In Aristotelis Physica Paraphrasis

Themistius

Themistius. Themistii in Aristotelis physica paraphrasis (Commentaria in Aristotelem graeca, Volume 5.2). Wallies, Maximilian, editor. Berlin: Reimer, 1900.

1
[*](Ed. Spengelii 1). 105)

1. Πρόκειται τῇδε τῆ συγγραφῇ γραφῇ ἐπιστήμην τινὰ πορίσασθαι τῆς τε φύσεως καὶ τῶν ὑπ’ αὐτῆς γινομένων. τὸ μὲν γὰρ ἄνευ λόγου ταῦτα γινώσκειν ῥᾴδιον καὶ πᾶσιν ἀνθρώποις· ἅπαντες γὰρ ἄν εἰπεῖν ἔχοιμεν οἵ γε τὴν αἴσθησιν ὑγιαίνοντες, ὅτι τοῦτο μέν ἐστιν γῆ, τοῦτο δὲ ὕδωρ, τοῦτο δὲ φυτόν, τοῦτο δὲ ζῷον· ἀλλὰ τῷ μετ’ ἐπιστήμης γνωσομένῳ καὶ τὰς ἀρχὰς αὐτῆς πρότερον ἀνάγκη γινώσκειν. δηλοῦσι δὲ τοῦτο καὶ αἱ λογικώτεραι τῶν τεχνῶν· γραμματικοὺς γὰρ λέγομεν οὐ τοὺς ἐπακούοντας τῶν ὀνομάτων, ἀλλὰ τοὺς εἰπεῖν ἔχοντας, ἐξ ὅσων ἕκαστον ὄνομα σύγκειται στοιχείων, μουσικούς τε αὖ οὐ τοὺς αἰσθανομένους τῶν μελῶν διὰ τῆς ἀκοῆς, ἀλλὰ τοὺς διαλύειν αὐτὰ δυναμένους εἰς τόνους καὶ ἡμιτόνια. πῶς ἄν οὖν τι περὶ ἀρχῶν μετὰ ἀποδείξεως ἔχοιμεν λέγειν, εἴ γε ἡ μὲν ἀπόδειξις ἐκ προτέρων, εἰ δὲ τὰ πρότερα ἐπιζητοίημεν, ἀρχὰς τῶν ἀρχῶν εὑρεῖν βουλησόμεθα; 106 τὸ πρότερον οὖν διχῶς· καὶ πρὸς ἡμᾶς καὶ πρὸς τὴν φύσιν. πρὸς ἡμᾶς μὲν οὖν πρότερον τὸ γνωριμώτερον ἡμῖν καὶ ὃ ῥᾷον ἄν καταλάβοιμεν, οἷον τὰ ὀνόματα καὶ αἱ συλλαβαὶ τῶν γραμμάτων· πρὸς δὲ τὴν φύσιν πρότερα τὰ κατὰ τὴν οὐσίαν ἁπλούστερα, οἷον τὰ γράμματα τῶν ὀνομάτων, ἀνάπαλιν δὲ ἡ πορεία· ἡμεῖς μὲν γὰρ ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἁπλούστερα πρὸς δὲ τὴν φύσιν πρότερα ἀναλύομεν, ἡ φύσις δὲ ἐκ τῶν ἁπλῶν τὰ σύνθετα μηχανᾶται. ὅταν μὲν οὖν περὶ τῶν συγκειμένων ποιώμεθα [*](Inscriptionem dedi ex M; de ceteris libris cf. Praef. 2 πορίσασθαι MBL: ποιήσασθαι W τῆς τε MBW: τὴν τῆς L 4 καὶ om. L ἄν om. L 5 γε Μ2W2L: τε M1W1B 6 τῷ—γνωσομένῳ Laur. 85,14: τῷ—γινωσκομένῳ MWB: τοῦ—γινωσκομέου L 7 αὑτῆς (sc. τῆς φύσεως; cf. Philop. 9,17) M: αὐτοῦ WBL 9 ἕκαστον om. L ὄνομα om. W 10 μέλλων BL δι’ ἀκοῆς L 11 δυναμένους αὐτὰ διαλύειν W καὶ εἰς ἡμιτόνια L ἄν] μὲν L 12 περὶ τῶν ἀρχῶν BL (cf. Simpl. 4,13) ἔχομεν M εῖ γε] ὥς γε L 13 πρότερα] πρότερον L malim totum locum sec. Philop. 