(Sophoniae) In Parva Naturalia Commentarium

Themistius

Themistius. (Sophoniae) In Parva Naturalia Commentarium (Commentaria in Aristotelem Graeca, 5.6). Wendland, Paul, editor. Berlin: Reimer, 1903.

1
[*](Themist. ed. Spengel)

Περὶ δὲ μνήμης καὶ τοῦ μημονεύειν λεκτέον τί ἐστι καὶ διὰ τίνα [*](p. 232) αἰτίαν υίνεται καὶ τῶν τῆς ψυχῆς μορίων συμβαίνει τοῦτο τὸ πάθος καὶ τὸ ἀναμιμνῂσκεσθαι· οὐ γὰρ οἱ αὐτοί εἰσι μνημονικοὶ καὶ ἀναμνηστικοί, ἀλλ’ ὡς ἐπὶ τὸ πολὺ μνημονικώτεροι μὲν οἱ βραδεῖς, ἀναμνητικώτεροι δὲ οἱ τακεῖς καὶ εὐμαθεῖς. ἐπεὶ δὲ σαφέστερα τῶν ἐνεργειῶν τὰ ἐφ’ ἃ αἱ ἐνέργειαι, ὤσπερ ἐν τοῖς Περὶ αἰσθητῶν καὶ αἰσθήσεως ἐκ τῶν ὑποκειμένων τὸν λόγον ὡς μᾶλλον ἐναργῶν ἐποιούμεθα πρότερον, αὕτω δὴ καἰνταῦθα πρῶτον μἐν σκεπτέον, ποῖά εἰσι μνημονευτά· πολλάκις γάρ ἐξαπατᾷ τοῦτο. οὔτε γὰρ τὸ μέλλον ἐνδέκεται μνημονεύειν ἀλλ’ ἔστι δοξαστὰν καὶ έλπιστόν· εἴη δ’ ἄν καὶ ἐπιστήμν τις ἐλπιστική, καθάπερ τινές φασι τὴν μαντικάν), οὔτε τὸ ἐνεστώς, ἀλλ’ ἔστιν αἴσθησις τοῦ παρόντος· ταύτῃ υὰρ οὔτε τὸ μέλον | οὄτε τὸ γενόμενον γνωρίξομεν, ἀλλὰ τὸ παρὸν μόνον. λείπεται δὴ τὸ παρεληλυθὸς μνημονεύειν, καὶ ἔστιν ἡ μνήμη τοῦ γενομένου· τὸ δὲ παρὸν ὄτε πάρεστιν, οἶον τοδὶ τὸ λευκὸν ὅτε ὁρᾷ, οὐδεὶς ἄν φαίη μνημονεύειν, οὐδὲ τὸ θεωρούμενον καὶ νοητὸν ὁ θεωρῶν ἄρτι πρώτως καὶ νοῦν μέμνηται, ἀλλὰ τὸ μὲν αἰσθάνεσθαί φασι, τὸ δὲ μανθάνειν καὶ εἰς ἐπιστήμην ἄγεσθαι. ὅταν δ’ ἄνευ τῶν ἔργων ἔκῃ τὴν ἐπιστήμην καὶ τὴν αἴσθησιν ἔργα δὲ λέγω οἶον τοδὶ τὸ ζῷον ἢ τοδὶ τὸ λευκὸν καὶ τὸ ἐν τῷδε βιβλίῳ τρίγωνον), προσεννοῇ δὲ καὶ χρόνον, τότ’ ἄν ἀπλῶς μεμνῆσθαι λέγοιτο. οὕτω μέεμνηται τὰς τοῦ τριγώνου γωνίας [*](4 — 8 Arist. p. 449b4—8 8—10 cf. Mich. p. 6,21—23 We. 11 p. 449b9 — 18 20 — p. 2,17 Mich. p. 7,10—8,20) [*](1 — 3 Παρἀφρασος—Σοφονίου B βιβλια scripsi: βιβλίον B): θεμιστίου παράφρασις A 2: θεμιστίου παράφρασις εἰς τὸ περὶ μνήμης καὶ ἀναμήσεως ἀριστοτέλους C 5 τοῦτο συμβαίνει Arist. MSU 6 οἱ cum Arist. C 2: om. ceteri 10 ποιούμεθα Β πρότερον AB: πρῶτον Ca δὴ Ca: δεῖ AB 11 ληπτέον Ar. EMY 14 ἐνεστός a 15 γενόμενον cum Arist. AB: γεγονὸς Ca 18 τὸ om. a ὅτε et τυγχάνει cum Arist. LSU om., ut vid. 19 ἐννοῶν Arist. EY 21 τοδὶ (post ἣ) om. B 22 προσεννοῇ δὲ καὶ χρόνον] προσοπυσης ἔτι τῆς εἰκόνος Ca)

2
ὄτι δυσὶν ὀρθαῖς ἴσαι, καὶ τὸν Σωκράτην ὅτι λευκός, τὸ μὲν ὄτι ἔμαθέ ποτε παρὰ τοῦδε ἐν τῷδε ἤ ἐθεώρησεε, τὸ δὲ ὅτι ἤκουσεν ἤ ἶδεν ἤ τι τοιοῦτον. ἀεὶ γὰρ ὄταν ἐνεργῇ ἡ ψυκὺ κατὰ τὸ μνημονεύειν τὸ δέ ἐστι θεωρεῖν τοῦς τύπους τῶν ἐν αὐτῇ πραγμάτων μὴ καθ’ ἐαυτοὺς ἀλλ’ ὡς ὡς εἰκόνας ἐτέρων), συναισθάνεται χρόνου· οὔτω γὰρ λέγει, ὅτι πρότερον τοῦτο ᾖσθετο ἤ ἐνόησεν. ἔστι μέν οὖν ἡ μνήμη οὔτ’ αἴσθησις οὔτε φαντασία οὔτε τις ἐτέρα νόησις, ἀλλὰ τούτων τινὸς ἕξις ἤ πάρος, ὅταν πρασλαμβάνηται χρόνος, καθ’ ὅν τὸ ἐγκατάλειμμα γέγονε καὶ ἀφ’ οὖ· τοῦ δἐ νῦν ἐνεργούντος ἠ ἐν τῷ νῶν ἐνέργεια οὔκ ἐστι μνήμη, καθάπερ εἴρηται· ἔστι γὰρ τοῦ μὲν παρόντος αἴσθησις, τοῦ δὲ μέλλοντος ἐλπίς, τοῦ δὲ γενομένου μνήμη, διὸ μετὰ χρόνου πᾶσα μνήμη· ὅθεν ὅσα χρόνου αἰσθάνεται, ταῦτα μόνα τῶν ζῲων καὶ μνημονεύει καὶ μορίῳ ψυχὴς οὐκ ἀλλῳ ἢ ᾦ αἰσθάνεται. ὁ γὰρ πεπτωκὼς πέρυσιν εἰς τόνδε τὸν βόθρον ὄνος, σήμερον δὲ ἰδὼν καὶ ἀναχωρήσας μέμνηται ὄτι πρῶτον πέπτωκε, διαφέρει μέεντοι· ὁ μὲν γὰρ ἄνθρωπος πρὸς τῷ συναισθάνεσθαι, πότε εἶδεν ἤ ἤκουσεν, οἶδε καὶ τὴν διαφορὰν πρὸς τὸν παρεεληλυθότα τοῦ μέλλοντος, τὰ δ’ ἄλογα τοῦτο μόνον ὄτι νῦν πίπτει ἤ πάλαι πέπτωκε, καὶ ὁ μέν ἑαυτοῦ συναισθάνεεται ιαν μνημονεύοντος, τὰ δὲ οὔ· ἔτι τῶν ἀλόγων τὰ μέν τὴν φαντασι καθαρώτερα καὶ μνημονικώτερα ὡς μέλισσα καὶ περιστερὰ καὶ τὰ ὅμοια, τὸ δὲ συγκεχυμένην ἔχοντα ὡς μυῖαι καὶ σκύληκεσ ἀμνήμονα.

Ἀπορήσειε δ’ ἅν τις· εἰ δὴ τούτῳ μνημονεύομεν ᾦ καὶ αἰσθανόμεθα, οὐκ ἄν εἴη μνήμη τῶν νογτῶν· εἰ δὲ ἔστι (μνημονεύομεν γὰρ τῶν θεωρημάτων, καὶ τούτων μάλιστα τοῖς καθολικωτέροις ὁ νοῦς ἐνδιατρίβει), λείπεται μὴ μόνης τῆς αἰσθητικῆς ψυκῆς τὸ μεμνῆσθαι λέγειν, ἀλλὰ καὶ τῆς λογικῆς. ἢ τῶν μὲν αἰσθητῶν μνήμη καθ’ αὑτὸ ὥσπεερ καὶ φαντασία, τῶρ δἐ νοητῶν κατὰ συμβεβηκός· ὁ γὰρ νοῦς συμπλέκεται τῇ φαντασίᾳ κὰκ τὼν ἐν αὐτῇ παρὰ τῆς ἐνεργείᾳ αἰσθήσεως γεγραμμένων τύπων ἀποσυλᾷ τὰ καθόλου, καὶ ὥσπερ ἄνευ τῆς ἐνεργείᾳ αἰσθήσεως οὐκ ἔστι φαντασία, οὕτως οὐδἐ ταὐτης σωρὶς λῆψις τοῦ καθόλου. εἰ δἐ τοῦτο, δῆλον ὅτι, καθάπερ ἡ αἴσθησις καθ’ αὑτὸ μὲν ὁρᾷ τὸν ἐν Ἀθήναις γεγραμμένον ἐλέφαντα, κατὰ συμβεβηκὸς δὲ τὸν ἐν Ἰνδίᾳ νεμόμενον, ἢ ἕσπερ τόνδε τόνδε τὸν Σωκράτην ὁρῶντες τὸν κοινὸν προσεννοοῦμεν καὶ εἰδικὸν ἄνθρωπον, οὕτω καὶ ἡ μνήμη καθ’ αὑτὴν μὲν ἐνεργεῖ περὶ τοὺς ἐν τῇ φαντασίᾳ τύπους καὶ [*](1 exemplum Socratis ipse addidit 18—20 nova, cf. Soph. De an p. 55,27 ss. 21—p. 3,25 Mich. p. 8,28—11,12) [*](4 ἐαυτοὺς Aa: αὑτοὺς BC 8 γέγονε καὶ ἀφ’ οὖ, B, evanidus A (Michael): ἐγκαταλέλεειπται Ca ante ἡ add. ἢ a 12 ψυχῆς Ca, cf. Mich. p. 8,19: ψυχικῶ AB 13 βόρβορον B βόθρον etiam Mich.) 14 ἀναχωρήσας AB Mich.: ἀναγνωρίσας Ca πρῶτον AB πρῶτον πέπτωκεν ἐν αὐτῶ Μich. CRP, πρότερον recte Sa): εἰς τόνδε τὸν βόθρον Ca 17 συναίσθεται B 18 ἔτι τῶν ἀλόγων ] καὶ τούτων C: C: καὶ a 19 primum καὶ om. Ca 20 ἀλήμονα Spengel cf. p. 5,25. 16,4.7: ἄμνημα ABa 21 ἀπορήσειε δ’ ἄν Ca: ἀπορήσειεν ἄν AB 23 διατρίβει B)

3
τὰ ἐγκαταλέίμματα, κατὰ συμβεβηκὸς δὲ περὶ τὰ καθόλου· ὥστε ἔστι καθ’ αὑτὸ μἐν ἡ | μνήμη τοῦ πρώτου αἰσθητικοῦ, οὖ καὶ ἡ φαντασία, τοῦ δὲ νοουμένου κατὰ συμβεβηκός. συμβαίνει γὰρ τὸ αὐτὸ πάθος ἐν τῷ νοεῖν, ὅπερ καὶ ἐν τῷ διαγράφειν· ἐκεῖ τε γὰρ οὐδέν προσχρώμενοι τῷ τὸ ποσὸν ὡρισμένον ἐἶναι τοῦ τριγώνου ὄμως γράφομεν ὡρισμένον κατὰ τὸ ποσόν ἐν γὰρ τῇ ἀποδείξει, ὅτι τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὁρθαῖς ἴσαι, μὴ χρῂζοντες πρὸς τὴν ἀπόδειξιν ὡρισμένου ποσοῦ — κἄν γὰρ δακτυκιαία ἐκάστη τῶν πλευρῶν ἢ καὶ σπιθαμιαία ὐποτεθείη κἄν ἥτις οὖν, δειχθήσονται δθσὶν ὀρθαῖς ἴσαι — ὅμως διαγράφομεν ὡρισμένον τρίγωνον· ὃ γὰρ ἂν γραρῇ, ἢ ἰσόπλευρον ἀνάγκη εἶναι ἢ τοιοῦτόν τι, πᾶν δὲ τὸ γεγραμμένον εὐθύγραμμον ὥρισται), καὶ ὁ νοῶν ὡσαύτως, κἄν μὴ ποσὸν νοῇ, ἀλλ’ ἄλλην τινὰ κατηγορίαν, μετὰ ποσοῦ μέντοι νοεῖ· κἄν γὰρ θερμὸν κἄν ὀσμὴν ἢ λευκὸν κἂν ἄλλο τι τῶν ἀμερῶν νοῇ, ὅμως τίθεται πρὸ ὀμμάτων ποσόν· ἢ γὰρ ἐπιφάνεειαν λευκὴν ἢ σῶνμα θερμόν. ἀλλὰ κἄν ποτε πρὸς τὸν καὶ πολυτίμητον ἐπιστρέψῃ νοῦν, εὐθὺς ὄγκους καὶ διαστάσεις τινὰς κἀνκεῖ φαντάζεται, καὶ ἀληθές, ὅ φησιν ὁ ΙΙλάτων περὶ τῆς φαντασάας, ὡς ταῖς τοῦ νοῦ συνημμένη νοήσεσιν οὐκ ἐᾷ καθαρὰς ποιεῖσθαι. τάχα μέντοι εἰ καὶ μετὰ ποσότητος νοεῖ τὰ ἄποσα καὶ ἀσώματα, ἀλλ’ οὐχ ᾖ ποσά, ἀλλ’ ᾗ τὸ μεν λευκὸν διακριτικὸν ὄψεως, τὸ δὲ μέλαν συγκριτικόν κἂν τὸ νοούμενον δὲ τῆς φύσεως τῶν ποσῶν ᾖ, ὡς τρίγωνον ἢ τετράγωνον, ἀόριστον μέντοι κἀκεῖνο καὶ οὐ τοσόνδε κατὰ μέγεθος, λήψεται σπιθαμιαῖν τυχὸν ἢ πηχυαῖον), οὐδ’ ὄτι σκαληνὸν ἤ | ἰσόπλευρον, ἀλλ’ ἁπλῶν τρίγωνον. καὶ ἀδιάστατον μὲν τὸ εἶδος καὶ ὁ ἐν τῷ καθόλου τοῦ τριγώνου λόγος, σιίσταται δὲ ὁ ἐν τῇ φαντασίᾳ τύπος τρόπον τινὰ καὶ κατὰ μέγεθος ὥρισται· ὅσον γὰρ ἦν ἔξω κείμενον, τοσοῦτον ἔνδον φαντάζεται. οὐδέν οὖν ἄρα νοοῦμεν ἄνευ φαντάσματος, ἀλλὰ σύνεστιν ἀεὶ τῇ νοήσει ἡ φαντασία ἢ συνεργοῦσα ἢ ἐμποδίζουσα, συνεργοῦσα μὲν ὡς ἐπὶ τῶν μαθημάτων οἶον γὰρ ἀβάκιον ἐπὶ τούτων τῷ νοΐ χρηματίζει), ἐμποδίζει δὲ πρὸς τὴν θεωρίαν τῶν νογτῶν καὶ θείων σχήματα καὶ μεγέθη καὶ κρώματα παρεισάγουσα, καὶ αὕτη ἡ αἰτία τοῦ μὴ ἐνδέκεσθαι νοεῖν ἄνευ συνεχοῦς τὰ ἀίδια μηδ’ ἄνευ χρόνου τὰ ἐν χρόνῳ ὄντα.

Εἰ δὴ πάντα, ἀφ’ ὦμ ὁ νοῦς τὸ καθόλου συλᾷ, φανταστά, ἡ δἐ [*](16 cf. Soph. De an. p. 120,9 H. 25—p. 4,4 Mich. p. 12,15—25 30. Mich. p. 11,21.25. 26) [*](l τὰ ABa: τοῦ C 1. 2 καθ’ αὑτὶ μἐν post μνήμη Ca 3 τὸ om. a 6 τρεῖς om. B 8 ὑποτεθῇ coni. Spengel κἄν . . . ἐστιν Mich.) 10 ἢ (ante ἰσόπλευρον) om. B (habet Mich.) ἤ τι τοιοῦτον B (Mich. Sa) 12 κατηγορίαν τινὰ AB 13 πρὸ] πρὸς B 16 φησιν ὁ ΑΒa: φησι C 17 συνημμένη Ca: συνειρομένη Β (evan. A, qui variam lectionem supra habebat): παρεμπίπτουσα Μich., sed cf. etiam Mich. p. 11,28 νοήσεσιν Ca cf. Soph. De an. (Micb.): κινήσεσιν ΑΒ 18 ποσότητος νοεῖ τὰ] ποαοῦ φαντάζεται τὰ Ca, sed v. Mich. 19 καὶ ante alt. τὸ add., δὲ om. AB, sed v. Mich. 20 ὠς om. Ca οἶον Mich.) 21 ὄψεται Ca (evan. A) 22 ὅλως Ca 28 τῶν οἳ A 31 μὴ ἐν χρόνω ABa; μηδὲν ὑπὸ χρόνον C 32 δὴ AB Mich.: δὲ Ca)

4
φαντασία καὶ ἠ μνήμη τῷ ὑτοκειμένῳ ταὐτό παθη γὰρ ἄμφω τῆς κοινῆς αἰσθήσεως), ἅμα δῆλον ὡς τῶν νοητῶν μνήμη καὶ φαντασία κατὰ συμβεβηκός, καὶ ὅτι τῷ πρώτῳ αἰσθητικῷ τούτων ἡ γνῶσις καὶ χρόνου δήπουθεν καὶ κινήσεως. διὸ καὶ ἐτέροις τισὶν ὑπάρχει τῶν ζῲων καὶ οὐ μόνον ἀνθρώποις καὶ τοῖς ἔχουσι δόξαν καὶ φρόνησιν. εἰ δὲ καὶ τῶν νογτικῶν τινος μορίων ἦν καὶ τὴς λογικῆς ψυχῆς, οὐκ ἄν ὑπῆρχε πολλοῖς τῶν ζῲων, ἴσως ἴσως δὲ οὐδενὶ τῶν αλόγων διὰ τὸ μηδὲ πᾶσι τῷ μὴ πάντα χρόνου αἴσθησιν ἔχειν. ἀεὶ γὰρ ὅταν ἐνεργῇ τῇ μνήμῃ, καθάπερ καὶ πρότερον εἴπομεν, προσαισθάνεται ὄτι πρότερον τοῦτο ἢ εἴδεν ἢ ἤκουσεν ἢ ἔμαθεν ἤ ἔπαθε, τὸ δὲ πρότερον καὶ ὕστερον ἐν | χρόνῳ ἐστί. τίνος μὲν οὖν ἐστι τῶν τῆς ψυκῆς μνήμη ψανερόν, ὅτι οὖπερ καὶ ἡ φαντασία, καὶ ἔστι μνημονευτὰ μὲν καθ’ αὑτὰ ὦν ἐστι φαντασία, κατὰ συμβεβηκὸς δὲ ὅσα μὴ ανευ φαντασιας.

Ἀπορήσειε δ’ ἄν τις, πῶς ποτε τοῦ μὲν πάθους μόνου παρόντος ἐν τῇ φαντασίᾳ καὶ τοῦ ἐγκαταλείμματος, τοῦ δὲ πράγματος ἀπόντος μνημονεύει τὸ μὴ παρόν· τοῦ γὰρ πράγματος ἡ μνήμη, οὐ τοῦ τύπου. ὡς ἄν δὲ καὶ λύσεως τύχοιμεν εὐπετέστερον καὶ σαφὴ τά τε εἰρημένα καὶ τὰ ἑξῆς γένοιτο, μικρόν τι τῶν κατὰ τὴv φαντασίαν ἄνωθεν διαρθρώσωμεν πρότερον. εἴρηται μὲμ γὰρ περὶ ταύτης κἀν τοῖς Περὶ ψυχῆς, οὐδὲν δ’ ἦττον καὶ νῦν πρὸς τὴν χρείαν δεῖ νοεῖν ἐγγίνεσθαι ἠμῖν ἀπὸ τῶν ἐνεργειῶν τῶν περὶ τὰ αἰσθητὰ οἶον τύπον τινὰ καὶ ἀναζωγράφημα ἐν τῷ πρώτῳ αἰσθητικῷ τὸ δέ ἐστιν ἡ καρδία), καθάπερ οἱ σφραγιζόμενοι τοῖς δακτυλίοις. τὸ γοῦν τοιοῦτον ἐγκατάλειμμα, ὅπερ ὑπομένει καὶ μὴ μὴ τοῦ αἰσθτοῦ παρόντος, φαντασίαν καλοῦσι, διὸ καὶ οὕτως ταύτην ὁρίζονται τύπον ἐν ἡγεμονικῷ. μήποτε δὲ οὐχ ὁ τύπος αὐτός ἐστι φαντασία, ἀλλ’ ἡ περὶ τὸν τύπον τῆς φανταστικῆς δυνάμεως ἐνέργεια. ἦμεν γὰρ ἄν ἐν φαντασίᾳ καὶ μὴ ἐνεργοῦντες περὶ αὐτόν, ἔχοντες αὐτόν, καὶ ἅμα ἄν ἐν πλείοσι φαντασίαις καὶ τοσαύταις ὅσων καὶ τὸν τύπον σῲζομεν. ἔτι ἤτοι τὴν ἐγγινομένην νῦν καὶ τυπουμένην εἰκόνα ψαντασίαν λέγουσιν ἢ τὴν γεγονυῖαν ἤδη καὶ οὖσαν. ἀλλ’ εἰ μὲν τὴν ἐγγινομένην, τὴν αἴσθησιν ἄν λέγοιεν τὴν κατ’ ἐνέργειαν, εἰ δὲ γεγονυῖαν καὶ καὶ σῳζομένην, τὴν μνή|μην. ἀλλ’ ὡς ἐπὶ τῆς αἰσθήσεως τὸ μὲν γάρ τι ἐκεῖ αἰσθητόν, τὸ δὲ δύναμις αἰσθητική, καὶ [*](4—16 Arist. p. 15—27 6 cf. Mich. p. 13,8 15 ἐγκατάλειμμα p. 13,27 16—20 transitum ipse facit (cf. Mich. p. 2,20. 14,7. 8) 20 — p. Mich. p. 2,31—4,12 22 καθάπερ—δακτυλίοις Arist. p.) [*](5 ἀνθρώπῳ Arist. LSU καὶ (post δόξαν)] ἢ Arist. 8 ἔχει C ἀεὶ] δεῖ Arist. EI 9 προσαισθάνεται Spengel, sed προαισθάνεται etiam Arist. libri prave praeter LU 10 ἢ ἔπαθεν post ὕστερον a: del. Spengel 11 ἡ μνήμη Arist. EMY ἡ om. Arist. LS 12 ἔστι Ca: ἔστι με) AB ὦν ἐστι φαντασία] ὅσα ( μὴ add. EY) ἐστὶ φανταστά EMY 15 μνημονεύεται Arist. EMY 16 δὲ om. a 17 τύχωμεν A εὐπετέστερον corr. ex εὐτελέστερον A 22 δακτύλοις AB 25 αὐτός B Mich.: οὖτος ACa 27 ἄμα ἄν] ἦμεν ἄν C: ἅμα ἄν ἦμεν Mich. 29 εἰκόνα] ἔτι Ca 32 τι Ca Mich.: τοι AB)

5
τρίτον αἴσθησις, ἡ περὶ τὸ αἰσθητὸν ἐνέργεια Τ[Ης δυνάμεως· καὶ ἐπὶ τῆς νοήσεως δὲ τὸ μὲν νοητόν, τὸ δὲ νοῦς, τὸ δὲ νόησις), οὕτως ἔχειν καὶ περὶ τὴρ φαντασίαν ὑποληπτέον· τὸ μέν τι εἶναι ρανταστικόνμ, τὸ δὲ φανταστόν, τὸ δὲ ραντασίαν, καὶ ὤσπερ ἡ διὰ τοῦ αἰσθητικοῦ παρόντος τοῦ αἰσθητῦ γινομένη ἐνέργεια αἴσθγσίς ἐστιν, οὕτως ή μὴ παρόντος ἐν τῷ τύπῳ καὶ τῷ ἐγκαταγείμματι ραντασία. χρὴ δὲ κοινότερον τοῦ τύπου ἐπὶ τῆς ραντασίας ἀκούειν· κυρίως γὰρ ὁ κατ’ εἰσοχήν τε καὶ ἐξοχὴν ἢ τὸ τοῦ τυποῦντος ἐν τῷ τυπουμένῳ σχῆμα γινόμενον, ὡς ὁρῶμεν τὰ ἐπὶ τῶν σθραγίδων ἔχοντα. οὐχ οὕτω δὲ τὰ τῶν αἰσθητῶν ἐγκαταγείμματα ἡμῖν ἐγγίνονται· οὐδὲ γὰρ τὴν ἀρχὴν κατὰ σχῆμά τι γέγονεν ἡ τῶν τῶν ἀντίληψις· ποῖον γὰρ σχῆμα τὸ λευκὸν ἢ χρῶμα ὅλως ἤ ὀσμή; καταχρηστικώτερον οὖν τὸν τύπον ἐνταῦθα ρέρουεν τῇ ἀπορίᾳ τοῦ κυριωτέρου. τί μὲν οὖν ἐστι ραντασία εἴρηται, μνήμη δέ έστιν ἡ ταύτης μονὴ καὶ σωτηρία. τούτων οὕτως ὑποκειμένων, ἐπειδήπερ ἐν τῷ πρώτῳ αἰσθητηρίῳ τοὺς τύπους τῶν πραγμάτων ἐνσημαινόμεθα, ὥσπερ εἴρηται, τοῦτο δὲ τοῖς μὲν ὐγρότερον, τοῖς δὲ σκληρότερον καὶ τοῖς μὲν ἐν κινήσει, τοῖς δ’ οὔ, ἀνάγκη καὶ τοὺς τύπους τοῖς μὲν ἐγγράρεσθαι, τοῖς δὲ οὔ, καὶ τοῖς μὲν ἐπὶ πολὺ μένειν, τοῖς δὲ ἐν βραχεὶ· ὅθεν τῶν ἀνθρώπον οἱ μὲν μᾶλλον, οἱ δὲ ἦττον μνημονεύουσιν, οἱ δὲ ἐλάχιστον. καὶ ἐν κινήσει μὲν τοῖς τε πάμπαν νέοις ἰαὶ τοὶς ἄγαν πρεσβυτέροις τοῖς μὲν γὰρ αὔξει, τοῖς δὲ φθίνει, κινεῖται δέ τισι καὶ διὰ νόσον), Ι οὐ κινεῖται δὲ τοῖς μέσως καθ’ ἡλικίαν καὶ κρᾶσιν ἔχουσιν. ὥσπερ οὖν ἐν ὔδατι ῥέοντι οὐκ ἂν ἡ ἐν τῷ δακτυλίῳ ἐνσημανθείη σθραγίς, οὕτως οὔθ’ οἰς τὸ αἰσθητήριον δι’ ἡλικίαν ἢ νόσον ὂν] ἐν κινήσει, μνήμη γίνεται, οὔτ’ αὖ οἶς σκληρότερον, ὥσπερ οὐδὲ ἐν λίθῳ. διόπερ οἵ τε σφόδρα νέοι καὶ οἱ γέροντες ἀμνήμονές εἰσι· ῥέουσι γὰρ οἱ μὲν κατὰ τὴν αὔξησιν, οἱ δὲ διὰ τὴν φθίσιν. ἔοικε γὰρ ἐν τοῖς γέρουσιν ἡ καρδία, τὸ πρῶτον αἰσθητικόν, τοῖς παλαιοῖς τῶν οἰκοδομημάτων· ὥσπερ γὰρ θρύπτεται ψυχομένη καὶ τοὺς ἐν αὐτῇ τῶν πραγμάτων ἀπαλείφει τύπους, ὠς ἐκεῖνα τὴν ἀληλιμμένην τίτάνον καὶ τὰ ἐν αὐτοῖς γεγραμμένα ζῷα. ὁμοίως δὲ καὶ οἱ λίαν ταχεῖς καὶ βραδεῖς οὐδέτεροι ραίνονται μνήμονες· οἱ μὲν γὰρ ὐγρότεροι τοῦ δέοντος, οἱ δὲ σκλγρότεποι, καὶ τοῖς μὲν οὐ μένει τὸ ράντασμα ἐν τῇ ψυκῇ, τῶν δὲ οὐχ ἅπτεται. τοσαῦτα ἔξωθεν εἰς σαρήνειαν προσγαβόμενοι πάλιν τἠν κατ’ ἀρχὰς ἀπορίαν [*](6—13 cf. Mich. p. 4,30—5,6 13—25 cf. Mich. p. 14,9—14. 19. p. 450b5 — 7—30 — 7 27 — 30 Mich. p. 14,15—18 30—32 —p. 6,1 cf. Mich. p. 14,25. 26) [*](3 τι Ca Mich.: τοι AB 6 post δὲ add. νοεῖν A 8 γενόμενον B γινόμενον etiam Mich.) 15 δὲ AB (coni. Speugel): δ’ ἐν Ca 17 ἐγγράρεσθαι ABa ἐγγεγράρθαι C 19 τε om. Ca 21 καὶ ante καθ’ add. Β 22 δαχύλω AB 23 οὔθ’ Spengel : οὐδ’ libri 24 ὂν delevi 26 κατὰ] διὰ ex Arist. coni. Spengel διὰ] κατὰ B ἐν Ca: ἐπὶ AB 28 ψηχομένη Spengel, sed V. Mich. 29 ἀλγλιμμένην AB Mich.: ἐκλιθουμένην C: ἐκλιμμένην a αὐτοῖς AB Mich.: αὐτῆ Ca 30 οἱ λίαν ante βραδεῖς add. Arist. EY)
6
ἐκτίθεμεν· ετοιμότεροι γὰρ παὸς τὴν λύσιν νῦν μᾶλλον ἢ πρότερον. εἰ δὴ τοιοῦτόν ἐστι τὸ συμβαῖνον περὶ τὴν μνήμην, πότερον τοῦτο μνημονεύει τὸ πάθος ἡ ψυχὴ ἢ ἐκεῖνο ἀφ’ οὖ ἐγένετο; εἰ μὲν γὰρ τοῦτο, τῶν ἀπόντων οὐδὲν ἂν μνημονεύοιμεν· εἰ δ’ ἐκεῖνο, πῶς αἰσθανόμενοι τοῦτο μνημονεύομεν οὖπερ μὴ αἰσθανόμεθα; ἔτι εἴτ’ ἔστιν ὅμοιον ὄμοιον τύπος ἢ γραφὴ ἐν ἠμῖν ἡ τούτου αὐτοῦ αἴσθησις εἴτε ἀνόμοισν, διἀ τί ἂν εἴη μνήμη έτέρου ἀλλ’ οὐκ αὐτοῦ τούτου; ὁ γὰρ ἐνεργῶν τῇ μνήμῃ θεωρεῖ τὸ πάθος τοῦτο καὶ αἐσθάωεται τούτου. πῶς οὖν τὸ μὴ παρὸν μνημονεύει; εἴη γὰρ ἂν καὶ Ι ὀφᾶν τὸ μὴ παρὸν καὶ ἀκούειν. ἢ ἔστιν ὡς ἐνδέχεται καὶ συμβαίνει τοῦτο; οἶον γὰρ τὸ ἐν πίνακι γεγραμμένον ζῷον καὶ ζῷόν ἐστι καὶ εἰκών, καὶ τῷ ὐποκειμένῳ ἔν, τῷ δὲ λόλῳ διάρορον, οὕτω κάνταῦθα. καὶ ὣσπερ ἐκεῖ, ὃταν μὲν ὡς καθ’ αὑτὸ τὸ ζῷον ἐρᾷ τὸ τὸ ἐν πένακι τέχνην θαυμάζων ἢ κακίζων μόνον, μὴ προσεννοούμενος ὄτι μίμημά ἀστιν ἄλλου, ζῷον ἀπλῶς λέγεται, ὅταν δὲ πρὸς τῷ ὁρᾶν ἀναφέφῃ καὶ προσλογίζηται ὅτι μίμημά ἐστι τοῦδε τοῦ ἀληθοῦς ζῴου, εἰκὼν λέγεται, οὕτω καὶ τὸ ἐν ἠμῖν φάντασμα δεὶ ὐπολαβεῖν καὶ αὐτό τι καθ’ αὐτὸ εἶναι καὶ ἄλλου ἐγκατάλειμμα. ᾖ μὲν οὖν καθ’ αὐτό, θεώρημα ἢ φάντασμά ἐστιν, ᾖ δὲ ἄλλου οῖον εἰκών, μνημόωευμα. ὅταν μὲν γὰρ ἐνεργῇ περὶ τὸν ἐν τῇ καρδίᾳ τύπον ἡ κοινὴ αἴσθησις αὐτόν, αὐτόν, θεώρημα τοῦτο, ὡς εἴρηται, ἢ φάντασμα λέγεται· ὅταν δὲ ἐνεργοῦσα προσαισθάνηται καὶ ὅτι ἂλλου ἐστίν, ἤδη τοῦτο εἰκὼν καὶ μνημόνευμα, καὶ ἡ τοταύτη τῆς ψυχῆς ἐνέργεια μνήμη. διὰ τοῦτο ἐνέοτε ὃ διἀ μνήμης ἔχομεν, οὐκ ἴσμεν εἰ κατὰ τὸ αἰσθέσθαι συνέβη· πολλάκις γὰρ τῶν ψυχικῶν ἐξαπλουμένων νοημάτων φανταζόμεθά τινα, ὦν οὐκ ἴσμεν τὸν χρόνον ἢ τὸν τόπον ἢ παρ’ οὖ προσελάβομεν, καὶ ἀμφισβητοῦμεν, πότερον αὐτοὶ τοῦ νοήματος εὑρεταὶ ἢ μαθηταί, καὶ πότερον φαντασία ἁπλῶς τοῦτο ἢ μνήμη. οἶον ἤκουσά ποτε λόγου παρά του, μετὰ δὲ ἐννοοῦμαι τὸν λόγον, οὐκ ἐνπυμοῦμαι δὲ ἀφ’ οὖπερ ἤκουσα· ἀποπῶν οὖν λέγω, ἆρα πατὴρ τοῦ λόγου νῦν αὐτός εἰμι, ἢ πόθεν ἔχω τοῦτον; καὶ τολαντεύομαι. ὄταν οὖν ἐνθυμηθῶ ἄλλο|θέν με τὸν λόγον ἔχειν, μνήμη τότε γίνεται, νόημα δὶ πρότερον. γίνεται δὲ καὶ τοὐναντίον ἐνίοτε, οἶον συνέβη Ἀντιφέροντι τῷ ’Ωρείτῃ καὶ ἄλλοις ἐξισταμένοις· τὰ [*](2 — 11 p. 450 b 11—23 12—16 Mich. p. 15,12 — 21 17. p. 450b25 —27 18—21 Mich. p. 15,21—24 22—30 Mich. 30 — p. 7,1 Arist. p. 451a8 — 11) [*](1 ἐκτίθεμεν AB (of. Mich.): διέλωμεν Ca μᾶλλον om. Ca 2. 3 2. 3 πάθος om. C 4 τούτου a (Arist. praeter L) 5 οὖπερ] οὖ C (Arist.) μὴ Ca: s. s. B: om. A εἴτ’] εἰ A 6 ἡ τούτου αὐτοῦ B (Arist. MU, εἰ τούτου αὐτοῦ LS, τούτου αὐτοῦ ἡ EY): ἡ τούτου ACa, quod Aristoteli restituit Freudenthal, Rh. Μ. XXIV p. 401 8 μνημονεύσει Arist. EY 9 μὴ C (Victorius, Spengel): om. ABa 11 λόγῳ δὲ a 13 θαυμάζων ἢ κακίζων ABa Mich.: κακ. ἢ θαυμ. C 14 ὄτι B Mich.: ὅτι τοῦτο ACa 15 ὐμῖν C 18 post εἰκὼν male (cf. p. α 2) καὶ add. Arist. libri, cf. Freudenthal 1. c. p. 402 μὲν om. B 18. 19 τοῦ et τύπου a 19 αὐτὸν] καθ’ αὐτό coni. Spengel, sed v. Mich. 20 ἐστὶν εἰκών, ἤδη τοῦτο Mich. 29 ὅτε A 31 ἐνίοτε om. Arist. EY)
7
γὰρ φαντάσματα ἔλεγον ὡς ηενόμενα καὶ ὡς μνημονεύοντες· πάλιν οὖν ἕτεροι τὰ αἰσθήματα ὡς φαντάσματα, καὶ ἀλλοι τὸ ἔμάλιν. τοῦτο δὲ γίνεται, νεται, ὅταν τις τὴv μὴ εἰκόνα ὡς εἰκόνα θεωρῇ ἤ τὴν εἰκόνα ώς μὴ εἰκόνα. αἱ δὲ μελέται τὴν μνήμην σῴζουσι τῷ ἐπαναμιμνῄσκειν, τοῦτο δέ ἐστιν οὐδὲν ἕτερον ἢ τὸ θεωρεῖν πολλάκις ὡς εἰκόνα καὶ μὴ καθ’ αὑτό. τί μὲν οὖν ἐστι καὶ τὸ μνγμονεύειν, μνημονεύειν, εἴπηται, ὅτι φαντάσματος ἕξις, ὄντος τοῦ τοιούτου φαντάσματος πράηματός τινος χρονιςσθέντος μετὰ τὴν γένεσιν, καὶ τίνος μορίου τῶν ἐν ἠμῖν, ὅτι τοῦ πρώτου αἰσθητικοῦ καὶ ᾠ κρόνου αἰσθανόμεθα.

