰγυπτίων ἀποικίας Προμηθέως θυγατέρα φησί. Προμηθεὺς δὲ κατὰ Τριόπαν, ἑβδόμῃ γενεᾷ μετὰ Μωσέα· ὣστε καὶ πρὸ τῆς καθ’ Ἕλληνας ἀνθρωπογονίας ὁ Μώσης.

Λέων δὲ ὁ τὰ περὶ τῶν κατ’ Αἴγυπτον θεῶν πραγματευσάμενος τὴν Ἴσιν ὑπὸ Ἑλλήνων Δήμητρα καλεῖσθαί φησιν , ἣ κατὰ Λυγκέα γίνεται ἑνδεκάτῃ ὕστερον Μώσεως γενεᾷ.

Ἆπις τε ὁ Ἄργους βασιλεὺς Μέμφιν οἰκίζει, ὥς φησιν Ἀρίστιππος ἐν πρώτη Ἀρκαδικῶν· τοῦτον δὲ Ἀριστέας ὁ Ἀργεῖος ἐπονομασθῆναί φησι Σάραπιν , καὶ τοῦτον εἶναι ὃν Αἰγύπτιοι σέβουσι.

Νυμφόδωρος δὲ ὁ Ἀμφιπολίτης ἐν τρίτῳ Νομίμων Ἀσίας τὸν Ἄπιν τὸν ταῦρον τελευτήσαντα καὶ ταριχευθέντα εἰς σορὸν ἀποτεθεῖσθαι ἐν τῷ ναῷ τοῦ τιμωμένου δαίμονος, κἀντεῦθεν Σορόαπιν κληθῆναι καὶ Σάραπιν ὕστερον· Ἆπις δὲ τρίτος ἀπὸ Ἰνάχου.

ναὶ μὴν ἡ Λητὼ κατὰ Τιτυὸν γίνεται ’

  • Λητὼ γὰρ ἣλκησε Δῖός κυδρὴν παράκοιτιν.
  • Τιτυὸς δὲ συνεχρόνισε Ταντάλῳ. εἰκότως ἄρα καὶ ὁ Βοιώτιος Πίνδαρος γράφει

  • ἐν χρόνῳ δὲ γένετ’ Ἀπόλλων.
  • καὶ οὐδὲν θαυμαστὸν, ὅπου γε καὶ Ἀδμήτῳ θητεύων εὑρίσκεται σὺν καὶ Ἡρακλεῖ “ εἰς ἐνιαυτόν.”

    Ζῆθος δὲ καὶ Ἀμφίων, οἱ μουσικῆς εὑρεταὶ, περὶ τὴν Κάδμου γεγόνασιν ἡλικίαν. κἄν τις ἡμῖν λέγῃ Φημονόην πρώτην χρησμῳδῆσαι Ἀκρισίῳ, ἀλλ’ ἴστω γε ὅτι μετὰ Φημονόην ἔτεσιν ὕστερον κζ΄ οἱ περὶ Ὀρφέα καὶ Μουσαῖον καὶ Λίνον τὸν Ἡρακλέους διδάσκαλον.

    Ὅμηρος δὲ καὶ Ἡσίοδος

    v.1.p.581
    πολλῷ νεώτεροι τῶν Ἰλιακῶν, μεθ’ οὓς μακρῷ νεώτεροι οἶ παρ’ Ἕλλησι νομοθέται, Λυκοῦργός τε καὶ Σόλων καὶ οἶ ἑπτὰ σοφοὶ, οἵ τε ἀμφὶ τὸν Σύριον Φερεκύδην καὶ Πυθαγόραν τὸν μέγαν κάτω που περὶ τὰς Ὀλυμπιάδας γενόμενοι, ὡς παρεστήσαμεν.

    καὶ θεῶν ἄρα τῶν πλείστων παρ’ Ἕλλησιν, οὐ μόνον τῶν λεγομένων σοφῶν τε καὶ ποιητῶν, ὁ Μωσῆς ἡμῖν ἀποδέδεικται πρεσβύτερος.”

    Ταῦτα καὶ ὁ Κλήμης. ἀλλ’ ἐπεὶ πρὸ τῶν ἡμετέρων ἐσπουδάσθη καὶ αὐτοῖς Ἑβραίων παισὶν ἡ προκειμένη πραγματεία, καλῶς ἂν ἔχοι καὶ τὰ τούτων συνιδεῖν. χρήσομαι δὲ ἀντὶ πάντων ταῖς Φλαυίου Ἰωσήπου φωναῖς