10,11 hunc in modum constituere: πῶς ἄν—ἔχοιμεν λέγειν; εἴ γε ἡ μὲν ἀπόδειξις ἐκ προτέρων, ἀεὶ δὲ τὰ πρότερα ἐπιζητοίημεν, ἀρχὰς τῶν ἀργῶν εὑρεῖν βουλησόμεθα. τὸ πρότερον οὖν κτλ. 14 post φύσιν add. ἐστί L 16 γραμμάτων M in mrg. (γρ.) BL: στοιχείων M text. 18 ἀνάπαλίν τε L 19 πρότερον a (in L compendium scripturae) Comment. Arist. V. 2 Themist. Phys. 1)

2
λόγον, ἐκ τῶν φύσει προτέρων αὐτὸ ἀποδείξομεν· ὅταν δὲ περὶ τῶν [*](106) ἀρχῶν, ἐκ τῶν πρὸς ἡμᾶς προτέρων. καὶ ἔστιν ἐκείνη μὲν ἡ κυρίως ἀπόδειξις, αὕτη δὲ εἰ καὶ μὴ κυρίως, ἀλλὰ ἡμῖν ἱκανῶς. ἐὰν οὖν ἀρχώμεθα τοῦ περὶ τῶν ἀρχῶν λόγου ἀπὸ κοινῶν τινων καὶ πλείοσιν ὑπαρχόντων, οὐ † ταρακτέον· ἀπὸ γὰρ τούτων ἐπὶ τὰ ἴδια βαδιούμεθα. γνωριμώτερα δ’ ἡμῖν τὰ κοινὰ τῶν ἰδίων ἐστίν· οἷον γὰρ σύγκειται μᾶλλον καὶ ὥσπερ ἐν τοῖς αἰσθητοῖς, εἰ προσίῃ τι ζῷον, ὅλου τοῦ σώματος ἡ ὄψις θᾶττον ἀντιλαμβάνεται ἢ κεφαλῆς τε καὶ χειρῶν καὶ ποδῶν (οὕτω γοῦν εἴποι τάχιον ἄν ὅτι ζῷον τὸ προσιὸν ἢ ἄνθρωπος), οὕτως ἐν τοῖς ὑπὸ λόγου θεωρουμένοις τὰ καθόλου τε καὶ κοινὰ σαφέστερα ἡμῖν τῶν προσεχῶν καὶ ἰδίων ἐστίν, καίτοι μᾶλλον ἐκείνων συγκεχυμένα· ἔστι γὰρ καὶ τῷ νῷ οἷον ὅλον μέν τι τὸ καθόλου, οἷον δὲ μέρη ὅσα ἐκεῖνο περιλαμβάνει. οὕτω δὲ καὶ οἱ ῥήτορες ποιοῦσι καὶ περὶ τῶν κοινῶν κεφαλαίων | πρῶτον, εἶθ’ οὕτως περὶ τῶν 107 ἰδίων εἴδους ἑκάστου διδάσκοντες. οὕτω δὲ καὶ ἐν τοῖς ἀναλυτικοῖς ὁ περὶ τοῦ συλλογισμοῦ λόγος προτάττεται τοῦ τε ἀποδεικτικοῦ καὶ διαλεκτικοῦ καὶ σοφιστικοῦ (ἀπὸ γὰρ τῶν κοινῶν ὁρμώμενοι ῥᾷον ἑκάστου τὰ ἴδια καὶ τὰ προσεχῆ διακρίνομεν) καὶ αἱ πρῶται δὲ ἡμῖν φαντασίαι γίνονται ἀδιάρθρωτοι καὶ ἀπὸ τῶν κοινῶν· τὰ γοῦν παιδία προσαγορεύει πάντας τοὺς ἄνδρας πατέρας καὶ μητέρας τὰς γυναῖκας τὸ ἄρρεν ἢ θῆλυ καταλαμβάνοντα ὡς κοινὰ ῥᾷον, πρὶν διορίζειν τοῖν γονέοιν τὰ ἴδια. εἴποις δ’ ἄν κατά τινα τρόπον ὁμοίως ἔχειν καὶ τοὔνομα πρὸς τὸν ὁρισμόν, λέγω δὲ ὄνομα μὲν οἷον ἄνθρωπον, ζῷον δὲ πεζὸν δίπουν τὸν ὁρισμόν· τὸ μὲν γὰρ ὁλοσχερῶς καὶ συγκεχυμένως σημαίνει καὶ οἷόν τέ ἐστι κεῖσθαι καὶ καθ’ ἑτέρων πλειόνων κατὰ τοῦ γεγραμμένου καὶ πεπλασμένου, ὁ δὲ ὁρισμὸς ἔοικεν εἰς τὰ μέρη διαιροῦντι τὴν ὑποκειμένην οὐσίαν. ἀναλαβόντι οὖν ἀρκτέον ἐντεῦθεν.

