Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Τὴν τῶν ὅλων ἀρχὴν ὑποτίθεται ἀέρα ζο c φώδη καὶ πνευματώδη, ἢ πνοὴν ἀέρος ζοφώδους, καὶ χάος θολερὸν, ἐρεβῶδες. ταῦτα δὲ εἶναι ἄπειρα καὶ διὰ πολὺν αἰῶνα μὴ ἔχειν πέρας. ὅτε δὲ, φησὶν, ἠράσθη τὸ πνεῦμα τῶν ἰδίων ἀρχῶν καὶ ἐγένετο σύγκρασις, ἡ πλοκὴ ἐκείνη ἐκλήθη πόθος. αὕτη δὲ ἀρχὴ κτίσεως ἁπάντων. αὐτὸ δὲ οὐκ ἐγίνωσκε τὴν αὐτοῦ κτίσιν, καὶ ἐκ τῆς αὐτοῦ συμπλοκῆς τοῦ πνεύματος ἐγένετο Μώτ.

τοῦτό τινές φασιν ἰλὺν, οἷ

v.1.p.41
δὲ ὑδατώδους μίξεως σῆψιν. καὶ ἐκ ταύτης ἐγένετο πᾶσα σπορὰ κτίσεως καὶ γένεσις τῶν ὅλων. ἦν δέ τινα ζῷα οὐκ ἔχοντα αἴσθησιν, ἐξ ὧν ἐγένετο ζῷα νοερὰ, καὶ ἐκλήθη Ζωφασημὶν, τοῦτ’ ἔστιν οὐρανοῦ κατόπται. καὶ ἀνεπλάσθη ὁμοίως ᾠοῦ σχήματι, καὶ ἐξέλαμψε Μὼτ, ἥλιός τε καὶ σελήνη ἀστέρες τε καὶ ἄστρα μεγάλα.”

Τοιαύτη μὲν αὐτῶν ἡ κοσμογονία, ἄντικρυς ἀθεότητα εἰσάγουσα· ἴδωμεν δὲ ἐξῆς ὡς καὶ τὴν ζωογονίαν ὑποστῆναι λέγει. φησὶν οὑν

“Καὶ τοῦ ἀέρος διαυγάσαντος, διὰ πύρωσιν καὶ τῆς θαλάσσης καὶ τῆς γῆς ἐγένετο πνεύματα καὶ νέφη καὶ οὐρανίων ὑδάτων μέγισται καταφοραὶ καὶ χύσεις. καὶ ἐπειδὴ διεκρίθη, καὶ τοῦ ἰδίου τόπου διεχωρίσθη διὰ τὴν τοῦ ἡλίου πύρωσιν, καὶ πάντα συνήντησε πάλιν ἐν ἀέρι τάδε τοῖσδε, καὶ συνέρραξαν, βρονταί τε ἀπετελέσθησαν καὶ ἀστραπαὶ, καὶ πρὸς τὸν πάταγον τῶν βροντῶν τὰ πριγεγραννέβα νοερὰ ζῷα ἐγρηγόρησεν, καὶ πρὸς τὸν ἦχον ἐπτύρη, καὶ ἐκινήθη ἔν τε γῇ καὶ θαλάσσῃ ἄρρεν καὶ θῆλυ.”

Τοιαύτη αὐτοῖς καὶ ἡ ζωογονία. τούτοις ἐξῆς ὁ αὐτὸς συγγραφεὺς ἐπιφέρει λέγων

“Ταῦθ’ ηὑρέθη ἐν τῇ κοσμογονίᾳ γεγραμμένα Τααύτου καὶ τοῖς ἐκείνου ὑπομνήμασιν, ἔκ τε στοχασμῶν καὶ τεκμηρίων ὧν ἑώρακεν αὐτοῦ ἡ διάνοια καὶ ηὗρε καὶ ἡμῖν ἐφώτισεν.’

Ἑξῆς τούτοις ὀνόματα τῶν ἀνέμων εἰπὼν νότοου καὶ βορέου καὶ τῶν λοιπῶν ἐπιλέγει

“Ἀλλ’ οὗτοί γε πρῶτοι ἀφιέρωσαν τὰ τῆς γῆς βλαστήματα καὶ θεοὺς ἐνόμισαν, καὶ προσεκύνουν ταῦτα, ἀφ’ ὦν αὐτοί τε διεγένοντο καὶ οἶ ἑπόμενοι,

v.1.p.42
καὶ οἱ πρὸ αὐτῶν πάντες, καὶ χοὰς καὶ ἐπιθύσεις ἐποίουν.”