Περὶ δὲ τοῦ ἀναμιμνῄσκεσθαι λοιπὸν εἰπεῖν. πρῶτον μὲν οὖν ὄσα ἐν τοῖς ἐπιχειρηματικοῖς λόγοις καὶ προβληματικοῖς ἠμῖν ἀποδέδεικται, δεῖ τιθέναι ὠς ἀληθῆ καὶ ὐπάρχοντα, ταῦτα δέ ἔστι τὸ μήτε μνήμης ἀνάληψιν τὴν ἀνάμνησιν μήτε λήψιν εἶναι· οῦτε γὰρ ἀναμιμνῄσκεσθαι λέγομεν τὸν νῦν πρώτως μανθάνοντα καὶ λαμβάνοντα, ὃ οὐδέποτε ἔλαβεν ἢ μεμάθηκεν, ἀλλὰ μᾶλλον μανθάνειν, οὔτ’ αὖ τὸν μαθόντα, αῴζοντα δὲ τὴν μνήμην λήθης μηδαμῶς μεσολαβησάσης, λλὰ τὸν πρότερον μὲν ἔχοντα σῷον ἅπαν, υστερον δὲ τὸ μὲν ἀποβαλόντα τὸ δὲ σῴζοντα, ἔκ δὲ τοῦ σῳζομένου τὸ λοιπὸν ἀναλαμβάνοντα. ἔγει γὰρ ὦδε· ὅταν ὁ τύπος ὅλος καὶ τὸ ἀναζωγράφημα τὸ ἐν τῷ πρώτῳ αἰσθητηριῳ ἀπὸ τῆς κατ’ ἐωέργειαν αἰσθήσεως ἐγγινόμενον ὐπομένῃ καὶ σῴζηται τρανές Ι τι καὶ φαιδρὸν καὶ καθαρὸν οὕτως, ὥστε ὅλον αὐτὸ δύνασθαι τὴν ψυχὴν κινεῖν καὶ ὅλον ὑπ’ αὐτῆς ὁράσθαι καὶ προβάλλεσθαι ὡς εἰκώ τινος, ἡ μνήμη τούτο, τερὶ ἦς εἴρηται· ὅταν δὲ μέρος μέν τι τοῦ ὅλου υένῃ, μέρος δέ τι ἠράνισται ἢ χρόνῳ ἢ ἐτέρῳ συμπτώματι, ὥστε μήτ’ αὐτὸ τὴν ψυχὴν κινεῖν μήτ’ ἐκείνην ὑπ αὐτοῦ κιεῖσθαι, καὶ ἐκ τοῦ ὑπολελεμμένου μέρους τρανοῦς ὄντος καθαροῦ κινηθῇ κινήσεις τὸ συωεδὲς τῷ καθαρῷ τοῦτο δὲ ἦν τὸ ἀμυδρὸν καὶ ὅλως ἐζοφωμένον) καὶ οἶον ἀναλυθῇ καὶ εὑρεθῇ τῇ ψυχῇ, τοῦτο ἀνάμνησις, οἰονεὶ ἀναζωγράφημα τῆς προτέρας μνήμης, οὐ πάσης τοῦτο γὰρ μάθησις), ἀλλὰ τοῦ μέρους. ὅταν δὲ ὅλον ἀναλάβωμεν δηλονότι ἀπολέσαντες, μάθησις· δὶς Τὰρ μαθεῖν καὶ εὑρεῖν τὸ αὐτὸ ἐνδέχεται. οἶον ἐκ τῆς κατ’ ἐνέργειαν ἀκοῆς ἢ ὁράσεως γέγονεν ἐν τῇ ψυχῇ τύπος τοῦ [*](2 cf. Mich. p. 17,28.29 2—13 Arist. p. 451b11 — 21, sed ad 7 cf. Mich. p. ad 11 Mich. p. 20,16 —18 cf. Mich. p. 20,30 —21,18 1830 p. —15 30 Arist. p. 451 b 7. 8 — p. 8,8 Mich. p. 19,20 — 31) [*](1 γινόμενα B (Arist. M) πάλιν οὖν ACa: ὥσπερ αὖ B 5 ante καθ’ add. ὡς Arist. 6 ἐστιν ἡ μνήμη Arist, SU 7 τοῦ τοιούτου B Mich.: καθ’ αὑτὸν in ras. A, ut νιδ.: καθ’ αὑτὸ Ca εἰκόνος πράγματός τινος Mich. 9 αἰσθόμεθα AB 10 tit. ΙΙερὶ ἀναμνήσεως add. AB 12 τίθεσθαι Arist. EMY καὶ ABa: om. C ἐστι om. Β 16 μὲν om. B 18 λοιπὸν Ca Mich.: λεῖπον AB 20 ἐγγενόμενον coni. Spengel ἐνυπάρχον Mich.) τι] τε Mich. 22 εἰκών Spengel (Mich. SCa), sed εἰκώ etiam Mich. R 23 ἠράνιστο Ca 25 τρανοῦς AB (sed ς evan. in B) Mich. CRP: τρανοῦ Ca Mich. Sa 26 κινήσεις AB Mich.: om. Ca, ceterum Michaelis verba corrupit 29 fort, του)

8
„μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Αχιλλῆος“. εἰ μὲν οὖν ὁ τύπος οὖτος μένει ἄπας ἰσχυρός τε καὶ καθαρός, ὡς ἀνεμποδίστως ὄλον ἠμᾶς αὐτὸν δύνασθαι ἀπαγγέλλειν καὶ ὄλον προβάλλεσθαι, τοῦτο μνήμη· εἰ εἰ δὲ τὸν „μῆνιν ἄειδε θεὰ“ ἐμμένει, τὸ δὲ ἐξῆς ὑτὸ κρόνου καὶ λήθης ἔκλείπει, εἶτα ἐκ τοῦ μένοντος ἡ ψυχὴ κινηθεῖσα ὑπό τινων τόπων ὁμοίων ἢ ἀνομοίων εὑρήσει καὶ τὸ λεῖπον, ἀνάμνησις τοῦτο. καὶ δῆλον ἐκ τούτων, ὡς τὼν ἁπλῶν ὀνομάτων ἀνάμνησις οὐκIstiv, ἀλλ’ ἢ μνήμη ἢ μάθησις, εἰ μὴ πολλάκις καὶ ἐν ἐκείνοις μενούσης τῆς πρώτης συλλαρῆς προσεξυρίσκομεν τὰς λοιπάς. ἕπεται δὲ τῇ ἀναμνήσει ἐξ ἀνάγκης ἡ μνήμη· ἡ ηὰρ ἀναμνησθεὶς τρόπον τινὰ ἐμνήσθη· μέρους γάρ τι|νος τῆς προτέρας ἐπανάληψιν ποιεῖται μνήμης, καὶ δεῖ διαφέρειν μαθήσεως καὶ εὑρέσεως τὴν ἀνάμνησιν τῷ ἐνεῖναι πλείονα ἀρχὴν ἀναμιμνῃσκομένοις ἢ ἐξ ἦς μανθάνουσιν, εἴπερ πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προϋπαρκούσης γίνεται γνώσεως. τί μὲν οὖν ἐστιν ἀνάμνησις, εἴρηται, ὅτι μνήμης ἀνανέωσις· ὅθεν δὲ συμβαίνει, δῆλον. ἐπεὶ ἐπεὶ γὰρ πέφυκε κίνησις ἐν ψυκῇ ἥδε μετὰ τήνδε, εἰ μὲν ἐξ ἀνάγκης, δῆλον ὡς ὅταν ἐκείνην κινηθῇ, τήνδε κινηθήσεται· εἰ δὲ μὴ ἐξ ἀνάγκης αλλ’ ἔθει, ὡς . ἐπὶ τὸ πολὺ κινηθήσεται. ὥσπερ γὰρ ἐπὶ τῆς ἁλύσεως τοῦδε τοῦ κρίκου ἀρθέντος ἐξ ἀνάγκης ὁ ἐφεξῆς κινεῖαι, καὶ δἰ ἐκεῖνον ὁ μετ’ αὐτόν, οὕτω καὶ ἐπὶ τῶν τύπων τῶν ἐν τῇ ψυκῇ· κινηθείσης γὰρ καθάπαξ ὑπό τινος τούτων, εὐθὺς κινεῖ αὐτὴν καὶ ὁ ἐφεξῆς καὶ ὁ μετ’ ἐκεῖνον. οἶον ἦν μουσικὸς Κορίσκος ἔχων λύραν καὶ γέγονεν ἐν τῇ ψυκῇ τύπος καὶ τῆς λύρας καὶ τοῦ Κοπίσκου· εἶδον μετὰ ταῦτα Σωκράτην φέρε εἰπεῖν κρατοῦντα λύραν, καὶ εὐθῶς ἀνερνήσθην τῆς τοῦ Κορίσκου λύρας, εἶτα Κορίσκου. πάλιν πάλιν ἤκουσά του ᾄδοντος „δύο ψυκαὶ ἐξήρκοντο, καὶ μία πρός ἀλλην ἔλεγε, ποῖ πορευτέον“. μετὰ δέ τινας Χρόνους ἤκουσα ἄλλου ᾄδοντος τὸ μὲν μέλος κατὰ ῤυθμὸν ἐκεῖνον, λόγον δὲ ἔτερον οἶον „ὁ νοῦς ὁ πρῶτος ἀγει με καὶ πάλιν κάτω φέρει“, καὶ κινηθεὶς ἀπὸ μόνου τοῦ μέλους ἦλθον εἰς ἀνάμνησιν τοῦ πρώτου λόγοθ „δύο ψυχαὶ ἐξήρχοντο“ καὶ τοῦ ᾄδοντος.

Τούτων ὄντων εἰσὶ μὲν τύποι τινὲς ἐξ ἀνάγ|κης ἀκολουθοῦντες ἀλλήλοις· άνάγκη γὰρ τὸν μνησθέντα πυρὸς συνεννοῦσαι καὶ θερμότητα, καὶ τὸν τυφθέντα ὑπὸ Σωκράτους τῇ τοῦ Σωκράτους ἀναμνήσει καὶ ἅτι ὑπ’ αὐτοῦ ἐτύφθη ἐν τῷδε τῷ τόπῳ συναναμνησθῆναι. ὅοι δὲ μὴ μὴ ἐξ ἀνάγκης ἀλλ’ ἔθει, ἔθει, οὐκ ἀεὶ ἔπεται τοῖς προτέροις τὰ δεύτερα, ἀλλ’ ὡς [*](9. 10 Mich. p. —13 11. 12 cf. Arist. p. 451b8 —10 13 Micb. p. 247.8 15—17 Arist. p. 451b11 — 14 17—33 Mich. p. 24,17 244 add. Soph. 33 — p. 9,8 Mich. p. 25,11 — 23) [*](1 Πηλιάδεω C ἀχιλλῆος A: Ἀχιλλέως Spengel 4 ἐκλέλοιπε B οὐ μένει Mich.) 5 κινηθεῖσα Ca Mich.: κινηθῆ AB εὑρήσει Ca Mich.: καὶ εὑρήσει AB 10 ἐπανάληψιν AB Mich.: ἀνάληψιν Ca 16. 17 εἰ δὲ — κινηθήσεται ABa: om. C 23 εἶδον AB Mich.: εἶδε Ca 24 ἀνεμνήσθην AB Mich.: ἀνεμνήσθη Ca τοῦ οm. AB, sed. V. Mich. 26 καὶ ante ἄλλου add. B 28 post φέρει add. με ABa (om. etiam Mich, a et metro refeilitur) 32 καὶ om. C)

9
ἐπὶ πολύ. ἔσται δὲ τὸ λεγόμενον ὦδε δῆλον· πολλάκις ἐγὼ βουληθεὶς εἰπεῖν Λυκάβητον οὐκ ἀνεμιμνῃσκόμην, ἐξ οὖ εἴθισα ἐμαυτὸν ἐνθυμεῖσθαι λύκον ἄρχονται γὰρ ἀμφότεροι ἐκ τῆς λυ συλλαβῆς)· ἀφ’ οὖ δὴ λύκου ὁρμώμενος ἀνεμιμνῃσκόμην τὸν Λυκάβητον. ἄλλος δέ τις τοῦ Ταυρομενίτου ἐπιλανθανόμενος εἴθισεν εἰθὺς ἔρκεσθαι εἰς εἰς ἔννοιαν ταύρου, καὶ ἄλλος ἀπὸ τῆς πλευρᾶς τὴν πλευρώνην ἐθίσας ἀνέφρεν. ἐπὶ γοῦν τούτων οὐκ ἀεὶ τῇ πρώτῃ ἡ λοιπὴ ἕπεται, ἀλλὰ πολλάκις τὴν μὲν πλευρὰν ἐνθυμοῦμαι, τὴν δὲ πλευρώνην οὐκ ἀναμιμνῂσκομαι. συμβαίνει δ’ ἐνίους ἅπαξ ἐθισθῆναι μᾶλλον ἤ ἑτέρους πολλάκις κινουμένους. διὸ ὄνια ἰδόντες ἄπαξ πολλάκις μνημονεύουσιν ἢ ἔτερα πολλάκις. ὅταν οὖν ἀναμιμνῃσκώμεθα, κινούμεθα τῶν προτέρων καὶ ἡγουμένων τινὰς κιννήσεων, ἕως ἄν κινηθῶμεν, μεθ’ ἣν ἐκείνη εἴωθε. διὸ τὰ ἐφεξῆς θηρεύομεν νοήσαντες ἀπὸ τοῦ νῦν ἢ ἄλλου τινός, διὰ τοῦτο καὶ ἀφ’ ὀμοίου ἢ ἐναντίου ἢ τοῦ σύνεγγυς ἡ ἀνάμνησις γίνεται· αἱ γὰρ κινήσεις τῶν μὲν αἱ αὐταί, τῶν δὲ ἄμα, τῶν δὲ μέρος ἔχουσιν. οἶον εἶδέ τις γεγραμμένην λύραν καὶ καινη|θεὶς ἀπὸ ταύτης ὡς προτέρας καὶ ἡγουμένης ἀνεμνήσθη λύρας, ἐκ ταύτης τοῦ μουσικοῦ, ἐκ δὲ τούτου ἥν ᾔδεν ῲδήν. πολλάκις δὲ καὶ ἀπό τινος ἄλλου· εἰ γὰρ τύχοι ἐφεξῆς ὤν τῷ τῆς ῲδῆς τύπῳ ὁ τοῦ κίονος, ἀναμνησθήσομαι αὐτήν ἀπὸ τοῦ κίονος. ἀπὸ δὲ τοῦ ὁμοίου καὶ ἐναντίου, ὅταν ἀπὸ μὲν τῆς τοῦ Σωκράτους εἰκόνος ἀναμνησθῶ Σωκράτην, ἀπὸ δὲ τοῦ μέλανος λευκόν καὶ ἐκ θερμότητος ψυκρότητα. ἐκ δὲ τοῦ σύνεγγυς, ὅταν ἀπὸ τοῦ „ἀντὶ πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι“ ἀναμνησθῶ „χρημάτων ὑμᾶς ἑλέσθαι νομίζω τὸ τῇ τόλει συμφέρον“. μέγιστον μὲν οὖν ταντὸς ἡ ἀρκή, καὶ ταύτης εὑρεθείσης τὰ μετ’ αὐτὴν μικρά· ὅθεν τῆς ἀρχῆς ληφθείσης συνείρεται τὰ ἐξῆς. εἰ δέ ποτε καὶ εὐρεθείσης καὶ τοῦ πρώτου μέρους κινηθέντος οὐχ ἔψεται τὰ ἐκατέρωθεν, οὐ χρὴ θαυμάζειν· ὅταν γὰρ τέλεον ἀφανισθῇ, οὐκ ἀκολουθήσει. ζητοῦσι μὲν οὖν οὕτω γίνεται ἡ ἀνάμνησις, ἀφ’ ὦνπερ εἴπομεν, ἄπὸ τῶν ὁμοίων [*](8 — 15 Arist. p. 451b 14 — 22 15 — 23 Mich. p. —19 20. 21 καὶ ψυχρότητα ipse addidit, item 22. 23 τὸ — συμφέρον 23. 24 Mich. p. 27,3 6 24—26 Mich. p. 26,30 —27,1 26 — p. 10,6 Mich. p. 27,9—29) [*](1 ἐπὶ τὸ τολὺ C 2 et 4 λυκάβαντα Ca, sed v. Mich., λυκαβηττὸν recte Mich. S 2 ἐμαυτὸν C Mich.: αὐτὸν ABa (Mich. P, αὑτὸν R) 3 ἀμφότερα rectius Mich, praeter a 4 Ταυρομενείτου AB 4. 5 ἐπιλανθανόμενος AB (Mich. SRP): ἐπιλαθόμενος Ca (Mich. Ca) 6 et 8 πρλευρώυην AB πλεευρόνην Mich. CRP): πλευρῶνα C: πλευρῶνιν a: πλευρωνίαν Mich. Sa, cf. p. 11,24.25. 12,5 9 ἢ] καὶ B ἑτἐρως C: ἑτέρας a: (quod nimii aestimat Freudenthal 1. c. p. 407): ἄλλους Arist. EMY κινουμλένης a ἄπαξ ἰδόντες Arist. praeter L πολλάκις μᾶλλον ex Arist, coni. Spengel 10 ἔτερα ABa (Arist. ML): ἔτεροι C (Arist. EY) 11 τινὰ Arist, cui τινὰς reddit Freud, p. 409 12 toi] to ex Arist. Spengel, sed cf. p. 10,10 13 διὰ τοῦτο post σύνεγγυς ex Arist. Spengel 15 μέρος Ca Arist.: μέρη AB 17 ᾖδεν Ca (Mich, a): ἦρεν AB: ᾖσεν Mich. SCRP 18 τύχη B ὁ Ca Mich.: τὸ AB 19 τοῦ ὁμοίου καὶ ἐναντίου Ca (Mich., Arist.): τῶν ὁμοίων καὶ ἐναντίων AB 21 θερμότητος ABa: θερμοῦ C πολλῶν ABC Mich.: πολλῶν ἄν a (Dem.))
10
ἢ τῶν ἀντικειμένων ἢ τῶν ἐγγώς· ὅταν δὲ μὴ ζητοῦσιν ἀναμνησθῆναί tqu γένηται, ἐξ οὐδενὸς τούτων. ὅταν γὰρ ῲδῆς τις μνησθεὶς ἀναμνησθῇ Σωκράτους, οὔτ’ ἀφ’ ὁμοίου οὔτ’ ἐξ ἀντικειμένων ἢ τῶν ἐγγὺς ἐποιήσατο τὴν ἀνάμνησιν. τοῦτο δὲ σπάνιον καὶ ὀλιγάκις· τὰ γὰρ πολλὰ ἑτέρων γινομένων κινήσεων ἔπεται. πραγματευομένους δὲ τὰ περὶ τῆς ἀναμνήσεως οὐδἐν δεῖ σκοτεῖν, πῶς τὰ πόρρω ἀναμιμνῃσκόμεθα καὶ παλαιά, ἀλλὰ τὰ ἐγγύς καὶ ἃ πρὸ ὀλίγου ῂσθόμεθα ἢ ἐδιδάχθημεν· μάλλον γὰρ ταῦτα πρὸς τὴν διδασκαλίαν διὰ τὴν ἐγγύτητα ἢ ἐκεῖνα. | εἶς μέντοι καὶ ὁ αὐτός ἐστι τρόπος τῆς ἀναμνήσεως ἀμφοτέρων. ὡς γὰρ ἐπὶ τῶν σύνεγγυς ἀπὸ τῆς ἐνούσης ἀρκῆς ζητήσας τις συνείρει καὶ ἀναμιμνῂσκεται τὰ ἐξῆς ἀκολουθοῦσι γὰρ τῷ ἔθει αἱ κινήσεις, ὡς εἴρηται, καὶ ᾔδε μετὰ τήνδε), οὅτω καὶ ὄταν τις ἀναμιμνῂσκηται ὦν πάλαι τὴν ἐπιστήμην ἔλαβε. ζητήσει γὰρ κἀκεῖ ἀρχὴν λαβέσθαι κινήσεως, μεθ’ ἣν ἐκείνη ἔσται. διὸ τάχιστα καὶ κάλλιστα γινονται ἀπ’ ἀρχῆς αἱ ἀναμνήσεις. ὡς γὰρ ἔχει τὰ πράγματα πρὸς ἄλληλα τῷ ἐφεξῆς, οὔτω καὶ αἱ κινήσεις, καὶ ἔστιν εὐμνημόνευτα ὅσα τάξιν τινὰ ἔχει καὶ πρῶτον καὶ δεύτερον, ὥσπερ τὰ μαθήματα καὶ μάλιστα τὰ γεωμεετρικά, τὰ δὲ ἄτακτα φαύλως καὶ χαλεπῶς· ὡς γὰρ ἐπὶ αἰσθητῶν, αὐσθητῶν, εἰ ἐφεξῆς κεῖνται καὶ μετὰ τάξεως, καλῶς ἡ ὄψις ὁρᾷ, εἰ δὲ συγκχυμένως, οὐ καλῶς, οὄτω καὶ ἐπὶ τῶν ἐν ψυχῇ τύπων. διαφέρει δὲ τὸ ἀναμιμνῂσκεσθαι τοῦ πάλιν μανθάνειν καὶ ὅλως μάθησις ἀναμνήσεως τῷ τὸν μὲν ἐξ ἑαυτοῦ καὶ τῆς ἐνούσης αὐτῷ ἀρκῆς κινεῖσθαι ἐπὶ τὸ συνεκὲς τῇ ἀρκῇ, τὸν δὲ μὴ δι’ αὑτοῦ, ἀλλὰ δι’ ἄλλου, τοῦ διδασκάλου. ἔτι πολλάκις μὲν ἤδη ὁ ἀναμιμνῃσκόμενος ἀδονατεῖ ἀναμνησθῆναί τι αὐτίκα, ζητῶν δὲ ἄμως καὶ πολυπραυμουῶν τέλος δύναται καὶ εὑρίσκει. τοῦτο δὲ γίνεται κινοῦντι πολλά, ἔως ἄν τοιαύτην κινήσῃ κίνησιν, ᾖ ἀκολουθήσει τὸ πρᾶγμα. ὡς γὰρ αἱ πολλαὶ ῥανίδες ἐπιτήδειον ἐποίησαν τὴν πέτραν, τέλος δὲ ἡ ἐσχάτη ἐκοίλανε, καὶ ἐπὶ τὴς ἐν καρδίᾳ ὑγρότητος οὕτως ἔχει· πολλάκις γὰρ κινηθεῖσα τελευταίαν κινεῖται κίνησιν, καθ’ ἣν ἀνίσταται τὸ ζητού|μενον. ἔστιν οὖν τὸ ἀναμιμνῂσκεσθαι τὸ ἐνεῖναι δύναμιν τὴν κινοῦσαν, λέγω δὲ δύναμιν τὴν ὑπάρκουσαν ἀρκήν· αὔτη γὰρ τὴν διάνοιαν ἐποξύνει καὶ ἀνεγείρει πρὸς ἀνάλυσιν τοῦ λοιποῦ, τοῦτο δὲ ὥστ’ ἐξ ἐαυτοῦ καὶ ὦν ἔνδον [*](7. 8 nova 8—12 Mich. p. 28,3 —7 12—17 Arist. 16 cf. Mich. p. 28,17 17—22 Mich. p. 28,18 —26 22—25 Arist. 25—31 Mich. p. 28,29—29,3 31 — p. 11,1 Arist. p. 452 a 11.12) [*](1 ἐγγὺς AB σύνεγγυς Mich.), cf. v. 3: ἐξῆς Ca 2 γένηται Ca: γένοιτο AB 5 τὰ om. C 6 καὶ τὰ παλαιὰ Spengel 7 ἠσθήμεθα C 9 prius ttjS B Mich. : om. ACa ἐπὶ ABa: ἀπὸ C 10 τὸ ἐφεξῆς Arist. Mich. 11 prius καὶ om. Mich. del. Freud, p. 409 cf. 8,15. 11,31 μετὰ τὴν τήνδε A 13 λαβεῖν Arist. (Spengel) μεθ’] καθ’ C 14 ἔχουδι Arist. libri praeter L πρὸς ἄλληλα hic habet B (Arisl.): post ἔχει ACa 18 κεῖνται a Mich. SCa: κεῖται C: καινεῖται AB Mich. RP λαλῶ; hic habet B (cf. Mich.): post opa Ca: om. A 23 ζητεῖν Arist. LSU 25 ἴως ἄν] ἐὰν Arist. libri praeter L κινήσῃ κίνησιν B Arist.: κίνησιν κινήση ACa κινήση in ras. C 26 ἐσχάτη ABMich.: τελευταία Ca 27 οὔτως om. a 29 δυνάμει B 31 — p. 11,1 ἔχει ἔνδον C)
11
ἔχει κινήσεων κινηθῆναι, ὥσπερ εἴρηται. διὸ δεὶ λαβέσθαι ἀρχῆς. ὅθεν τάχιστα δοκοῦσιν ἀπὸ τόπων ἐνίοτε ἀναμιμνῄσκεσθαι, τόπους δὲ ἤ ἃς ἀρχὰς ἐνεῖναι δεῖν τῇ ψυχῇ λέγομεν, ἤ τοὺς κατὰ τὰ σύστοιχα καὶ ὅμοια καὶ ἀντικείμενα, ὡς ἐν τῇ Διαλεκτικῇ εἴρηται, ἢ τοὺς σωματικοὺς καὶ τὰς ἐν τῷδε τῷ μέρει θέσεις. τὸ δὲ αἴτιον, ὅτι ταχὺ ἀπ᾿ ἄλλου ἐπ᾿ ἄλλο ἔρχεται, οἷον ἀπὸ γάλακτος ἐπὶ τὸ λευκόν, ἀπὸ λευκοῦ ἐπ᾿ ἀέρα, ἀπὸ τούτου ἐφ᾿ ὑγρόν, ἀφ᾿ οὗ ἐμνήσθη μετοπώρου, ταύτην ἐπιζητῶν τὴν ὥραν. Ἔοικε δὲ ὡς ἐπὶ τὸ πολὺ τὸ μέσον πάντων ἀρχῇ, καὶ ἡ τούτου εὔρεσις τὰ μέγιστα ὠφελεῖ· ποδηγεῖ γὰρ πρὸς τήν τοῦ ζητουμένου κατάληψιν. οἷον ἐκκείσθωσαν ταυταδὶ τὰ στοιχεᾶ ἰσάριθμα ὄντα καὶ ἀναλογοῦντα τοῖς νοήμασι τῆς ψυχῆς, ἃ κινεῖται ἀναμιμνῃσκομένη πρὸς εὕρεσιν τοῦ ζητουμένου, ΑΒΓΔΕΖΗΘ· καὶ ἐπεὶ μέσον τὸ Ε, ὁ τοῦτο εὑρών, εἰ μὴ ἅμα τῷ εὑρηκέναι αὐτὸ εὑρήσει καὶ ὅπερ ἐξήτει, ἐπὶ τὸ Θ ἐλθὼν μνησθήσεται. ἅπαξ γὰρ τοῦ μέσου λαβόμενον καὶ ἐπὶ τὸ ἔμπροσθεν καὶ ἐπὶ τὸ ὄπισθεν κινηθῆναι ἐνδέχεται. οὐδὲν δὲ κωλύει καὶ ὐπερβατῶς τὰς νοήσεις καὶ ἀνεστραμμένως ποιεῖσθαι, καὶ μετὰ τὸ Ε τὸ Θ νοῆσαι, καὶ ἀπὸ τοῦ Θ τὸ Ζ, εἶτα τὸ Η. εἰ μὲν οὖν ἐν τοῖς ἔμπροσθεν τὸ ζητούμενον εἴη, οὕτως εὑρήσει ἐλθὼν ἐπὶ τὸ Θ, ὥσπερ εἴρηται· εἰ δ᾿ ἐν τοῖς ὄπισθναι, ἐλθὼν ἐπὶ τὸ Α. εἰσὶν οὖν τὰ | κατὰ τὰ στοιχεῖα νοήματα ταῦτα, [*](248) Ἀθῆναι, Λύκιον, οἶκος Πλάτωνος, νεομηνία, συμπόσιον, Συκράτης, τὸ τυφθῆναι ὑπὸ Σωκράτους, λύρα.