2. Ἀνάγκη τὴν ἀρχὴν ἡ μίαν ἢ πλείους εἶναι· ἀλλ’ εἴτε μίαν, ἢ κινουμένην ἢ ἀκίνητον, ἢ πεπερασμένην ἢ ἄπειρον· εἴτε πλείους, καὶ ταύτας γε αὖ ἢ κινουμένας γε ἢ ἀκινήτους, ἡ πεπερασμένας κατ’ ἀριθμὸν ἢ πάλιν ἀπείρους. εἰσὶ γάρ τινες καὶ οἱ ἀπείρους θέμενοι τὰς ἀρχὰς ὥσπερ Ἀνα- ξαγόρας τε καὶ Δημόκριτος· ἀλλὰ Δημόκριτος μὲν μίαν οὐσίαν ταῖς ἀτόμοις [*](1 ὑποδείξομεν L 4. 5 οὐ ταρακτέον ΜWBL2a: οὕτως ἀρκτέον L1 (ἀρκτέον commate post λόγου posito Spengel; exspectes οὐ θορυβητέον vel simile quid; cf. Simpl. 18,32) 6 οἷον γὰρ MWB: εἴ γε L 7 προσίοι Spengel (at cf. Ind. i. v. εἰ) 8 εἴποι ἄν τάχιον W 9 ἢ M: ἡ ὅτι WBL 10 11 καίτοι] καίτοι γε L1: ὥς γε L2a 11 ὅλον μέν τι WL: ὅλον μέντοι M: μὲν ὅλον τι B 13 καὶ M: oin. WBL περὶ (post οὕτως) om. L 14 δὲ M: om. WBL 15 τοῦ om. W προτάττεται B τάττε in ras. man. 2): προτέταται Vind. 188 text.: προτέτακται Vind 110 et mig. (γρ.) 188 16 ἴδια ἑκάστου W 17 τὰ om. L 18 προσαγορεύει] sic F Aristot. 184b13: ὑπολαμβάνει Ι: utrumque E 19 καὶ μητέρας MBL: μητέρας δὲ W τὰς om. a ἡ] καὶ L 20 κοινὸν L post πρὶν add. ἡ W γονοῖν L 21 τοὺς ὁρισμοὺς L 22 ἀνθρώπου L 23 τέ] τί M 27 εἴτε] εἰ (cf. Aristot. 184 b 15) post κινουμένην] add. γε BL 28 ἡ pr.—(30) ἀπείρους exscr. Simpl. 42,12 (ὁ εὐφραδὴς Θεμίστιος παραφράζων—φησὶν) 29 γε om. B, Simpl. post πεπερασμένας add. καὶ Simpl. 30 καὶ οἱ MW: οἱ καὶ BL 31 τε om. W)

3
ὁμοιομερείαις | ἐναντιότητας, θερμότητας ψυχρότητας, λευκότητας μελανίας. [*](108) διῃρέθησαν δὲ καὶ εἰς τὰς ἄλλας δόξας οἱ περὶ τῶν ὄντων πάλαι φιλοσοφήσαντες· ὄντα γὰρ ἐνόμιζον τὰς ἀρχὰς ἐκεῖνοι καὶ ζητοῦντες, πόσα τὰ ὄντα, τὰς ἀρχὰς ἐζήτουν ὁπόσας θετέον ἐστίν, εἰ μὴ τάχα Παρμενίδης καὶ Μέλισσος ἓν τὸ ὂν καὶ ἀκίνητον λέγοντες οὐ μίαν τὴν ἀρχὴν ἔλεγον καὶ ἀκίνητον· ἡ γὰρ ἀρχὴ πλείω δήπουθεν ἑαυτῇ συνεισάγει, καὶ τοσαῦτά γε ὅσων ἔστιν ἀρχή· πρός τι γὰρ ἡ ἀρχὴ καὶ τινῶν. ἀλλὰ καὶ τὸ ἀκίνητον λέγειν τὸ ὂν φανεροὺς ποιεῖ μὴ λαμβάνοντας τὸ ὂν ἀντὶ τῆς ἀρχῆς· πῶς γὰρ ἄν ἕτερόν τι γένοιτο ἐξ ἀρχῆς μὴ κινουμένης; ἔστι