Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Νῦν δὲ προσήκειν μοι νομίζω παραστῆσαι πρεσβυτέραν τὴν ἡμετέραν φιλοσοφίαν τῶν παρ’ Ἕλλησιν ἐπιτηδευμάτων. ὅροι δ’ ἡμῖν κείσονται Μώσης καὶ Ὅμηρος. τῷ γὰρ ἑκάτερον αὐτῶν εἶναι παλαίτατον , καὶ τὸν μὲν ποιητῶν καὶ ἱστορικῶν εἶναι πρεσβύτατον, τὸν δὲ πάσης σοφίας βαρβάρου ἀρχηγὸν, καὶ ὑφ’ ἡμῶν νῦν εἰς σύγκρισιν παραλαμβανέσθωσαν.

εὑρήσομεν γὰρ οὐ μόνον τῆς Ἑλλήνων παιδείας τὰ παρ’ ἡμῖν, ἔτι δὲ καὶ τῆς τῶν γραμμάτων εὑρέσεως ἀνώτερα· μάρτυράς τε οὐ τοὺς οἴκοι παραλήψομαι , βοηθοῖς δὲ μᾶλλον Ἕλλησι καταχρήσομαι. τὸ μὲν γὰρ ἄγνωμον, ὃτι μηδ’ ὑφ’ ὑμῶν παραδεκτὸν· τὸ δὲ, ἂν ἀποδεικνύηται, θαυμαστὸν, ὁπόταν ὑμῖν διὰ τῶν ὑμετέρων ὅπλων ἀντερείδων [*](17 Νῦν δὲ προσήκειν — ] Tatianus c. 31. 36. 37. 39–41 p. 168 seq. ed. Paris. a. 1741.)

v.1.p.570
ἀνυπόπτους καθ᾿ ὑμῶν τοὺς ἐλέγχους παραλαμβάνω.

περὶ γὰρ τῆς Ὁμήρου ποιήσεως γένους τε αὐτοῦ καὶ χρόνου καθ᾿ ὃν ἤκμασε προηρεύνησαν πρεσβύτατοι μὲν Θεαγένης τε ὁ ῾Ρηγῖνος κατὰ Καμβύσην γεγονὼς, καὶ Στησίμβροτος ὁ Θάσιος, καὶ Ἀντίμαχος ὁ Κολοφώνιος, Ἡρόδοτός τε Ἁλικαρνασεὺς, καὶ Διονύσιος Ὀλύνθιος· μετὰ δὲ ἐκείνους Ἔφορος ὁ Κυμαῖος, καὶ Φιλόχορος ὁ Ἀθηναῖος, Μεγακλείδης τε καὶ Χαμαιλέων οἱ περιπατητικοί· ἔπειτα γραμματικοὶ, Ζηνόδοτος, Ἀριστοφάνης, Καλλίμοχος, Κράτης, Ἐρατοσθένης, Ἀρίσταρχος, Ἀπολλόδωρος.

τούτων δὲ οἱ μὲν περὶ Κράτητα πρὸ τῆς Ἡρακλειδῶν καθύδου φασὶν αὐτὸν ἠκμακέναι, μετὰ τὰ Τρωϊκὰ ἐνδοτέρω τῶν ὀγδοήκοντα ἐτῶν· οἱ δὲ περὶ τὸν Ἐρατο- σθένην μετὰ ἑκατοστὸν ἔτος τῆς Ἰλίου ἁλώσεως· οἱ δὲ περὶ τὸν Ἀρίσταρχον κατὰ τὴν Ἰωνικὴν ἀποικίαν, ἥ ἐστι μετὰ ἑκατὸν τεσσαράκοντα ἔτη τῶν Ἰλιακῶν· Φιλόχορος δὲ μετὰ τὴν Ἰωνικὴν ἀποικίαν ἔτεσι μ΄, ἐπὶ ἄρχοντος Ἀθήνησιν Ἀρξίππου, τῶν Ἰλιακῶν ὕστερον ἔτεσιν ἑκατὸν ὀγδοήκοντα· οἱ δὲ περὶ Ἀπολλόδωρον μετὰ τὴν Ἰωνικὴν ἀποικίαν ἔτεσιν ἑκατὸν, ὃ γένοιτ᾿ ἂν ὕστερον τῶν Ἰλιακῶν ἔτεσι διακοσίοις τεσσαράκοντα· τινὲς δὲ πρὸ τῶν Ὀλυμπιάδων ἔφα- σαν αὐτὸν γεγονέναι, τουτέστι μετὰ τὴν Ἰλίου ἅλωσιν ἔτεσι τετρακοσίοις· ἕτεροι δὲ κάτω τὸν χρόνον ὑπήγαγον, σὺν Ἀρχιλόχῳ γεγονέναι τὸν Ὅμηρον εἰπόντες· ὁ δὲ Ἀρχίλοχος ἤκμασε περὶ Ὀλυμπιάδα τρίτην καὶ εἰκοστὴν, κατὰ Γύγην τὸν Λυδὸν, ὕστερον τῶν Ἰλιακῶν ἔτεσι πεντακοσίοις.