Τοῦ δὲ ἀπὸ τοῦ αὐτοῦ ἐνίοτε μὲν μνησθῆναι, ἐνίοτε δὲ μὴ αἴτιον, ὅτι πλείους ἐνδέχεται κινηθῆναι κινήσεις ἀπὸ τῆς αὐτῆς ἀρχῆς· οἷον ἀπὸ τῆς πλευρᾶς ὁρμήσειε ἄν τις καὶ εἰς ἔννοιαν πλευρίτιδος καὶ πλευρωνίας· εἰ οὖν εἴη συνηθέστερον ἡ πλευρῖτις τῆς πλευρωνίας, ἕλξει μᾶλλον πρὸς αὑτὸ τὴν διάνοιαν, ὥσπερ τὰ λαμπρὰ τῶν σωμάτων τὴν ὄψιν. οὐ μόνον δὲ διὰ ταῦτα, ἀλλὰ καὶ εἰ ὁ μὲν παλαιὸς εἴη τῶν τύπων, ὁ δὲ νέος, κινήσει μᾶλλον ὁ νέος εἰς τὴν αὑτοῦ ἀνάμνησιν, εἰ μή που εἰς βάθος καθ᾿ ἕξιν ἐπιστημονικὴν ὁ παλαιὸς ἐνσεσημασμένος εἴη καὶ πρὸς τούτοις συνήθης· ὥσπερ γὰρ νέος ἐστὶ τῇ καθ᾿ ἑκάστην μελέτῃ. ὥσπερ δέ εἰσὶ τινα φύσει τόδε μετὰ τόδε (φύσει γὰρ τῇ τε τοῦ πυρὸς ἀναμνήσει ἡ θερμότης ἔπεται καὶ τῇ τοῦ ἡλίου ὁ φωτισμός), οὕτω καὶ ἔθει. ἔστι γὰρ ἐξ ἔθους τινά, ἅπερ ἀναμνησθέντες εὐθὺς ἀναμιμνῃσκόμεθα καὶ τὰ μετ᾿ αὐτὰ ὄντα. τὸ [*](1—5 Mich. p. 29,4—12 5—7 Arist. p. 452a 13—16 8—p. 12,8 Mich. p. 29,23—32,4, sed hic paulo liberius versatur Soph., quam solet 20 cf. Soph. De an. p. 128,13 H. 2 Freud. p. 410 putat, τάχιστα Themistium in Arist. textu invenisse ἃς ABa: καὶ C 3 τὰ ABa: om. C 10 ταυταδὶ ABa: ταυτὶ C 12 ἐπεὶ] ἔστω Mich., Spengel τοῦτο ABC: τοῦτο γὰρ a 16 ἀντεστραμμένας B 18 θ] ηݲ A 19 alt. τὰ ABa: om. C 23 πλείους Ca: πλείω AB 24 ἄν om. AB 25 εἴη ABa: om. C 27 ἀλλὰ καὶ εἰ Ca: ἀλλ᾿ εἰ καὶ AB: ἀλλὰ κἂν εἴη Mich. 28 καὶ ante καθ᾿ add. B 30 καθ᾿ ἑκάστην ΑΒ Mich.: καθ᾿ ἕκαστον Ca 31 τε om. B)

12
δή πολλάκις έθισθὲν ὥσπερ φύσις, καὶ ἐπεὶ ἐν τοῖς φύσει ἐγγίνεται ἁμαρτία καὶ παρὰ φύσιν, ἐνδέχεται τοῦτο συμβαίνειν καὶ ἐν τοῖς δι᾿ ἔθος. εἰ δὲ τοῦτο, οὐδὲν κωλύει ἀναμνησθέντα τοῦ προτέρου καὶ ἡγουμένου ἁμαρτάνειν περὶ τὸ ὕστερον καὶ ἑπόμενον καὶ κινηθῆναι ἀλλως ἢ ὡς δεῖ, καὶ πρὸς τούτοις ὅταν ἐφέλκῃ ἀπὸ τῆς πλευρωβνίας ἡ πλευρῖτις. διὰ τοῦτο καὶ ὅταν δέῃ ὄνομα ἀναμνησθῆναι, | ἄλλου μὲν παρομοίου μνημονεύομεν, εἰς δὲ ἐκεῖνο σολοικίζομεν. ὁ γὰρ βουλόμενος ἀναμνησθῆναι Λεωφάνην μνησθεὶς Λεωσθένην ἐσολοίκισεν ὡς πρὸς τὸν Λεωφάνην.

Τὸ μὲν οὖν ἀναμιμνῄσκεσθαι τοῦτον συμβαίνει τὸν τρόπον, κοινῶς δὲ εἰπεῖν περὶ μνήμης καὶ ἀναμνήσεως, ὡς τὸ μέγιστον ἐν ἀμφοτέροις δεῖ γνωρίζειν τὸν χρόνον ἢ μέτρῳ καὶ ὡρισμένως (ὡς ὃ μνημονεύω ἢ ἀναμιμνῄσκομαι, χθὲς εἶδον ἢ πρὸ μηνός) ἢ ἀορίστως, ὡς ἁπλῶς πρότερον ᾔσθημαι, καὶ πάλαι ποτὲ τοῦτ᾿ εἶδον καὶ ἤκουσα. εἰ γὰρ μὴ τοῦτο γένοιτο, συμβήσεται ἡμῖν ὑπολαμβάνειν, ὡς οὐκ ἀναμιμνῃσκόμεθα ἢ μνημονεύομεν, ἀλλὰ νῦν πρώτως ταῦτα καὶ οἴωοθεν προβαλλόμεθα. ἔστι δὲ τὸ κρῖνον τὸν πλείω καὶ ἐλάσσω χρόνον ἐν τοῖς τοιούτοις ἡ πρώτη αἰσθητικὴ ψυχὴ ἠ ἐν τῇ καρδίᾳ καθημένη. ὡς γὰρ ἡ διάνοια κρίνει τὰ μεγέθη οὐ τῷ ἀποτείνεσθαι ἔξω πρὸς ἐκεῖνα, ὥσπερ λέγουσιν ἡμᾶς ὁρᾶν οἱ δι᾿ ἐκπομπὴν ἀκτίνων τιθέμενοι τὸ ὁρᾶν, ἀλλὰ κινοῦσα τοὺς ἀπὸ τῶν μεγεθῶν ἐναποκει- μένους ἐν τῇ φαντασίᾳ τύπους (εἰ γὰρ ἐκείνως ἔκρινεν, ὅτε οὐ παρῆσαν, οὐκ ἂν ἠδύνατο κρίνειν· νυνὶ δὲ καὶ ἀπόντων κρίνει· οὐδὲν γὰρ ἕτερόν ἐστιν ἡ διάνοια ἢ νοῦ μετὰ φαντασίας ἐνέργεια), οὕτως εὔλογον καὶ τὴν αἰσθητικὴν ψυχὴν τίθεσθαι κρίνειν τὸν πλείω καὶ ἐλάσσω χρόνον ἔνδον μένουσαν καὶ κινουμένην ὑπὸ τῶν ἐνόντων τύπων. ἐπεὶ δὲ ἐν τῇ μνείᾳ τῶν περιεκτικῶν καὶ καθόλου λόγων καὶ οἱ καθ᾿ ἔκαστα καὶ περιεχόμενοι συλλαμβάνονται, καὶ ὅταν ὅλην τινὰ περικοπὴν ἀπὸ βίβλίου καὶ μακρὰν | περίοδον ἀπομνημονεύωμεν, ἐννοοῦμεν καὶ τὰ μέρη (τὸ γὰρ ὅλον ἐκ μερῶν, μέρη δὲ ἐνταῦθα κῶλα καὶ κόμματα), τίνι διοίσει ἡ διὰ πάντων ὁμοῦ ἀνάμνησις καὶ κατὰ κοινὸν τῆς ἐν μέρει; ἢ καθόσον συμβαίνει ὧδε μὲν τῇ τοῦ ὅλου μνήμῃ καὶ τὸ μέρος συνεννοεῖν, ἐκεῖ δὲ τῇ τοῦ καθόλου καὶ τὸ καθ᾿ ἕκαστον; πρότερον μέντοι τὰ ἐντὸς καὶ ἐλάσσω νοήσει τῶν ἄκρων καὶ τῆς ὁλότητος, ἀνάλογα δὲ τὰ ἐντὸς πρός τε αὐτὰ καὶ τὰ ἄκρα τῷ ἔχεσθαι ἀλλήλω καὶ ἑξῆς εἶναι, ὡς ἐκεῖνα τὰ ἐν τῷ Τιμαίῳ· „θεοὶ θεῶν, [*](9 Arist. p. 452b6. 7 10—15 Mich. ρ. 32,11—18 15—24 Mich. p. 32,25—33,8 24—31 ipse addidit 31— p. 13,7 Mich. p. 33,11—25. 34,9. 10 liberius adhibuit) [*](1 δὴ AB Mich.: δὲ Ca ἐπεὶ ABa: ἐπιδὴ C ἐγγίνεται ἁμαρτία AB Mich. CRP (γίνεται Mich. Sa) : γιγνομένοις ἁμαρτία γίνεται Ca 3 post καὶ add. τοῦ Ca 5 ἐφέλκῃ libri Mich. CRP: ἀφέλκῃ Mich. Sa, Spengel 7 Λεωφάνην Ca (Mich. SCa): λεωφάνη A: λεωφάνους B (Mich. RP1) 9 τοῦτον—τρόπον ABa (Arist.): τοῦτον τὸν τρόπον συμβαίνει C 10 εἶπεν conicio (λέγει Mich.) 13 γένητο AB 15 πρώτως B Mich.: πρῶτον Α (coni. Spengel): πρότερον Ca 20 ὅτε Ca Mich.: ὅταν ΑΒ 21 ἠδύνατο ΑΒ Mich.: ἐδύνατο Ca ἀπόντων] ἀπὸ τούτων B 26 βυβλίου a 31 πρότερον B Mich.: πρῶτον ACa 32 τε ABa: om. C)

13
ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, ἅ δι᾿ ἐμοῦ γενόμενα ἄλυτα ἐμοῦ γε ἐθέλοντος. τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν, τὸ δέ γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ. δι᾿ ἅ καὶ ἐπείπερ γεγένησθε. ἀθάνατοι μὲν οὔκ ἐστε οὐδ᾿ ἄλυτοι τὸ πάμπαν, οὔτι γε μὴν λυθήσεσθε οὐδὲ τεύξεσθε θανάτου μοίρας“. τῷ μὲν οὖν δὴ ἅπαντι νοηθέντι συννενόηται καὶ τὸ μέρος, τὸ μέντοι „θεοὶ θεῶν“ πρότερον ἐπῆλθεν ἡ διάνοια τοῦ μετ᾿ αὐτό, κἀκεῖνο τοῦ ἐφεξῆς, καὶ πάντων ὕστερον τὸ κοινόν· τὰ γὰρ καθ᾿ ἕκαστα ὁμοῦ τὸ ὅλον. ὡς δὲ ἐπὶ τῶν πραγμάτων καὶ νοημάτων ἔχει, καὶ ἐπὶ τοῦ χρόνου ζητεῖν εὔλογον· τοῖς γὰρ νοήμασι καθάπερ ὁ χρόνος συνείρεται, καὶ ἡ γνῶσις ἄμα· ὅθεν καὶ ὡς τὸ ἔλαττον πᾶγμα πρὸς τὸ μεῖζον ἔχει, καὶ ὁ ἐλάττων χρόνος πρὸς τὸν μείζονα ὁμοίως ἕξει, καὶ ἐναλλάξ, ὡς τὸ πρᾶγμα ἅπαν πρὸς ἅπαντα τὸν χρόνον ἔχει, καὶ τὰ μέρη πρὸς τὰ μέρη. Δῆλον δ᾿ ἂν εἴη μᾶλλον ἐπὶ τῆς διαγραφῆς. | ἐκκείσθωσαν δύο τρίγωνα κάτω τὰς κορυφὰς ἔχοντα καὶ ἐμβεβληένου ἔν ἑτέρῳ τὸ ἔτερον καὶ περιέχον μὲν ἔστω τὸ KMN, τὸ δὲ ABE περιεχόμενον, καὶ τετμήσθω ἡ AB κατὰ τὰ ΓΖ σημεᾶ, καὶ ἐπεζεύχθωσαν κατὰ τὴν ἀντικειμένην τοῦ αὐτοῦ τριγώνου πλευρὰν καὶ ἐπ᾿ εὐθείας ἡ ΓΔ ΖΗ, τετμήσθω δὲ καὶ ἡ KM κατὰ τὰ ΘΛ, καὶ ἐπεζεύχθωσαν πρὸς τὴν ἐξ ἐναντίας τοῦ αὐτοῦ τριγώνου πλευρὰν καὶ ἐπ᾿ εὐθείας ἡ ΘΞ ΛΡ, κείσθωσαν δὲ καὶ ἀμφοτέρων τῶν τριγώνων αἱ τμήσεις τῶν γραμμῶν πρὸς εὐθεῖαν. ἔστω δὲ τὸ ἔλασσον καὶ ἐντὸς ἅπερ ἡ ψυχὴ νοεῖ πράγματα, τὸ δὲ μεῖζον καὶ ἐκτὸς ὁ χρόνος ὁ συναισθόμενος ταῖς νοήσεσιν. ὥσπερ οὖν ὁ κινηθεὶς τὴν AB BE ἅμα καὶ τὴν ΑΓ ΓΔ κεκίνηται (ἐντὸς γὰρ καὶ περιέχονται), οὕτως ὁ τὴν ΑΓ ΓΔ καὶ τὴν ΑΖ ΖΗ. ὅτερ γὰρ ἡ ΑΓ πρὸς τὴν ΑΒ, τοῦτο ἡ ΓΔ πρὸς τὴv ΒΕ· ἀνάλογα γάρ, ὅθεν καὶ ἐναλλάξ. πάλιν ὡς ἡ ΑΖ πρὸς τὴν ΑΓ, οὕτως ἡ ΖΗ πρὸς τὴν ΓΔ, καὶ ἐναλλάξ. λοιπὸν ὥσπερ ὁ νοῶν τὰς ὅλας | τὴν ΑΒ καὶ τὴν ΒΕ συννοεῖ καὶ τὰς ΑΓ ΓΔ μέρη οὔσας, οὔτως ὁ τὰς ΑΓ ΓΔ τὰς ΑΖ ΖΗ. ὡς δὲ ἐπὶ τούτων ἔχει, καὶ ἐπὶ τοῦ χρόνου. ὁ γὰρ κινηθεὶς τὰς ΚΜ ΜΝ χρονικὰς γραμμάς, καὶ τὰς ΚΘ ΘΣ κεκίνηται, [*](10. 11 cf. Mich. p. 35,3—5 Michaelis figuram secutus 7 — 10.11 — 24 ipse exposuit, fort. Aristotelis vel 25— p. 14,5 cf. Mich. p. 34,23—36,13) [*](2 μὴν] Ca Mich.: γὰρ AB δὴ om. Ca (Mich, a) δέ om. C (Mich, a) μὴν] μὴ B γε μὴν ABa (Mich.): μὲν δὴ C (Platonis libri) 4 οὐδὲ Ca Mich.: οὔτε AB 5 μοίρας Ca Mich.: μοῖραν AB τῷ] τὸ Ca 6 πρότερον coni. Spengel (cf. ad. p. 12,31): πρῶτον libri 9 καθάπαξ B 12 ἅπαν πρός om. a 2Ο ἡ (ante KM) om. Spengel 27 συναισθανόμενος conicio, cf. ad p. 14,13 28 καὶ post οὕτως add. C 31 οὕτως—ΓΔ (sim. e coni. Spengel) om. a ἡ ACa: ὁ B 32 καὶ (post ΑΒ) om. B 33 ἔχει om. a)
14
καὶ ἔτι τὰς ΚΛ ΛΡ. ἦν δὲ τοῦ μὲν ΑΒ ΒΕ πράγματος ὁ ΚΜ ΜΝ χρόνος (ἅμα γὰρ τῇ ἐκείνου νοήσει καὶ οὗτος συνήγετο), τοῦ δὲ ΑΓ ΓΔ ὁ ΚΘ ΘΞ χρόνος, τοῦ δὲ ΑΖ ΖΗ ὁ ΚΛ ΛΡ· ἅμα γὰρ πάντα καὶ ἀνάλογον. φανερὸν οὖν ὡς μνημονεύοντες ἢ ἀναμιμνῃσκόμενοι ἐξ ἀνάγκης καὶ τὸν πληροῦντα χρόνον συνεννούμεθα.

Διττῶς δὲ συμβαίνει τὴν ἀπάτην κατὰ μνήμην γίνεσθαι, ἕνα μὲν τρόπον, ὅταν ἀνταλλαγὴ γένηται περὶ τὰ μνημονευόμενα καὶ τοὺς τύπους, οἷον εἴπερ ἡ ψυχὴ ὁρῶσα τὸ τοῦ Θεαιτήτου φάντασμα ὑπολάβοι Σωκράτους εἶναι· τότε γὰρ δόξει μνημονεύειν Σωκράτους Θεαιτήτου μεμνημένη· οὐδὲν γὰρ κωλύει διαψευσθῆναί τινα καὶ δοκεῖν μνημονεύειν μὴ μνημονεύοντα. δεύτερον δὲ ὅταν μνημονεύω μέν του, μὴ συναίσθωμαι δὲ δι᾿ ἄλλην τινὰ κίνησιν, ὥσπερ πολλάκις καὶ διαλογιζόμενός τι καὶ ἐννοῶν τὸν ἔμπροσθεν ἱστάμενον οὐχ ὁρῶ, ὡς ἐοικέναι με τότε τῷ ὀνειρώττοντι καὶ μὴ συναισθανομένῳ ὅτι ὀνειρώττει. οὐκ ἄρα οὖν ἔστι μνήμη ἢ ἀνάμνησις μὴ τῇ τοῦ πράγματος κινήσει τῆς τοῦ χρόνου ἐφεπομένης, καὶ ἐπὶ τούτοις συναίσθησις. τοῦ δὲ χρόνου, ὡς εἴρηται, ὁτὲ μὲν ἀορίστως, ὁτὲ δ᾿ ὡρισμένως μεμνήμεθα. ὁτὲ μὲν γὰρ μέτρῳ οὐ μέμνηται αὐτοῦ, οἷον ὅτι τρίτην ἡμέραν ἔχω πράξας ἢ πρὸ μηνός, ἀλλ᾿ ἁπλῶς ὅτι παλαι ποτὲ τόδε ἐποίησα· ὁτὲ δὲ καὶ μέτρῳ. σημεῖον δὲ τοῦ μεμνῆσθαι ἄνευ μέτρου τὸ εἰωθὸς λέγειν, ὅτι μέ|μνηνται μέν, πότε δὲ οὐκ ἴσασιν, ὅταν μὴ γνωρίσωσι τῷ ὡρισμένῳ μέτρῳ.

Ὅτι μὲν οὖν οὐχ οἱ αὐτοὶ μνημονικοὶ καὶ ἀναμνηστικοί, ἐν τοῖς πρότερον εἴρηται, διαφέρει δὲ καὶ τὸ μνημονεύειν τοῦ ἀναμιμνῄσκεσθαι οὐ κατὰ τὸν χρόνον μόνον (πρότερον γὰρ ἡ μνήμη τῆς ἀναμνήσεως), ἀλλ᾿ ὅτι καὶ τοῦ μὲν μνηονεύειν καὶ τῶν ἄλλων ζῴων μετέχει πολλά, τῆς δὲ ἀναμνήσεως οὐδὲν ὡς εἰπεῖν τῶν γνωριζομένων ζῴων πλήν ἄνθρωπος· ᾧ γὰρ τὸ ἀναμιμνῄσκεσθαι, τούτῳ καὶ τὸ συλλογίζεσθαι. ὡς γὰρ ὁ συλλογιζόμενος τῇδε τήνδε συνάπτει πρότασιν, καὶ ὁ ἀναμιμνῃσκόμενος τὰ ἐλάττω τοῖς μείζοσιν. ᾧ δὲ τὸ συλλογίζεσθαι, τούτῳ καὶ τὸ ζητεῖν, τὸ δέ, οἷς βουλή. ᾧ ἄρα ἀνάμνησις, τούτῳ καὶ βούλησις· μόνος δἐ ὁ ἄνθρωπος βουλεύεται, μόνος ἄρα καὶ ἀναμιμνῄσκεται. τὸ μὲν οὖν ἀναμιμνῄσκεσθαι ὅτι [*](6—9 Mich. p. 37,6—10 10 Arisl. p. 452b25. 26 11—17 Mich. p. 37,15— 20. 32—38,2 17—19 cf. Mich. p. 32,13—15 19—26 Arist. p. 453 a 2—9 26—p. 15,25 Mich. p. 38,10—40,3) [*](l τὰ; ABa: om. C 3 θݲ ζݲ a (corr. Spengel) δὲ (ante AZ) om. B 5 συνεννοούμεθα Ba, e corr. A: συνεννοῦμεν C, prius A 7 ἀναλλαγή a: ἐναλλαγή C 8 ὑπολάβη AB 11 μνημονεύωμεν Ca συναισθώμεθα Spengel: συναίσθωσαν a ἄλλην τινὰ B(A) Mich.: ἑτέραν Ca 12 ὥσπερ AB Mich.: ὡς Ca 13 ὡς ABa: ἀλλ᾿ C τότε AB Mich.: om. Ca 13. 14 συναισθανομένῳ A (αἰσθανομένῳ Mich.): συναισθομένω BCa 14 ἔστι AB Mich.: ἔσται Ca 15 καὶ ante τῆς add. Ca 19 καὶ (ante μέτρῳ) om. B 20 δὲ cum Arist. L (δὲ μέντοι S, μένοι ceteri) ὅτε B 22 ἐν τοῖς om. Arist. LS 23 διαφέρειν B τοῦ μνημονεύειν τὸ Arist. EMY 26 γνωρίμων Arist. LSU 28 οὅτω ante καὶ add. C 3Ο ante βουλὴ, ἀνάμνησις, βούλησις ter add. ἡ C)

15
διανοίας ἐστί, δέδεικται· τὸ γὰρ βουλεύεσθαι νοῦ. ἀλλ᾿ ἐπεὶ χωρὶς φαντασίας τοῦτο ποιῆσαι ἀδύνατον (τὰ γὰρ ἐν τῇ καρδίᾳ εἴδωλα καὶ τὸ ἐν αὐτῇ πνεῦμα κινοῦσα ἀναμιμνῄσκεται), σωματικόν τι τὸ πάθος ἐστί, καὶ ἡ ἀνάμνησις διανοίας ὁρμὴ ἐν τοιούτῳ φαντάσματι· ὡς γὰρ ὁ βουλόμενος ἀναγνῶναι γνῶναι τὸ βιβλίον ζητεῖ καὶ ὁρᾷ τὰ ἐν αὐτῷ γεγραμμένα, οὕτω καὶ ἐν τούτοις τῷ μὲν ἀναγνώσοντι ἔοικεν ἡ διάνοια, ἡ καρδία δὲ τῷ βιβλίῳ, τοῖς δὲ γράμμασι τὰ φαντάσματα, καὶ ἔστι σημεῖον τοῦ σωματικὸν εἶναι πάθος τὸ τῆς μνήμης καὶ ἀναμνήσεως τὸ παρενοχλεῖσθαι ἐνίους ἄκοντας, ἐπειδὰν πειρώμενοι οὐ δύνωνται ἀνμνησθῆναι. καίτοι ἐπέχοντες πάνυ τὴν διάνοιαν καὶ μὴ περαιτέρω ζητεῖν ἐπιτρέποντες ὅμως οὐδὲν ἧττον ζητοῦσιν, ὡς καθάπαξ κινηθείσης τῆς καρδίας ἢ τοῦ ἐν αὐτῇ ὑγροῦ ἐν τῷ ἐπιχειρεῖν ἡμᾶς ἀναμιμνῄσκεσθαι μηκέτι ῥᾳδίως ἐθέλειν ἵστασθαι τοιοῦτόν τι πάσχοντες, ὥσπερ ἂν ἡμῶν μὴ θε|λόντων ἕλκοι τις πρὸς αὐτὸν ἐστράφθαι. μάλιστα δ᾿ ἐνοχλοῦνται οἱ μελαγχολικοὶ ὑπὸ τῶν τοιούτων φαντασμάτων· εὐκίνητοι γὰρ ὄντες ὡς πολλοῦ καὶ παχέος ἐν καρδίᾳ πεπληρωμένοι πνεύματος, ἐπὰν ἑνὸς φαντάσματος κίνησις γένηται, εὐθὺς σωρηδὸν ἀνεγείρεται πάμπολλα διὰ τὴν ἐν τῷ ὑγρῷ τῆς καρδίας εὐκινησίαν. ἐπεὶ δὲ πολλάκις ἀναμνησθῆναι βουλόμενοι οὐ δυνάμεθα ἢ οὐδ᾿ ὅλως ἢ οὐ τότε, ὅτε βουλόμεθα, αἴτιον τὸ μὴ ἐφ᾿ ἑαυτοῖς εἶναι, ἀλλὰ καθάπερ τοῖς βάλλουσι λίθον οὐκ ἔστιν ἐπ᾿ αὐτοῖς στῆσαι τῆς φορᾶς, οὕτω ὁ ἀναμιμνῃσκόμενος καὶ ὁ θηρεύων, σωματικόν τι κινεῖ, ἐν ᾧ τὸ πάθος (οὐδὲν γὰρ ἀσώματον κινεῖται καθ᾿ αὑτό)· διὸ καὶ οὐκ ἐφ᾿ αὑτῷ στῆσαι. καὶ ὥσπερ τῷ ἀναγνῶναι προθεμένῳ τόδε τὸ χωρίον οὐκ ἤρεκσε μόνη ἡ τοῦ βιβλίου ἀνάπτυξις, εἰ μὴ καὶ τὸν τόπον εὕροι, οὕτω καὶ ἐπὶ διανοίας καὶ τῶν ἐν τῇ καρδίᾳ φαντασμάτων σμάτων ἔχει· οὐ γὰρ μνησθήσεται κινοῦσα τὰ εἴδωλα, εἰ μὴ ἐντύχοι ὅ ζητεῖ. ὅθεν καὶ μάλιστα ἐνοχλοῦνται, ὡς εἴρηται, οἷς ἂν ὑγρότης τύχῃ ὑπάρχουσα περὶ τὸν αἰσθητικὸν τόπον· οὐ γὰρ ῥᾳδίως παύονται κινηθέντες, ἔως ἂν ἐπέλθωσι τὸ ζητούμενον καὶ εὐθυπορήσῃ ἡ κίνησις. διὸ καὶ ὀργαὶ καὶ φόβοι, ὅταν τι κινήσωσιν, ἀντικινούντων πάλιν ἐκείνων οὐ καθίστανται, ἀλλ᾿ ἐπὶ τὸ αὐτὸ ἀντικινοῦσι μέχρι του· οἷον ἡ καρδία κινηθεῖσα ἐν ταῖς ὀργαῖς καὶ τοῖς θυμοῖς κρίναντος τοῦ λογισμοῦ ὑπὸ τοῦ ζέσαντος αἵματος καὶ ὡς στερροτέρα μᾶλλον θερμανθῖσα ἀντιθερμαίνει τὸ αἶμα. καὶ ἐν τοῖς φόβοις δὲ γινομένων τῶν ἐναντίων, ψύξεως καὶ συστολῆς, οὐ [*](18 — 20 Arist. p. 453a21—23 26—30 Arist ib. 23—27 30—p. 16,1 cf. Mich. p. 40,12—26) [*](1 βουλεύεσθαι ABa: βούλεσθαι C 5 et 6 βυβλίον et βυβλίῳ a 6 μὲν ἀναγνώσοντι ABa: μὲν οὖν ἀναγινώσκοντι C (ἀναγινώσκοντι Mich.) 7 ἔστι Ca: ἔτι AB 9 ἐπειδὰν—ἀναμνησθῆναι B (Mich.): om. ACa coniunction desideratur 11 ὡς] καὶ B 12 οὐκέτι ῥαδίως ἱστάμεθα B 13 ἕλκῃ Mich. 18 οὐδ᾿ B Mich.: om. ACa 22 αὑτῷ ABa: ἑαυτῷ C 23 βυβλίου a 26 ἂν Ca Arist.: om. AB τύχῃ C (Spengel) Arist.: τύχοι ΑΒα 28 εὐθυπορήσῃ Ca Arist.: εὐθυπορήσει B (Arist. E): εὐθυπορήσοι A, ut vid. 29 τι κινήσωσιν] κινηθῶσιν Arist. SU 29 καὶ (ante φόβοι) om. A)
16
ῥᾳδίως ἀποκαθίστανται, καὶ ἔοικε τὸ πάθος | τοῖς ὀνόμασι καὶ μέλεσι καὶ λόγοις· ὅταν γὰρ διὰ στόματος αὐτῶν γένηταί τι σφόδρα, παυσαμένοις καὶ οὐ βουλομένοις πάλιν ᾄδειν ἢ λέγειν ἐπέρχεται. εἰσὶ δὲ καὶ οἱ τὰ ἄνω μείζω ἔχοντες καὶ οἱ νανώδεις ἀμνημονέστεροι τῶν ἐναντίων διὰ τὸ πολὺ βάρος ἔχειν ἐπὶ τῷ αἰσθητικῷ καὶ μήτ᾿ ἐξ ἀρχῆς τὰς κινήσεις δύνασθαι ἀμμένειν, ἀλλὰ διαλύεσθαι, μήτε ἐν τῷ ἀναμιμνῄσκεσθαι ῥᾳδίως εὐθυπορεῖν, οἱ δὲ πάμπαν νέοι καὶ οἱ λίαν γέροντες ἀμνήμονες διὰ τὴν κίνησιν· οἱ μὲν γὰρ ἐν αὐξήσει, οἱ δὲ ἐν φθίσει πολλῇ εἰσιν. ἔτι δὲ τά γε παιδία καὶ νανώδη εἰσὶ μέχρι πόρρω τῆς ἡλικίας. περὶ μὲν οὖν μνήμης καὶ τοῦ μνηονεύειν καὶ τίς ἡ φύσις αὐτῶν καὶ τίνι τῶν τῆς ψυχῆς μνημονεύει τὰ ζῷα, καὶ περὶ τοῦ ἀναμιμνῄσκεσθαι, τί ἐστι καὶ πῶς γίνεται καὶ διὰ τίνα αἰτίαν, εἴρηται.

[*](1—12 Arist. p. 453a28—453bll)[*](2 αὐτῶν γένηταί τι cum Arist. U (γένηταί τι αὐτῶν Μ, τι αὐτῶν γένηται LS, γένηταί τις EY) 3 οἱ om. Arist. LU 7 καὶ λίαν Arist. 8 εἰσιν om. Arist. LSU post ἕτι add. δὲ Ca (Arist. MLSU): om. AB γε AB (Arist.): om Ca 11 τίνα αἰτίαν Ca (Arist. LSU): τίνας αἰτίας AB (Arist. EMY))
17

1. Περὶ δὲ ὕπνου καὶ ἐγρηγόρσεως σκοπητέον, τίνα τε τυγχάνει καὶ ἐν ποίῳ μορίῳ τῆς ψυχῆς, καὶ πότερον ἔδια τῆς ψυχῆς ἢ καὶ τοῦ σώματος, καὶ διὰ τίν᾿ αἰτίαν ὑπάρχει τοῖς ζῴοις, καὶ πότερον ἅπαντα κεκοινώνηκεν ἀμφοῖν, ἢ τὰ μὲν ὕπνου τὰ δὲ θατέρου μόνον, πρὸς δὲ τούτοις τί ἐστι τὸ ἐνύπνιον, καὶ διὰ τίνα αἰτίαν οἱ καθεύδοντες ὁτὲ μὲν ὀνειρώσσουσιν, ὁτὲ δ᾿ οὐκ ὀνειρώσσουσι, καὶ πότερον συμβαίνει μὲν ἀεὶ τοῖς καθεύδουσιν ἐνυπνιάζειν, ἀλλ᾿ οὐ μνημονεύουσιν, ἢ οὔ, κἂν εἰ συμβαίνοι, διὰ τίνα αἰτίαν γίνεται, καὶ πότερον τὰ μέλλοντα ἐνδέχεται προορᾶν ἢ ἐνδέχεται, καὶ τίνα τρόπον, εἰ ἐνδέχεται, καὶ πότερον τὰ μέλλοντα ὐπ᾿ ἀνθρώπου πράσσεσθαι μόνον, ἢ καὶ ὧν τὸ δαιμόνιον τὴν αἰτίαν ἔχει, καὶ φύσει γίνεται ἢ ἀπὸ ταὐτομάτου. καὶ πρῶτον μέν γε τοῦτο φανερόν, ὅτι τῷ αὐτῷ μορίῳ τοῦ ζῴου ἣ τε ἐγρήγορσις ὑπάρχει καὶ ὁ ὕπνος· ἀντίκεινται γάρ, καὶ φαίνεται στέρησίς τις ὁ ὕπνος τῆς ἐγρηγόρσεως. ἀεὶ δὲ τὰ ἔσχατα καὶ ἀντικείμενα κείμενα καὶ ἐπὶ τῶν τεχναστῶν καὶ ἐπὶ τῶν φυσικῶν ἐν τῷ αὐτῷ δεκτικῷ φαίνεται γινόμενα καὶ τοῦ αὐτοῦ πάθη εἰσί, λέγω δ᾿ οἷον ἁρμονία | καὶ ἀναρμοστία περὶ τὸ αὐτό, καὶ τάξις καὶ ἀταξία, ἔτι δὲ νόσος καὶ ὑγεία περὶ τὸ αὐτό, ἐν σώματι γάρ· αἶσχος δὲ καὶ κάλλος ἐν τοῖς ὀργανικοῖς, ἐν νεύροις δὲ ἰσχὺς καὶ ἀσθένεια, καὶ περὶ ὄψιν αὖ ὄψις καὶ τυφλότης, καὶ ἐν ἀκοῇ ὁμοίως. ἔτι δὲ καὶ ἐκ τῶνδε δῆλον· ᾧ γὰρ τὸν ἐγρηγορότα γνωρίζομεν, τούτῳ καὶ τὸν καθ᾿ ὕπνον. γνωρίζομεν δὲ τὸν ἐγρηγορότα τῷ αἰσθάνεσθαι ἢ τῶν ἐκτός τινος κινήσεως, ὡς ὁρᾶν ἢ ἀκούειν, ἢ τῶν ἐντὸς καὶ ἐν αὐτῷ, ὡς λογίζεσθαι καὶ φαντάζεσθαι· καὶ ὑπνώττοντα δ᾿ αὖ λέγομεν τὸν μήτε τῶν ἐξωτερικῶν τινα ἐνεργοῦντα κινήσεως μήτε τῶν ἔνδοθεν. [*](2—14 Arist. p. 453b8—27 14—20 cf. Mich. p. 42,16—20 et Arist. v. 27—31 20. 21 Arist. p. 453b31—454a2 21—p. 18,3 Mich. p. 43,.5—10 liberius adhibuit) [*](1 θεμιστίου παράφρασις εἰς τὸ περὶ ὕπνου καὶ ἐγρηγόρσεώς ἀριστοτέλους Ca 2 σκεπτέον B (cf. Arist.) 5 ὕπνου] θατέρου Arist. EMY μόνον B Arist.: μόνου ACa 6 οἱ om. Arist. LSU 7 ὀνειρ. om. Arist LSU τοῖς om. LSU 8 κἂν] καὶ Arist. LSU 10. 11 πράσσεται a (corr. iam Spengel) 12 ἀπ᾿ αὐτ. Arist. EMSU 13 ἀντίκεινται Ca (Arist.): ἀντίκειται AB (Arist. M) 14 τις στέρησις a ἀεὶ δὲ] διὸ Ca ἔσχατα] ἐναντία Arist. EMY 18 καὶ αἶσχος καὶ Ca 21 καθ᾿ Comment. in Arist. V 6. Themist. (Sophon.) in Parv. Nat.)