μὲν οὖν ὁ πρὸς τούτους λόγος οὐ τῷ φυσικῷ προσήκων· τί δήποτε; ἀναιροῦσι γὰρ τὰς φυσικὰς ἀρχάς, ὥσπερ ἔφην, μᾶλλον δὲ τὴν φύσιν αὐτήν, κίνησιν μὴ τιθέμενοι. συστῆσαι δὲ τὰς οἰκείας ἀρχὰς οὐδεμιᾶς ἐστιν ἐπιστήμης, ὥσπερ οὐδὲ γεωμετρίας γραμμὰς καὶ σημεῖα, οὐδὲ ἀριθμητικῆς μονάδας, ἀλλ’ ἐπὶ ταύταις ὑποκειμέναις περαίνουσι τὰ ἐφεξῆς, ἐπεὶ ὅτι γέ ἐστι φύσις πόθεν ἂν ὁ φυσικὸς ἀποδείξειεν; πότερον ἔκ τινων φυσικῶν; ἀλλ’ αἰτήσεται τὸ ζητούμενον. ἀλλ’ ἐξ ἑτέρων; ἀλλ’ οὐχ ᾗ φυσικὸς ἀποδείξει. εἰ μὲν οὖν ἔχει τινὰ προτέραν ἑαυτῆς ἐπιστήμην ἡ φυσική, παρ’ ἐκείνης λήψεται τὰς ἀρχὰς ὥσπερ καὶ παρὰ ταύτης ἡ ἰατρικὴ καὶ παρὰ γεωμετρίας ἡ ὀπτική· εἰ δὲ μή, χρήσεται τῇ κοινῇ πασῶν τῶν τεχνῶν μεθόδῳ τῇ δι’ ἐνδόξων· ἀλλ’ εἴτε οὕτως εἴτ’ ἐκείνως, οὐχ ᾗ φυσικὸς δώσει λόγον ἀλλ’ ᾗ διαλεκτικὸς ἢ φιλόσοφος. τὸ μὲν οὖν πόσαι καὶ τίνες | αἱ τῆς φύσεως εἰσιν [*](109) ἀρχαὶ διδάσκειν ἀναγκαῖον τῷ φυσικῷ, τὸ δὲ ὡς ἔστιν ὅλως ἡ φύσις, οὐκ ἔστι φυσικοῦ. ἀλλ’ οὐδὲ φανερῶς ἀναιροῦσι τὴν φύσιν, ἀλλὰ καὶ εἰ μὴ λέγουσι φανερῶς, ἀλλ’ ἐξ ὧν λέγουσι τοῦτο συμβαίνει. ὁ γὰρ κίνησιν μὴ διδοὺς οὐ δώσει δήπου καὶ τὴν ἀρχὴν τῆς κινήσεως, αὕτη δέ ἐστιν ἡ φύσις. εἰ μὲν οὖν τηροῦντες τὰς ἀρχὰς ἐν τοῖς ἑξῆς τι παρελογίζοντο, ἀκόλουθον ἦν ἐπιδεικνύναι τῷ φυσικῷ, πῇ φενακίζουσιν· εἰ δὲ δι’ ὧν παρακρούονται, τὰς ἀρχὰς αὐτὰς ἀναιροῦσιν, οὐκ οἰκεῖον τὸ λύειν τοὺς λόγους αὐτῶν τοῦ μετιόντος τὴν ἐπιστήμην, ἐπεὶ καὶ τὰ ψευδογραφήματα ὅσα μὲν σῴζει τὰς γεωμετρικὰς ὑποθέσεις λυτέον τῷ γεωμέτρῃ, ὅσα δὲ μάχεται πρὸς ἐκείνας, παραιτητέον, οἷον δύο τινὲς κύκλον ἐπιχειρήσαντες τετραγωνίζειν Ἱπποκράτης τε ὁ Χῖος καὶ ὁ Ἀντιφῶν. τὸν μὲν οὖν Ἱπποκράτους λυτέον· τὰς γὰρ ἀρχὰς φυλάττων παραλογίζεται τῷ μόνον μὲν [*](1 αὑτοῖς M: αὐτὰ WB: αὐτὰς L 2 ὁμοιομερίαις L ἐναντιότητες, θερμότητες ψυχρότητες, λευκότητες μελανίαι Β1W1 4 ὁπόσα L 7 συνεισάγει κτλ.] ex Alexandro; cf. Simpl. 46,15 13 οὐδεμία a (compendium scripturae in L) 14 ἀριθμητικὸν L μονάδα L 15 ταύταις W2L: ταύταις ταῖς MW1B ἡ ante φύσις add. Β 10 ἄν om. W 17 φυσικῶς B ᾗ φυσικὸς] cf. Simpl. 