Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Φοίνικας τοιγαροῦν καὶ Αἰγυπτίους πρώτους ἁπάντων ἀνθρώπων κατέχει λόγος ἥλιον καὶ σελήνην καὶ ἀστέρας θεοὺς ἀποφῆναι, μόνους τε εἶναι τῆς τῶν ὅλων γενέσεως τε καὶ φθορᾶς αἰτίους, εἶτα δὲ τὰς παρὰ τοῖς πᾶσι βοωμένας θεοποιίας τε καὶ θεογονίας εἰσηγήσασθαι τῷ βίῳ·

πρὸ δέ γε τούτων μηδένα μηδὲν πλέον τῶν κατ’ οὐρανὸν φαινομένων εἰδέναι, ὀλίγων ἐκτὸς ἀνδρῶν τῶν παρ’ Ἑβραίοις μνημονευομένων, οἳ διανοίας καθαρωτάτοις ὄμμασι πᾶν τὸ ὁρώμενον ὑπερκύψαντες τὸν κοσμοποιὸν καὶ τῶν

v.1.p.20
ὅλων δημιουργὸν ἐσεβάσθησαν, ὑπερθαυμάσαντες τῆς τοσαύτης αὐτὸν σοφίας τε καὶ δυνάμεως, ἣν ἐκ τῶν ἔργων ἐφαντάσθησαν, καὶ μόνον εἶναι θεὸν πεισθέντες μόνον εἰκότως ἐθεολόγησαν, τὴν ἀληθῆ καὶ πρώτην καὶ μόνην ταύτην εὐσέβειαν παῖς παρὰ πατρὸς διαδεξάμενοι καὶ φυλάξαντες.

οἵ γε μὴν λοιποὶ τῶν ἀνθρώπων τῆσδε τῆς μόνης καὶ ἀληθοῦς ἀποπεσόντες εὐσεβείας, τὰ φωσφόρα τῶν οὐρανίων σαρκὸς ὀφθαλμοῖς, οἷα νήπιοι τὰς ψυχὰς, καταπλα- γέντες, θεούς τε ἀνεῖπον καὶ θυσίαις καὶ καταπλαγέντες, ἐγέραιρον, οὐ νεὼς δειμάμενοι, οὐδ’ ἀφιδύμασι καὶ ξοάνοις θνητῶν εἰκόνας πλασάμενοι, πρὸς αἰθέρα δὲ καὶ αὐτὸν οὐρανὸν ἀποβλέποντες καὶ μέχρι τῶν τῇδε ὁρωμένων ταῖς ψυχαῖς ἐφικνούμενοι.

ἀλλ’ οὐ τῇδε ἄρα καὶ τοῖς μετέπειτα ἀνθρώποις τὰ τῆς πολυθέου πλάνης περιίστατο, ἐλαύνοντα δὲ εἰς βυ- θὸν κακῶν μείζονα τῆς ἀθεότητος τὴν δυσσέβειαν ἀπειγάζετο, Φοινίκων, εἶτα Αἰγυπτίων ἀπαρξαμένων τῆς πλάνης· παρ’ ὧν φάσι πρῶτον Ὀρφέα τὸν Οἰάγρου μεταστησάμενον τὰ παρ’ Αἰγυπτίοις Ἕλλησι μεταδοῦναι μυστήρια, ὥσπερ οὖν καὶ Κάδμον τὰ Φοινικικὰ τοῖς αὐτοῖς ἀγαγεῖν μετὰ καὶ τῆς τῶν γραμμάτων μαθήσεως· οὔπω γὰρ εἰσέτι τοὺς Ἓλληνας τότε τὴν τῶν γραμμάτων χρῆσιν εἰδέναι.

πρῶτα τοίνυν σκεψόμεθα τὰ τῆς κοσμογονίας τῆς πρώτης, ὅπως οἱ δηλούμενοι διειλήφασι· ἔπειτα τὰ περὶ τῆς πρώτης καὶ παλαιτάτης τοῦ τῶν ἀνθρώπων βίου δεισιδαιμονίας· καὶ τρίτον τὰ Φοινίκων, τέταρτον τὰ Αἰγυπτίων, μεθ’ ἃ πέμπτον τὰ Ἑλλήνων διελόντες πρότερον μὲν τὴν καὶ τούτων παλαιὰν καὶ μυδικτέραν πλάνην ἐποπτεύσομεν, εἶτα δὲ τὴν σεμνοτέραν καὶ φυσικωτέραν δὴ περὶ θεῶν φιλοσοφίαν, καὶ μετὰ

v.1.p.21
ταῦτα τὸν περὶ τῶν θαυμαστῶν χρηστηρίων ἐφοδεύ- σομεν λόγον· ἐφ’ οἷς καὶ τὰ σεμνὰ τῆς γενναίας Ἑλλήνων φιλοσοφίας ἐπισκεψόμεθα.

τούτων δ’ ἡμῖν διευκρινηθέντων ἐπὶ τὰ Ἑβραίων μεταβησόμεθα, τῶν δὴ πρώτων καὶ ἀληθῶς Ἑβραίων, καὶ τῶν μετὰ ταῦτα τὴν Ἰουδαίων λαχόντων προσηγορίαν. ἐπὶ πᾶσι δὲ τούτοις ὥσπερ ἐπισφράγισμα τῶν ὅλων ἐποίσομεν τὰ ἡμέτερα.

ἀναγκαίως δὲ τῆς τούτων ἁπάντων μνημονεύσομεν ἱστορίας, ὡς ἂν διὰ τῆς τῶν ἑκασταχοῦ τεθαυμασμένων παραθέσεως ὁ τῆς ἀληθείας ἔλεγχος ἀποδειχθῇ, ὁποίων τε ἡμεῖς ἀποστάντες τὴν ὁποίαν εἱλόμεθα φανερὸν τοῖς ἐντυγχάνουσι γένηται.

ἀλλὰ γὰρ ἐπίωμεν ἐπὶ τὸ πρῶτον. πόθεν δῆτα πιστωσόμεθα τὰς ἀποδείξεις; οὐ μὲν δὴ ἐκ τῶν παρ’ ἡμῖν γραμμάτων, ὡς ἂν μὴ δοκοίημεν κεχαρισμένα πράττειν τῷ λόγῳ· μάρτυρες δὲ παρέστων ἡμῖν Ἑλγήνων αὐτῶν οἱ τε τὴν φιλοσοφίαν αὐχοῦντες καὶ οἱ τὴν ἄλλην τῶν ἐθνῶν ἱστορίαν διηρευνηκότες.

γράφει τοίνυν ἄνωθεν τὴν παλαιὰν Αἰγυπτίων ὑφηγούμενος θεολογίαν ὁ Σικελιώτης Διόδωρος, γνω- ριμώτατος ἀνὴρ τοῖς Ἑλλήνων λογιωτάτοις, ὡς ἂν ὑπὸ μίαν συναγηοχὼς πραγματείαν ἅπασαν τὴν ἱστορικὴν βιβλιοθήκην. ἐξ οὗ πρῶτα παραθήσομαι ἃ περὶ τῆς τοῦ παντὸς κοσμογονίας ἀρχόμενος τοῦ λόγου διείληφε, τὰς τῶν παλαιῶν ἱστορῶν δόξας τοῦτον τὸν τρόπον.