18
αἴσθησις δὲ καὶ ἀναισθσία ὡς ἕξις καὶ στέρησις, αὗται δὲ περὶ τὸ αὐτὸ καὶ ἕν ὑπάρξουσι· καὶ ὕπνος ἄρα καὶ ἐγρήγορσις τὸ αὐτὸ ἕξουσιν ὑποκεί- μενον.

Ἐπεῖ δ᾿ οὔτε τῆς ψυχῆς ἴδιον τὸ αἰσθάνεσθαι οὔτε τοῦ σώματος (οὗ γὰρ ἡ δύναμις, τούτου καὶ ἡ ἐνέργεια, ἡ δὲ λεγομένη ἐνεργείᾳ αἴσθησις κίνησίς τίς ἐστι διὰ τοῦ σώματος τῆς ψυχῆς), φανερὸν ὅτι οὔτε τῆς ψυχῆς τὸ πάθος ἐστὶν ἴσιον, οὔτ᾿ ἄψυχον σῶμα δυνατὸν αἰσθάνεσθαι, ἀλλὰ τοῦ συναμφοτέρου. διωρισμένων δὲ περὶ τῶν λεγομένων ὡς μορίων πρότερον καὶ τοῦ μὲν θρεπτικοῦ χωριζομένου τῶν ἄλλων, τῶν δ᾿ ἄλλων οὐδενὸς ἄνευ τούτου ὄντος, δῆλον ὡς ὄσα μὲν αὐξήσεως καὶ φθίσεως μετέχει μόνον τῶν ζώντων, οἷον τὰ φυτά, τούτοις οὐχ ὑπάρχει ὕπνος οὐδὲ ἐγρήγορσις· οὐ γὰρ ἔχουσι τὸ αἰσθητικὸν μόριον, ἐν ᾧ ταῦτα. τὸ δὲ αἰσθητικὸν τοῦ θρεπτικοῦ ὅτι ἕτερον τῷ εἶναι καὶ τῇ δυνάμει, φανερόν. εἰ δὲ καὶ τῷ ὑποκειμένῳ, οὐ παντί γε δῆλον. ἔτι τῶν θνητῶν καὶ ὑπὸ σελήνην καὶ δεκτικῶν ὕπνου καὶ ἐγρηγόρσεως | οὐδέν ἐστιν, ὅ ἀεὶ ἐγρήγορεν ἢ ἀεὶ καθεύδει· ἀλλὰ τοῖς αὐτοῖς ὑπάρχει τῶν ζῴων ἀμφότερα τὰ πάθη ταῦτα, καὶ οὐδέν ἐστι ζῷον ἀμφοτέρων στερούμενον· τοῦτο γάρ ἐστι τῶν ἀψύχων. ὑπεξαιρείσθω μέντοι κἀν τούτοις τὰ θεῖα ἐνεργοῦντα ἀεί· ἡ γὰρ ἐν αὐτοῖς ἐγρήγορσις ἀναντίθετος. ὕπνος δὲ καὶ ἐγρήγορσις, ὡς πολλάκις εἴρηται, πάθη περὶ αἴσθησιν του πρώτου αἰσθητικοῦ, τῆς καρδίας. ἔτι ὅσων ἐστὶν ἔργον τι κατὰ φύσιν, ὅταν ὑπερβάλλῃ τὸν χρόνον, καθ᾿ ὅν πέφυκε τοῦτο ποιεῖν, ἀνάγκη κάμενιν καὶ μὴ δυνάμενον πρόσω βαίνειν παύεσθαι. φέρουσι γὰρ τὰ ὑποζύγια φόρτον ἄχρι τινός, ἢν δέ τις περαιτέρω βιάσαιτο, πίπτουσι· καὶ ἀναγνώσεταί τις ἕως τινός, εἶτα καμεῖται· καὶ ἀνδριαντοποιὸς καὶ τέκτων καὶ πᾶς ὁστισοῦν ἐνεργήσει μέχρι του, εἶτα στάσις τὴν κίνησιν διαδέξεται. κατὰ τὰ αὐτὰ δὲ καὶ ὄμματα καὶ ὦτα, ἔτι δὲ χεῖρες καὶ πόδες καὶ ἅπαν ὀργανικόν. εἰ δή τινός ἐστιν ἔργον τὸ αἰσθάνεσθαι, συνεχῶς ἀδυνατήσει καὶ οὐκέτι τοῦτο ποιήσει· ἐκμετρήσαντα γὰρ τὰ μόρια τὸν πληροῦντα χρόνον τὴν δύναμιν παύσεται. εἰ τοίνυν ἐναντίον τῷ ἐγρηγορέναι τὸ καθεύδειν, τῶν δ᾿ ἀμέσων ἐναντίων ἢ τῶν καθ᾿ ἕξιν καὶ στέρησιν ἂν θάτερον τῷ δεκτικῷ μὴ παρῇ, ἀνάγκη παρεῖναι θάτερον, καὶ τὴς ἐγρηγόρσεως μὴ παρούσης παρέσται ὁ ὕπνος· καὶ εἰ ἡ ὑπερβολὴ τοῦ ἐγρηγορέναι ὁτὲ μὲν [*](4—12 Arist. p. 454a7—17 7 τοῦ συναμφοτέρου e Mich. p. 43,21 12—17 Mich. p. 43,31—44,18 17—19 ipse addidit 19. 20 cf. Mich. p. 44,18—21 20—27 Mich. p. 44,29—45,7 27. 28 cf. Arist. p. 454a28—32 28. 29 ipse addidit 29—32 Mich. Ρ. 45,10—12 32—p. 19,11 Mich. p. 46,4—2) [*](7 ἐστὶν om. B 8 δὲ περὶ τῶν λεγομένων B Arist: om. A: δ᾿ Ca πρότερον posuit ut Arist. EMY 10 ὄντος om. Arist. libri praeter U 13 τῇ] τὸ B δὲ ABa: om. C 14 prius καὶ del. Spengel 19 ἀναντίλεκτος coni. Spengel, sed V. Soph. Comm. XXIII 2 p. 23,21 21 ὑπερβάλλῃ Ca (Mich. Sa): ὑπερβάλη AB (Mich. CRP) 23 βιάσηται Mich. 27 καὶ—αἰσθάνεσθαι om. cum Arist. LSU, supplet Spengel 30 ἐναντίον Spengel 31 καὶ del. Spengel 32 ὁ B (Mich.): om. ACa)

19
νοσώδης (διετέλεσαν γάρ τινεσ καὶ ἔως ἡμερῶν ἐννέα ἄϋπνοι δι’ ἀσθένειαν), ὁτὲ δὲ ἄνευ νόσου, ὥσπερ οἱ δι’ ἔσχνανσιν ἢ ξήρανσιν αὐτὸ τοῦτο παθόντες, καὶ ἡ ἀδυναμία ἄρα καὶ μακρὸς ὕπνος ὁτὲ μὲν | διὰ νόσον, ὁτὲ δ’ ἄνευ νόσου γενήσεται· πυρέξας γάρ τις ἐπὶ τρισὶν ἡμέραις κοιμώμενος διετέλεσε, τά τε βρέφη καὶ ὅσοι τὴν δίαιταν ἢ τὴν κρᾶσιν ὑγρότεροι ἐπὶ πλεῖστον ὅσον ὑπνώττουσιν. εἰ δὲ ταῦτα οὕτω, πᾶν ἄρα τὸ ἐγρηγορὸς καθεύδει καὶ τὸ καθεῦδον ἐγρήγορεν. εἰ γὰρ ὁ ὕπνος πάθος τί ἐστι τοῦ αἰσθητικοῦ μορίου καὶ οἶον δεσμός τις καὶ ἀκινησία, αἰσθητικὸν δὲ τὸ δυνατὸν αἰσθάνεσθαι κατ’ ἐνέργειαν, πᾶσα δὲ δύναμις ἄγεται εἰς ἐνέργειαν, ἀνάγκη ἄρα τὸ καθεῦδον καὶ δύναμιν γρηυορῆσαι ἔχον ἐγρηγορὸς γενέσθαι, καὶ οὐδεὶς ὕπνος ἀνέγερτος. τὰ μὲν οὖν αλλα σχεδὸν πάντα δῆλα κοινωνοῦντα ὕπνου, καὶ πλωτὰ καὶ πτηνὰ καὶ πεζά· καὶ γὰρ τὰ τῶν ἰχθύων γένη πάντα καὶ τῶν μαλακίων ὦπται καθεύδοντα καὶ τἆλλα πάνθ’ ὅδ’ ἔχει ὀφθαλμούς· καὶ γὰρ τὰ σκληρόφθαλμα φανερὰ καὶ τὰ ἔντομα κοιμώμενα, βρακύυπνα δὲ τὰ τοιαῦτα πάντα· διὸ καὶ λανθάνοι ἄν τινα πολλάκις, πότερον μετέκουσι τοῦ καθεύδειν ἤ οὔ. τῶν δ’ ὀστρακοδέρμων κατὰ μὲν τὴν αἴσθησιν οὐδέπω γέγονε φανερόν, εἰ καθεύδουσιν, εἰ δέ τῳ πιθανὸς ὁ λεχθεὶς λόγος, τούτῳ πεισθήσεται. ὅτι μὲν οὖν ὕπνου κοινωνεῖ τὰ ζῷα πάντα, φανερὸν ἐκ τούτων· τῷ γὰρ αἴσθησιν ἔχειν ὥρισται τὸ ξῷον, τῆς δ’ αἰσθήσεως τρόπον μέν τινα τὴν ἀκινησίαν καὶ οἶον δεσμὸν τὸν ὅπνον φαμέν, τὴν δὲ λύσιν καὶ τὴν ἐγεσιν ἐγρήγορσιν. τῶν δὲ φυτῶν οὐδὲν οἶόν τε κοινωνεῖν οὐδετέρου τῶν παθημάτων· ἄνευ μὲν γὰρ αἰσθήσεως οὐχ ὑπάρχει οὔτ’ ὕπνος οὔτ’ ἐγρήγορσις· οἶς δ’ αἴσθησις ὑπάρχει, τούτοις καὶ τὸ λυπεῖσθαι καὶ χαίρειν, οἶς δὲ ταῦτα, καὶ ἐπιθυμία. τοῖς δὲ φυτοῖς οὐδὲν ὑπάρχει τούτων. οὐδεὶς δὲ προσαναγκάσει λόγος ἅδεσθαι ἢ λυπεῖσθαι τὰ φυτὰ ἤ ἔλως ἐπι| θυμεῖν ἣ αἰσθάνεσθαι, οὐδ’ ἔπεται παντὶ θρεπτικῷ τὸ αἰσθητικόν, ὥσπερ τὸ ἔμπαλιν, ἀλλὰ κεκώρισται. σημεῖον ὁ ὅτι καὶ τὸ ἔργον τὸ αὑτοῦ ποιεῖ τὸ θρεπτικὸν μόριον ἐν τῷ καθεύδειν μᾶλλον ἣ ἐγρηγορέναι· τρέφεται γὰρ καὶ αὕξεεται μᾶλλον τότε ὡς οὐδὲν προσδεόμενα πρὸς ταῦτα τῆς αἰσθήσεως.

Διὰ τί θὲ καθεύδει καὶ ἐγρήγορε, καὶ διὰ ποίαν τινὰ αἴσθησιν, ἢ καὶ ποίας, εἰ καὶ πλείους, σκετέον. ἐπεὶ δ’ ἔνια μὲν τῶν ζῲων ἔχει τὰς αἰσθήσεις πάσας, ἔνια δ’ οὐκ ἔχουσιν, οἶον ὄψιν, τὴν δ’ ἀφὴν καὶ τὴv γεῦσιν πάντ’ ἔχει, καὶ μάλιστα κοινοτάτη πασῶν ἡ ἀφὴ, ἐν τοῖς Περὶ [*](11—25 Arist. p. 454 b 14—32 25—27 cf. Mich. p. 47,2—6 27—p. 203 Arist. p. 454 b 32 —455 a 11) [*](1 θݲ AB 3 νόσον Β Mich.: νόσου ACa 8. 9 δυνατὸν om. B 11 τὰ ante κοινωνοῦντα add. Ca (om. etiam Arist.) 12 πτηνὰ καὶ πεζά ABa Arist. EMY (πτηνὰ LSU): πεζὰ καὶ πτηνὰ C 13 πἆλλα πάνθ’ Β Arist.: πάντα τἆλλα ὄσα ACa ὅσαπερ Arist. LSU 15 λάθοι Arist. 17 καθεύδει Arist. LSU 20 μέν τινα τὴν AB (μέν τινα Arist. L, τινὰ τὴν μὲν ceteri): τινὰ τὴν Ca 21 εἶναί ψαμεν Arist. LS(M) 22 ante Πω add. Αrist. EY(L) 24 τὸ χαίρειν Arist. EMYL 25 δὲ ABa: γὰρ C 31 ποίαν οm. Arist. EMY 32 τῶν ζῲων om. Arist. EMDY 33 orov om. Arist. LMSU)

20
ψυχῆς εἴρηται, ἀδύνατον δ’ ἐστὶν ἁπλῶς ὁποιανοῦν αἴσθησιν αἰσθάνεσθαι τὸ καθεῦδον ζῷον, φανερὸν ὅτι πᾶσιν ἀναγκαῖον ὑπάρχειν τὸ αὐτὸ πάθος ἐν τῷ καλουμένῳ λέγω δὴ τὴν παντελῆ ἀκινησίαν καὶ ἀναισθησίαν. εἰ γὰρ τῷ μὲν τῶν αἰσθήσεων, ὡς εἰπεῖν τῇ ἀκοῇ, ἐνεργοίη, τῇ δὲ μή, μή, τῇ ὄψει, συμβήσεται περὶ ταὺτὸ τὰναντία ἅμα· καθεῦδον γὰρ αἰσθήσεται. τοῦτο δὲ ἀδύνατον. πότερον δὲ πάσας ἐπίσης ἐν τοῖς εἰρημένοις αἰτιατένον παθήμασιν, ἢ τινὰς μὲν μὰλλον, τινὰς δ’ οὔ; ἢ καὶ μίαν μόνην καὶ ἔστιν αὔτη ἡ ἀφή) ὡς ἀναγκαιοτέραν καὶ προτέραν φύσει τῶν ἄλλων καὶ τῇ κοινῇ αἰσθήσει ταυτιζομένην κατὰ τὸ ὑποκείμενον; ἐπεὶ γὰρ ὑπάρχει καθ’ ἑκάστην αἴσθησιν τὸ μέν τι ἵδιον, τὸ δὲ κοινόν, ἴδιον μὲν οἶον τῇ ὄψει τὸ ὁρᾶν, τῇ δ’ ἀκοῇ τὸ ἀκούειν, καὶ ταῖς ἄλλαις ἑκάστῃ κατὰ τὸν αὐτὸν τρόπον, ἔστι δέ τις καὶ κοινὴ δύναμις ἀκολουθοῦσα ταύταις, ᾖ καὶ ὅτι ὁρᾷ καὶ ἀκούι καὶ αἰ|σθάνεται οὐ γὰρ δὴ τῇ γε ὄψει ὁρᾷ ὄτι ὀρᾷ), καὶ κρίνει δὴ καὶ δύναται κρίνειν, ὅτι ἕτερα τὰ γλυκέα τῶν λευκῶν, οὔτε γεύσει οὔτ’ ὄψει ἀμφοῖν, ἀλλά τινι κοινῷ μορίῳ τῶν αἰσθητικῶν πάντων ἣν καὶ κοινὴν ἀπλῶς προσαγοφεεύομεν αἴσθησιν καὶ κυρίως, ἦς καὶ τὸ αἰσθητήριον κοινότατον καὶ κυρίως ἔν, καὶ μία μέν, τῷ δέ γε γόγῳ πλείους καὶ τοσαῦται, ὅσα καὶ ὑποκέίμενα ταῖς καθ’ ἔκαστα· ἔτερον γὰρ ψόφου χρῶμα καὶ ἀμφοτέρων ὀσμή) ὑτάρκει δ’ αὕτη ἄμα καὶ πρώτως μάλιστα τῷ ἀπτικῷ τοῦτο μὲν γὰρ χωρίζεται τῶν ἄλλων αἰσθητηρίων, τὰ δ’ ἄλλα τούτου ἀχώριστα. εἴρηται δὲ περὶ αὐτῶν ἐν τοῖς Περὶ ψυχῆς θεωρήμασι), φανερόν, ὅτι ὅτι τούτου ἐστὶ ἡ ἐγρήγορσις καὶ ὁ ὕπνος, τῆς κοινῆς δηλαδὴ αἰσθήσεως περὶ τὸ κοινὸν αἰσθητήριον, τὴν καρδίαν. τῇ ἁφῇ δὲ κατὰ τὸ ὑποκείμενον τὴν συνήψαμεν αἴσθησιν, διὸ καὶ πᾶσιν ὑπάρχει τοῖς ξῲοις· καὶ γὰρ ἡ ἀφὴ μόνη πᾶσιν. ὄτι δὲ ἀργία μόνης καὶ πρώτης ἁφῆς ἥπνος, καὶ οὐχ ἀπλῶς κοινῶς τῶν αἰσθήσεων, ἐντεῦθεν ἄν εἴη δῆλον· εἰ γὰρ μὴ ἀνάγκη ἄμα πάσας ἐνεργεῖν, οὐδὲ ἄμα πᾶσαι ακινητίσουσιν. ἀλλὰ μὴν τὸ πρῶτον τίς γὰρ ἀνάγκη τὸν ὁρῶντα εὐθὺς καὶ ακούειν ἢ τὸν γευόμενον ὁρᾶν) καὶ τὸ δεύτερον ἄρα. τοὐναντίον γὰρ εὐλογώτερον αὐταῖς συμβαίνιν ἔμελλε τὸ ἄμα πάσας ἐνεργεῖν ἤπερ ἄμα ἀκιντίζειν. εἰ δὲ ἄμα ἐνεργεῖν οὐκ ἐνδέκεται, ὅ μᾶλλον εὔλογον, τολλῷ μᾶλλον οὐδὲ ἀκινητίζειν. ἔπεται μέντοι τῷ τὴν ἀφὴν ἀργεῖν καὶ πάσας. πάσας. οὐ μήν ἐκ [*](3 λέγω —ἀναισθησίαν addidit —5 cf. Arist. p. —12 5. 6 cf. Mich, p. 47,23 6 — 9 ipse addit —17 Arist. p. — 21 — 19 Mich, p. —28 —23 Arist. p. — 26 23. 24 Mich. p. 48,4. 7 25. 26 Arist. p. 455a26. 27 — p. 21,2 Mich. p. 48,12—49,1) [*](2 ἀναγκαῖον ΑΒ Arist.: ἀνάγκη Ca 11 ἐκάστη om. Arist. LSU ἐκάστῃ scripsi) 12 ἦ a (Arist. EYLU): ἣ ABC (Arist. MS) ὅτι Β(Spengel): om. ACa (Arist. EY) 13 καὶ (post ἀκούει del. Spengel (om. Arist. LU) ὅτι ὁρᾷ om. C 15 αἰσθητηρίων Arist. EMY 16 ἦς ABa: ὦ C 17 μέν ΑΒa: μὲν αἴσθησις C (e coni. Speugel) 19 ὀσμαί C 21 τούτων Arist. SU 25 πρώτως B 26 κοινὸς B 27 ἐνεεργεῖν C Mich, (e coni. add. Spengel): ἠρεμεῖν B: om. Aa ἀκινητίσουσιν A Mich.: ἀκινητίζουσιν Ca: ἀκινητήσουσιν B (Mich. C) 28 xai (ante ἀκούειν) om. C)
21
τῆς πασῶν ἀργίας ὁ ὕπνος ἐστίν, ἀλλ᾿ ἐκ μόνης τῆς πρώτης τῆς ἁπτικῆς. τοῦ γὰρ κυρίου τῶν ἄλλων αἰσθητηρίων καὶ πρὸς συν|τείνει τὰ ἄλλα πεπονθότος τι συμπάσχειν ἀνάγκη καὶ τὰ λοιπὰ πάντα, ἐκείνων δέ τινος ἀδυνατοῦντος οὐκ ἀνάγκη τοῦτο ἀδυνατεῖν.

Ἔτι δ᾿ ἐκ τῶνδε μᾶλλον φανερώτερον ὡς οὐκ ἐν τῷ τὰς αἰσθήσεις ἀργεῖν καὶ μὴ χρῆσθαι αὐταῖς ὁ ὕπνος, οὐδ᾿ ἐν τῷ μὴ δύνασθαι αἰσθάνεσθαι. ἐν γὰρ ταῖς λειποψυχίαις τοιοῦτόν τι συμβαίνει· ἀδυναμία γὰρ αἰσθήσεων πασῶν ἡ λειποψυχία, ὕπνος δ᾿ οὔ. γίνονται δὲ καὶ ἔκνοιαί τινες τοιαῦται· οἱ γὰρ μαινόμενοι οὔθ᾿ ὁρῶσιν οὔτ᾿ ἀκούουσιν οὔτ᾿ ἄλλην τινὰ αἰσθάνονται νονται αἴσθησιν· πῶς γάρ, οἳ τὰς σάρκας τὰς ἑαυτῶν κατεσθίοντες οὐδεμιᾶς ὀδύνης λαμβάνουσιν αἴσθησιν; καὶ τὰς ἐν τῷ αὐχένι δὲ δύο φλέβας εἴ τις δήσει, ἀναισθητεῖ τὸ ζῷον· ὕπνος δ᾿ οὐκ ἔστιν, ἀλλ᾿ ὅταν ἡ ἀδυναμία τοῦ αἰσθάνεσθαι μήτε ἔν τινι τῶν αἰσθητηρίων γένηται (τύχοι γὰρ ἄν τινος πηρωθῆναι τὰ αἰσθητήρια καὶ ἀδυνατεῖν αἰσθάνεσθαι, καὶ οὐ καθεύδειν τοῦτό μήτε δι᾿ ἣν ἔτυχεν αἰτίαν, ἀλλά, καθάπερ εἴρηται νῦν, ἐν τῷ πρώτῳ αἰσθητηρίῳ, τῇ καρδίᾳ, καὶ τῇ πρώτῃ αἰσθήσει καὶ διὰ τὴν ὑπερβολὴν τοῦ ἐγρηγορέναι, τοῦτό ἐστιν ὁ ὕπνος. ὅταν μὲν γὰρ τοῦτο ἀδυνατήσῃ, ἀνάγκη καὶ τοῖς αἰσθητηρίοις πᾶσιν ἀδυνατεῖν αἰσθέσθαι, ὅταν δὲ ἐκείνων τι, οὐκ ἀνάγκη τούτῳ.

Τούτων οὕτω διωρισμένων λεκτέον ἤδη καὶ δι᾿ ἣν αἰτίαν καθεύδειν συμβαίνει, καὶ ποῖόν τι τὸ πάθος ἐστίν. ἐπεὶ δὲ τρόποι πλείονες τῆς αἰτίας (τέσσαρας γὰρ τοὺς κυριωτέρους ἐν τοῖς φυσικοῖς ἀποδεδώκαμεν· καὶ γὰρ τὸ τίνος ἕνεκα τελικὸν αἴτιον ἐκεῖσε ἐλέγομεν, καὶ ποιητικὸν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, καὶ τὸν λόγον καθ᾿ ὃν τὸ πρᾶγμα γί|νεται εἰδικόν, καὶ ἐπὶ πᾶσι τὴν ὕλην, ἐξ οὗ ἐνυπάρχοντος ἀποτελεῖταί τι), εἴη ἂν ὕπνου μὲν αἰτία ὡς οὗ ἕνεκα ἡ σωτηρία τῶν ζῴων καὶ ἀνάπαυσις, ποιητικὴ δὲ ἡ τοῦ καρδιακοῦ πνεύματος κίνησις, ὑλικὴ δὲ ἡ παλίρροια τῆς ἀναχθείσης ἀναθυμιάσεως πρὸς τὰ κάτω, καὶ εἰδικὸν ἡ τοιαύτη τῶν ἐκτὸς καὶ ἐντὸς μελῶν καὶ μερῶν σύμπτωσις καὶ διάθεσις. ἔχει γὰρ ὧδε. πρῶτον μὲν οὖν ἐπειδὴ λέγομεν τὴν φύσιν ἕνεκά του ποιεῖν, τοῦτο δ᾿ ἀγαθόν τι, τὴν δ᾿ ἀνάπαυσιν ἀναγκαίαν εἶναι καὶ ὠφέλιμον τῷ πεφυκότι κινεῖσθαι, μὴ δυναμένῳ δ᾿ ἀεὶ καὶ συνεχῶς κινεῖσθαι μεθ᾿ ἡδονῆς, δῆλον ὡς σωτηρίας τῶν ζῴων ὁ ὕπνος ἕνεκα· ὅθεν καὶ δι᾿ αὐτὴν τὴν ἀλήθειαν τῷ ὕπνῳ τὴν μεταφορὰν ταύτην προσάπτουσιν, ἀνάπαυσιν μόνον τῶν ἄλλων λέγοντες. [*](1-9 Arist. p. 455a33—b6 9—17 Mich. p. 49,6—15 17—21 Arist. p. 455b11—14 22 ipse addidit 23. 24 Mich. p. 49,18. 19 of. Soph. De an. p. 24,19 H. 24—29 ipse exposuit, cf. Arist. p. 455bl6 ss. 29—p. 22,2 Arist. p. 455b 17—25 32 δῆλον] v. Mich. p. 49,20) [*](2 αἰσθητηρίου Arist. praeter S 7 λιποψυχίαις Arist. E τι om. Arist. 8 αἰσθήσεως Arist. EMY λιποψυχία Arist. 10 αἴσθησιν ABC Mich.: om. a τὰς (ante ἑαυτῶν) om. C 18 αἰσθάνεσθαι Arist. EM 20 καὶ om. B 22 Φυσικοῖς] v. Bonitz. Ind. p. 22b36 ἀπεδώκαμεν B 28 εἰδικὴ conicio τοιαύτη] τοιάδε B 30 οὖν om. Arist. EMY 33 καὶ om. Ca αὐτῇ τῇ ἀληθείᾳ Arist. EY)

22
ἡ δ᾿ ἐγρήγορσις τὸ τέλος· τὸ γὰρ αἰσθάνεσθαι καὶ τὸ φρονεῖν πᾶσι τέλος, οἷς ὑπάρχελ θάτερον αὐτῶν· βέλτιστα γὰρ ταῦτα, τὸ δὲ τέλος βέλτιστον, τέλος δὲ ἀλόγοις μὲν αἴσθησις, ἀνθρώποις δὲ φρόνησις. ἔτι δ᾿ ἀναγκαῖον ἑκάστῳ τῶν ζωῴν ὑπάρχειν τὸν ὕπνον διὰ τὴν τοιάνδε ὕλην, ἣν καὶ ἐξ ὑποθέσεως ἀνάγκην λέγειν εἰώθαμεν. εἰ γὰρ ζῷον ἔσται ἔχον τὴν φύσιν αὑτοῦ, ἐξ ἀνάγκης τινὰ ὑπάρχειν αὐτῷ δεῖ, καὶ τούτων ὑπαρχόντων ἕτερα ὑπάρχειν. οἷον ὑποτεθέντος τοῦ ζῷον εἶναι ἕπεται ἐξ ἀνάγκης τὸ τρέφεσθαι, τρεφομένου δὲ ἀναθυμίασιν γίνεσθαι, ταύτης δὲ τελεσθείσης ὕπνον. ἔτι δὲ ποίας κινήσεως καὶ πράξεως ἐν τῷ σώματι γινομένης συμβαίνει τὸ ἐγρηγορέναι καὶ τὸ καθεύδειν τοῖς ζῴοις, καὶ ὅλως περὶ τοῦ ποιητικοῦ αἰτίου μετά ταῦτα λεκτέον. ἔσται δὲ ὁ περὶ αὐτοῦ λόγος μακρότερος. πρότερον δὲ ταῦτα λέγομεν, ὡς μὲν ἄλλοις καθάπερ τοῖς ἀναίμοις ὑποληπτέον· εἶναι τὰ | αἴτια τοῦ πάθους ἢ τὰ αὐτὰ ἢ τὰ ἀνάλογον, τοῖς δ᾿ [*](264) ἐναίμοις ἅπερ τοῖς ἀνθρώποις, ὥστ᾿ ἐκ τούτων ὡς ἐγγυτέρω καὶ περὶ πάντων θεωρητέον. ὅτι μὲν οὖν ἡ τῆς αἰσθήσεως ἀρχὴ γίνεται ἀπὸ τοῦ αὐτοῦ μέρους τοῖς ζῴοις, ἀφ᾿ οὗπερ καὶ ἡ τῆς κινήσεως, διώρισται πρότερον ἐν ἑτέροις. αὕτη δέ ἐστι τριῶν διωρισμένων τόπων ὁ μέσος κεφαλῆς καὶ τῆς κάτω κοιλίαις. τοῖς μὲν οὖν ἐναίμοις τοῦτ᾿ ἐστὶ τὸ περὶ τὴν καρδίαν μέρος· πάντα γὰρ τὰ ἔναιμα καρδίαν ἔχει, καὶ ἀρχὴ ἄρα τῆς κινήσεως καὶ τῆς αἰσθήσεως τῆς κυρίας ἐντεῦθέν ἐστι. τῆς μὲν οὖν κινήσεως φανερὸν ὅτι καὶ ἡ τοῦ πνεύματος ἀρχὴ καὶ ὅλως ἡ τῆς ψύξεώς ἐστιν ἐνταῦθα, καὶ το ἀναπνεῖν καὶ τὸ τῷ ὑγρῷ ψύχεσθαι πρός γε τὴν σωτηρίαν τοῦ ἐν τούτῳ μορίῳ θερμοῦ ἡ φύσις πεποίηκε. ῥηθήσεται δὲ περὶ αὐτῆς ὕστερον καθ᾿ αὑτήν. τοῖς δ᾿ ἀναίμοις καὶ τοῖς ἐντόμοις καὶ μὴ δεχομένοις πνεῦμα ἐν τῷ ἀνάλογον λογον τὸ σύμφυτον πνεῦμα ἀναφυσώμενον καὶ συνιζάνον φαίνεται. δῆλον δὲ τοῦτο ἐπὶ τῶν ὁλοπτέρων, οἷον σφηκῶν καὶ μελισσῶν, καὶ ἐν ταῖς μυίαις καὶ ὅσα τοιαῦτα. ὁρῶμεν γὰρ φανερῶς ἐν τούτοις τὸ μέρος τὸ ἐν τῇ τομῇ ἐγγίζον εὐρυνόμενον καὶ συστελλόμενον. ἐπεὶ δὲ κινεῖν μέν τι ἢ ποιεῖν ἄνευ ἰσχύος ἀδύνατον, ἰσχὺν δὲ ποιεῖ ἡ τοῦ πνεύματος ἐποχὴ καὶ κάθεξις, ἔσται τοῖς μὲν εἰσφερομένοις καὶ ἀναπνέουσιν ἡ θύραθεν, τοῖς δὲ [*](3 cf. Mich. p. 49,30—50,1 4—7 Arist. p. 455b25—28 5 cf. Mich. p. 50,8 7. 8 Mich. p. 50,9. 10 9—11 Arist. v. 28—31, Mich. p. 50,17 12—27 Arist. p. 455b31—456al5 27. 28 Mich. p. 51,13—15 28-p. 23,2 Arist. p. 456a 15—18 29 ἐποχή Mich. p. 51,19 30 ἀναπνέουσιν Mich. p. 51,21) [*](1 τὸ τέλος ABa (Arist. MSU, τέλος EYL): τοῦ τέλους C 3 ἔτι δὲ cum Arist. LS (ὥστε MEUP) 5 τὸ ἔχον Arist. LSU 8 ὕπνος a 9. 10 τό τε ἐγρηγορέναι Arist. EMY 11 μετὰ ταῦτα ABa: τούτων C ἐσεῖται AB 12 ἐναίμοις a (Arist. S) 13 ἀνάλογον ABa: ἀνάλογα C 14 ὡς ἐγγυτέρω fort. del. ὡς om. B 20 ἐντεῦθέν ἐστι Ca (Arist.): ἐστὶν ἐντεῦθεν AB 22 τὸ ἐν τῷ Ca, sed v. Arist. τῷ cum Arist. EMYL (om. SP) τὴν om. Arist. SUP post τούτῳ ex Arist. add. τῷ Spengel 23 πεπόρικεν ex Arist. MSPL Spengel 24 alt. τοῖς om. Arist. EMUY 27. 28 τῇ ἐντομῇ Mich. 28. 29 τι post ποιεῖν Arist. SU)
23
μὴ ἀναπνέουσιν ἡ σύμφυτος. διὸ καὶ βομβοῦντα φαύνεται τὰ περβωτά, ὅταν κινῆται· τριβομένου γὰρ τοῦ συμφύτου πνεύματος ἐν τῇ πτήσει καὶ προσπίπτοντος ἐν τῷ ὑποζώματι τῶν ὀλοπτέρων βομβεῖ. οὐ γὰρ ὁ ἔξω ἀήρ ἐστιν ὁψοφῶν, | ἀλλὰ τὸ σύμφυτον πνεῦμα. γίνεται δὲ βόμβος καὶ διὰ τοῦ ἔξω τοις ἐντόμοις τοῖς ἔχουσι σκίσμα ὑπὸ τὸ ὁπόξωμα. κινεῖται ται δὲ ἅπαν αἰσθήσεώς τινος γινομένης οἰκείας ἢ ἀλλοτρίας ἐν τῷ πρώτῳ αἰσθητηρίῳ, οἰκείας μὲν λέγομεν διὰ τὴν οἴκοθεν ὁρμήν (κινούμεθα γὰρ καὶ ὑπό τινων ἐν ἠμῖν φαντασμάτων), άλλοτρίας δὲ διὰ τὴν ἔξωθεν, δηλαδὴ τὴv ἀπὸ τῶν αἰσθητῶν. φανερὸν οὖν ἐκ τούτων, ἐν ᾦ τόπῳ καὶ ἐν ᾦ μορίῳ πρώτῳ ὁ ὕπνος γίνεται καὶ ἡ ἔγρήγορσις. ἐν ἐκείνῳ γὰρ οὖ τάθη, τῆς δὲ καρδίας εἰσὶ πάθη, καὶ ἐν ταύτῃ ἄρα. κινοῦνται ἔνιοι καθεύδοντες καὶ ποιοῦσι πολλὰ ἐγρηυορικά, οὐ μέντοι ἄνευ φαντάσματος καὶ αἰσθήσεώς τινος· τὸ γὰρ ἐνύπνιόν ἐστιν αἴσθημα τρόπον τινά. λεκτέον δὲ περὶ αὐτῶν ὕστερον. διότι δὲ μὲν ἐνύπνια μνημονεύουσιν ἐγερθέντες, τἀς δ’ ἐγρηγορικὰς πράξεις οὐ μνημονεύουσιν, ἐν τοῖς Προβληματικοῖς ἡμῖν ειρηται.