47,11 18 ἑαυτῷ W 19 περὶ bis Β ἡ pr. om. BL ἡ alt. om. L 22 ὁπόσαι L 24 καὶ εἰ MW: εἰ καὶ BL 25 συμβαίνει] ποιοῦσι W 28 δεικνύναι W 29 τὰς αὐτὰς ἀρχὰς L 31 μὲν om. W 32 ἐκείνας W2L: ἐκείνους MW1: ἐκεῖνα Β 32. 33 τετραγωνίζειν ἐπιχειρήσαντες W: ἐπεχείρησαν τετραγωνίζειν L 33 τε] δὲ Β1 ὁ alt. om Β2L 34 τῷ L: τὸ MWB 1*)
4
ἐκεῖνον τὸν μηνίσκον τετραγωνίσαι ὃς γράφεται περὶ τὴν τοῦ τετραγώνου [*](109) πλευρὰν τοῦ εἰς τὸν κύκλον ἐγγραφομένου, * * * ἀπόδειξιν πρὸς Ἀντιφῶντα δὲ οὐκέτ’ ἄν ἔχοι λέγειν ὁ γεωμέτρης, ὃς ἐγγράφων τρίγωνον ἰσόπλευρον εἰς τὸν κύκλον καὶ ἐφ’ ἑκάστης τῶν πλευρῶν ἕτερον ἰσοσκελὲς συνιστὰς πρὸς τῆ περιφερείᾳ τοῦ κύκλου καὶ τοῦτο ἐφεξῆς ποιῶν ᾤετό ποτε ἐφαρμόσειν τοῦ τελευταίου τριγώνου τὴν πλευρὰν εὐθεῖαν οὖσαν τῇ περιφερείᾳ. τοῦτο δὲ τὴν ἐπ’ ἄπειρον τομὴν ἀναιροῦντος ἣν ὑπόθεσιν ὁ γεωμέτρης λαμβάνει. πρῶτον μὲν οὖν διὰ τοῦτο 1 ἄξιον ἦν παραιτήσασθαι [*](110) τὸν Παρμενίδου καὶ Μελίσσου λόγον, ἔπειτα ὅτι καὶ ἀπίθανος καὶ παράδοξος τῶν ἀνδρῶν ἡ δόξα. τί γὰρ διαφέρει τὸ λέγειν ἓν τὸ ὂν τοῦ λέγειν Δίωνα τὸ ὂν εἶναι, ἢ πρὸς ἄλλην θέσιν τινὰ διαλέγεσθαι τῶν λόγου ἕνεκα λεγομένων, ὡς Ἡράκλειτος ἔλεγε ταὐτὸν εἶναι τὰ ἐναντία; καὶ οἱ λόγοι δὲ ἀμφοτέρων οἷς κέχρηνται, ἄντικρύς εἰσιν ἐριστικοί· καὶ γὰρ τὰς προτάσεις ψευδεῖς καὶ τὸ σχῆ μὰ φέρουσιν ἀσυλλόγιστον, φορτικώτερος δὲ ὁ Μελίσσου· ποιεῖ γὰρ οὐδ’ ἡντιναοῦν ἀπορίαν. οὐ μὴν ἀλλ’ ἐπειδὴ περὶ φύσεως μὲν οὐδὲν λέγουσιν (πῶς γὰρ οἵ γε ἀναιροῦντες τὴν φύσιν;), φυσικὰς δὲ συμβαίνει λέγειν αὐτοῖς, τὰς ἐκ τοῦ κενοῦ καὶ τοῦ ἀπείρου καὶ τῆς κινήσεως, ἴσως ἔχει καλῶς ἐπὶ μικρὸν διαλεχθῆναι περὶ αὐτῶν· εἰ γὰρ καὶ φυσικῷ μὴ προσήκων ὁ λόγος, ἀλλὰ φιλοσόφῳ γε οὐκ ἀλλότριος. ἐροῦμεν δὲ πρὸς τοὺς ἄνδρας οὐχ ἵνα κινήσαντες αὐτῶν τὴν δόξαν θώμεθα οὕτως φύσιν καὶ κίνησιν· ταῦτα γὰρ ἡμῖν διὰ τὸ ἐναργὲς ὑποκείσθω, ἄλλως δὲ ἐκ περιόντος ἃ λέγουσιν ἐξεταστέον καὶ πρῶτόν γε αὐτὴν τὴν δόξαν καθ’ ἑαυτὴν χωρὶς τῶν λόγων οἷς ἐπιχειροῦσιν αὐτὴν κατασκευάζειν.

