Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τίσι ποτὲ λόγοις τὴν καθ’ Ἑβραίουσ φιλοσοφίαν τῆς Ἑλληνικῆς προτετιμήκαμεν , ὁποίοις τε λογισμοῖς τὰς παρὸ τοῖς ἀνδράσιν ἱερὰς βίβλους ἀπεδεξάμεθα προδιειληφότες, κἄπειτα καὶ αὐτοὺς τοὺς Ἕλληνας μὴ ἀγνοῆσαι τοὺς ἄνδρας, μνημονεῦσαι δὲ ὀνομαστὶ, καὶ τὸν βίον καταπλαγῆναι, τῆς τε βασιλικῆς μητροπόλεως καὶ τῆς λοιπῆς αὐτῶν ἱστορίας πολὺν πεποιῆσθαι λόγον παραστήσαντες, φέρε ἐπιθεωρήσωμεν, , ὡς οὐ μόνον τῶνδε γραφὴς ἠξίωσαν τὴν μνήμην, ἀλλὰ καὶ τῆς ὁμοίας αὐτοῖς διδασκαλίας τε καὶ μαθήσεως ἔν τισι τόν εἰς βελτίωσιν ψυχῆς συντεινόντων δογμάτων ζηλωταὶ κατέστησαν.

ὡς μὲν οὖν τὰ λοιπὰ τῶν μαθημάτων ἄλλοθεν ἄλλος τῶν θαυμαστῶν Ἑλλήνων τοὺς βαρβάρους ἐκπεριιὼν συνελέξατο, γεωμετρίαν, ἀριθμητικὴν, μουσικὴν, ἀστρονομίαν, ἰατρικὴν, αὐτά τε τὰ πρῶτα τῆς γραμματικῆς στοιχεῖα, μυρίας τε ἄλλας τεχνικὰς καὶ βιωφελεῖς ἐπιτηδεύσεις, αὐτίκα μάλα παραστήσω.

ὥσπερ οὖν τὴν περὶ πλειόνων θεῶν δόξαν , τά τε μυστήρια καὶ τὰς τελετὰς καὶ προσέτι τὰς ἱστορίας καὶ τὰς μυ-

v.1.p.530
θικὰς περὶ θεῶν διηγήσεις, τῶν τε μύθων τὰς ἀλληγορουμένας φυσιολογίας , καὶ τὴν λοιπὴν δεισιδαίμονα πλάνην, παρὰ βαρβάρων εἰλῆφθαι αὐτοῖς φθάσας ὁ λόγος ἀπέδειξεν, ὁπηνίκα τὰ πάντα τοὺς Ἓλληνας , γῆν πολλὴν πλανηθέντας , οὐκ ἀταλαιπώρως μὲν, ἐξ ἐράνου δὲ τῶν παρὰ βαρβάροις μαθημάτων, τὴν οἰκείαν ὑποστήσασθαι θεολογίαν ἐφωράσαμεν·

ὡς δὲ τὰ περὶ εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ , τά τε περὶ τῶν μάλιστα ζητουμένων εἰς ψυχῆς ὠφέλειαν δογμάτων , ἃ δὴ καὶ συνεκτικώτατα γένοιτ’ ἂν τῶν ἐν φιλοσοφίᾳ λόγων , οὐκ ἄλλοθεν εἶεν ἂν ἢ παρὰ μόνων Ἑβραίων πεπορισμένοι, οὐκ εἰς μακρὰν ἀποδειχθήσεται.

ἡ εἰ μὴ τοῦτο, συνενεχθηναι δὲ φαίη τις αὐτοὺς φυσικαῖς ὑποκινηθέντας ἐννοίαις , καὶ τοῦτο πρὸς ἡμῶν ἂν εἴη , εἰ τὰ μὴ μόνοις Ἑβραίοις ἄνωθεν ἐξ αἰῶνος ὑπὸ θεολόγων προφητῶν ἀνδρῶν παραδεδομένα, ἀλλὰ τὰ καί τισιν, εἰ καὶ μὴ πᾶσιν, αὐτοῖς δέ γε ὧν μέγα κλέος καθ’ Ελλάδα, καὶ φιλοσόφων διατριβαῖς ἐξητασμένα, ζηλοῦν προειλόμεθα.

τούτους δ’ ἂν εὕροις ἀριθμῷ μὲν ὄντας ληπτοὺς, ὅτι καὶ πάντα χαλεπά φασιν εἶναι τὰ καλὰ, οὐ μὴν ἀλλὰ πρωτείοις τῶν παρ’ Ἕλλησι φιλοσόφων τετιμημένους, ὡς διὰ τὴν πολλὴν εὐδοκίμησιν τῇ δόξῃ τοὺς ὁμοίους καλύπτειν.

οὐ χρὴ δὲ θαυμάζειν, εἰ καὶ τὰ παρ’ Ἑβραίοις δόγματα δυνατὸν εἶναί φαμεν ἐσκευωρῆσθαι αὐτοῖς, ὅτε μὴ μόνον τὰ λοιπὰ τῶν μαθημάτων Αἰγυπτίους καὶ Χαλδαίους τά τε ἄλλα τῶν βαρβάρων ἐθνῶν συνίστανται ἀποσυλήσαντες, ἀλλ’ εἰσέτι καὶ νῦν ἁλλίσκονται τῆς σφῶν αὐτῶν ἐν συγγράμμασι φιλοτιμίας ἀποστεροῦντες ἀλλήλους.

τὰς γοῦν τῶν πέλας ὁ καθ’ εἷς αὐτῶν λέξεις ὁμοῦ καὶ διανοίας καὶ ὅλας λόγων

v.1.p.531
συντάξεις ὑποκλέψας, ὡς ἐπ᾿ οἰκείοις πόνοις ἐσεμνύνατο. μηδὲ τοῦτον ὑπολάβῃς ἐμὸν εἶναι τὸν λόγον· αὐτῶν γὰρ τῶν πανσόφων ἀκούσῃ πάλιν τῆς ἐν λόγοις κλοπῆς ἀλλήλους ἀπελεγχόντων.

τοῦτο δέ γε αὐτὸ, ἐπείπερ ἅπαξ ὡρμήθημεν, ἀναγκαῖον πρῶτον ἁπάντων συνιδεῖν εἰς ἔλεγχον τοῦ τῶν δηλουμένων τρόπου. ὁ μὲν οὖν ἡμέτερος Κλήμης ἐν ἕκτῳ Στρωματεῖ τὴν περὶ τούτου σύστασιν εἰς πλάτος ἀπηύθυνε. τούτου δέ μοι πρώτου λαβὼν ἀνάγνωθι τὰς τοιάσδε φωνάς