Τούτων οὖν προδιωπισμέων ἐκόμενον ὦρ εἰρημένων ἐστὶν εἰπεῖν, τίνων γινομένων καὶ πόθεν ἡ ἀρχὴ τοῦ πάθους γίνεται, τοῦ ἔγρηγορέναι καὶ τοῦ καθεύδειν· ἴσως γὰρ τὴν ποιοῦσαν αἰτίαν ἐν τούτοις ἄν μᾶλλον εὑρήσοιμεν καὶ τὴν ὑλικὴν τελεῶτερον. φανερὸν οὖν ὡς ἀναγκαῖον τῷ ζώῳ, ὄταν αἴσθησιν ἔχῃ, τότε πρῶτον ᾖ ζῷον τροφήν τε λαμβάνειν καὶ αὔξησιν. τρέφεται γὰρ καὶ ἔμβρυον ὄν, ἀλλ’ οὐχ ᾗ ζῶον, ἀλλ’ ᾖ φυτόν· ἐπειδὰν δὲ αἴσθησιν λάβῃ, τότε πρῶτον τρέφεται ᾖ ζῶον. ἐγγίνεται δὲ αὐτῷ ἡ αὐσθητικὴ ὑστέρα ἀποτεκθέντι. τροφὴ δέ ἔστι πᾶσιν ἡ ἐσκάτη τοῖς μὲν ἐναίμοις ἡ τοῦ αἴματος φύσις, τοῖς δ’ ἀναίμοις τὸ ἀνάλογον. τόποι δ’ αἵματος αἱ φλέ|βες, τούων δ’ ἀρχὴ ἡ καρδία. φανερὸν δὲ τὸ λεχθὲν ἐκ τῶν ἀνατομῶν. τῆς μὲν οῦν θύραθεν τροφῆς εἰσιούσης εἰς τοὺς δεκτικοὺς τόπους, κοιλίαν κέγω καὶ ἔντερα, γίνεται ἡ ἀναθυμίασις εἰς τὰς φλέβας, ὑφ’ ὦν ἄποκομισθεῖσα ἐν τῷ ἥπατι ἐκεῖσε μεταβάλλουσα ἐξαιματουται, τοῦται, ἐκεῖθεν δὲ πορευθεῖσα ἐπὶ τὴν ἀρκήν, τὴν καρδίαν, κυρίως πέττεται καὶ αἶμα τέλειον γίνεται· τῶν γὰρ ρλεβῶν αἱ μὲν ἐπὶ τὴν καρδίαν φέρονται, αἱ δὲ ἐκεῖθεν ἄρχονταιι. κομίζουσι γὰρ αἱ μὲν ἔσπερ τινὲς διάκονοι πρὸς αὐτὴν ἀπὸ τῶν περὶ ἦπαρ τόπων τὸ ἀκατέργαστον αἶμα καὶ ἄπεπτον, [*](2—5 Mich. Ρ. 51,25—30 6 Arist. p. 456a20. 21 7—9 Mich. p. 52,3. 4 9—19 Arist. ib. v. 21—32 19. 20 ipse addidit 20—22 Arist. v. 3234 22—24 Mich. p. 52,7—9 24—29 Arist. ib. 34— 456 b 4 28 cf. Mich. p. 5212 29— p. 24,3 Mich. p. 52,16—26) [*](2 ὅταν κινῆται B Arist.: ὅτs κινεῖται ACa 5 διὰ τὸ B 6 τινος B Arist.: om. ACa 7 ὁρμήν AB Mich.: καίνησιν Ca 8 δὲ οm. Ba 10 γίνεται bis habet a 11 δ’ ἔνιοι ABa: ol C 15 ἀμνημονοῦσιν Arist. EMY 17 προσδιωρισμένων B 20 εὑρήσοιμεν a, e corr. A: εὑρήσαιμεν B, prius A: εὔροιμεν C 26 δ’] δὲ τοῦ Arist. LSU ai om. Arist. LSU 32 ἄρχονται C: ἔρκονται ΑΒa (sed cf. Mich.))

24
ἤτις δεχομένη τέττει καὶ κατεργάξεται· αἱ δὲ τὴν χρείαν ἀποπληροῦσιν ἐπὶ τὸ ἔμπαλιν μετὰ τὴν τἐψιν καὶ κατεργασίαν ἐπὶ τὸ ἄπαν σῶμα παραπομπήν. εἴρηται δὲ περὶ τούτων ἐπὶ πλέον ἐν τοῖς περὶ τροφῆς, νῦν νῦν ἀναληπτέον ὑπὲρ αὐτῶν τούτου χάριν, ὅπως τὰς ἀρχὰς τῆς κινήσεως θεωρήσωμεν, καὶ τί πάσχοντος τοῦ μορίου τοῦ αἰσθητικοῦ συμβαίνει ἡ ἐγρήγορσις καὶ ὁ ὕπνος. οὐ γάρ ἐστιν ὁ ὕπνος ἡτισοῦν ἀδυναμία τοῦ αἰσθητικοῦ, καθάτερ εἴρηται· καὶ γὰρ ἔκνοια καὶ πνιγμός τις καὶ λειποψυχία τοιεῖ τὴν τοιαύτην ἀδυναμίαν, ἤδη γεγενταί τισι καὶ φαντασία λειποψυχήσασιν ἰσχυρῶς καὶ ὁρῶσι. τοῦτο μὲν οὖν ἔχει καί τινα ἀπορίαν· εἰ γὰρ ἐνδέκεται καταδαρθάνειν τὸν λειποψυχήσαντα, ἐνδέκοιτ’ ἄν καὶ ἐνύπνιον εἶναι τὸ τούτου φάντασμα. ἀλλ’ οὐ τὸ πρῶτον, οὐδὲ τὸ δεύτερον ἄρα. δῆλον γὰρ ὡς τῶν μὲν ἐνπνίων εἰ καὶ μὴ πάντων ἀλλὰ τῶν πλείστων ἐγερθέντες μνημονεύομεν, οὐδενὸς δὲ τῶν ἐν ταῖς γειποψυκίαις μνημονεύουσι φαντασμάτων μετὰ τὴν ἀπαλλαγήν. πολλὰ πολλὰ δέ ἐστιν ἃ λέγουσιν ἐν τῷ καιρῷ οἱ σφόδρα λειποψυχήσαντες καὶ δόξαντες τεθνάναι, | ὦν οὐδενὸς ἐγερθέντες μνημονεύουσιν. οὐκ ἄρα ἐνύπνια τὰ ἐκείνων φαντάσματα, ὥστε οὐδὲ ὅπνος ἡ ἐπίληψις. τὰ αὐτὰ δὲ δεῖ λέγειν καὶ περὶ πνιγμοῦ καὶ ἐκνοίας καὶ τῶν ὁμοίων.

Αλλὰ γάρ, ἕσπερ εἴπομεν, οὔκ ἐστιν ὁ ὕπνος ἀδυναμία πάσα τοῦ αἰσθητικοῦ, ἀλλ’ ἐκ περὶ τὴν τροφὴν ἀναθυμιάσεως γίνεται τὸ πάθος τοῦτο· ἀναγκαῖον γὰρ τὸ ἀναθυμιώμενον ὠθούμενον μέχρι που ὠθεῖσθαι, εἶτα ἀντιστρέφειν καὶ μεταβάλλειν καθάπερ εἴριπον· τὸ γὰρ θερμὸν ἐκάστου τῶν αῲων πρὸς τὸ ἄνω πέφυκεν αἴρεσθαι, ὅταν δ’ ἐν τοῖς ἄνω τόποις γένηται καὶ ὐπὸ τῆς τοῦ ἐγκεφάλου κράσεως ἐαυτοῦ ψυκρότερον ἀποτελεσθῇ, ἀθρόον πάλιν ἀντιστρέφει καὶ κάτω φέρεται ἐπὶ τὴν καρδίαν καὶ καταψύχει τὸ ἐν αὐτῇ θερμόν, καὶ οὅτω καθεύδει τὸ αῷον. διὸ γίνονται μάλιστα οἱ ὔπνοι ἀπὸ τροφῆς· ἀθρόον γὰρ πολὺ τό τε ὑγρὸν καὶ τὸ σωματῶδες φέρεται. ἔως μὲν οὖν ἱστῆται ἐν τῇ κεφαλῇ, βαρεῖ αὐτήν (διὸ καὶ κινοῦμεν αὐτὴν τῇδε κἀκεῖσε νυστάζοντες), ἡνίκα δὲ ῥέψει ἀντιστρέψαν τὸ θερμὸν τὸ ἀγαγὸν ἄνω τὰ ὑγρὰ σωματώδη, συρρέουσιν ἄμα αὐτῷ καὶ ταῦτα, καὶ οὔτω γίνεται ὁ ὕπνος, καὶ τότε τὸ ζῷον καθεύδει. σημεῖον δέ, ὡς τὰ ὐγρὰ καὶ σωματώδη βαρυνουσι τὴν κεφαλήν, καὶ ἀπὸ τῶν ὑπνωτικῶν· πάντα γὰρ ἐπιδήλως καρηβαρεῖν ποιοῦσι τῇ παχύτητι τῆς ἀναφορᾶς τῶν παρ’ αὐτοῖς σωματοειδῶν ὑγρῶν, καὶ τὰ ποτὰ καὶ βρωτά, μήκων, μανδραγόρας, οἶνος, αἶραι. [*](3—11 Arist. p. 456 b 5—15 15 9 καὶ ὁρῶσι e Μich. p. 53,3 11 αλλ’ — ἄρα ipse addidit 11—18 Mich. p. 53,16—22 19—24 Arist. ib. v. 1724 24 cf. Micli. p. 53,26 25. 26 Mich. p. 53,27. 28 26. 27 Arist. ib. v. 2426 28—34 Mich. p. 53,31—54,6) [*](1. 2 διακονοῦσι πρὸς τὴν τοὔμπαλιν Mich. 2 μετὰ Ba Mich.: κατὰ A: καὶ κατὰ C 2. 3 παραπομπήν ABa Mich.: παραπέμτουσιν C 16. 17 οὐδὲ ὁ ὕπνος ἐπ. ABa, sed V. Mich 21 ἀνάγκη Arist. LSU που ABa (Arist. praeter L): του C (Arist. L) 24 ἀποτελεσθείη AB 25 ἀθρόου a 27 τότε Αrist. 28 οὖν] ἄν Mich. βαρύνει Ca (βαρεῖ etiam Mich.) 29 ῥέψη a (Mich. RPa) 31 τότε] τόδε B 33 ταχύτητι Spengel αὐτῆς B)

25
γένεται οὖν μετὰ τὰ σῖτα μάλιστα τοιοῦτος ὁ ὕπνος (πολλὴ γὰρ ἡ ἀπὸ τῶν σίτων ἀναθυμίασις), γίνεται δὲ καὶ ἐκ κόπων ἐνίων· ὁ μὲν γὰρ κόπος συντηκτικόν, τὸ δὲ | σύντηγμα γίνεται ὤσπερ τροφὴ ἌΠΕΠΤΟς, ἄν μὴ ψυχρὸν ᾖ· τὰ γὰρ ἐν τῇ κοιλίᾳ καὶ τοῖς ἐντέροις ἐνόντα περιττώματα ἡ παρὰ τοῦ κόπου θερμότης συντήξασα ἦσεν ἐπὶ τὸν ἄνω τόπον καὶ τὸν ὔπνον ἐποίησε. καὶ νόσοι δέ τινες αἀτὸ τοῦτο τοιοῦσιν, ὅσαι ἀπὸ περιττώματος ὑγροῦ καὶ θερμοῦ, οἶον συμβαίνει τοῖς πυρέττουσι καὶ ἐν τοῖς ληθάργοις. ἔτι δὲ ἐν τῇ πρώτῃ ἠλικίᾳ μᾶλλον ὁ ὔπνος ἣ ταῖς ἄλλαις· τὰ γὰρ παιδία καθεύδει σφόδρα διὰ τὸ τὴν τροφὴν ἄνω φέρεσθαι πᾶσαν. σημεῖον δὲ τὸ ὑπερβάλλειν τὸ μέγεθος τῶν ἄνω πρὸς τὰ κάτω κατὰ τὴν πρώτην ἠλικίαν διὰ τὸ ἐπὶ ταῦτα γίνεσθαι τὴν αὔξησιν. ἐν οἶς γὰρ πλείων ἡ τροφή, μείζω ταῦτα. διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ ἐπιληπτικὰ γίνεται· ὅμοιον γὰρ ὁ ὕπνος ἐπιλήψει· ἐκάτερον γὰρ ἀργία αἰσθήσεων. διὸ καὶ συμβαίνει τισὶν ἡ ἀρχὴ τούτου τοῦ τάθους καθεύδουσι, καὶ καθεύδοντες μὲν ἁλίσκονται, ὅταν καὶ δἐῃ τοῦτο παθεῖν, ἐγρηγορότες δ’ οὔ. πολὸ γάρ, ὡς εἴρηται, φερόμενον τὸ πνεῦμα ἄνω ἐν τοῖς ὕπνοις, καταβαῖνον πάλιν ὥσπερ εὔριπος ὀγκοῖ τὰς φλέβας· ἀνάγκη γὰρ τούτου μὲν κατιύντος ἑτέρου δ’ ἀνιόντος διὰ τὸ ἄμα γίνεσθαι τὴν ἀπάτμισιν κάτω, τὴν δὲ κατάπτυξιν καὶ σύστασιν ἄνω ἐξογκοῦσθαι τὰς φλέρας, ὑφ’ ὦν συνθλίβεσθαι καὶ συστέλλεσθαι τὸν τῆς ἀναπνοῆς πόρον· στενωθέντος ἀνάγκη μὴ γίνεσθαι εἰσπνοήν, καὶ ἐντεῦθεν ἐπίληψις. ἐπεὶ δὲ τοῖς παιδίοις τὰ ἄνω πλήρη τροφῆς, ταὐτὸν δὲ εἰπεῖν πνεύματος ἐκ τροφῆς ἀναδοθείσης, πνευματώδης δὲ καὶ ὁ οἶνος καὶ τούτου μάλλον ὁ μέλας, συμγέρει αὐτοῖς οὐδὲ ταῖς ταῖς τίτθαις· διαφέρει γὰρ οὐδὲν ἴσως αὐτὰ πίνειν ἢ τὰς τίτθας, ἀλλὰ δεῖ πίνειν ὑδαρώδη καὶ ὀλίγον. οὔτω δὲ τὰ ἄνω πλήρη | τροφῆς τοῖς παιδίοις, ὥστε πέντε μηνῶν οὐδὲ στρέφουσι τὸν αὐχένα. ὅμοιον δὲ τὸ πάθος τοῖς σφόδρα μεθύουσιν· ὐγρότης γὰρ ἐπ’ ἀμφρῖν ἐπὶ τὰ ἄνω ἀνηνέχθη πολλή. εὔλογον δὲ τοῦτο τὸ πάθος αἴτιον εἶναι λέγειν καὶ τοῦ ἡρεμεῖν ἐν ταῖς μήτραις τὰ ἔμβρυα τὸ πρῶτον.

Καὶ τὸ ὅλον δὲ φίλυπνοι οἱ ἀδηλόφλεροι καὶ οἱ νανώδεις καὶ οἱ μεγαλοκέφαλοι. τῶν μὲν γὰρ αἱ φλέβες στεναὶ καὶ λεπταί, ὅθεν κατελθὸν τὸ πνεῦμα ἀπὸ τῆς κεφαλῆς ῥᾳδίως ἐπλήρωσε· τὸ γὰρ μικρὸν τὰχιον τληροῦται. ροῦται. διὰ τοῦτο δὲ ψυχρῶν τῶν φλαβῶν γενομένων (καὶ γὰρ αἱ κοιλίαι [*](1 — 3 Arist p. 456 b 32—457 a 1 4. 5 Mich. p. 54,10—12 5—7 Arist. p. 457 a 1—3 7. 8 Mich. p. 54,22 8—11 Arist. ib. v. 4—7 11. 12 Mich, ib. V. 24. 25 12. 13 Arist. ibid. v. 7—9 13 Mich. p. 542527 12—15 Arist. ibid. 9—11 15—23 Mich. p. 55,3—15 15 22 Arist. ib. v. 17 23—30 Arist. ib. 14—23 30— p. 25,6 Mich. p. 55,20—31) [*](1 ὁ om. B 2 σιτίων B 3 συντηκτικός C ψυκρὸς A 4 περιπτώματα B 9 ἄνω φέρεσθαι ABa: φέρεσθαι ἄνω C 13 τισὶν] πολλοῖς Αrist. LSU 18 ἀπάτμισιν B Spengel: ἀπάτμησιν ACa (Mich. R) 19 ὑφ’ ὦν συνθλίβεσθαι om. B 21 ταὐτὸν H δὲἰπεῖν AB Mich.: ταὐτὸδ δ’ ἐστὶ C 22 καὶ (post δὲ) ABa Mich.: om. C 23. 24 ἴσως οὐδὲν Arist. praeter M 24 ὐδρώδη B 25 τῆς τροφῆς Arist. LU 26 τοῖς om. B 27 ἐπ’ ABa: καὶ C 29 alt. οἱ om. Arist. LSU tert. οἱ om. Arist. LSU)

26
γὰρ θερμότητος εἰς τὸ διαρρεῦσαι καὶ σκεδασθῆναι), χρονίζοντος δὲ τοῦ πνεύματος ἐξ ἀνάγκης γίνεται καὶ ὁ ὕπνος μακρότερος· ἄλλως τε ὥσπερ τὸ ὕδωρ διὰ στενῶν σωλήνων βραδέως ἐξέρκεται, διὰ δὲ τῶν εὐρέων τάχιον, οὕτω καὶ τὸ πνεῦμα σωματῶδες βράδιον ἐξελεύσεται διὰ τῶν πόρων. οἱ μὲν οὖν ἀδηλόφλεβοι διὰ τοῦτο φίλυπνοι. τοῖς δὲ νανώδεσι καὶ μεγαλοχεφάλοις ἡ ἄνω ὁρμὴ πολλὴ καὶ ἀναθυμίασις· τὰ γὰρ μεγάλα πολλῆς δεῖται τροφῆς, ἵνα πληρωθῇ καὶ κορτασθῇ. πολλῆς οὖν ἄνω γινομένης ἔπεται τὸ καὶ κάτω πολλῆν γίνεσθαι τὴν παλίρροιαν, τὸ δὲ πολὺ ἀπὸ τῆς αὐτῆς ἴςως θερμότητος βγρδέως πέττεται καὶ κρατεῖται. οἱ δὲ φλεβώδεις οὐχ ὐπνωτικοὶ δι’ εἴροιαν τῶν πόρων. ἄν μή τι ἄλλο πάθος ἔχωσιν ὑπενανίον, οὐδ’ εἱ μελαγχολικοί· κατέψυκται γὰρ ὁ εἴσω τόπος, ὥστε οὐ γίνεται πλῆθος αὐτοῖς ἀναθυμάσεως. διὰ τοῦτο γὰρ βρωτικοὶ ξηροὶ ὄντες. ὥσπερ γὰρ οὐδ’ ἀπολελαυκότα διάκεται τὰ σώματα αὐτοῖς ἐοικότα ξύλοις ἐν ἀνίκμῳ κώρᾳ οὖσιν. ἡ γὰρ μέλαινα χολὴ φύσει ψυχρὰ οὖσα | καὶ τὰ θρεπτικά, κοιλίαν, ἦπαρ, ψυχρὰ ποιῖ καὶ τὰ ἄλλα μόρια, ὄπου ἄν ὑπάρχῃ ἡ δύναμις τοῦ τοιούτου περιττώματος. ἐπεὶ δὲ ἀναγινώσκοντες καὶ νοοῦντες πολλάκις νυστάξομεν, ἰστέον ὠς ἀἴτιον τὸ ἐν κινήσει καὶ φροντίδι τότε τὴν διάνοιαν εἶναι· ἀπεπτούσης γὰρ διὰ τοῦτο τῆς τροφῆς ἀνάγκη πακεῖαν εἶναι τὴν ἀνιοῦσαν καὶ κατιοῦσαν ἀπμίδα. ὤστε φανερὸν ἐκ τῶν εἰρημένων, ὅτι ὁ ὑπνος σύνοδός τις τοῦ θερμοῦ εἴσω τῆς καρδίας καὶ ἀντιπερίστασις φυσικὴ διὰ τὴν εἰρημένην αἰτίαν. ὅθεν δ’ ἐκλείπει τὸ θερμόν, καταψύχεται, καὶ διὰ ψύξιν καταπίπτει βλέφαρα· τὰ γὰρ συνέχον πάντα τὰ μέρη καὶ κινοῦν καὶ ὀρθοῦν τὸ θερμόν ἐστι. κατέψυκται οὖν ἐν τῷ ὕπνῳ τὰ ἄνω καὶ τὰ ἔξω καὶ κύκλῳ παντὸς τοῦ σώματος, τὰ δ’ ἐντὸς καὶ τὰ κάτω θερμά, οἶον τὰ περὶ τοῦς πόδας καὶ τὰ εἴσω.

Καίτοι τοῦτό τις ἀπορήσειεν ἄν, διὰ τί μετὰ τὰ σιτία ἰσχυρότερος ὁ ὕπνος καί ἐστιν ὑπνωτικὸς οὖνος καὶ ἄλλα τοιαύτην ἔχοντα θερμότητα. ἔστι δ’ οὐκ εὔλογον τὸν μὲν ὕπνον εἶναι κατάψυξιν, τὰ δ’ αἴτια τοῦ καθεύδειν θερμά. ἢ τοῦτο συμβαίνει πρῶτον μέν, ὅτι ὥστερ ἡ κοιλία κενὴ μὲν οὖσα θερμή ἐστιν, ἡ δὲ πλήρωσις αὐτῆς καταψύχει (ἐπιπνίγει γὰρ καὶ [*](6. 7 Arist. p. 457a24. 25 7—10 Mich. p. 56,1—4 10—16 Arist. ib. V. 25—32 14. 15 Mich. p. 56,8 16—20 Mich. p. 56,10. 11. 1822 20—23 Arist. p. 457 a 33—b 4 23. 24 Mich. p. 56,30 24 — 31 Arist. ib. V. 4—12 30 cf. Mich. p. 57,13 31—27, 14 Mich. p. 57,17—58,1) [*](6 μὲν ARa: om. C 9 ἀπὸ AB Mich.: ὑπὸ Ca 10 ’arj? B: καὶ ἴσης Mich. 11 πόρων] φλεβῶν Arist. EMY 13 γὰρ] γὰρ καὶ Arist. 14 οὐδὲν Arist. 17 ἀναγινώσκοντες ABa Mich.: om. C νοοῦντες Ba Mich.: νοσοῦντες A: διανοούμενοι C 23 συμπίπτει Arist. SU 25 τὰ ante κύκλῳ add. C 27 τοῦτο οm. Arist. praeter EY διὰ τί e Mich. p. 57,3] ὅτι Arist. μετὰ σῖτον Αrist. LSU ἰσχυρότατος Arist. 6 om. B (Arist. ESUY) 28 ὐπνωτικὰ Arist. EMYS, uTivcoxtxov L ὁ ante οἶνος add. C θερμότητας Arist. praeter EY 29 μὲν om. C 30 πρῶτον μέν B (Mich.): om. ACa κενὴ] κοινὴ Spengel per errorem 31 αὐτῆς cum Arist. M (αὐτὴν EY, om. LSU))

27
σβέννυσι τὸ θερμὸν ἡ τῶν βρωμάτων πλήρωσις, ὥσπερ καὶ τὸ πῦρ τὸ τῶν ξύλων πλῆθος), οὕτω καὶ αἱ φλέβες καὶ οἱ ἐν τῇ κεφαλῇ πόροι καταψύχονται τῷ πλήθει τῆς ἀναφερομένης ἀναθυμιάσεως, τούτου δὲ γενομένου συνίσταται ἡ ἀναθυμίασις καὶ κάτω ῥεῖ, καὶ διὰ τοῦτο μετὰ τὰ σιτία ὕπνος. δεύτερον δὲ ὥσπερ τοῖς προσχεομένοις τὸ θερμὸν ἐξαίφνης φρίκη γίνεται (τοῦ γὰρ θερμοῦ προσχεομένου τὸ ἐκτὸς ψυχρὸν ἀντιπεριιστάμενον εἰς ἓν καὶ ἀθροιζόμενον τῇ φυγῇ εἴσω ποιεῖ φρίκην), οὕτω κἀ|κεῖ ἀνιόντος τοῦ [*](271) θερμοῦ ἐπὶ τὴν κεφαλὴν ἀθροιζόμενον τὸ ἀπὸ τοῦ ἐγκεφάλου διαδιδόμενον εἰς τοὺς τόπους ἐκείνους ψυχρὸν εἰς ἓν καὶ ἰσχυρότατον γινόμενον διὰ τὴν εἰς ἓν ἄθροισιν καταψύχει καὶ τὸ κατὰ φύσιν ἐκεῖσε ἀναχθὲν ὑγρὸν καὶ θερμὸν ποιεῖ ἐξαδυνατεῖν καὶ συνίστασθαι καὶ ὑποχωρεῖν κάτω. καὶ πρὸς τούτοις ὥσπερ τὸ πῦρ ἐπιτιθεμένων τῶν ξύλων σβέννυται, οὕτω πολλῆς ἐμπιπτούσης τροφῆς καταψύχεται καὶ οἷον σβέννυται τὸ ἐν καρδίᾳ θερμόν, ἕως ἂν καταπεφθῇ ἡ τροφή. γίνεται γὰρ ὁ ὕπνος, ὥσπερ εἴρηται, ἐν τῇ ἀνθυποστροφῇ πρὸς τὴν ἀρχῆν τοῦ σωματώδους ὑγροῦ τῶν ὑπὸ τοῦ θερμοῦ ἀναφερομένου διὰ τῶν φλεβῶν πρὸς τὴν κεφαλήν. ὅταν γὰρ μηκέτι δύνηται ἄνω εἶναι τὸ ἀναχθέν, ἀλλὰ τῷ πλήθει ὑπερβάλλῃ καὶ βαρύνῃ καὶ πρὸς τούτοις δὲ ψυχθῇ, πάλιν ἀνταπωθεῖ καὶ κάτω ῥεῖ. διὸ καὶ καταπίπτουσι νυστάζοντε οἱ ἄνθρωποι ὑποσπωμένου καὶ κάτω ῥέοντος τοῦ θερμοῦ τοῦ ἀνάγοντος καὶ ἱστῶντος. ὁ μὲν οὖν ἄνθρωπος κείμενος ὑπνώττει διὰ τὸ μόνον τῶν ζῴων ὀρθὸν εἶναι, καὶ ἐπιπεσὼν πρῶτα μὲν ἔκνοιαν ποιεῖ καὶ παντελῆ ἀναισθησίαν, ὕστερον δὲ φαντασίαν. ἢ αἱ μὲν εἰρημέναι λύσεις ἐνδεχόμεναί εἰσι καὶ πρὸς τὸ πιθανὸν ἐκδέδονται μᾶλλον ἢ τὸ ἀληθές, ἐκείνη δὲ κυρίως ἔσται, καὶ τοῦτο τοῦ ὑπνώττειν μᾶλλον ἀληθέστερον αἴτιον. ὁ γὰρ περὶ τὸν ἐγκέφαλον τόπος, ὥσπερ ἐν ἄλλοις εἴρηται, πάντων τυγχάνει ψυχρότατος τῶν ἐν τῷ σώματι, τοῖς δὲ μὴ ἔχουσι τὸ ἀνάλογον τούτου μόριον. ὥσπερ δὲ τὸ ἀπατμίζον ὑγρὸν ἐκ γῆς καὶ τῶν ὑδάτων ὑπὸ τῆς τοῦ ἡλίου θερμότητος, ὅταν ἔλθῃ εἰς τὸν ἄνω | τόπον, διὰ τὴν ψυχρότητα [*](272) αὐτοῦ καταψύχεται καὶ συστὰν καταφέρεται γινόμενον πάλιν ὕδωρ, οὕτως ἐν τῇ ἀναφορᾷ τοῦ θερμοῦ τῇ πρὸς τὸν ἐγκέφαλον ἡ μὲν περιττωματικὴ ἀναθυμίασις εἰς φλέγμα συνίσταται (διὸ καὶ οἱ κατάρροι φαίνονται γινόμενοι ἐκ τῆς κεφαλῆς), ἡ δὲ τρόφιμος καὶ μὴ νοσώδης καταφέρεται καὶ συνισταμένη καταψύχει τὸ θερμόν. πρὸς δὲ τὸ καταψύχεσθαι καὶ μὴ δέχεσθαι ῥᾳδίως τὴν ἀναθυμίασιν συμβάλλεται καὶ ἡ στενότης καὶ [*](14—22 Arist. p. 457b 20—27 cf. Mich. p. 58,1—9 22—24 ipse addidit 25—p. 28,1 Arist. p. 457b 29—458a8) [*](6 ἀντιπεριιστάμενον ABa Mich.: περιιστάμενον C 9 τοὺς om. a (habet etiam Mich). 10 ἐκεῖσε ἀναχθὲν ABa (ἐκεῖσε ὄν Mich.): ἀναχθὲν ἐκεῖσε C 10.11 ὑγρὸν καὶ θερμὸν AB (ὑγρὸν θερμὸν Mich.): θερμὸν καὶ ὑγρὸν Ca 25 ὁ ἐγκέφαλος p. 457b30 non legit cum LSUY, ut vid. 26 ψυχρότατος C (Arist. MSU, ψυχρότατον EYL: Ψυρότερος ABa τούτῳ Arist. 27 δὲ Ca: om. AB 28 θέρμης Arist. EY 30 τῇ (ante πρὸς) om. C 31 συνέρχεται Arist. EMY 32 φαινόμενοι γίγνονται B 33 συνισταμένη καὶ Arist. δὲ ABC (ex Arist. Spengel): om. a 34 δέχεσθαι a Arist.: γίνεσθαι ABC)
28
λεπτόης τῶν περὶ ἐγκέξαλον φλεβῶν. διὰ γὰρ τὴν λεπτότητα ἀλιγόθερμα, τὸ δὲ ὀλίγον εὐπαθέστερον.

Τῆς μὲν οὖν καταψύξεως τοῦτ’ ἐστὶν αἴτιον καὶ τοῦ ὕπνου. ἐγείρεται δ’ ὅταν πεφθῇ καὶ κρατήσῃ ἡ συνεεωσμένη θερμότης ἐν ὀλίγῳ πολλὴ ἐκ τοῦ περιετῶτος καὶ διακριθῇ τό τε σωματωδέστερον αἶμα καὶ τὸ καθαρώ· τατον. ἔστι δὲ λεπτότατον μὲν αἶμα καὶ καθαρώτατον τὸ ἐν τῇ κεφαλῇ, παχύτατον δὲ καὶ θολώτατον τὸ ἐν τοῖς κάτω μέρεσι. παντὸς δὲ τοῦ αἵματος ἀρχή, ἔσπερ εἴρηται καὶ ἐνταῦθα καὶ ἐν ἄλλοις, ἡ καρδία, τῶν δ’ ἐν τῇ καρδίᾳ ἑκατέρᾳ τῶν θαλαμῶν κοινὴ ἡ μέση, ἐκείνων δὲ ἐκατέρκ δέχεται ἐξ ἐκατέρας τῆς φλεβός, τῆς τε μεγάλης καλουμένης καὶ τῆς ἄορτῆς, ἀγουσῶν ἀπὸ ἥπατος τὸ αἶμα ἄπεπτον ἔτι καὶ ἀκατέργαστον, ἐν δὲ τῇ μέσῃ γίνεται ἡ διάκρισις. ἀλλὰ τὸ μὲν διορίζειν περὶ τούτων ἐτέρων λόγων ἐστὶν οὐκειότερον. διὰ δὲ τὸ γίνεσθαι ἀδιακριτώτερον τὸ αἶμα μετὰ τὴν τῆς τροφῆς προσφορὰν ὕπνος γίνεται, ἔως ἄν διακριθῇ τοῦ αἴματος τὸ μὲν καθαρώτερον ἄνω, τὸ δὲ θλολώτερον εἰς τὸ κάτω· ἄταν δὲ τοῦτο συμβῇ, ἐγείρονται ἀπολυθέντα τοῦ ἐκ τῆς | τροφῆς βάρους.