Καὶ ἐπιλέγει

“Αὗται δ᾿ ἦσαν αἱ ἐπίνοιαι τῆς προσκυνήσεως ὅμοιαι τῇ αὐτῶν ἀσθενείᾳ καὶ ψυχῆς ἀτολμίᾳ. εἶτά φησι γεγενῆσθαι ἐκ τοῦ Κολπία ἀνέμου καὶ γυναικὸς Βάαυτ, τοῦτο δὲ νύκτα ἑρμηνεύει, Αἰῶνα καὶ Πρωτόγονον, θνητοὺς ἄνδρας, οὕτω καλουμένους· εὑρεῖν δὲ τὸν Αἰῶνα τὴν ἀπὸ δένδρων τροφήν. ἐκ τούτων τοὺς γενομένους κληθῆναι Γένος καὶ Γενεὰν, καὶ οἰκῆσαι τὴν Φοινίκην· αὐχμῶν δὲ γενομένων τὰς χεῖρας εἰς οὐρανὸν ὀρέγειν πρὸς τὸν ἥλιον. τοῦτον γὰρ (φησὶ) θεὸν ἐνόμιζον μόνον οὐρανοῦ κύριον. Βεελσάμην καλοῦντες, ὅ ἐστι παρὰ Φοίνιξι κύριος οὐρανοῦ, Ζεὺς δὲ παρ᾿ Ἕλλησι.”

Μετὰ δὲ ταῦτα πλάνην Ἕλλησιν αἰτιᾶται λέγων

“Οὐ γὰρ ματαίως αὐτὰ πολλαχῶς διεστειλάμεθα, σιν ὀνομάτων, ἅπερ οἱ Ἕλληνες ἀγνοήσαντες ἄλλως ἐξεδέξαντο, πλανηθέντες τῇ ἀμφιβολίᾳ τῆς μεταφράσεως.”

Ἑξῆς φησιν

“Ἀπὸ Γένους Αἰῶνος καὶ Πρωτογόνου γεννηθῆναι αὖθις παῖδας θνητοὺς, οἷς εἶναι ὀνόματα Φῶς καὶ Πύρ καὶ Φλόξ. οὗτοι (φησὶν) ἐκ παρατριβῆς ξύλων εὗρον πῦρ καὶ τὴν χρῆσιν ἐδίδαξαν. υἱοὺς δὲ ἐγέννησαν οὗτοι μεγέθει τε καὶ ὑπεροχῇ κρείσσονας, ὧν τὰ ὀνόματα τοῖς ὄρεσιν ἐπετέθη ὧν ἐκράτησαν, ὡς ἐξ αὐτῶν κληθῆναι τὸ Κάσσιον, καὶ τὸν Λίβανον, καὶ τὸν Ἀντιλίβανον, καὶ τὸ Βραθύ. ἐκ τούτων (φησὶν) ἐγεννήθη Σαμημροῦμος, ὁ καὶ Ὑψου- ράνιος, καὶ Οὔσωος· ἀπὸ μητέρων δὲ (φησὶν) ἐχρη-

v.1.p.43
μάτιζον, τῶν τότε γυναικῶν ἀνέδην μισγομένων οἷς ἀν’ ἐντύχοιεν.

Εἶτά φησι

“Τὸν Ὑψουράνιον οἰκῆσαι Τυρὸν, καλύβας τε ἐπινοῆσαι ἀπὸ καλάμων καὶ θρύων καὶ παπύρου, στασιάσαι δὲ πρὸς τὸν ἀδελφὸν Οὔσωνον, ὃς τῷ σώματι ·πρῶτος ἐκ δερμάτων ὧν ἴσχυσε συλλαβεῖν θηρίων εὗρε. ῥαγδαίων δὲ γενομένων ὄμβρων καὶ πνευμάτων παρατριβέντα τὰ ἐν τῇ Τυρῷ δένδρα πῦρ ἀνάψαι καὶ τὴν αὐτόθι ὕλην καταφλέξαι. δένδρου δὲ λαβόμενον τὸν Οὒσωον καὶ καὶ ἀποκλαδεσαντα πρῶτον τολμῆσαι εἰς θάλατταν ἐμβῆναι· ἀνιερῶσαι δὲ δύο στήλας πυρὶ καὶ πνεύματι, καὶ προσκυνῆσαι, αἷμά τε σπένδειν αὐταῖς ἐξ ὧν ἤγρευε θηρίων.