Ἀρχὴ δὲ οἰκειοτάτη πασῶν τί σημαίνει τὸ ὂν αὐτοῖς ἐρωτῆσαι, πότερον οἴονται πολλαχῶς αὐτὸ λέγεσθαι ἢ μοναχῶς· εἰ μὲν γὰρ πολλαχῶς, ὥσπερ ἡμεῖς ἐν ταῖς Κατηγορίαις ἐδείξαμεν, κατὰ τὸ ὄνομα ἂν λέγοιεν τὸ ὂν ἕν, πολλὰ δὲ κατὰ τὴν ὑπόστασιν καὶ τὰ πράγματα· εἰ γὰρ ἔσται καὶ οὐσία καὶ ποιὸν καὶ ποσόν, εἴτε καὶ ἀπολελυμένα ταῦτα ἀπ’ ἀλλήλων εἴτε σὺν ἀλ | λήλοις τὸ εἶναι ἔχοντα, πολλὰ τὰ ὄντα γενήσεται, κἄν μία [*](111) φωνὴ πάντων κατηγορῆται. εἰ δὲ μοναχῶς, οὕτω δὲ τῷ πράγματι λέγοιεν ἀν’ καὶ τῷ σημαινομένῳ, ἀλλ’ εἰ ἓν πρᾶγμα σημαίνει, ἢ ὡς γένος ἄν ἓν σημαίνοι ἢ ὡς εἶδος ἢ ὡς ἄτομον. ἀλλ’ εἴτε ὡς γένος, πολλὰ τὰ ὄντα· εἴτε ὡς εἶδος, ὁμοίως· κατὰ γὰρ πλειόνων καὶ [*](1 παρὰ M 2 lacuna in L expleta est his verbis insertis: πάντα δὲ μηνίσκον οἶόν τε τετραγωνίζειν λαβεῖν εἰς (e Simpl. 58,16) 4 τὸ Β ἑκάστῃ L 5 συνιστὰς B2L (compendium scripturae in Β1): συνιστᾶ MW 7 δὲ M: δὲ ἦν WB, δ’ ἦν L 10 ἡ τῶν ἀνδρῶν δόξα L 12 ὡς M: οἷον ὡς WBL (cf. Philop. 29,13) 17 τὰς γὰρ ἐκ L 19 φιλοσόφῳ M: φιλοσόφου WBL 21 ἄλλως δὲ] ‘fort. ἀλλ’ ὡς Spengel 23 λόγων WBL: ἀλόγων M (cf. Philop. 30,17), ἄλλων Laur. 85,14 24 αὐτοὺς W 25 γὰρ om. γ’ 26 ὡς L ταῖς om. BL 30 δὲ] καὶ mavult Spengel ἂν M: ἄν (post 2 litt. ras.) ἓν W: ἄν ἓν BL 32 ἄν ἓν MW et fort. Β1: ἓν ἄν Β2L σημαίνοι L: in MW compendium scripturae (ση), σημαίνῃ Β2: σημαίνει ἄτομον] cf. Porphyrius apud Simpl. 74,9)

5
διαφερόντων ταῦτα κατηγορεῖται. λείπεται τοίνυν ὡς ἄτομον ἓν εἶναι τὸ [*](111) ὄν, ὡς ὁ Καλλίας, ὡς ὁ Βουκέφαλος ἵππος, ὡς τοδὶ τὸ μέλαν. πότερον οὗν οὐσίαν τοῦτο ἐροῦσιν ἢ συμβεβηκός; οἴονται μὲν γὰρ συμβεβηκός, ὅταν ὁ μὲν ἄπειρον ὁ δὲ πεπερασμένον λέγῃ τὸ ὄν· τὸ γὰρ ἄπειρον καὶ πεπερασμένον ἐν γένει τῷ ποσῷ· τὸ μὲν γὰρ ποσὸν ἀδιεξίτητον, τὸ δὲ πόσον ὡρισμένον. εἰ μὲν ὦν ὑποκειμένου τινὸς ταύτα κατηγοροῦσι, δύο ἄν λέγοιεν τὰ ὄντα, οὐσίαν καὶ ποσόν· εἰ δὲ κατὰ μηδενὸς ὑποκειμένου φέρουσι τὸ ποσόν, τοῦτο ἤδη καὶ ἀδύνατον εἶναι συμβεβηκὸς ἄνευ ὑποκειμένης οὐσίας. ἔτι τὸ ἓν κατ’ ἀριθμὸν ὥσπερ τὸ ὄν, λέγεται καὶ αὐτὸ πολλαχῶς. λέγεται γὰρ ἓν κατὰ ἀριθμὸν ἢ ὡς συνεχές, ὡς μίαν εἶναι εἴποιμι ἄν τὴν γραμμήν, ἢ ὡς τὸ ἀδιαίρετον φύσει ὡς τὸ σημεῖον καὶ ἡ στιγμή, ἢ ὡς ἕνα καὶ τὸν αὐτὸν ἔχον λόγον, ὡς ἓν λέγεται λώπιον καὶ ἱμάτιον. κατὰ τίνα οὖν τῶν τριῶν τρόπων ἓν λέγουσιν κατὰ ἀριθμὸν εἶναι τὸ ὄν; οὔτε γὰρ ὡς συνεχές διαιρετὸρ γὰρ ἐκεῖνό γε εἰς πολλά), μᾶλλον δὲ εἰς ἄπειρα. εἰ γὰρ διότι ἥνωται, ἓν αὐτὸ λέγουσιν, ὅτι ἐστὶ διαιρετὸν ἐροῦσιν αὐτὸ κτὰ τοῦτο πολλὰ εἶναι. ἀλλ’ ὡς ἀδιαίρετον δεῖ λαμβάνειν τὸ μέρος τοῦ ὅλου· ταύτῃ γὰρ λέγεται καὶ συνεχὲς ᾗ κατ’ ἐνέρ | γειάν ἐστιν ἕν. ἀλλὰ πρῶιον μὲν οὐδαμῶς διαστέλλονται τὸ κατ’ [*](112) ἐνέργειαν τοῦ δυνάμει· ἔπειτα (συγκεχωρήσθω γὰρ αὐτοῖς τοῦτο) ἐκεῖνό γε πάντως ὁμολογήσουσιν ὅτι συνεχῆ τε καὶ ἡνωμένα οὐχ ὁμοιομερῆ μόνον ἐστίν, πλεῖστα δὲ καὶ ἀνομοιομερῆ, τὰ σώματα λέγω τῶν ζῴων καὶ τῶν φυτῶν· ἥνωται γὰρ καὶ τούτων τὰ μέρη, καὶ οὐ σύγκειται ὥσπερ σωρός. διὰ τί οὖν εἰ τῆς γραμμῆς τὸ μέρος ἕν τε καὶ ταὐτὸν τῇ γραμμῇ, ὅτι μὴ διῄρηται τῆς ὅλης, οὐκ ἔσται καὶ ἡ χεὶρ ταὐτὸν Σωκράτει καὶ ὁ ποὺς δὲ ὁμοίως· ὁ γὰρ αὐτὸς λόγος. εἰ δ’ ἄμφω τὰ αὐτὰ τῷ αὐτῷ, καὶ ἀλλήλοις δήπου τὰ αὐτά. ἔσται οὖν ταὐτὸν ποὺς χεὶρ ὀφθαλμὸς κοιλία. τοῦτο τὸ ζήτημα κατ’ ἰδίαν ἐτύγχανε λόγου παρὰ τοῖς παλαιοῖς, πότερον ταὐτὸν τῷ ὅλῳ τὸ μέρος ἢ ἕτερον· ἀπήντα γὰρ ἄπορον ἐξ ἑκατέρου· εἰ μὲν ταὐτόν, ὅπροείρηται· εἰ δ’ ἕτερον, ὅτι καὶ τὸ ὅλον ἑαυτοῦ· οὐ γὰρ δὴ τοδὶ μὲν τὸ μέρος ἕτερον, τοδὶ δὲ οὔ, ἀλλὰ πάντα ὁμοίως ἕτερα τοῦ ὅλου, πάντα δὲ ἦν τὸ ὅλον. κἄν ἐπὶ τῶν ἐκ διωρισμένων δὲ μερῶν ἐρωτήσῃς τὸν λόγον, τὰ αὐτὰ ἄπορα ἀπαντήσεται οἷον οἰκίας ἢ χοροῦ. λέγεται δὲ ἡ λύσις ἐν ἄλλοις· οὐ γὰρ ἀληθές, εἰ κατ’ ἰδίαν ἕκαστον τῶν μερῶν λαμβανόμενον ἄλλο τοῦ ὅλου, διὰ τοῦτο καὶ πάντα ἅμ ληφθέντα ἕτερα γίνεσθαι τοῦ ὅλου· τὰ γὰρ πάντα ἑκάστου τῶν [*](1 post εἶναι add. συμβεβηκὸς ἄρα οἴονται W (ἀρα s. n.) 3 οἴονται μὲν γὰρ συμβεβηκός om. W 8 ὑποκειμένου om. L εἶναι Μ: εἶναί τι WBL 10 γὰρ] δὲ L 11 τὸ ἀδιαίρετον] cf. Philop. 