Τί μὲν οὖν τὸ αἴτιον καθεύδειν εἴρηται, ὅτι ἡ ὑπὸ τοῦ σωματώ δους τοῦ ἀναφερομένου ὑπὸ τοῦ συμφύτου θερμοῦ ἀντιπερίστασις ἀθρόως ἐπὶ τὸ πρῶτον αἰσθητήριον, καὶ τί ἐστιν ὁ ὕπνος, ὅτι ἡ τοῦ πρώτου αἰσθητηρίου κατάληψις πρὸς τὸ μὴ δύνασθαι ἐνεργεῖν ἐξ ἀνάγκης μὲν γινόμενον (οὐ γὰρ ἐνδέχεται τὸ ζῷον εἶναι μὴ συμβαινόντων τῶν ἀπεργαξομένων καὶ συντηρούντων αὐτό. ὦν ἣν ἡ τροφή, ἐξ ἦς ἡ ἀναθυμίασις), ἔνεκα δὲ σωτηρίας· σῲζει γὰρ ἡ ἀνάπαυσις.

[*](1. 2 Μich. p. 58,19. 20 3—23 Arist. p. 45 a 8— 32 22 Mich. p. 59,7)[*](2 ὀλίγον om. ABC 7 θολερώτατον ex Arist. Spengel 9 ἐκατέρας Arist. θαλάμων libri 10 τε om. Arist. SUY καλουμένης B (Arist. MLSU): om. ACa (Arist. EY) 14 ὁ ὔπνος Arist. LSU 15 καθαρώτατον AGa (Arist. EM) θωλερώτερον ex Arist. YSL (θολερώτατον EMU) Spengel τὸ xaxw cum Arist. ΕMY(Y), τὰ κάτω Arist. LS 17 ἡ om. B (Arist. M) 19 ὁ om. C (Arist. Y) 20. 21 γινόμενον ABa (Arist. LU, γινόμενος ΕΜΥ): γινομένη C)
29

1. Mετὰ δὲ ταῆτα περὶ ἐνυπνίων ζητητέον, καὶ πρῶτον τίνι τῶν τῆς ψυχῆς φαίνεται, καὶ πότερον τοῦ νοητικοῦ τὸ πάθος ἐστὶ τοῦτο ἢ τοῦ αἰσθητικοῦ· τούτοις γὰρ μόοις τῶν ε'ν ἑμῖν γνωρίζομέν τι. ὅτι δὲ ἁπλῶς οὐδετέρου δῆλον. εἰ γὰρ χρῆσις ὄψεως ὅρασις καὶ ἀκοῆς τὸ ἀκούειν καὶ ὅλως αἰσθήσεεως τὸ αἰσθάνεσθαι καὶ αἱ δυνάμεις τῶν ἐνεργειῶν ἔνεκα, τῶν δ’ ἐν ταῖς αἰσθήσεσιν αἰσθητῶν τὰ μὲν κοινὰ τὰ δὲ ἴδια, κοινὰ μὲν οἶον μέγεθος κίνησις (πλείοσι γὰρ ὑποπίπτει) καὶ τὰ ἄλλα τὰ τοιαθτα, ἴδια δὲ οἱον χρῶμα ψόφος χυμός, τὸ μὲν ὄψει τὸ δὲ ἀκοῇ τὸ δὲ γεύσει, ἀδυνατεῖ δὲ τὰ ζῷα πάντα μύοντα καὶ καθεύδοντα ὁρὰν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν, ὡς οὐκ αἰσθανόμεθα οὐδὲν ἐν τοῖς τοῖς ὕπνοις. οὐκ ἄρα γε τῇ αἰσθήσει τὸ ἐνύπνιον αἰσθανόμεθα. ἀλλὰ μὴν οὐδὲ τῆς διανοίας ἢ τῆς δόξης πάθη εἰσὶ τὰ ἐνύπνια. ἐπεὶ γὰρ ἐν τοῖς ὕπνοις οὐ μόνον συγκατατιξέμεθα κατατιξέμεθα τὸ προσιὸν εἶναι ἴππον ἢ ἄνθρωπον ἢ ὅλως οὐσίαν, ἀλλὰ καὶ ὅτι λευκὸν <ἤ> καλόν, ταῦτα δὲ ἡ δόξα ἄνευ αἰσθήσεως οὐχ | ὐπολαμβάνει, λαμβάνει, ἠ δὲ αἴσθησις ἐν τοῖς ὕπνοις οὐκ ἐνεργεῖ, οὐκ ἄρα οὐδὲ τῆς δόξης ἢ τῆς νοήσεώς εἰσι τὰ ἐνύπνια.

Ἔτι παρὰ τὸ ἐνύπνιον πολλάκις ἐννοοῦμεν ἄλλο τι. καθάπερ γὰρ ἐν τῷ ἐγρηγορέναι αἰσθανόμενοί τι διανοούμεθα πολλάκις περὶ αὐτοῦ ἔτερόν τι, οὔτω καὶ ἐν τοῖς ὔπνοις παρὰ τὰ φαντάσματα ἀνίοτε ἀλλα ἐννοοῦμεν. ἰδὼν γὰρ ἐν ὕπνῳ τις Σωκράτην ἐννοεῖ, ὅτι ἐν ὕπνῳ τοῦτον ὁρᾷ· ὥσπερ κὰγὼ ἰδὼν ὄτι εἶρον βιβλίον, ὅ πάλαι ἐπόθουν, ἐνενόυν ὄτι ἐν ὀνείρῳ τοῦο ὁρῳ, καὶ ὁ ἐταῖρος ἰδων τὸν πάνσεπτον ἡμῶν καθηγεμόνα, ὅτι [*](2—12 Arist. p. 458 a 33— b 9 13—17 Mich. p. 61,17 — 25 18— 20 Arist. p. 458 b 15—18 21— p. 30,3 Mich. p. 61,31—62,7) [*](1 θεμιστίου παράφρασις εἰς τὸ ἐνυπνίων ἀριστοτέλους Ca 2 ἐνυπνίου Arist. praeter U 3 ἐκ ante τῆς add. B Τὸ cm. Arist. LU 5 γὰρ] ot] Arist. LSU, δὲ EMY 6 ἔλως δ’ Arist. praeter EY 8 καὶ κίνησις legit cum Arist. EMY 9 ἴδια δὲ] ἢ ἴδια Arist. LMSU 12 τῇ αἰσθήσει γε Arist. LM τοῦ ἐνυπνίου Arist. MS 15 ἢ ex Mich, addidi 18 τι ἄλλο Arist. LSU 20 ἐνίοτε οm. C 21 τοῦτον AB Mich. SCa: τοῦτο Ca Mich. P 22 βυβλίον Ca 23 ἠμῶν om. C (habet etiam Mich.))

30
ἀνέστη ἐκ τῶν νεκρῶν, ἔτι κοιμώμενος ἐνενόει, ὅτι ὄναρ ὁρᾷ τὸν διδάσκαλον ἐγηγερμένον. ἀλλὰ καί τις ἰδὼν ἐν ὕπνῳ, ὅτι εἶρε χρυσόν, ἔτι κατεχόμενος τῷ ὕπνῳ ἐδόκει διηγεῖσθαι τοῖς φίλοις, ὡς ἐν ὕπνῳ εὖρε θησαυρόν οὐκ ἀεὶ δέ, ἐπὶ τῆς δόξης ἀεὶ ὄ δοξάζομεν συναισθανόμεθα ὅτι δοξάζομεν. οὐκ ἄρα οὐδὲ οὕτω δόξης τὰ ἐνύπνια. ἄμα δὲ δῆλον ὡς οὐ πᾶν τὸ ἐν ὕπνῳ φάντασμα ἐνύπνιὁν ἐστιν, ἀλλ’ ὄταν μέν τι ὁρῶν τις μὴ ἐννοῇ, ὄτι ὅπερ ὁρᾷ ὄναρ ἐνύπνιον τοῦτό γε· ὅταν δὲ ὁρῶν δύνηται ἐννοεῖν ὅοκεῖ τὸ ῤρώμενον ἐνύπνιόν ἐστιν, ἤδη τοῦτο φάντασμα, ἐνύτνιον δὲ οὐδαμῶς. δοκεῖ γὰρ εἶναι ἐνύπνια, οὐκ ὄντα, ἀλλὰ φαντάσματα, τὰ δέ εἰσι τῶν κατ’ ἐνέργειαν αἰσθημάτων τῶν ὑπὸ τὴν εἰς τὸν ὕπνον καταφορὰν γινομένων ἰσχύσασιν ἠμῖν ἀντιλαβέσθαι, ὄτι ἐγρηγορόσιν ἐφαντασθη. τρόπον γάρ τινα ἐγρήγογσίς ἐστι τὸ δύνασθαι ἐννοεῖν, ἕτι τὸ ὑρώμενον ἐνύπνιόν ἐστιν. ὄτι δὲ πολλάκις ἐννοοῦμεν ἄλλο τι, δῆλόν ἐστι τοῖς πειρωμένοις μνημονεύειν τὰ ἐνύπνια μετὰ τὴν ἀνάστασιν. ὥσπερ γὰρ τινες πειρώμενοι τὰ ἀποστοματισθέντα λόγια μνημονεύειν μνημονεύουσι μᾶλλον τῶν ἀποστοματιξόντων, μὴ | πειρωμένων δὲ μνημονεύειν τῷ τοὺς μὲν τιθέναι κατὰ τὸ διαλεκτικὸν παράγγελμα ἐν τῷ μνημονικῷ τόπῳ τὰ προβαλλόμενα, τοὺς δὲ μὴ, οὕτω καὶ ἐπὶ τῶν ἐνυπνίων μᾶλλον μνημονεύουσιιν ἀναστάντες ἃ εἶδον οἱ ἐαυτοῦς ἠσκηκότες μεμηῆσθαι τὰ ὀνείρατα. γίνεται δὲ τοῦτο, ὄταν τις ἄμα τῷ ἀναστῆναι τοῦ ὕπνου εὐθὺς ἀννανεῶται ἃ ἐωράκει καθ’ ὕπνους.

Δῆλον δ’ ἐκ τούτων πάντων γε τοσοῦτον, ὅτι τὸ αὐτὸ ᾦ καὶ ἐγρηγορότες ἐν ταῖς νόσοις ἀπατώμεθα, τοῦτο αὐτὸ καὶ ἐν τῷ ὕπνῳ ποιεῖ τὴν ἀπάτην. ὡς γὰρ ἐν ταῖς νόσοις τὸ ἀνιὸν πακὸ πνεῦμα συνταράττει διὰ τὴν παχύτητα καὶ τὴν ἀπὸ τοῦ πυρετοῦ σφοδρὰν κίνησιν τὸ ὁπτικὸν πνεῦμα καὶ ποιεῖ ἠμᾶς ἀπατᾶσθαι καὶ δοκεῖν τὸ ἕν δύο τάς τε ἐν τοῖς τοίχοις γραμμὰς ζῷα (τὰ γὰρ εἴδη τῶν γραμμῶν χωρὶς ὔλης ἐν τῇ ὄψει ἐμπίπτοντα καὶ συνταραττόμενα ὡδί πως καὶ συντιθέμενα διὰ τὴν τοῦ ὁπτικοῦ πνεπύματος κίνησιν ἔμφασιν ποιεῖ ζῲου), οὔτω καὶ ἐν τοῖς ὕπνοις τὸ τοιοῦτον πνεῦμα αἴτιον ἠμῖν ἀπάτης γίνεται. καὶ ὐγιαίνουσι καὶ εἰδόσιν εἰσόσιν κωλύει ἀπατᾶσθαι ἢ διὰ τὸ πλῆθος τοῦ ἀποστήματος ἢ διὰ τὸ τὴν ὄψιν πάσκειν τι· ὅ τε γὰρ ἥλιος ποδιαῖος δοκεῖ καὶ ἡ γῆ κινεῖσθαι ἐν πλοίῳ οὖσιν. εἰ δὲ τοῦτο, πολλῷ μᾶλλον νοσοῦσι καὶ ἔτι μᾶλλον ἐν ὅπνῳ. ἀλλ’ εἴτε δὴ τὸ αὐτὸ εἴθ’ ἔετερον τὸ φανταστικὸν τῆς ψυκῆς καἰ αἰσθητικόν, οὐκὲν ὄλως γίνεται ἀπάτη ἄνευ τοῦ ὁρᾶν ἤ ὄλως αἰσθάνεσθαί τι· τὸ γὰρ [*](3 — 5 Mich. p. 61,28—30 5 — 20 Mich. p. 62,12—32 21. 22 Arist. p. 458 b 25—28. 23—29 Μich. p. 63,20—26 29—32 Mich. p. 642025 33—p. 31,5 Arist. p. 458 b 29- 459 a 4) [*](1 ἐνενόει] ἐνεργεῖ ἔτι κοιμώμενος ἐννενόει C 6 τι] τοι Β 7 ὅτι περ C 17 τόπῳ (Mich.): C 2 a τόπω ABC 20 καὶ ante καθ’ add. B 21 γε] τό γε Arist. EMY, om. SU 22 αὐτὸ] αὐτῶ C 23 ταῖς οm. a 24 πυρετοῦ] ὀπτικοῦ C 29 post ouOEv add. γὰρ B, Hoelkius καὶ ὐγ. καὶ εἱδόσιν v. 31 post δοκεῖ ponit 33 καὶ τὸ αἰσθητικὸν Arist. 34 τι om. Arist. EMY)

31
παρορᾶν καὶ παρακούειν ὁρῶντος ἀληθές τι καὶ ἀκούοντος, οὐ τοῦτο δὲ ὃ οἴεται. ἐν δὲ τῷ ὅπνῳ δπόκειται μηδὲν ὁρὰν μηδ’ ἀκούειν μηδ’ ὄλως αἰσθάνεσθαι. ἆρ’ οὖν τὸ μὲν ὁρᾶν μηδὲν αληθές, τὸ δὲ μηδὲ αἰσθάνεςθαι οἰκ ἀληθές, ἀλλ’ ἐνδέχεται καὶ τὴν ὄψιν πάσκειν τι καὶ | τὰς ἄλλας αἰσθήσεις; τὰ γὰρ ἀπὸ τῶν αἰσθητῶν ἐγκαταλείμματα καὶ ἐν ὕπνῳ φέρουσι, ὦν ἔκαστον ὥσπερ καὶ ἐγρηγορότων ἡμῶν προσβάλλει τῇ αἰσθητικῇ ἀρχῇ τῇ καρδίᾳ, καὶ ὀτὲ μὲν ἡ διάνοια λέγει, ὅτι ψεῦδος, καὶ συνῂσθετο ὄναρ εἶναι, ὅταν μὴ πολλὴ ἡ κατιοῦσα ἀναθμίασις ᾗ καὶ ὦμεν ὥσπερ ἐγρηγορότες. ὁτὲ δὲ κατέχεται, ὅτε πλῆθός ἐστι τὸ κατερχόμενον, καὶ ἀκολουθεῖ ὡς ἀληθεῖ τῷ φαντάσθατι, τοὺς τύπους τῶν πραγμάτων ὡς αὐτὰ θεωροῦσα τὰ πράγματα. ὅτι μὲν οὖν ἔστι τοῦ δοξάζοντος οὐδὲ τοῦ διανοομένου ἣ ὅλως τοῦ νοοῦντος τὸ πάθος ὂ καλοῦμεν ἐνυπνιάζειν, φανερόν, ἀλλ’ οὐδὲ τοῦ αἰσθανομένου ἀπλῶς· ὁρᾶν γὰρ ἀνάγκη καὶ ἀκούειν ὁπλῶς. ἀλλὰ πῶς δὴ καὶ τίνα τρόπον, ἐπισκπτέον.

Ὑποκείσθω δ’ ὅπερ ἐστὶ φανερόν, ὅτι τοῦ αἰσθητικοῦ τὸ πάθος, εἴπερ καὶ ὁ ὕπνος· οὐ γὰρ ἄλλῳ μέν τινι μορίῳ τῶν ζῲων ὑπάρχει ὁ ὕπνος, ἀλλῳ δὲ τὸ ἐνυπιάζειν, ἀλλὰ τῷ αἰτῷ. ἐπεὶ δὲ περὶ φαντασίας ἐν τοῖς Περὶ ψυχῆς εἴρηται, καὶ ἔστι μὲν τὸ αὐτὸ τῷ αἰσθητικῷ τὸ φανταστικόν, τὸ δ’ εἶναι φανταστικὸν καὶ αἰσθητικὸν ἔτερον, ἔστι δὲ φαντασία ἡ ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως γενομένη κίνησις καὶ μὴ παρόντων τῶν αἰσθητῶν, τὸ δὲ ἐνύπνιον φάντασμά τι φαίνεται εἶναι (τὸ γὰρ ἐν ὕπνῳ φάντασμα ἐνύπνιον λέγομεν εἴθ’ ἀπλῶς εἴτε τρόπον τινὰ γενόμενον) φανερὸν ὅτι τοῦ αἰσθητικοῦ μέν ἐστι τὸ ἐνυπνιάζειν, τούτου δ’ ᾖ φανταστικόν.

Τί δέ ἐστι τὸ ἐνύπνιον καὶ πῶς γίνεται, ἐκ τῶν περὶ τὸν ὕπνον συμβαιόντων μάλιστ’ ἄν θεωρήσαιμεν. τὰ γὰρ αἰσθητὰ καθ’ ἔκαστον αἰσθητήριον τήριον | ἡμῖν ἐμποιοῦσιν αἴσθησιν, καὶ τὰ γινόμενα ὑπ’ αὐτῶν πάθη καὶ ἐγκαταλεύμματα οὐ μόνον ὐπάρχει ἐν τοῖς αἰσθητηρίοις ἐνεργουσῶν τῶν αἰσθήσεων, ἀλλὰ καὶ ἀπελθουσῶν, ὦν ὅσα σῲζεται καὶ μὴ τέλεον ἠφάνισται διὰ πλῆθος ἀναθυμιάσεως, τῇ αἰσθητικῇ ἀρχῇ προσπίπτοντα κατὰ τοὺς ὕπνους διὰ τὴν τότε εἰς τὸ κάτω τοῦ πνεύματος παλίρροιαν καὶ κινήσαντα τὴν αἴσθησιν παραπλησίως τῇ κατ’ ἐνέργειαν αἰσθήσει ποιεῖ τὰ ἐνύπνια. ὅταν μὲν οὖν πολλὴ ᾗ ἡ ἀναθυμίασις, ὤστε λανθνειν ἡμᾶς καὶ μὴ δύνα- [*](5—11 cf. Mich. p. 63,32 — 64,7 10 Arist. p. 459 a 7 11 — 26 Arist. ib. V. 8—25 26— p. 32,8 Mich. p. 63,29—64,14) [*](1 ἀληθῶς a τοῦτο δὲ cum Arist. EY (μέντοι τοῦτο ceteri) ὅ om. Arist. EY 3. 4 τὸ δὲ — ἀληθές Ca (cf. Arist.) : om. AB 4 καὶ τὴν] κατὰ τὴν Arist. EY 5 αἰσθητῳν Ca (cf. Mich.): αἰσθητικῶν AB 8 ὦμεν Ca: ἐσμὲν AB 13 ἀνάγκη male cum EY (ἄν ἦν LS, ἄν ἢ U, ἦν M) 14 or) Ca (Arist.): δεὶ AB (Arist. Υ) 15 δ’] μὲν οὖν Arist. LU 16 orep B 17 prius prius δὲ] δέ τινι Αrist. preater EY 19 δὲ] δ’, ἡ Arist. ELMY ὐπὸ ex Arist. coni. Spengel 20 γινομένη Arist. 51 ἐνυπνιάζειν Arist. EMY 22 γινόμενον Arist. praeter V 23 φανταστικόν Ba (Arist.): φανταστικοῦ AC 26 ποιοπυσιν Arist. EMY 27 post ἐγκαταλείμματα add. xal B 29 προσπίπτοντα ΒΜich.: prosemp;iptonta Ca: ἐμπίπτοντα A, iu mg. add. προσ 30 τὸ AB Mich.: xd Ca)

32
σθσι ἐπιλαβέσθαι ὅτι ἐγρηγόραμεν, ἀπατώμεθα, καὶ ὁρῶντες τὰ εἴδωλα καὶ ἐγκαταλείμματα τῶν αἰσθητῶν δοκοῦμεν αὐτὰ ἐκεῖνα τὰ ἀληθῆ αἰσθητὰ ῥᾶν καὶ ἀκούειν· ὄταν δὲ μὴ μὴ οὔτως ᾗ πολλὴ ἡ αἰματικὴ ἀναθυμίασις, ἀλλὰ σύμμετρος, ὥστε μὴ μὴ λανθάνειν, οὐκ ἀπατώμεθα, ἀλλὰ λέγομεν ὐπνώττοντες, ὄτι φαίνεται μὲν τὸ εἴδωλον τοῦτο ὄτι Σωκράτης ἐστίν, οὐκ ἔστι δὲ ἀλλ’ ὁ τύπος Σωκράτους καὶ τὸ ἐγκατάλειμμα. δὴλον οὖν ὄτι τὸ κατιὸν πνεῦμά ἐστι τοῦ τε ἀπατᾶσθαι καὶ μὴ αἴτιον, ὅπερ καὶ ἐν ταῖς νόσοις ἄνω ὄν.

Ὅτι δὲ καὶ μὴ παρόντων τῶν αἰσθητῶν μέχρι τινὸς μένει ἐν τοῖς αἰσθητηρίοις τὸ ἐγκατάλειμμα, καὶ ἐκ τούτων δῆλον. παραπλήσιον γὰρ τὸ πάθος ἐπί τε τούτων καὶ ἐπὶ τῶν φερομένων ἔοικεν εἶναι· καὶ γὰρ ἐπὶ τῶν φερομέων τοῦ κινήσαντος οὐκέτι θιγγάνοντος κινείται· τὸ γὰρ κινῆσαν ἐκίνησεν ἀέρα τινά, κἀκεῖνος πάλιν κινούμενος ἐκίνησεν ἔτερον, καὶ τοῦτον δὴ τὸν τρόπον, ἔως στῇ, ποιεῖται τὴν κίνησιν καὶ ἐν ἀέρι καὶ ἐν ὑγροῖς. ὁροίως δ’ ὑπολαρβῖν τοῦτο δεῖ καὶ ἐπ’ άλλοιώσεως· τὸ γὰρ | θερμανθὲν ὑπὸ τοῦ θεερμοῦ τὸ πλησίον θερμαίνει καὶ τοῦτο διαδίσωσιν ἕως τῆς ἀρχῆς· ὥστε καὶ ἐν ᾧ τὸ αἰσθάνεσθαι, ἐπειδή ἐστιν ἀλλοίωσίς τις ἡ κατ’ ἐνέργειαν αἴσθησις, ἀνάγκη τοῦτο συμβαίνειν. διὸ τὸ πάθος ἐστὶν οὐ μόνον αἰσθανομένοις ἐν τοῖς αἰσθητηρίοις, ἀλλὰ καὶ πεπαυμένοις τῷ φανταστικῷ καὶ ἐν βἀθει καὶ ἐπιπολῆς. φανερὸν δ’ ὅταν συνεχῶς αἰσθανώμεθά τι· μεταφεπόντων γὰρ τὴρ τὴν αἴσθησιν ἀκολουθεῖ τὸ πάθος, οἶον ἐκ τοῦ ἡλίου εἰς τόπον ἀλαμπῆ καὶ ἀνήλιον· συμβαίνει γὰρ μηδὲν ὀρᾶν διὰ τὴν ὐποῖσαν κίνησιν ἐν τοῖς ὄμμασιν ὑπὸ τοῦ φωτός. κἄν πρὸς ἓν χρῶμα πολὺν χρόνον βλέψωμεν ἢ λευκὸν ἤ χλωρόν, τοιοπυτον φαίνεται ἐν ᾖ ἄν τὴν ὄψιν μεταβάλωμεν. κἂν πρὸς τὸν ἤλιον βλέψαντες ἢ ἄλλο τι λαμπρὸν μύσωμεν, παρατηρήσαι κατέναντι τοῦ λαμπροῦ κεκαλυμμένων τῶν βλεφάρων ὄντων φαίνεται κατ’ εὐθυωρίαν, ᾗ συμβαίνει τὴν ὄψιν ὀρᾶν, πρᾶτον μὲν τοιοῦτον τὴν χρόαν, εἶτα μεταβάλλει εἰς φοινικοῦν κἄπειτα πορφυροῦν, ἔως ἄν εἰς τὴν μέλαιναν ἔλθῃ χρόαν καὶ ἀφαντισθῇ. καὶ ἀπὸ τῶν κινουμένων δὲ τὰ ὄμματα μεταβάλλει οἶον ἀπὸ τῶν ποταμῶν, μάλιστα δ’ ἀπὸ τῶν τάΧιστα ῤεόντων· φαίνεται γὰρ τὰ ἠρεμοῦντα κινούμενα. γίνονται δὲ καὶ ἀπὸ τῶν [*](9. 10 Mich. p. 65,27. 28 10 -p. 33,2 Arist. p. 459 a 28— b23 22 cf. Mich. p. 65,30 25. 26 Mich. p. 65,32. 33) [*](1 ἀντιλαβέσθαι Mich. SCa 4 post ἀναθυμίασις add. ὥστε λανθάνειν ἠμᾶς CaA, sed A lursus del. (om. Mich.) 7 τε ova. C ὅπερ] ὤσπερ C 11 ἔοικεν εἶναι om. Arist. LU(S) 14 ἕως δὴ μέχρι περ ἄν οὖ Arist. LSU ὐγροῖς AB (τοῖς ὐγροῖς Arist. praeter L): ὑγρῶ Ca 15 δ’ Ca (Arist.): om. AB (Arist. Υ) 17 post τι; add. ἐστιν B 18 19 ἐν αἰσθανομένοις Arist. EMY 19 post prius καὶ add. ἐν Arist. praeter LU πεπαυμένων Arist. LSU ἐν ante τῷ add. C 20 ἐπὶ πολλῶ AB ἔτι a (corr. Spengel) 22 post τὴν add. ἔτι Arist. praeter EY 23 Iv om. Arist. LSU 24 ἐν ᾦ] ὑφ’ ᾦ Arist. EY, ἐφ’ ὄπερ ceteri 24. 25 μεταβάλλωμεν Ca (Arist. ES) 28 ἔπειτα Arist. LSU εἰς post κἄπειτα add. Ca (om. etiam Arist.) 29 καὶ αἱ ἀπὸ Arist. EMY 31 hi om. a 31. p. 33,1 καὶ ὑπὸ τῶν ὀσθῶν B)

33
ἰσχυρῶν ὀσμῶν δύσοσμοι τῶν ὀμοίων. φανερῶς δὸ ταῦτα συμβαίνει ὠς λέγομεν.

Ὅτι δὲ τακὺ τὰ αἰσθητήρια καὶ μικρᾶς διαφορᾶς αἰσθάνεται, σημῖον τὸ ἐπὶ τὼν ἐνόπτρων γινόμενον, περὶ οὖ κἄν καθ’ αὐτὸ ἐπιστήσας σκέψατιτό τις ἄν καὶ ἀπορήσειεν. ἄμα δὲ ἐξ αὐτῶν δῆλον, ὄτι ὥσπερ ἡ ὄψις πάσκει, οὔτως καὶ | ποιεῖ τι. ἐν γὰρ τοῖς ἐνόπτροις τοῖς σφόδρα καθαβοῖς, ὄταν τῶν καταμηνίων ταῖς γυναιξὶ γινομένων ἐμβλέψωσιν εἰς τὸ κάτοπτρον, γίνεται τὸ ἐιπολῆς τοῦ ἐνόπτρου οἶον νεφέλη αἰματώδης· κἄν μἄν μὲν καινὸν ᾗ τὸ κάτοπτρον, οὐ ῥᾲδιον ἐκμάξαι τῂν τοιαύτην κηλῖδα, εἰ δὲ παλαιόν, ῥᾷον. αἴτιον δέ, ὥσπερ εἴπομεν, ὅτι οὐ μόνον πάσχει ἡ ὄψις ὐπὸ τοῦ ἀέρος, ἀλλὰ καὶ ποιεῖ τι καὶ κινεῖ, ὤσπερ καὶ τὰ λαμπρά· καὶ γὰρ ὁ ὀφθαλμὸς τῶν λαμπρὸν ἐχόντων χρῶμα. τὰ μὲν οὖν ἔμματα διάκειται ἐν τῷ καιρῷ τοῦ τοιούτου πάθους ὥσπερ καὶ ἔτερον μέρος εἰλόγως τοῦ ὅλου σύματος· πάντα γὰρ μεταβέβληνται τῇ τῶν καταμηνίων ἀγωγῇ, οἱ δὲ καὶ μάλλον φλεβώδεις ὄντες. διὸ γινομένων τῶν καταμηνίων διὰ ταρακὴν καὶ φλεγμασίαν αἱματικὴν τοῖς μὲν ἄρρεσιν ἡ ἐν τοῖς σώμασι διαφορὰ ἄδηλος (ἀτενίζοντες γὰρ ἐν τῇ προέσει τοῦ σπέρματος τῷ κατόπτρῳ οὐκὶ συγκινοῦμεν αὐτό), ἔνεστι δέ (ἡ γὰρ αὐτὴ φύσις σπέρματος καὶ καταμηνίων), ἀλλὰ διὰ τὸ εἶναι λευκὸν καὶ ὅμοιον τῷ κατόπτρῳ οὐχὶ μεταβάλλει συγκινόμενον αὐτό· ὁ μέντοι αὴρ κινεῖται ὐπὸ τῶν καταμηνίων καὶ τὸν ἐπὶ τῶν κατόπτρων ἀέρα συνεχῆ ὄντα ποιόν τινα ποιεῖ καὶ τοιοῦτον οἶον αἰτὸς πάσχει, ὁ δὲ τοῦ κατόπτρου τὴν ἐπιφάνειαν. ἔσπερ δὲ τῶν ἱματίων xd τὰ μάλιστα καθαρὰ τάχιστα κηλιδοῦται (τὸ γὰρ καθαρὸν ἀκριβῶς δηλοῖ ὅ τι ἄν δέξηται, καὶ μάλιστα τὰς ἐλαχίστας κινήσεις), οὔτω καὶ ἐπὶ τούτων. ὁ δὲ χαλκὸς διὰ μὲν τὸ λεῖος εἶναι αἰσθητᾶς τὰς ἐν ἀυτῷ κηλῖδας ἡμῖν ἐμποιεῖ, διὰ δὲ τὸ καθαρὸν ἐκδήλους. ἐκδήλους. δεῖ δὲ νοῆσαι οἶον τρῖψιν οὖσαν τὴv τοῦ ἀέρος ἁφὴν καὶ ὥσπερ | ἔκμαξιν καὶ ἀνάπλυσιν. ὡς γοῦν ἐν τοῖς λείοις σώμασι μάλιστα γίνεται ὁ ψόφος διὰ τὸ μὴ θραύεσθαι ἐν αὐτοῖς τὸν ἀέρα μηδ’ ὅλως εἰς λεπτὰ κατακερματίζεσθαι, οὔτω καὶ ἐν τοῖς λείοις κατόπτροις αἱ κηλῖδες διάδηλοι γίνονται διὰ τὸ μένειν οἱονεὶ μία διὰ τὴν τοῦ κατόπτρου λειότητα. [*](3—27 Arist. p. 459 b 23 —460 a 18 18.19 cf. Mich. p. 66,13 25 cf. Mich, p. 66,16. 17 27—30 Mich. p. 66,17—21) [*](1 ante τῶν add. καὶ ἐπὶ Arist. LU ταῦτά γε δὴ φανερῶς συμβαίνει τοῦτον τὸν τρόπον Arist. LSU συμβ. ταῦθ’ Arist. EMY 3 post σημεῖον add. δὲ C 4 οὖ] ὦν Arist. EMY κἄν καθ’ αὑτὸν Arist. LSU (κἄν αὐτοῦ U, καὶ αὐτοῦ EM) 5 αὐτοῦ Arist. LSU πάσχει ἡ ὄψις Arist. LS 6 ἐν γὰρ τοῖς AB Arist.: καὶ γὰρ ἐν τοῖς Ca καθαροῖς om. A 8 prius τὸ AB Arist.: oin. Ca post νεφέλη add. τις Ca (om. etiam Arist.) 10 πάσχει τι Arist. S 12 λαμπρὸν] λαμτρῶν καὶ a (Arist.) 13 propius accedit ad Arist. EMY 14 καταβέβληνται C 16 ὄμμασι ex Arist. conicio 17 προθέσει Β ἐν ante τῷ add. C 19 οὐχὶ Ca (cf. A): οὐ B οὐχὶ μεταβάλλει συγκ.] οὐχὶ συγκινουμ corr. in οὐ μεταβάλλει A συγκινούμενον Ca (cf. A): om. B 23 τὰχιστα οm. C 23. 24 καὶ τὸ (τὰ vel τῶ M) μάλιστα Arist. EML 25 λεῖος] καθαρὸς Arist. EMY κηλῖδας] s. s. ἁφὰς C 25. 26 καθαρὸν] s. s. ἤγουν τὸ κάτοπτρον C 30 μία διὰ AB (Mich.): μίαν διὰ Ca (μίαν Midi, a))

34
τοῦ δὲ μὴ ἀπιέναι τάχιον ἔκ τῶν καινῶν κατόπτρων αἴτιον τὸ καθαρὸν εἶναι καὶ λεῖον· διαδύεται γὰρ διὰ τῶν τοιούτων καὶ εἰς βάθος καὶ πάντῃ, διὰ μὲν τὸ καθαρὸν εἰς βάθος, διὰ δὲ τὸ λεῖον πάντῃ. ἐν δὲ τοῖς παλαιοῖς οἰκ ἐμμένει, ὅτι οὖχ ὁμοίως εἰσδύεται ἡ κηλίς, ἀλλ’ ἐπιπολαιότερον. ὅτι ὄτι μὲν οὖν καὶ ὁπὸ τῶν μικρῶν διαφορῶν γίνεται κίνησις, καὶ ὅτι ταχεῖα ἡ αἴσθησις, ἔτι δὲ καὶ ὅτι οὐ μόνον πάσχει ἀλλὰ καὶ ἀντιποιεῖ τὸ τῶν χρωμάτων αἰσθητήριον, φανερὸν ἐκ τούτων. μαρτυρεῖ δὲ τοῦς εἰρημένοις καὶ περὶ τοῦς οἴνους καὶ τὴν μυρεψίαν συμβαίνοντα. τό τε γὰρ παρασκευασθὲν ἔλαιον ταχέως λαμβάνει τας τῶν πλησίον ὀσμάς, καὶ οἱ οἶνοι τὸ σὐτὸ τοῦτο πάσχουσιν· οὐ γὰρ μόνον τῶν ἐμβαλλομένων ἢ ὑποκιρναμένων, ἀλλὰ καὶ τῶν πλησίον τοῖς ἀγγείοις τιθεμένων ἢ περυκότων ἀναλαμβάνουσι τὰς ὀσμάς.

