Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Πτολεμαῖος δὲ ὁ Μενδήσιος τὰ Αἰγυπτίων ἀνέκαθεν ἱστορῶν ἅπασι τούτοις συντρέχει· ὥστε οὐδ᾿ ἐπίσημος ἐπὶ πλέον ἡ τῶν χρόνων παραλλαγή.

σημειωτέον δὲ ὡς ὅ τι ποτὲ ἐξαίρετον Ἕλλησι δι᾿ ἀρχαιότητα μυθεύεται, μετὰ Μω- σέα τοῦθ᾿ εὑρίσκεται, κατακλυσμοί τε καὶ ἐκπυρώσεις, Προμηθεὺς, Ἰὼ, Εὐρώπη, Σπαρτοὶ, Κόρης ἁρπαγὴ, μυστήρια, νομοθεσίαι, Διονύσου πράξεις, Περσεὺς, ἆθλοι Ἡράκλειοι, Ἀργοναῦται, Κένταυροι, Μινώταυρος, τὰ περὶ Ἴλιον, Ἡρακλειδῶν κάθοδος, Ἰώνων ἀποικία, καὶ Ὀλυμπιάδες.

ἔδοξε δή μοι τῆς Ἀττικῆς βασιλείας τὸν προειρημένον ἐκτιθέναι χρόνον, παρατιθέναι μέλλοντι ταῖς Ἑβραϊκαῖς ἱστορίαις τὰς Ἑλληνικάς. ἐξέσται γὰρ τῷ βουλομένῳ, παρ᾿ ἐμοῦ τὴν ἀρχὴν κομιζομένῳ, λογίζεσθαι τὸν ἀριθμὸν ὁμοίως ἐμοί.”