καὶ περὶ μὲν τῶν χρόνων τοῦ προειρημένου ποιητοῦ, λέγω δὴ Ὁμήρου, στάσεως τε καὶ τῶν εἰπόντων τὰ περὶ αὐτὸν ἀσυμφωνίας τοῖς ἐπ᾿ ἀκριβὲς ἐξετάζειν δυνα-

v.1.p.571
μένοις αὐταρκῶς ἡμῖν ὡς ἐπὶ κεφαλαίῳ εἰρήσθω. δυνατὸν γὰρ παντὶ ψευδεῖς ἀποφαίνεσθαι καὶ τὰς περὶ τοὺς λόγους δόξας. παρ’ οἷς γὰρ ἀσυνάρητός ἐστιν ἡ τῶν χρόνων ἀναγραφὴ , παρὰ τούτοις οὐδὲ τὰ τῆς ἱστορίας ἀληθεύειν δύναται.

Καὶ μετὰ βραχέα

“Πλὴν Ὃμηρος ἔστω μὴ μόνον ὕστερος τῶν Ἰλιακῶν, ἀλλὰ κατ’ ἐκεῖνον αὐτὸν ὑπειλήφθω γεγονέναι τὸν τοῦ πολέμου καιρὸν, ἔτι δὲ καὶ τοῖς περὶ Ἀγαμέμνονα συνεστρατεῦσθαι, κἂν βούληταί τις, καὶ πρὶν τῶν στοιχείων τὴν εὕρεσιν γεγονέναι· φανήσεται γὰρ ὁ προειρημένος Μώσης αὐτῆς μὲν τῆς Ἰλιακῆς ἁλώσεως πρεσβύτερος πάνυ πολλοῖς ἔτεσι, τῆς δὲ γεγονυίας Ἰλίου κτίσεως καὶ τοῦ Τρωὸς καὶ Δαρδάνου λίαν ἀρχαιότερος.

ἀποδείξεως δὲ ἕνεκα μάρτυσι χρήσομαι Χαλδαίοις , Φοίνιξιν , Αἰγυπτίοις. καὶ τί μοι λέγειν πλείονα; χρὴ γὰρ τὸν πείθειν ἐπαγγελλόμενον συντομωτέρας ποιεῖσθαι τἀς περὶ τόν πραγμάτων πρὸς τοὺς ἀκούοντας διηγήσεις.

Βηρωσσὸς ἀνὴρ Βαβυλώνιος, ἱερεὺς τοῦ παρ’ αὐτοῖς Βήλου, κατὰ Ἀλέξανδρον γενόμενος, Ἀντιόχῳ τῷ μετὰ Σέλευκον τρίτῳ τὴν Χαλδαίων ἱστορίαν ἐν τρισὶ βιβλίοις κατατάξας καὶ τὰ περὶ τῶν βασιλέων ἐκτιθέμενος ἀφηγεῖταί τινος αὐτῶν ὄνομα Ναβουχοδονόσορ, , τοῦ συστρατεύσαντος ἐπὶ Φοίνικας καὶ Ἰουδαίους, ἅτινα διὰ τῶν καθ’ ἡμᾶς προφητῶν ἴσμεν κεκηρυγμένα, γεγονότα μὲν πολὺ τῆς Μώσεως ἡλικίας κατώτερα, πρὸ δὲ τῆς Περσῶν ἡγεμονίας ἔτεσιν ἑβδομήκοντα.

Βηρωσσὸς δέ ἐστιν ἀνὴρ Ἱκανώτατος· καὶ τούτου τεκμήριον Ἰόβας, ὃς Περὶ Ἀσσυρίων· γράφων παρὰ βηρωσσοῦ φησι μεμαθηκέναι τὴν ἱστορίαν· εἰσὶ δ’ αὐτῷ βίβλοι Περὶ Ἀσσυρίων δύο.”

v.1.p.572

‘‘Μετὰ δὲ τοὺς Χαλδαίους τὰ Φοινίκων οὓτως ἔχει. γεγόνασι παρ’ αὐτοῖς ἄνδρες τρεῖς, Θεόδοτος, Ὑψικράτης , Μῶχος. τούτων τὰς βίβλους εἰς Ἑλληνίδα κατέταξε φωνὴν Λαῖτος , ὁ καὶ τοὺς βίους τῶν φιλοσόφων ἐπ’ ἀκριβὲς πραγματευσάμενος.

ἐν δὴ ταῖς τῶν προειρημένων ἱστορίαις δηλοῦται κατά τινα τῶν βασιλέων Εὐρώπης ἁρπαγὴ γεγονέναι, Μενελάου τε εἰς τὴν Φοινίκην ἄφιξις, καὶ τὰ περὶ Εἴραμον, ὅστις Σολομῶνι τῷ Ἰουδαίων βασιλεῖ πρὸς γάμον δοὺς τὴν ἑαυτοῦ θυγατέρα καὶ ξύλων παντοδαπῶν ὕλην εἰς τὴν τοῦ νεὼ κατασκευὴν ἐδωρήσατο.