Πρὸς δὲ τὴν ἐξ ἀρκῆς σκέψιν ὐποκείσθω ἔν μὲν ὄπερ ἐκ τῶν εἰρημένων φανερόν, ὄτι καὶ ἀπελθόντος τοῦ θύραθεν αἰσθητοῦ ἐμμένει τὰ αἰσθήματα αἰσθητὰ ὄντα, πρὸς δὲ τούτοις ὅτι ῤᾳδίως ἀπατώμεθα περὶ τὰς αἰσθήσεις ἐν τοῖς πάθεσιν ὄντες, ἄλλοι δὲ ἐν ἄλλοις, οἶον ὁ δειλὸς ἐν φόβῳ, ὁ δὲ ἐρωτικὸς ἐν ἔρωτι, ἔστε δοκεῖν ἀπὸ μικρᾶς ὁμοιότητος τὸν μὲν τοὺς πολεμίους ὁρᾶν, τὸν δὲ τὸν ἐρώμενον· καὶ ταῦτα ὅσον ἄν ἐμπαθέστερος ᾗ, τοσοῦτον ἀπ’ ἐλάσσονς | ὁμοιότητος. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐν ὀργαῖς καὶ πάσαις ἐπιθυμίαις εὐαπάτητοι γίνονται πάντες, καὶ μᾶλλον ὅσῳ ἄν μᾶλλον ἐν τοῖς πάθεσιν ὦσι. διὸ καὶ τοῖς πυρέττουσιν ἐνίοτε φαίνεται ζῷα ἐν τοῖς τοίκοις ἀπὸ μικρᾶς ὁροιότητος τῶν γραμμῶν συντιθεμένων, καὶ ταῦτ’ ἐνίοτε συνετιτείνει τοῖς πάθεσιν οὔτω, ὕστε, ἄν μὴ αφόδρα κάμνωσι, μὴ λανθάνειν ὄτι ψεῦδος, ἐὰν δὲ μεῖζον ᾗ τὸ πόθος, καὶ κινεῖσθαι σθαι πρὸς αὐτά. αἴτιον δὲ τοῦ συμβαίνειν ταῦτα τὸ μὴ κατὰ τὴν αὐτὴν δύναμιν κρίνεειν τό τε κύριον, ὅ ἐστιν ἡ διάνοια, καὶ ᾧ τὰ φαντάσματα γίνονται, ἃ δήπου προσαγορεύομεν αἴσθησιν. τούτου δὲ σημεῖον ὅυι φαίνεται μὲν ὁ ἤλιος τῇ αἰσθήσει ποδιαῖος, ὁ δὲ νοῦς ἀντιφάσκει ἔνδον μὴ τοσοῦτον ἔἶναι ὄσος φαίνεται. εἰ δὲ ἀπὸ τῆς αὐτῆς δυνάμεως ἔκριναν, τοσοῦτος ἄν ἐδοξάξετο ὅσος καὶ ὁρᾶται. ἔν τισι δὲ νόσοις οὐδὲν κωλύει τῆς αἰσθήσεως παρατραπείσης συννοσεῖν καὶ τὸν νοῦν καὶ ταὐτοδοξεῖν τερὶ τὰ φαινόμενα, ὤσπερ ἔνιοι τῶν ἐκστατικῶν κινουμένας τὰς γραμμὰς καὶ ζῷα οἰόμεενοι· καὶ τί δεῖ ἐπὶ νοῦ καὶ αἰσθήσεως τὴν κατὰ τὴν κρίσιν διαφορὰν ἐπιζητεῖν, [*](1—27 Arist. p. 460 a 18—b 19 b 19 26 Mich. p. 67,12 27—30 Mich. p. 67,27—31 31—p. 35,2 Mich. p. 67—24. 31—p. 68,1) [*](I ἐξιέναι Arist. LSU 3 (jlev ydp τὸ Arist. EMYU 4 εἰσδύεται C, ex Arist. EMY (ἐνδύεται LSU) Spengel: εἰσδέχεται ABa 6 ἔτι δὲ καὶ cum Arist. LU (ἔτι δὲ MS, καὶ EY) 9 formara textus LSU praebet λαμβάνει ταχέως C II ὑποκριναμένων C 12 ἀναλαμβάνουσι C, ex Arist. Spengel: ἀναλαμβάνειν ABa 16. 17 οἱ δειλοὶ ἐν φόβοις, οἱ δὲ ἐρωτικοὸ Ca, sed v. Arist. 17 ἐν ἔρωτι Ca (Arist.): ἔρωτι AB 18 ἐμπαθέστερος Ca (Arist. EMY): ἐμπαθέστερον AB (Arist. LSU) 20 καὶ h πάσαις Arist. EMY 23 ἐὰν Arist. MSU ante μὴ add. μὲν Arist. EYL 24 ἄν Arist. EL 29 ἔκρινον Mich. 31 συννοσεῖν Β: συννοεῖν AGa 33 alt. τὴν οm. C)

35
ὅπου γε καὶ ἐπ’ αὐτῶν τῶν ἀἰσθήσεων οὐχ εἶς ὁ λόγος, ἀλλὰ τῶν κυριωτέρων καὶ αἱ δυνάμεις ἀκριβέστεραι οἶον ἐπὶ ἀφῆς καὶ ὅψεως; ἐν γὰρ τῇ ἐπαλλάξει τῶν δακτύλων τῇ μὲν ἀφῇ τὸ ἔν δύο φαίνεται, τῇ δὲ ὄψει οὔ· κυριωτέρα γὰρ τῆς ἀφῆς ὄψις. εἰ δ’ ἦν ἡ ἀφὴ μόνη ἢ τὴν κρίσιν ἄμφω εἶχον μίαν, κἄν ἐκρίνομεν τὸ ἔν δύο. τοῦ δὲ διαψεύδεσθαι αἴτιον, ὅτι οὐ μόνον τοῦ αἰσθητοῦ κινουμένου φαίνεται ἀδήποτε, ἀλλὰ καὶ τῆς αἰσθήσεως κινουμένης αὐτῆς, ἐὰν ὑσαύτως κινῆ|ται, ὥσπερ ὑπὸ τοῦ αἰσθητοῦ; λέγω δ’ οἶον ἡ γῆ δοκεῖ τοῖς πλέουσι κινουμένης τῆς ὄψεως ὑπ’ ἄλλου.

ἐκ δὴ τούτων φανερόν, ὅτι οὐ μόνον ἐγρηγορότων αἱ κινήσεις εἰσὶν αἱ ἀπὸ αἰσθήσεων φινόμεναι τῶν θύραθεν καὶ τῶν ἐκ τοῦ σύματος ὑπαρχουσῦων, ἀλλὰ καὶ ὄταν γένηται τὸ πάθος τοῦτο ὃ καλεῖται ὅπνος, καὶ μᾶλλον τότε φαίνονται. μεθ’ ἠμέραν γὰρ ἐκκρούονται ἐνεργουσῶν τῶν αἰσθήσεων καὶ τῆς διανοίας καὶ ἀφανίζονται ὥσπερ παρὰ πολὺ πῦρ ἄλασσον καὶ λῦπαι καὶ ἡδοναὶ παρὰ μεγάλας, παυσαμένων δὲ ἐπιπολάζει καὶ τὰ μικρα· νύκτωρ δὲ δι’ ἀργίαν τῶν κατὰ μόριον αἰσθήσεων καὶ ἀδυναμίαν τοῦ ἐνεργεῖν διὰ τὸ ἐκ τῶν ἔξω εἰς τὸ ἐντὸς γίνεσθαι τὴν τοῦ θερμοῦ παλίρροιαν ἐπὶ τὴν ἀρχὴν τὴς αἰσθήσεως καταφέρονται, τὴν καρδίαν, καὶ γίνονται φανεραὶ καθισταμένης τῆς ταρακῆς. δεῖ εὲ ὑπολαβεῖν ἐπὶ τούτων ὅπερ καὶ ἐπὶ τῶν ῥευμάτων· ὥσπερ γὰρ ἐκεῖ τὰς μικρὸς δίνας τἀς ἐν τοῖς ποταμοῖς φερομένας πολλάκις μὲν ὁμοίας εἶναι, πολλάκις δὲ διαλυομένας εἰς ἄλλα συμβαίνει σχήματα διὰ τὴν ἀντίκρουσιν, οἥτω κἀνταῦθα τὴν κίνησιν ἐκάστην γίνεσθαι, λέγω δὲ κίνησιν τὴν εἰδωλικὴν ἐν τῇ καρδίᾳ ἐπιφορὰν τοῦ ἐγκαταλείμματος, καθ’ ἣ ἡ ἐν ἐκείνῃ αἰσθητικὴ ψυχὴ διεγείρεται. καθάπερ ἐκεῖ ἡ ἀφ’ ἐτέρου εἰς ἔτερον σχῆμα μεταβολὴ οὐκ ἄμεσος, οὕτω καὶ ἡ ἐκάστου εἰδώλου κίνησις ὄντος ἐν ὑποκειμένῳ τῷ πνεύματι ἢ τῷ αἴματι ἢ τῇ καρδίᾳ, ὄταν | μὴ αὐτὴ μείνῃ ἀλλ’ ἀντικρουσθῇ, διὰ πολλῶν τῶν μεταξὺ φθάνει πρὸς τὸ ἔσχατον. ἀναγκαῖον οὖν τὴν πρώτην αἴσθησιν μὴ ὐπὸ μόνων τοῦ τε ἐξ οὖ καὶ εἰς ὃ κινεῖσθαι, ἀλλὰ καὶ ὑπὸ τῶν μεταξύ. ὡς γὰρ τόδε τὸ νέφος εἰ ἐοικός ἔστι λέοντι, εἶτα μεταβαλὸν διά τινων μεταξὺ εὶς ἀνθρώπου ὖλθεν ὁμοίωμα, αὐ μόνον τὸ τοῦ λέοντος καὶ ἀνθρώπου εἶδεν ἡ ψυχὴ σχῆμα ἀλλὰ καὶ τὰ μεταξύ, εἴτε ἡδέα ἦσαν αὐτῇ καὶ κεχαρισθένα εἴτε ἄλλως λυπηρὰ καὶ οὐκ εὔθυμα, οὔτω καὶ ἡ [*](3—5 Arist. p. 460 b 20—22, Mich. p. 68,2—9 5—20 Arist. p. 460 b 22—461 a 8 20—p. 36,2 Mich. p. 68,24—69,11) [*](3 ἀπαλλάξει A 4 ἁφῆς] φαντασίας Arist. EM 5 διεψεῦσθαι Arist. praeter LS 6 αἰσθητικοῦ a (corr. iam Spengel) 7 ὡσαύτως om. Arist. EMY post ὥσπερ add. xal Arist. EMY 8 τοῖς πλέουςι Soxel B, sed v. Arist. 10 δὴ C ex Arist. Spengel: δὲ ABa 11 αἰσθημάτων Arist. praeter L 13 γᾶρ] μὲν γὰρ Arist. praeter M συνεργουσῶν Arist. EMY 15 μικραὶ om. B 20 ὥσπερ C 22 ouxcui ἐνταῦθα C (οὔτω καὶ Μich. a, oὕτω ceteri) 24 ἐν om. a ἐκείνη Spengel ἐκείνοις AB, sed cf. Mich. 30 εἰ om. C μεταβαλὼν C 31 ἦλθεν] ἦκεν Ca 32 εἶδεν AC Mich.: οἶδεν Ba (corr. Spengel) 33 καὶ κεχαρισμένα] εἴτε κεχαρισμένα A)

36
πρώτη αἴσθησις οὐ μόνον τῶν ἄκρων ἐν τοῖς ὔπνοις αἰσθάνεται, ἀλλὰ καὶ τῶν μεταξύ. ταῦτα δὲ ἢ τερατώδη πάντως ἢ προσηνῆ καὶ κατὰ φύσιν. διὸ καὶ μετὰ τὴν τροφὴν καὶ πάνυ νέοις οἶσιν, οἶον τοῖς παιδίοις, οὐ γίνεεται ἐνύπνια· πολλὴ γὰρ ἡ κίνησις διὰ τὴν ἀπὸ τῆς τροφῆς θερμότητα. ὥστε καθάπερ ἐν ὑγρῷ, ἐὰν σφόδδρα κινῇ τις, ὁτὲ μὲν οὐθὲν φαίνεται εἴδωλον, ὁτὲ δὲ φαίνεται μὲν διστραμμένον δὲ πάμπαν, ὥστε φαίνεσθαι αλλοῖον ἢ οῖον ἦν, [τοῦ] ἠρεεμήσαντος δὲ καθαρὰ καὶ φανερά, οὕτω καὶ ἐν τῷ καθεύδειν τὰ φάσματα καὶ αἰ ὑπόλοιποι κινήσεις αἱ συμβαίνουσαι ἀπὸ τῶν αἰσεων ὁτὲ μὲν ὁτὸ μείζονος οὔσης τῆς εἰρηένης κινήσεως ἀφανίζονται πάμταν, ὀτὲ δὲ τεταργμέεναι φαίνονται αἱ αἱ ὄψεις καὶ τερατώδεις καὶ χείρονα τὰ ἐνύπνια, οἶον τοῖς μελαγχολικοῖς καὶ πυρέσσουσι καὶ οἰνωμένοις· πάντα γὰρ τὰ τοιαῦτα πνευματύδη ὄντα πολλὴν ποιεεῖται τὴν κίνησιν καὶ ταραχήν. καθισταμένου δὲ καὶ διακρινομένου τοῦ αἵματος ἐν τοῖς ἐναίμοις σῳζομένη τῶν αἰσθημάτων ἡ κίνησις ἀφ’ ἐκά|στης τῶν αἰσθήσεων ἐρρωμένα τε ποιεῖ τὰ ἐνύπνια καὶ φαίνεσθαί τε καὶ δοκεῖν. δοκεῖ μἐν γὰρ τὰ ἀπὸ τῆς τῆς ὄεως καταφερόμενα ὀρᾶν καὶ ἀπὸ τῆς ἀκοῦς ἀκούειν, ὁμοιοτρόπως δὲ καὶ ἀπὸ τῶν ἄλλων αἰσθητηρίων· τῷ γὰρ ἀκεῖθεν ἀφικνεῖσθαι σθαι τὴν κίνησιν πρὸς τὴν ἀρχὴν καὶ ἐγρηγόρως δοκεῖ ὁρᾶν καὶ ἀκούειν καὶ ὄλως αἰσθάνεσθαι. εἰ γὰρ ἡ ὅψις μὴ ἀπατηθείη ἐν τῇ τῶν δακτύλων ἐπαλλάξει ἐπίσης τῇ ἀφῇ, οὐδ’ ἐν τοῖς ὔπνοις ἀπατηθήσεται ἡ αἰσθητικὴ ψυχή, ἀλλ’ ἡ μὲν ἀπτικὴ δύναμις τὸ ἔν δύο λέγει, ἡ ἡ δὲ ὁρατικὴ ρως ἀντέχεεται καὶ ἀντιξάσκει, ὠς τὰ δοκοῦντα δύο οὔκ εἴσι δύο, ἀλλ’ ἔν. εἰ δὲ ἡ ὄψις οὐκ ἀπατᾶται ἐν τούτοις ὡς τῆς ἀφῆς λογικωτέρα, πολλῷ μάλλον τὸ κυρίως κριτήριον, ἡ διάνοια, εἴπερ μὴ κατέχηται ὐπερβαλλούσῃ τῇ ἐπικαταφορᾷ τοῦ πνευματώδους ὐγροῦ. ὅλως γὰρ τὸ ἀφ’ ἐκάστης αἰσθήσεως ἱκνούμενον πρὸς τὴν ἀρκὴν συντίθεται ἡ ἀρχή, ἐὰν μὴ ἐτέρα κυριωτέρα ἀντιφῇ· ἀπλῶς γὰρ ὁποῖον ἄν διαπορθμεύσῃ ἡ ἁφὴ ἢ ὄψις ἢ ἀλλη τις τῶν αἰσθήσεων, τοιοῦτον αὐτὸ εἶναι λέγει ἡ πρώτη αἴσθησις· ὥστε καὶ τὸ ἔν ὠς δύο παρὰ τὴς ἀφῆς εἰσαγγελθῇ ἢ ὁ ἥλιος ποδιαῖος [*](3—19 19 Arist. p. 461 a 11 — b 1 19—24 Mich. p. 70,5—15 24 — 26 ipse addidit, cf. p. 31,8. 9. 38,31. `44,16 26. 27 Arist. p. 461 b 3. 4 27— p. 37,2 Mich. p. 70, 19—28) [*](2 τὴν ante φύσιν add. C 3. 4 οἶον—ἐνύτνια AB Arist.: οὐ γίνεται οἶον ἐνύπνια τοῖς παιδίος Ca 4 τῆς Ca Arist.: om. AB 5 οὐδὲν a: evan. B 7 τοῦ ex Arist. del. Spengel 8 φαντάσματα C ex Arist. coni. Spengel, sed cf. p. 4120 prills αἱ Ca Arist. : om. AB ujio C 9 αἰσθημάτων Arist. praeter L 10 ὄψεις] κινήσεις C 11 χείρονα cum Arist. LSU (οὐχειρομένα Ε, οὐχερρωμένα Y, οὐκ ἐρρωμένα M) 12 ποιεῖ Arist. praeter LU 14 ἑκάστου Arist. praeter L αἰσθήσεων] αἰσθημάτων Arist. EY, αἰσθητηρίων M 15 τε om. B φαίνεταί τε δοκεῖν AB τε] τι Arist. praeter L 17 ante γὰρ add. με) Arist. praeter LU 18 ἐγρηγορὼς γορὼς Arist. YLS, Spengel 19 ἀπατηθῆ AB 20 ἐπίσης ΑΒ Mich.: ὁμοίως Ca 21. 22 έγρηγόρως male del. Spengel, habet etiam Mich. 24 κατέκοιτο 0 26 ἀρχὴ, ἐὰν] ψυχῆ ἄν C 27 διαπορθμεύσῃ Ca (Mich. Pa): διαπορθμεύσοι AB (Mich. SCR) ἣ ἡ ὄψις Mich. Sa 28 εἶναι om. C (habet etiam Mich.))
37
παρὰ τῆς ὁράσεως μὴ ὅντος τοῦ ἐπικρίνοντος, ὡς δύο τε τὸ ἔν φανττατως, δοκεῖ δ’ οὐ πάντως ἄπαν τὸ φαινόμενον, ἄν μὴ τὸ ἐπικρῖνον κατέχηται, ὡς πολλάκις εἴρηται, ἢ μὴ τὴν οἰκείαν κινῆται καὶ προσφυῆ κίνησιν. ὥσπερ δ’ εἴπομεν, ὅτι ἄλλοι δι’ ἄλλο πάθος εὐεξαπάτητοι, οὕτως ὁ καθεύων διὰ τὸν | ὕπνον καὶ τὸ κινεῖσθαι τὰ αἰσθητήρια καὶ τἆλλα τὰ συμβαίνοντα τερὶ τὴν αἴσθησιν, ὥστε μικρὰν ἔκον ὁμοιότητα φαίνεται ἐκεῖνο. ὅταν γὰρ καθεύδῃ, κατιόντος τοῦ πνεύματος καὶ τοῦ αὔματος ἐπὶ τὴν ἀρχὴν συγκατέρκονται καὶ αἱ ἐνῦσαι ὐς ἐν ὐποκειμένῳ κινήσεις καὶ τύποι τῶν αἰσθητῶν, αἱ μὲν δυνάμει αἱ ἐνεργείᾳ, εἴτουν αἰ μὲν μέλλουσι καὶ οὔπω, αἱ δὲ πάρεισι καὶ κινοῦσι τὴν ἀἰσθητικῆν ἀρχὴν εἰς ἀντίληψιν, ὡς συμβαίνειν ἐν τῇ κινήσει τῇ πρώτως εἰσελθούσῃ τήνδ’ ἐπιπολάζειν τὴν μετ’ αὐτὴν ἐνεργήσουσαν, ταύτης φθαρείσης τὴν ἐφεξῆς εἰσιέναι. Καὶ πρὸς ἀλλήλας ἔχουσιν, ὥσπερ οἱ πεπλασμένοι βάτραχοι οἱ ἀνιόντες ἐν τῷ ἄδατι τηκομένου τοῦ αλός, εἰ γὰρ τις βατρἀχους ξυλίνους ὑποθεῖτο πέντε τυχὸν τὸν ἀριθμὸν ἐν πίθῳ ἀλὸς ἐμβεβλημένους πεπληρωμένῳ καὶ συντεθειμένῳ ἄνωθεν κάτω καὶ κατὰ διαστήματα, ὡς τοῦς, ἄκρους τὸν μὲν πρὸς τῷ χείλει κεῖσθαι, τὸν δὲ ἐν τῷ τυθμένι, καὶ τοῦς μέσους ἀναλόγως, κρυπτομένους δὲ πάντας, εἶτα τὸ ἄλας ἄνωθεν ἄρξηται τήκεσθαι, πρῶτος ἐπιπολάσει τῷ ὕδατι καὶ ἐνεργείᾳ αἰσθητὸς γενήσεται ὁ πάντων ἀνώτατος βάτρακος, εἶτα προϊούσης τῆς τήξεως ὁ μετ’ αὐτὸν καὶ μετ’ ἐκεῖνον ὁ ἔτερος, τελευταῖος δὲ πάντων τακέντος τοῦ ἄλατος ὁ ἔσχατος ἀναβήσεται. οὕτω καὶ αἱ κινήσεις ἐν τῷ ὥτνῳ καὶ τὰ τῶν αἰσθητῶν εἴδωλα αἱ μὲν πρώτως ἀπαντῶσαι πρώτως καὶ ἐνεργήσουσιν, αἱ δὲ δυνάμει οὖσαι μέλλουσαι ἀνιμένου ποτὲ τοῦ κωλύοντος αἵματος καὶ λυομένου, ἔτι δὲ λεπτυνομένου καὶ καθαιρομένου τοῦ ὑπολει|φθέντος ἀκριβέστερον ἐνεργήσουσιν· σουσιν· ὅθεν οἱ τελευταῖοι τῶν ὕπνων εἰθυονειρότεροι, καὶ καθαρώτερα τῇ ἀρχῇ τὰ ἐν τοῖς αἰσθητηρίοις τῶν αἰσθητῶν τότε προσπίπτουσιν ὁμοιώματα, ὡς ἤδδη τοῦ ταράττοντος ἠρεμήσαντος. ἡ μὲν οὖν ἐν τοῖς ἐνυπνίοις τῶν φαντασμάτων μεταβολὴ τῇ ἐν τοῖς νέφεσιν ἔοικεν, ὡς καὶ πρότερον εἴρηται, ἃ παρεικάζουσιν ἀνθρώποις καὶ κενταύροις ταχέως μεταβάλλοντα. κοινῶς [*](2—10 Arist. p. 461 b 5 — 13 10. 11 ipse addidit 12. 13 cf. Mich. p. 72,7. 8 14. 15 Arist. p. 461 b 15. 16 15—p. 38,4 Mich. p. 72,10—35 liberius adhibuit) [*](1 ἐπικρίναντος C τε om. C 3 sim. ἐὰν τὸ ἐπικρῖνον μὴ Arist. SU, ἀλλ’ ἐὰν (ἄν EL) TO ἐπικρῖνον ceteri 7 ὥστε] ὡς a: ὥστε τὸ Arist. 9 καὶ αἱ ἐνοῦσαι] αἱ ἐνοῦσαι Arist. EMY, καὶ ἐνοῦσαι L, καὶ κινοῦσαι αἱ ἐνοῦσαι SU 10 ἤγουν conicio 13 {<καὶ> ταύτης (Mich.) vel ταύτης <δὲ> coni. Spengel 14 ἀλλήλαις C δὲ vel δὴ ante ἔχουσιν Arist. praeter L 15 ξυλίνους AB Mich.: om. Ca ὑπόθοιτο B, e corr. A 16 τὸν πέντε ἀριθμὸν τυχόν a (sed ttevts πέντε φέρε τὸν ἀριθμόν Mich.) 17 συντεθειένῳ] ω mutavit in oυς C ἰατὰ] τὰ B τὸν] τοὺς C 18 καῖσθαι] κινεῖσθαι B τὸν] τοὺς C 19 ἄρξεται B 22 πάντως B, e corr. A 26 ὑποληφέντος B 27. 28 τῆς ἀρχῆς conicio 28 αἰσθητῶν B (evan. A) cf. Mich.: ὑπνύντων Ca προσπέσωσιν B: προσπέσασιν A 29 μὲν B (evan. A): om. Ca)
38
εὲ τῶν ἐν ὕπνω φαινομένων ἔκαστον ὑπόλειμμά ἐστιν, ὡς ἐν ἀρχαῖς ἐλέχθη, τοῦ ἐνεργείᾳ αἰσθήματος, καὶ ἀπελθόντος τοῦ ἀληθοῦς αἰσθητοῦ, ὅταν μὴ κατέχηται ὑπὸ τοῦ κατελθόντος αἵματος τὸ ἐπικρῖνον, ἀληθὲς εἰπεῖν ὑπνώττοντα, ὅτι τοῦτο οὐ Κορίσκος, ἀλλ’ οἶον Κορίσκος καὶ εἴδωλον, καὶ διὰ τούτου τὸν ἀληθινὸν διανοεῖται Κορίσκον· ὅταν δὲ παντελῶς κατέχηται, ὥστε τὸ ὅμοιον καὶ τὸ εἴδωλον δοκεῖν αἰτὸ εἶναι τὸ ἀληθές, οὐ κινεῖται ὐπὸ τῶν εἰσώλων ὠς αἰσθανόμενον καὶ τρόπον τινὰ ἐγρηγορός, ἀλλ ὠς ἀναίσθητον, καὶ τοσαύτη τοῦ ὕπνου ἡ δύναμις, ὥστε ποιεῖν τοῦτο λανδάνειν. ὥσπερ οὖν εἴ ποτε λανθάνοι ὑποραλλόμενος ὁ δάκτυλος τῷ ὀφθαλμῷ, οὐ μόνον φανεῖται, ἀλλὰ καὶ δόξει δύο τὸ ἔν, ὅταν δὲ μὴ λανθάνῃ, φανεῖται μέν, οὐ δόξει δέ, οὕτω καἰν τοῖς ὔπνοις, ἄν μὲν αἰσθάνηται ὅτι καθεύδει καὶ πρὸς τούτῳ τοῦ ἐνυπνίου, φανεῖται μέν, λέγει δέ τι ἐν αὐτῷ ὅτι φαίνεται μὲν Κορίσκος τόδε τὸ φάντασμα, οὐκ ἔστι δέ (πολλάκις γάρ τις καθεύδων καὶ συναισθόμενος λέγει ἐν τῇ ψυχῇ ὅτι ἐνύπνιον τὸ φαινόμενον)· ἐὰν δὲ λανθάνῃ ὅτι καθεύδει, συνθήσεται καὶ οὐδὲν ἀντιφήσει τῇ φαντασίᾳ.

Ὁτι δ’ | ἀληθῆ λέγομεν καί εἰσι κινήσεις φανταστικαί καὶ τύποι καὶ εἴδωλα τῶν αἰσθητῶν ἐν τῷ πρώτῳ αἰσθητηρίῳ, τῇ καρδίᾳ, καὶ μὴ παρόντων τῶν πραγμάτων καὶ ἡρεμουσῶν τῶν αὶσθήσεων, περὶ ὅ καὶ ἡ τῶν ἐνυπνίων πᾶσα δραματουργία συνίσταται, δὴλον ἐκεῖθεν. ὅ γὰρ ἐν τοῦς δευτέροις, πολλῇ μᾶλλον ἐν τῷ πρώτῳ, καὶ εἴ εἰσιν ἐν τοῖς ἄλλοις αὶσθητηρίοις εἴδωλα καὶ ἐγκαταλείμματα καὶ μὴ ἐνεργοῦσι, πολλῷ μᾶλλον ἐν τῇ καρδίᾳ, ἀφ’ ἦς καὶ τὸ εἷναι τούτοις καὶ ἐνεργεῖν. ὅτι εἰσι, φανεερόν, ἐάν τις προσέχων πειρῷτο μνημονεύειν ὅ πάσχομεν ἐγειρόμενοι, ὅταν ἡ ἔγερσις γένηται πλησίον τῆς καταφορᾶς. ἐνίοτε γὰρ τὰ φαινόμενα εἴδωλα καθεύδοντι φωράσει ἐγειρόμενος κινήσεις οὔσας ἐν τοῖς αἰσθητηρίοις· ἄν γὰρ ὑπνώττων τις ὀρᾶν ἄρξηται ἐνύπνοιν καὶ εὐθύς ἐγερθῇ, ὁρᾷ εἴδωλα πρὸ ὀμμάτων· ἐνίοις γὰρ τῶν νεωτέρων καὶ πάμπαν ἀκριβῶς διαβλέπουσιν, ἐὰν ᾗ ακόρος, φαίνεται εἴδωλα πολλὰ κινούμενα, ὥστ’ ἐγκαλύπτεσθαι πολλάκις φοβουμένους. ταῦτα δὲ ἦν αἱ ἐν τοῖς ὀφθαλμοῖς ἀπὸ τῶν αἰσθητῶν κινήσεις. ἐκ δὴ τούτων ἀπάντων συλλογίσασθαι δεἶ, ὄτι ἔστι τὸ ἐνύπνιον φάντασμα ἐν ὕπνῳ κατεχομένου τοῦ κυρίου καὶ ἐπικρίνοντος. ὤστε [*](5—8 Mich. p. 73,17— 19 8—15 Arist p. 461 b 29— 462 a 8 12 τοῦ ἐνυπνίου e Mich. p. 73,31 16—24 Mich. p. 74,13—25 liberius adhibuit 24. 25 Arist. p. 462 a 11. 12 26. 27 Mich. p. 74,27. 28 27—28 Arist. p. 462 a 1215 29. 30 Mich. p. 75,3.4 30 Arist. ρ. 462 a 15. 16 31 κατεχομένου— ἐπικρίνοντος ipse addidit 31 — p. 39,3 Mich. p. 75,5 — 11) [*](1 ἐστιν om. B (habet Mich.) 2 ἐν τῇ ante ἐνεργείᾳ add. B (Αrist., om. Mich.) 3 ἀληθὲς ABC Mich.: ἔνεστιν ἀληθὲς a (cf. Arist.) 5 διὰ τοῦτο C ὅτε A 7 αἰσθανόμενος C ἐγρηγορός AB Mich. Spengel: ἐγρηγορώς Ca 8 ἀναίσθητος C 9 λανθάνει B (Arist. SUY 1) ὐπολαμβανόμενος B 10 δόξειε AB 11 ἐὰν Arist. EMS γὰρ post με) add. B 12 φαίνεται Arist. praeter L 13 τόδε] τοῦτο C οὐκέτι A 14 καθεύδων τις Arist. LSUY, καθεύδοντος ΕΜ λέγει τι Arist. EM 15 ἀντίφησι Αrist. praeter EY 23 πειρᾶται Arist. Mich. SCa 24 ἐγρήγορσις C. sed V. Mich. 27 καὶ ἐν. γε Arist. MS 28 ἄν Arist. LS 29 ἦν AB (ἦσαν Μich.): ἐστιν Ca 31 κυρίου καὶ] μορίου τοῦ C)

39
oὔτε τὰ εἰρημένα εἴδωλα καὶ φαντάσματά εἰσιν ἐνύπνια οὔθ’ ὄτι ἄλλο λελυμένων καὶ ἐνεργουσῶν τῶν αἰσθήσεων φαίνεται, οὔτε τὸ ἐν ἔπνῳ φάντασμα ἄπαν, εἰ μὴ συγκατέκοιτο ἡ διάνοια μὴ ἐπικρίνουσα τὸ ὀρώμενον. καὶ ὅ δὲ συμβαίνει ἐνίοις αἰσθάνεσθαί πῃ καὶ ψόφων καὶ χυμῶν καὶ φμτὸς καὶ ὁφὴς, ἀσθενικῶς μέντοι καὶ οἶον τόρρωθεν, οὐκ ἔστιν ἐνύπνιον· οἱ γὰρ ὑπνώττοντες καὶ μεταξὺ ὄντες τοῦ τε ἀπλῶς ἐγρηγορότος καὶ τοῦ καθεύδοντος, δοντος, ἐάν τις ψοφῇ ἢ φῶς κρατῶν διέρχηται, αἰσθάνονται καὶ τοῦ φωτὸς καὶ τῶν ψόφων, δοκοῦσι δὲ ὲν ὀνείρῳ τούτων αἰσθάνεσθαι, ὥστε καὶ πολλοὶ ἐγερθέντες λέγουσι πρὸς αὐτούς· σὺ ψοφεῖς ἢ σὺ τὸ φῶς κατέχεις· μὰ τὸν ἤλιον, ἐδόκουν ὄναρ ταῦτα ἠρᾶν, τάχα δὲ οὐκ ὄναρ ἦν, ἀλλ’ ἀλληθὴ. ὡς γὰρ ἔχει ὁ ἁπλῶς ἐγρηγορὼς πρὸς τòν τῇ ἐγρηγορότα, οὔτως καὶ ἡ ἀπλῶς αἴσθησις πρὸς τὴν πῇ αἴσθησιν. οὖτοι γοῦν πολλάκις καθεύδοντες καὶ μὴ ἔχοντες ἐγκεκλεισμένα τὰ βλέφαρα ἀλλ’ ἠρέμα καὶ ὀλίγον ἠνεῳγμένα καὶ ὁρῶντες τὸ τοῦ παρακειμένου λύχνου φῶς καὶ ὅναρ οἰόμενοι διεγερθέντες εὐθὺς ἐγνώρισαν τὸ τοῦ λύχνου ὅν, καὶ ἀλεκτρυόνων καὶ κυνῶν φωνὴν ἠρέμα ἀκούοντες καὶ νομίζονες ἐνύπνια εἶναι ἐγερθέντες σαφῶς ἐγνώρισαν μὴ ταῦτα εἶναι. ἔνιοι δὲ καὶ ἀποκρίνονται ἐρωτώμενοι πολλάκις, οὐ μνημονεύουσι δὲ ἐγερθέντες ὡς ἀπεκρίθησαν. καὶ δῆλον ὡς οὔτε ἀπλῶς ἐγηγορότες ἦσαν (ἧ γὰρ ἄν ἐμνημόνευον οὔτε καθάπαξ ἐκάθευδον· οὐ γὰρ ἄν ἀπεκρίθησαν. τῶν οὖν εἰρημένων οὐδὲν ἐνύπνιον φατέον, οὐδ’ δὴ ἐν τῇ ὕπωῳ γίνονται ἀληθεῖς ἔννοιαι παρὰ τὰ φαντάσματα (λέγω δὴ τὰς κρίσεις, αἶς συναισθόμεθα ὀνειρώττοντες ὅτι ὀνειρώττομεν), ἀλλὰ τὸ φασμα τὸ ἀπὸ τῆς κινήσεως τῶν αἰσθημάτων, ὅταν ἐν τῷ καθεύδειν καὶ ᾖ καθεύδει, τοῦτ’ ἐστὶν ὀνύπνιον. ἤδη δέ τισι συμβέβηκε μηδὲν ἐνύπνιον ἑωρακέναι κατὰ τὸν βίον, τοῖς δὲ πόρρω προελθούσης τῆς ἡλικίας ἰδεῖς πρότερον μὴ ἐωρακόσι. | τὸ δ’ αὄτιον τοῦ μὴ γίνεσθαι πρότερον παραπλήσιον φαίνεται τῷ ἐπὶ τῶν ταίδων καὶ μετὰ τὴν τροφήν· ὅσοις γὰρ συνέστηκεν ἡ φύσις, ὥστε πολλὴν ἀναθυμίασιν πρὸς τὸν ἄνω τόπον ἀναφέρεσθαι, ἥ καταφερομένη ποιεῖ πλῆθος κινήσεως, τούτοις εὐλόγως οὐδὲν φαίνεται φάντασμα, προϊούσης δὲ τῆς ἡλικίας οὐδὲν ἄτοπον τὸ φανῆναι ἐνύπνιον· μεταβολῆς γὰρ τινος γινομένης ἢ καθ’ ἡλικίαν ἢ πάθος ἀναγκαῖον συμβῆναι τὴν ἐναντίωσιν ταύτην.

