The Passion of Perpetua and Felicitas
Martyrium Perpetuae et Felcitatis
The Passion of S. Perpetua. Robins, J. Armitage, editor. Cambridge: Cambridge University Press, 1891.
Ταῖς μακαρίαις δὲ νεάνισιν ἀγριωτάτην δάμαλιν ήτοίμμασεν ὁ διάβολος, τὸ θῆλυ αὐτῶν παραζηλῶν διὰ τοῦ θηρίου· καὶ γυμνωθεῖσαι γοῦν προσήγοντο· ὅθεν ἀπεστράφη ὁ ὄχλος, μίαν μὲν τρυφερὰν κόρην βλέπων, τὴν δὲ ἄλλην μασθοῖς στάζουσαν γάλα, ὡς προσφάτως κυήσασαν· καὶ ἀναληφθεῖσαι πάλιν, καὶ δικτύοις περιβληθεῖσαι, ἐνδιδύσκονται ὑποζώσμασιν· ὅθεν εἰσελθουσῶν αὐτῶν, ἡ Περπετούα πρώτη κερατισθεῖσα ἔπεσεν ἐπ᾽ ὀσφύος· καὶ ἀνακαθίσασα τὸν χιτῶνα ἐκ τῆς πλευρᾶς αὐτῆς συναγαγοῦσα, ἐσκέπασεν τὸν ἑαυτῆς μηρόν, αἰδοῦς μᾶλλον μνημονεύσασα ἢ πόνων· αἰδουμένη, μηδαμῶς φροντίσασα τῶν ἀλγηδόνων· καὶ ἐπιζητήσασα βελόνην τὰ ἐσπαραγμένα συνέσφιγξεν, καὶ τὰς τρίχας τῆς κεφαλῆς περιέδησεν· οὐ γὰρ ἕπρεπεν τῇ μάρτυρι θριξὶν σπαραχθείσαις ὁρᾶσθαι· ἵνα μὴ ἐν τῇ ἰδίᾳ τιμῇ δοκῇ πενθεῖν. καὶ κερατισθεῖσαν ἰδοῦσα τὴν Φηλικητάτην, προσῆλθεν αὐτῇ καὶ κρατήσασα τὴς χειρὸς αὐτῆς ἤγειρεν αὐτήν. καὶ ἕστησαν ἅμα· τῆς δὲ σκληρότητος τοῦ ὄχλου ἐκνικηθείσης ἀνελήφθησαν εἰς τὴν πύλην τὴν ζωτικήν· ἐκεῖ ἡ Περπετούα ὑπό τινος κατηχουμένου ὀνόματι Ῥουστίκου, ὃς παρειστήκει αὐτῇ, ὡς ἐξ ὕπνου ἐγερθεῖσα (οὕτως ἐν πνεύματι γέγονεν ἔκστασιν παθοῦσα), καὶ περιβλεψαμένη θαμβούντων ἁπάντων ἔφη· Πότε βαλλόμεθα πρὸς τὴν δάμαλιν ἣν λέγουσιν; καὶ ἀκούσασα ὅτι ἤδη ἐξεληλύθει πρὸς αὐτήν, οὐ πρότερον ἐπίδιὸ
στευσεν πρὶν ἢ σημεῖά τινα τῆς βλάβης ἐν τῷ ἰδίῳ σώματι ἑωράκει· ἀναδειχθέντων δὲ καλέσασα τὸν ἴδιον ἀδελφὸν καὶ αὐτὸν τὸν κατηχούμενον παρεκάλει ἵνα ἐν πίστει διαμείναωσιν καὶ ἀλλήλους ἀγαπῶσιν, καὶ τοῖς παθήμασιν ἐκείνοις μὴ σκανδαλισθῶσιν τοιούτοις οὖσιν.