καὶ Μένανδρος δὲ ὁ Περγαμηνὸς περὶ τῶν αὐτῶν τὴν ἀναγραφὴν ἐποιήσατο. τοῦ δὲ Είράμου ὁ χρόνος ἤδη που τοῖς Ἰλιακοῖς ἐγγίζει· Σολομῶν δὲ ὁ κατ’ Εἴραμον πολὺ κατώτερός ἐστι τῆς Μώσεως ἡλικίας.”

“ Αἰγυπτίων δ’ εἰσὶν ἀκριβεῖς χρόνων ἀναγραφαί. καὶ τῶν κατ’ αὐτοὺς γραμμάτων ἑρμηνεὺς Πτολεμαῖος, οὐχ ὁ βασιλεὺς, ἱερεὺς δὲ Μένδητος· οὗτος τὰς τῶν βασιλέων πράξεις ἐκτιθέμενος κατὰ Ἀμῶσιν Αἰγύπτου βασιλέα γεγονέναι Ἰουδαίοις φησὶ τὴν ἐξ Αἰγύπτου πορείαν εἰς ἅπερ ἤθελον χωρία, Μώσεως ἡγουμένου.

λέγει δὲ οὕτως · ὁ δὲ Ἄμωσις ἐγένετο κατὰ τὸν Ἴναχον τὸν βασιλέα. μετὰ δὲ τοῦτον Ἀπίων ὁ γραμματικὸς , ἀνὴρ δοκιμώτατος, ἐν τῇ τετάρτῃ τῶν Αἰγυπτιακῶν (πέντε δέ εἰσιν αὐτῷ γραφαί) πολλὰ μὲν καὶ ἄλλα, φησὶ δ’ ὅτι κατέσκαψε τὴν Αὔαριν Ἄμωσις, κατὰ τὸν Ἀργεῖον γενόμενος Ἴναχον, ὡς ἐν τοῖς Χρόνοις ἀνέγραψεν ὁ Μενδήσιος Πτολεμαῖος.

ὁ δὲ ἀπὸ Ἰνάχου χρόνος ἄχρι τῆς Ἰλίου ἁλώσεως ἀποπληροῖ γενεὰς εἴκοσι. καὶ τὰ τῆς ἀποδείξεως τοῦτον ἔχει τὸν τρόπον.”

v.1.p.573

“ Γεγόνασιν Ἀργείων βασιλεῖς οἵδε, Ἴναχος, Φορωνεὺς, Ἆπις, Ἀργεῖος, Κρίασος, Φορβὰς, Τριόπας, Κρότωπός, Σθενέλαος, Δαναὸς, Λυγκεὺς, Ἄβας, Προῖτος, Ἀκρίσιος, Περσεὺς, Εὐρυσθεὺς, Ἀτρεὺς, Θυέστης, Ἀγαμέμνων, οὗ κατὰ τὸ ὀκτωκαιδέκατον ἔτος τῆς βασιλείας Ἴλιον ἑάλω.

καὶ χρὴ τὸν νουνεχῆ συνιέναι μετὰ πάσης ἀκριβείας ὅτι κατὰ τὴν Ἑλλήνων παράδοσιν οὐδ’ ἱστορίας τις ἦν παρ’ αὐτοῖς ἀναγραφή. Κάδμος γὰρ ὁ τὰ στοιχεῖα τοῖς προειρημένοις παραδοὺς μετὰ πολλὰς γενεὰς τῆς Βοιωτίας ἐπέβη.

μετὰ δὲ Ἴναχον ὑπὸ Φορωνέως μόλις τοῦ θηριώδους βίου καὶ νομάδος περιγραφὴ γέγονε, μετεκοσμήθησάν τε οἶ ἄνθρωποι. διόπερ εἰ κατὰ Ἴναχον πέφηνεν ὁ Μώσης γεγονὼς, πρεσβύτερός ἐστι τῶν Ἰλιακῶν ἔτεσι τετρακοσίοις.

ἀποδείνυται δὲ τοῦθ’ οὕτως ἔχον ἀπό τε τῆς τῶν Ἀττικῶν βασιλέων διοδοχῆς, Μακεδονικῶν τε καὶ Πτολεμαϊκῶκ, ἔτι δὲ καὶ Ἀντιοχικῶν. ὅθεν εἰ μετὰ τὸν Ἴναχον αἶ διαφανέσταται πράξεις παρ’ Ἓλλησιν ἐγράφησάν τε καὶ γινώσκονται , δῆλον ὡς καὶ μετὰ Μωσέα.

κατὰ μὲν γὰρ Φορωνέα τὸν μετ’ Ἴναχον μνημονεύεται παρ’ Ἀθηναίοις Ὤγυγος, ἐφ’ οὗ κατακλυσμὸς ὁ πρῶτος , κατὰ δὲ Φόρβαντα Ἀκταῖος, ἀφ’ οὖ Ἀκταία ἡ Ἀττική ’ κατὰ δὲ Τριόπαν Προμηθεὺς καὶ Ἐπιμηθεὺς καὶ Ἄτλας καὶ ὁ διφυὴς Κέκροψ καὶ ἡ Ἰώ·