[*](4. 5 Arist. p. — 21 5—17 Mich. p. 75,15 — 76,2 17. 18 Arist. ib. V. 25 18—20 Mich. p. 76,1— 3 20—22 Arist. ib. 2729 22 Mich. p. 76,4.5 23—32 Arist. p. 462 α 29— b 11)[*](1 οὔθ’ Spengel: οὁδ’ libri 3 alt. μὴ om. C 7 κρατοῦν male Spengel 8 ὁνείρῳ οἴκω C, ὔπνω in mg. C 2 9 αὑτοῦς Spengel 10 ταῦτα om. C τάχα] τὰ C 12 ἀλλὰ καὶ πολλοὶ καθεύδοντες Mich. 18 ἀπελρὀκξσαμ AB Mich.: ἀπεκρίναντο Ca 20 ἁπεκρίθησαν AB (Mich. SPa): ἀπεκίνατο Ca (ἀπεκρίνοντο Mich. CR) 24 ἰαὶ ᾖ] ᾖ, ᾖ Arist. MLSU (ᾖ EY) 25 ante μηδὲν add. ὤστε Arist. praeter EY 25. 26 ad formam textus EMY proxime accedit παρελθούσης AGa, sed v. Arist. 27 φαίνεται τῷ—τρπφήν (28) cum Arist. EMYc i m (sed παιδίων), τι δεῖ νομίζειν, ὅτι μετὰ μετὰ τὴν τροφὴν LSU τῷ] τῶν Ca (corr. Spengel) 27. 28 τὰς τροφὰς Ca 28 post γᾶρ add. τοῦτον τὸν τρόπον Arist. LSU 29 ἀναφέρεσθαι om., προσπίπτειν (vel προσεμπ.) ante ἀναθυμίασιν add. Arist. LSU 30 οὐδὲ A 31 τὸ om. Ca (Arist. praeter LS) γενομέηνς Arist. LSU)
40

Περὶ δὲ τῆς μαντικῆς τὴς ἐν τοῖς ὕπνοις γινομένης καὶ λεγομένης συμβαίνειν ἀπὸ τῶν ἐνυπνίων οὔτε καταφρονὴσαι ῥᾲδιον οὔτε πεισθῆναι. τὸ μὲν γὰρ πάντας ἢ πολλοὺς ὑπολαμβάνειν ἔχειν τι σημειῶδες καὶ τῶν μελόντων προμάντεμα τὰ ἐνόπνια παρέχεται πίστιν ὡς ἐξ έμπειρίας λεγόμενον· πείθει γὰρ ἡμὰς, ὠς σημειώδη τὰ καθ’ ἐκάστην γινόμενα. καὶ τὸ περὶ ἐνίων εἶναι τὴν μαντικὴν ἐν τοῖς ἐνυπνίοις οὐκ ἄπιστον· ἔχει γάρ τινα λόγον· μικροῦ δεῖν καὶ περὶ πάντων τῶν ἐνυπνίων οἰηθείη ἄν τις ὡς ἔχει τι σημειῶδες. τὸ δὲ μηδεμίαν αἰτίαν εὔλογον όρᾶν, καθ’ ἥν ἄν γίνοιτο, διαπιστεῖν ποιεῖ. τό τε γὰρ θςὸν εἶναι τὸν πέμποντα, πρὸς τῇ ἄλλῃ ἀλογίᾳ καὶ τὸ μὴ τοῖς βελτίστοις καὶ φρονιμωτάτοις, ἀλλὰ τοῖς τυχοῦσι πέμπειν ἄλογον. ἀφαιρεθείσης δὲ τῆς ἀπὸ τοῦ θεοῦ αἰτίας οὐδεμία τῶν ἄλλων εὔλουος εἶναι φαίνεται αἰτία· τὸ γὰρ περὶ τῶν ἐφ’ Ἡρακλείαις στήλαις ἢ τῶν ἐν Βορυσθένει προορᾶν τιαν ὑπὲρ τὴν ἡμετέραν εἶναι δόξειεν ἄν σύνεσιν εὑρεῖν τούτων τὴν ἀρχήν. ἀνάγκη δ’ οὖν τὰ ἐνύπνια ἢ αἴτια εἶναι ἢ σημεῖα | τῶν γινομένων ἣ συμπτώματα, ἢ πάντα ἢ ἔνια τούτων ἢ ἔν μόνον. λέγω δ’ αἴτιον μὲν οἶον τὴν σελήνην τοῦ ἐκλείπειν τὸν ἤλιον καὶ κόπον τοῦ πυρετοῦ, σημεῖον δὲ τῆς ἐκλείψεως τὸ τὸν ἀστέρα εἰσελθεῖν καὶ ὑποδραμεῖν, τὴν δὲ τρακύτητα τῆς γλώττης τοῦ πυρέσσειν συμπτώματα δὲ τὸ βαδίζοντος ἐκλείπειν τὸν ἤλιον· οὕτε γὰρ σημεῖον οὔτ’ αἴτιόν ἐστιν ἡ ἐμὴ βάδισις τῆς ἐκλείψεως. διὸ τὰ συμπτώ- [*](2—6 Arist. p. 462 b 12 — 16 4. 5 τῶν— προμάντευμα e Mich. p. 77,10 6 Mich, p. 77,10 7—20 Arist. ib. v. 16—32 19 ὑποδραμεῖν e Mich. p. 785 20—47,2 cf. Arist. p. 463 a 1—4) [*](1 θεμιστίου παράφρασις εἰς τὸ περὶ τῆς καθ’ ὕπνον μαντικῆς ἀριστοτέλους Ca 2 prius τῆς B Arist.: τῆς καθ’ ὕπνον ACa καὶ post μαντικῆς add. C 5 5 ἐνύπνια] ἐν ὔπνοις C παρέχεται AB Arist.: παρέχει Ca 6 καθ’ ἐκάστην AB Mich.: καθ’ ἐκάστους Ca 7 ἐνυπνίοις] ὕπνοις Ca (Arist. S) 8 <διὸ> μικροῦ expectes, cf. Arist. πάντων om. Arist. praeter Μ, sed cf. Mich. p. 77,17 9 ἔχη AB 10 post γίνοιτο add. τοῦτο Arist. LSU 11 prius τοῖς om. C 13 εἶναι et αἰτία om. Arist. EMY περὶ γὰρ (om. τὸ) C 14 τινὰς Arist. praeter SU 15 δοκεῖ (οm. ἄν) Arist. EMY τούτων cm. Arist. EY 17 ofov om. Arist, EY 20 σύμπτωμα Arist.)

41
ματα οὔτε ἀεὶ γίνεται οὔθ’ ὡς ἐπὶ τὸ πολύ. τοιγαροῦν τῶν ἐνυπνίων τὰ μέν εἰσι σημεῖα, τὰ δὲ αἴτια, τὰ δὲ συμπτώατα, καὶ σημεῖα μὲν δι’ ὦν παρίσταται καὶ προδηλοῦται σωματικὰ ἢ ψυχικὰ πάθη· λέγουσι γὰρ καὶ τῶν ἰατρῶν οἱ χαρίεντες, ὅτι δεῖ προσέχειν σφόδρα τοῖς ἐνυπνίοις, ὑς ἐν τούτοις ἔσται τεκμήρασθαι περὶ τοῦ μέλλοντος ἀρρωστήματος. εὔλογον δὲ οὕτως ὑπολαβεῖν καὶ τοῖς τεχνίταις μέν, σκοπουμένοις δέ τι καὶ φιλοσοφοῦσι περί τινος. αἱ γὰρ μεθ’ ἠμέραν γινόμεναι κινήσειας, ἄν μὴ σφόδδρα μεγάλαι ὖσι καὶ ἰσκυραί, λαβθάνουσι παρὰ μείζους τὰς ἐγρηγορικάς. ἐν δὲ τω καθεύδειν τοὐναντίον ἅπαν· καὶ γὰρ αἱ μικραὶ μεγάλαι δοκοῦσιν εἶναι. δῆλον δὲ δὲ ἐπὶ τῶν συμβαινόντων κατὰ τοὺς πολλάκις· οἴονται γὰρ κεραυνοῦσθαι καὶ βροντᾶσθαι μικρῶν ἥχων ἐν τοῖς ὠσὶ γινομένων, καὶ μέλιτος καὶ γλυκέων χυμῶν ἀπολαύσιν ἀκαριαίου φλέυματος ἀπορρέοντος, καὶ βαδίζειν διὰ πυρὸς καὶ δερμαίνεσθαι σφόδρα μικρᾶς θερμασίας περί τινα μέρη γινομένης. ἑπεγειρομένοις δὲ ταῦτα γίνεται τοῦτον ἔχοντα τὸν τρόπον. ὥστ’ ἐπεὶ μικραὶ πάντων αἱ ἀρχαί, δηλονότι καῖ τῶν νόσων καὶ τῶν ἄλλων παθημάτων | τῶν ἐν τοῖς σώμασι μελλόντων γίεσθαι. φανερὸν οὖν ὄτι ταῦτα ἀναγκαῖον ἐν τοῖς ὕπνοις εἶναι καταφανῆ μᾶλλον ἢ εν τῳ εεγρηγορεναι.

Ἀλλὰ τίνων μὲν καὶ ὄπως σημεῖα τὰ ἐνύπνια, εἴρηται, ὄπως δὲ καὶ αἴτια καὶ τίνα, ἤδη ῥηθήσεται. ὅτι δὲ τῶν οἰκείων ἐκάστῳ πράξεων καὶ οὐ τῶν ἀλλοτρίων, μᾶλλον ἄν εὔλογον δόξειεν ὤσπερ γὰρ μέλλοντες πρᾶξαί τι ἢ ἐν ταῖς πράξεσιν ἄντες ἤ πεπρακότες πολλάκις εὐθυονειρίᾳ τούτοις σύνεσμεν καὶ πράσσομεν ἀπὸ τῶν μεθ’ ἡμέραν ἀρχῶν, οὕτω πάλιν καὶ τὰς καθ’ ὕπνον κινήσεις ἀναγκαῖον πολλάκις ἀρκὴν εἶναι τῶν μεθ’ ἡμέραν πράξεων διὰ τὸ προοδοποιεῖσθαι πάλιν καὶ τούτων τὴν διάνοιαν ἐν τοῖς φάσμασι τοῖς τυκτερινοῖς. οὕτω μὲν οὐν ἐνδέχεται τῶν ἐνυπνίων ἔνια καὶ σημεῖα καὶ αἴτια εἶναι· τὰ πολλὰ συμπτώμασιν ἔοικε, μάλιστα δὲ τὰ ὑπερβατὰ πάντα καὶ ὦν μὴ ἐν αὐτοῖς ἡ ἀρχή, οἶον περὶ ναυμαχίας τῆς ἐν Περσίδι γινομέης καὶ τῶν ἄλλων τῶν πόρρω συμβαινόντων. περὶ γὰρ τούτων τὸν αὐτὸν τρόπον ἔχειν εἰκὸς οἶον εἰ μεμνημένου του περί τινος τύχοι τοῦτο γευόμενον. τί γὰρ κωλύει καὶ ἐν τοῖς ὕπνοις οὔτω; μάλλον δὲ εἰκὸς ταῦτα συμβαίνειν; ὥσπερ οὖν οὐδὲ τὸ μεμνῆσθαι περὶ τοῦδε σημεῖον οὐδ’ αἴτιον [*](2. 3 Mich. p. 78,12 3. 4 Arist. p. 4—6 6 4. 5 ὠς— ἀρρωστήματος ipse addidit 5—18 Arist. ib. v. 6—21 19. 20 Mich. p. 803 20— p. 42,10 Arist. p. 22—b 19 28. 29 τῆς— γινομέηης Mich. p. 81,3 4) [*](4 συέδρα om. Arist. EY 5 τεκμηριώσασθαι C 6 post xot; add. μὴ Victorius (Arist. praeter L) 7 μεθ’ ἡμέραν om. A ἐὰν Arist. EMY 14 ytvExczt] cpaivEToti conicio, <φανερὰ> γίνεται Spengel (of. Arist. et Mich. p. 79,6) 16 prius τῶν ΑΒC Arist.: om. a 24 ἀρχὰς Arist. EMY 25 προωδοποιῆσθαι Arist. L, προοδοπεποιῆσθαι EMY 26 φαντάσμασι C ex Arist. Spengel, sed cf. p. 368 xal om. Arist. EMY 27 alt. δὲ] οἶον Arist. EMY alt. alt. τὰ] τε Arist. EMY 29 γενομένης B, e corr. A 30 post οἶον add. ὥσπερ in mg. B ’jyrf AB 31 γινόμενον Arist. praeter LS 32 μνησθῆναι Arist. praeter L)

42
τοῦ παραγεγέσθαι αὐτόν, οὕτως οὐδ’ ἐκεῖ μετὰ τὸ ἀπορῆναι τὸ ἐνύπνιον τῷ δ’ ὄντι οὔτε σημεῖον οὔτε αἴτιον ἄλλὰ σύμπτωμα. διὸ καὶ πολλὰ τῶν ἐνυπνίων οὐκ ἀποβαίνει· τὰ γὰρ δυμπυώματα οὔτ’ ἀεὶ οὔθ’ ὡς ἐπὶ τὸ πολὺ γίνεται.

Ὄλως δὲ δὲ καὶ τῶν ἄλλων ζῲων ὀνειρώττει | τινά, θεόπεμπτα μὲν οὐκ ἄν εἴη τὰ ἐνύπντια οὐδὲ γἐγονε τούτου χάριν, δαιμάνια μέντοι· ἡ γὰρ φύσις δαιμονία, οὐ ξεία. σημεῖον δέ· πάνυ γὰρ εὐτελεῖς ἄνθρωποι προορατικοί εἰσι καὶ εὐθυόνειροι, ὑς οὐ θεοῦ πέρποντος, ἀλλ’ ἅσων ὡσπερανεὶ λάλος ἡ φύσις ἐστὶ καὶ μελαγχολικὴ παντοδαπὰς τὰς ὄψεις ὀρώτων· διὰ δὲ τὸ πολλὰ καὶ παντοδαπὰ καινεῖσθαι ἐπιτυγκάνουσιν, ὤσπερ ἔνιοι ἀρπάξουσιν ἐρίξοντες οὐχ ἕν ἀλλὰ πολλά, εἰ πολλὰ τὰ ῥιπτούμενα εἴη· καὶ ὥσπερ λέγεται ‘εἰ πολλὰ βάλοις, ἄλλοτε ἀλλοῖον βαλεῖς’, καὶ ἐπὶ τούτων συμβαίνει τοῦτο. ὅτι δ’ οὐκ ἀποβαίνει πολλὰ τῶν ἐνυπνίων, οὐδὲν ἄτοπον· οὐδὲ γὰρ τῶν ἐν τοῖς σύμασι σημείων καὶ τῶν οὐρανίων, οἶον τὰ τῶν ὑδάτων καὶ τῶν πνευμάτων· ἄν γὰρ ἄλλη κυριωτέρα ταστης συμβῇ κίνησις, ἀφ’ ἦς μελλούσης ἐγέντο τὸ σημεὶον, οὐ γίνεται. ἰδὼν γάρ τις ἐν ὕπνῳ διέρκεσθαι βόρβορον μεθ’ ἡμέρας νενόσηκεν (τῶν γὰρ ἐντὸς σεσημμένων χυμῶν ἀρκομόνων κινεῖσθαι ακτὰ τὴν νύκτα ἠρεμῶν ἐλάμβανεν αἴσθησιν), καὶ ἐπὶ πυρὸς διαβαίνεειν, καὶ μετ’ ὀλίγον ἐπύρεξεν. ἄλλοτε δ’ αὖ ταῦτα ἰσὼν οὐκ ἐνόσησε τῷ τὴν φύσιν δίεγερθεῖσαν καὶ τοὺς χυμοὺς πέψασαν ἀπεῖρξαι τῷ πάθει τὴν εἴσοδον. καὶ τὴv περὶ σελήνην ἄλω καὶ βροκῆς καὶ πνευμάτων ποιούμεθα σύμβολον, πολλακις δὲ συνισταμέης οὐδὲν συνέβη τούτων διὰ τὴν ἀντιπερίσταιν τοῦ περιέχοντος κρατηθέντος ὑτὸ τῆς έναντίας κινήσεως. καὶ πολλὰ βουλευθέντα καλῶς τῶν πραχθῆναι δεόντων διελύθη δι’ ἄλλας κυριωτέρας ἀπκάς. ὄλως γὰρ οὐ πᾶν γίνεται τὸ μελλῆσαν, οὐδὲ τὸ αὐτὸ ἐσόμενον καὶ μέλλον, ἀλλ’ ὅμως | ἀρχάς τε λεκτέον εἶναι, ἀφ’ ὦν οὐκ ἐπετελέσθη, καὶ σημεῖα πέφυκε ταῦτά τινων οὐ γευομενων.

Περὶ δὲ τῶν μὴ τοιαύτας ἀρχὰς ἐχόντων ἐνυπνίων μηδὲ τῶν ἐφ’ ἅ ἡμεῖς κύριοι, ἀλλ’ ὐπερορίας ἢ τοῖς κρόνοις ἤ τοῖς τόποις ἢ τοῖς μεγέθεσιν ἢ καὶ τῶρ ἐγγὺς μὲν πραττομένων καὶ παρὰ γείτονος ἴσως, μὴ μέντοι γε ἐν αὑτοῖς ἐχόντων τὰς ἀρχὰς τῶν εἰδότων τὸ ἐνύπνιον, εἰ μὴ γίνεται τὸ [*](11. 12 Mich. p. 81,26 — 30 12—16 Arist. p. 463 b 21— 26 16—24 cf. Mich, p. 82,10—22 24—p. 43,1 Arist. p. 463 b 26—464 a 5 31 Mich. p. 83,11. 12) [*](1 μετὰ τὸ cum Arist. U μὴ to S, τοῦ L, τῶ M, τὸ EY; sed μετὰ post ἀποβῆναι add. EY, post ἰδόντι Μ) 2 δ’ ὄντι cum Arist. S (ἱδόντι ceteri) 3 τὸ γὰρ σύμπτωμα Arist. EMY 5 ὅμως Arist. praeter LU 7 δαιμόνιον Arist. EMY ante οὐ add. ἀλλ’ Arist. EMY 9 ὤσπερ εἰ Arist. SU τὰς cm. Arist. 10 ὁρῶσιν Arist. (ὀρῶσα U) δὲ] γὰρ Arist. praeter LS 13 τοῦτο om. Arist. EMY 15 καὶ τὰ τῶν Arist. praeter S ἄν γὰρ] ἀλλ’ ὅμως ἄν Arist. EMY 16 μενούσης Ca 20 διὰ τὸ τὸ C 22 συνισταμένην a 26 μελῆσαν AB (Arist. MS) τε] γε Arist. Υ, γέ τινας EM 27 ἐτελσθη Arist. EMY πέφυκε C Arist.; πέφυκε τῶν ABa 28 γινομένων Arist. praeter LU 29 post ἐνυπνίων add. οἴας εἴπομεν Arist, EMY 31 γε om. Arist. EMY 32 ἰδόντων Arist.)

43
προορᾶν ἀπὸ συμπτώματος, ἐτέρως ἄν ἔχοι μᾶλλον ἢ ὡς λέγει Δημόκριτος. εἴδωλα γὰρ ἐκεῖνος καὶ ἀπορροίας αἰτιᾶται, ὦν τὰ μέν φησιν ἀγαθοποιά, τὰ δὲ κακοποιά, ὑπερμεγέθη τε εἶναι καὶ δύσφθαρτα, ἐμπελάζειν δὲ τοῖς ἀνθώποις καὶ πρασημαίνειν τὰ μέλλοντα θεωρούμενα ἔστιν οἶς καὶ φωνὰς ἀφιέντα μόνον αἰσθητᾶς ἐν ὕπνῳ τοῖς ἐπαΐουσιν, ὅθεν καὶ εὐλόχων τυχεῖν εἰδώλων ἐπεύχεται. α'λλ’ ἡμεῖς τὸ μὲν εἴδωλα λέγειν φέρεσθαι καὶ πάμπαν ἀπαγορεύομεν, κινήσεις δέ τινας μᾶλλον άντὶ τούτων εἰσάγομεν ἀπ’ άρχῶν τῶν μελλόντων γίνεσθαι καὶ λόγων καὶ πράξεων, ὑφ’ ὦν σχηματιζομένου τοῦ ἀέρος καὶ διὰ τῶν ὤτων ἤ τῶν μυκτήρων προσπιτουσῶν ἐν τοῖς ὔπνοις τῇ καρδίᾳ προορᾶν τὸ μέλλον. ὥσπερ γὰρ ὅταν τι κινήσῃ ρὸ ὕδωρ ἢ ἄέρα, τοῦθ’ ἔτερον ἐκίκησε, παυσαμένου δ’ ἐκείνου σομβαίνει συμβαίνει τὴν αὐτὴν καίνησιν προϊέναι μέχρι τινός, τοῦ κινήσαντος οὐ παρόντος, οὔτως οὐδὲν κωλύει κίνησίν τινα καὶ αἴσθησιν άφικνεῖσθαι πρὸς τàς ψυχὰς τàς ἐνυπνιαζούσας, ἀφ' ὧρ ἐκεῖνος ποιεῖ τὰ εἴδωλα καὶ τὰς ἀπορροίας, καὶ ὅποι δὴ ἔτυχεν ἀφικνουμένας μᾶλλον αἰσθητὰς εἶναι νύκτωπ διὰ τὸ μεθ' ήμέραν φεφομένας διαλύεσθαι μᾶλλον (ἀταραχωδέστερος γὰρ ὁ ἀὴρ τῆς νυκτὸς διὰ τὸ νηνεμωτέρας εἶναι τàς νύκτας), καὶ ἐν τῷ σώματι ποιεῖν αἴσθησιν διὰ τὸν ὕπνον· τῶν γὰρ μικ ρῶν κινήσεων καθεύδοντες μᾶλλον ἢ ἐγρηγορότες αἰσθανόμεθα. ποιουσῶν οὖν τῶν εἰρημένων αἰσθήσεων φαντάσματα ἐν τῷ ἡγεμονικῷ τὸ προορᾶν γίνεται, καὶ διὰ ταῦτα συμβαίνει τὸ πάθος τοῦτο τοῖς τοχοῦσι καὶ οὐ τοῖς φρονίμοις. μεθ' ἠμέραν τε γὰρ ἐγένετο ἄν καὶ τοῖς σοφοῖς, εἰ δεὸς ἦν ὁ πέμπων. καὶ ἔτι οὕτω γινομένου τοῦ προορᾶν εἰκὸς τοὺς τυχόντας μᾶλλον προορᾶν· ή γὰρ διάνοια τῶν τοιούτων οὐ φροντιστική, ἀλλ' ὥσπερ ἔρημος καὶ κενὴ πάντων, ὧν πλήρης ἡ τῶν φιλοσοφούντων ἐστί, καὶ κινηθεῖσα κατὰ τὸ κινοῦν ἄγεται. καὶ τοῦ ἐνίους τῶν ἐκστατικῶν προορᾶν αἴτιον, ὅτι αἱ οἰκεῖαι κινήσεις οὐκ ἐνοχλοῦσιν ἀλλ' ἀπορραπίζονται. τῶν ξενικῶν οὖν μάλιστα αἰσθάνονται καὶ τῶν προσπιπόντων ἔξωθεν. τὸ δέ τινας εὐθουνείρους εἶναι μάλιστα περὶ τῶν γνωρίμων καὶ προορᾶν συμβαίνει διὰ τὸ τοὺς γνωρίμους μάλιστα ὐπὲρ ἀλλήλων φροντίζειν· ὥσπερ γὰρ πόρρω ἄντων τάχιστα τῇ ὄψει γνωρίζουσι καὶ αἰσθάνονται, οὕτω καὶ ἐπὶ τῶν ἐν τῷ καρδὶᾳ τύπων καὶ κινήσεων. αἱ γὰρ τῶν γνωρίμων γνωριμώτεραἰ κινήσεις. οἱ δὲ μελαγχολικοὶ διὰ τὸ σφοδρὸν [*](2—10 Mich. p. 83,18 — 26 10-p. 44,1 Arist. p. 464 α 6—33 24. 25 of. Mich, p. 84,5 27. 28 καὶ—ἔξωθεν e Mich. p. 84,25) [*](2 ἀπορράς B (Arist. praeter EM), cf. v. 14 5 εὐλόχων (εὐλόγχων rectius Mich. SR)] χ corr. ex γ B 8 γενέσθαι A 10 τι κινήσῃ Aa (Arist. L): τις κινήση C (κ. τις Arist. ΕΥ): κινήση B (Arist. U): κινήση τι Arist. MS 11 καὶ παυσαμένου Arist. praeter L 12 κίνησιν om. C 14 ἀπορροάς Arist. EY ΕΥ Ca (Arist. U, ὁποῖα M, S): ὅπου (A)B (Arist. L, ἐπεὶ EY) 15 ἢ ante νύκτωρ add. C 17 ἠρεμαιοτέρας Arist. ElMY 19 αἰσθόμεθα AB φαντάσματα B Arist.: φάντασμα ACa 21 ἐγίνετ' Arist. ἂν C Arist.: om. ABa 25 ἰαὶ xoO] τοῦ δ' Arist. EMY τοῦ] τὸ B 27 ἀπορριπίονται Arist. MSU 29 περὶ Arist. LSU 30 ἄντων] ὄντα B μάλιστα Arist. EMY 31 post αἰσθ. add. οἱ συνήθεις Arist. EMY 32 σφόδρα Arist. praeter LU)
44
τοξευθέν, ὅσα καὶ χειρί, τῷ βέλει καὶ πόρρωθεν ὄντες κατέχουσι, καὶ οὗτοι τὸ μέλλον ὤσπερ προαρτάζουσι τῷ τάχει τῆς κινήσεως· εὐμετάβολον γὰρ ὄν τὸ φανταστικὸν αὐτοῖς ταχὺ τὸ ἐχόμενον τῆς ἀρχῆς τῶν ἐσομένων φαντάζεται. ὥσπερ γὰρ Θιλαιγίδου ποιήματα μὴ ἔχοντα μεταΜὰ: προσώπων καὶ διηγημάτων μεταπτώσεις ἀεὶ ἐχόμενα τοῦ ὁμοίου λέγουσι καὶ συνείρουσιν (οἶον εἰ περὶ Ι Ἀφροδίτης ἐν ταῖς ἀρχαῖς εἶπε, καὶ μέχρι τέλους ταύτης ἔχεται), οὕτω καὶ οἱ ἐμμανεῖς ἐχόμενα τοῦ όμοίου διανοοῦνται καὶ βλέπουσι. καὶ πρὸς τούτοις διὰ τὴν σθοδρότητα οὐκ ἐκκρούεται αὐτῶν ἡ κίνησις ὐφ' ἑτέρας κινήσεως. τεχνικώτατος δ' ἐστὶ κριτὴς ἐνυπνίων ὅστις δύναται τὰς ὁμοιότητας θεωρεῖν· τὰς γὰρ εὐθουνειρίας κρίνειν παντός ἐστι, λέγω δὴ τὰς ὁμοιότητας, ὅτι παραπλήσια συμβαίνει τὰ φαντάσματα τοῖς ἐν τοῖς ὕδασιν εἰδώλοις, καθάπερ καὶ πρότερον εἴρηται. ἐκεῖ γὰρ ἄν μὴ ἠρεμῇ τὸ ὕδωρ, ἀλλὰ πολλὴ γένηται χίνησις, οὐχ ὁμοία γίνεται ἡ ἔμφασις καὶ τὰ εἴδωλα τοῖς ἀληθινοῖς, κἀν τοῖς ὕπνοις δέ, ὅταν σφοδρὰ τυγχάνῃ καὶ συγκεχυμένη ή πρὸς τὴν καρδίαν καταφερομένγ παλίρροια, οὔθ' ὁμοίους οὔτε καθαροὐς τοὺς τύπους ἐᾷ φαντάζεσθαι καὶ τὰ ἐγκαταλείμματα. ἡ γὰρ κίνησις ἐκκόπτει τàς εὐθυονειρίας. δεινὸς δὴ ἑκάτερος ἔσται κριτὴς, ὅ τàς ἐμφάσεις συνορᾶν δυνάμενος καὶ ταχὺ διαισθάνεσθαι ἐν ὀχλουμένῳ ὕδατι καὶ τὰ πεφορημένα καὶ διεστραμμένα τῶν εἰδώλων τοῖς ἀληθινοῖς προσβιβάζειν, οἶον ὅτι τόδε ἀνθρώπου ἢ ἵππου καὶ μὴ τολούτου ἀφθέντος, καὶ ὁ ἐν τοῖς ὕπνοις αὐτὸ τοῦτο ποιεῖν δυνάμενος. τί μὲν οὖν ἐστιν ὕπνος καὶ ἐνύπνιον, καὶ διὰ τίν' αἰτίαν ἑκάτερον αὐτῶν γίνεται, ἔτι δὲ περὶ τῆς τῶν ἐνυπνίων μαντείας εἴρηται, περὶ δὲ κινήσεως τῆς κοινῆς τῶν ζῴων λεκτέον.

[*](1—9 Mich. p. 85,24—86,6 9—15 Arist. p. 464 b — 12 15—18 ipse addidit 18—24 cf. Arist. ib. v. 12—18 25 ipse addidit)[*](1 εὐστοχοῦντες a 5 γὰρ Ca: δὲ AB Θιλαισίδου AB 6 διηγημάτων Ca: νοημάτων AB λέγουσι AB: διανοοῦνται Ca, prius A 7 περὶ Ἀφροδίτης AB Mich, (περ Ἀφρ. RP): τις Ἀφροδίτην Ca 14 κίνησις γένηται Ca: γίνηται ἡ κ. Arist. (γένηται LM) 16 σφόδρα a 16. 17 μεταφεφομ.ένη C, prius A 19 δὴ AB Arist.: δὲ Ca ταχὺ om. Arist. EY 20 συναισθάνεσθαι Arist. EMY ἐνοχλουμέγω ACa: ἐνοχλουμένας B 23 καὶ τί ἐνύπνιον Arist. EMY 24 μαντικῆς Arist. EU 25 in fine τέλος τοῦ τερὶ μνήμης καὶ ἀναμνήσεως καὶ ὕπνου καὶ ἐγρηγόρσεως καὶ τῆς καθ' ὕπνον μαντικῆς: Ἰωάννου Δίου ἡ βιβλος ἥδε B, τέλος AC)