Καὶ ἐν ἑτέρᾳ πύλῃ ὁ Σάτυρος τῷ στρατιώτῃ Πούδεντι προσωμίλει, καθόλου λέγων ὅτι Κατὰ τὴν πρόλεξιν τὴν ἐμήν, ὡς καὶ προεῖπον, οὐδὲ ἓν θηρίων ἥψατό μου ἕως ἄρτι· ἰδοὺ δὲ νῦν, ἵνα ἐξ ὅλης καρδίας διαπιστεύσῃς, προσέρχομαι, καὶ ἐν ἑνὶ δήγματι παρδάλεως τελειοῦμαι· καὶ εὐθὺς ἐν τέλει τῆς θεωρίας πάρδαλις αὐτῷ ἐβλήθη, καὶ ἐν ἑνὶ δήγματι τοῦ αἵματος τοῦ ἁγίου ἐνεπλήσθη· τοσοῦτον αἷμα ἐρρύη, ὡς λογισθῆναι δευτέρου βαπτισμοῦ μαρτύριον· καθὼς καὶ ἐπεφώνει ὁ ὄχλος βοῶν καὶ λέγων· Καλῶς ἐλούσω, καλῶς ἐλούσω. καὶ μὴν ὑγιῆς ἦν ὁ τοιούτῳ τρόπῳ λελουμένος. τότε τῷ στρατιώτῃ Πούδεντι ἔφη· Ὑγίαινε καὶ μνημόνευε πίστεως καὶ ἐμοῦ· καὶ τὰ τοιαῦτα καὶ στερεωσάτω σε μᾶλλον ἢ ταραξάτω. καὶ δακτύλιον αἰτήσας παρ᾽ αὐτοῦ καὶ ἐνθεὶς αὐτὸ τῷ ἰδίῳ αἵματι ἔδωκεν αὐτῷ μακαρίαν κληρονομίαν, ἀφεὶς μνήμην καὶ ἐνθήκην αἵματος τηλικούτου. μετὰ ταῦτα λοιπὸν ἐμπνέων ἔτι ἀπήχθη μετὰ καὶ τῶν ἄλλων τῷ συνήθει τόπῳ· εἰς σφαγὴν δὲ ὁ ὄχλος ᾔτησεν αὐτοὺς εἰς μέσον μεταχθῆναι, ὅπως διὰ τῶν ἁγίων σωμάταων ἐλαυνόμιενον τὸ ξίφος θεάσωνται· καὶ οἱ μακάριοι μάρτυρες ἑκόντες ἠγέρθησαν· ᾖσχύνοντο γὰρ ὀλίγους μάρτυρας ἔχειν ἐπὶ τῷ μακαρίῳ θανάτῳ αὐτῶν. καὶ δὴ ἐλθόντων αὐτῶν ὅπου ὁ ὄχλος ἐβούλετο, πρῶτον κατεφίλησαν ἀλλήλους ἵνα τὸ μυστήριον διὰ τῶν οἰκείων τῆς πίστεως τελειώσωσιν· καὶ μετέπειτα ἀσμένως ὑπέμειναν τὴν διὰ τοῦ ξίφους τιμωρίαν· πολλῷ δὲ μᾶλλον ὁ
Σάτυρος, ὁ δὴ πρότερος τὴν κλίμακα ἐκείνην ἀναβάς, ὃς καὶ ἔπεισεν τὴν Περπετούαν ἀναβαίνειν. ἡ δὲ Περπετούα, ἵνα καὶ αὐτὴ γεύσηται τῶν πόνων, περὶ τὰ ὀστέα νυγεῖσα ἠλάλαξεν, καὶ πεπλανημένην τὴν δεξιὰν ἀπείρου μονομάχου κρατήσασα προσήγαγεν τῇ κατακλεῖδι ἑαυτῆς· ἴσως τὴν τοσαύτην γυναῖκα τοῦ ἀκαθάρτου πνεύματος φοβουμένου καὶ φονευθῆναι μὴ βουλομένοιυ Ὦ ἀνδριώτατοι καὶ μακαριώτατοι μάρτυρες καὶ στρατιῶται ἐκλεκτοί, εἰς δόξαν Κυρίου Ἰησοῦ Χριστοῦ κεκλημένοι. πῶς μεγαλύνωμεν ὑμᾶς ἢ μακαρίσωμεν, γενναιότατοι στρατιῶται; οὐχ ἧσσον τῶν παλαιῶν γραφῶν, ἃ εἰς οἰκοδομὴν ἐκκλησίας ἀναγινώσκεσθαι ὀφείλει ἡ πανάρετος πολιτεία τῶν μακαρίων μαρτύρων * * * * * * δι᾽ ὧν δόξαν ἀναπέμπομεν τῷ πατρὶ τῶν αἰώνων, ἅμα τῷ μονογενῖ αὐτοῦ υίῷ τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ σὺν ἁγίῳ πνεύματι· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώναων. ἀμήν.