45,19 12 ἔχον BL (cf. Simpl. 81,9): om. MW 13 λώπιον MW: λώπιόν τε BL τρόπων BL2a: τρόπον MWL1 (fortasse recte) 13. 14 κτὰ ἀριθμὸν ἓν λέγουσιν L 14 οὔτε γὰρ—(17) ἕν] cf. Simpl. 81,16 sqq. 17 καὶ om. L συνεχὴς M ᾖ WB2L: ἢ M, ἦ Β1 18 ἕν] ὄν M 19 συγχωρήσθω L: συγχωρείσθω Spengel γὰρ om. W 26 κοιλία] καλλίας L (cf. Alexander apud Simpl. 85,8) 27 παλαιοῖς M: πάλαι WBL 28 ἄπορον] ἄτοπον L προηπόρηται W 29 τὸ] τὸν Β 32 εἰ—(p.6,1) ὅλον] eadem fere Simpl. (non Alexander, cuius verba ante illud μήποτε δὲ v. 29 finiuntur) 84,34 sqq. 34 ἑκάστου W2BL Simpl.: ἑκάστῳ MW1)
6
ἐν αὐτοῖς ἕτερα, τὰ πάντα δὲ ἦν τὸ ὅλον. εἶεν. ἀλλ’ ὡς μὲν συνεχὲς διὰ [*](112) ταῦτα οὐκ ἐροῦσιν ἓν εἶναι τὸ ὄν, ὡς δὲ ἀδιαίρετον ἴσως. μονὰς οὖν ἢ σημεῖον ἔσται πάντα τὰ ὄντα γῆ θάλαττα οὐρανός, οὗ τί γένοιτ’ ἄν ἀποπληκτότερον; πῶς δὲ ἐν σημείῳ ποιότητα ἀπολείψουσιν; | οὔτε γὰρ σχῆμα [*](113) οὔτε πάθος ἐν τῷ ἀμερεῖ. φροῦδον δὲ αὐτοῖς ἔσται καὶ τὸ ποσόν· οὐ γὰρ ποσὸν τὸ σημεῖον, ἀλλὰ πέρας ποσοῦ καὶ οὔτε ἄπειρον οὔτε πεπερασμένον τὸ ὄν. ἀλλὰ ταῦτά γε αὐτοὶ κατηγοροῦσι τοῦ ὄντος. ἔτι τὸ πέρας ἀδιαίρετον, οὐ τὸ πεπερασμένον ἐστίν· εἰ δὲ ὡς πέρας ἀδιαίρετον τὸ ὄν, δηλονότι καὶ οὗ πέρας ἐστί, καὶ ἐκεῖνο συνεισαχθήσεται· πρός τι γὰρ τὸ πέρας καὶ ἀεὶ σὺν ἄλλῳ. ἀλλὰ μὴν εἰ ὡς μέθυ καὶ οἶνος ἓν τὰ πάντα ἐστί, τὸν Ἡρακλείτου λόγον συμβαίνει λέγειν αὐτοῖς· ταὐτὸν γὰρ ἔσται παρ’ αὐτοῖς κατὰ τὸν λόγον τῆς οὐσίας φυτὸν ἄνθρωπος πτηνὸν τὸ ἀγαθὸν τὸ κακόν, ἀπλῶς τἀναντία. συναληθεύει δὲ οὕτως καὶ ἡ ἀντίφασις· εἰ γὰρ ταὐτόν ἐστι τὸ λευκὸν εἶναι καὶ μέλαν εἶναι, ταὐτὸν ἔσται λευκόν τε καὶ οὐ λευκόν· τὸ γὰρ μέλαν ἦν οὐ λευκόν. εἰ δὲ ταὐτόν ἐστιν ἡ κατάφασις καὶ ἡ ἀπόφασις, διὰ τί καὶ τὸ ὂν οὐκ ἐροῦσι μὴ ὂν καὶ τὸ ἓν οὐχ ἕν, καὶ οὕτως ἀτοπώτερόν τι νεανιεύσονται, οὐχ ἓν εἶναι τὸ ἓν ἀλλὰ μηδὲν ὅλως τιθέμενοι; ἐὰν δὲ δὴ λέγωμεν οὕτως, ‘Σωκράτης φιλόσοφός ἐστιν᾿, ‘Σωκράτης δίπηχύς ἐστιν᾿, ἆρα ταὐτὸν ἐν ἀμφοτέροιν τοῖν λόγοιν σημαίνομεν; ἦ πολὺς ὁ γέλως ταὐτὸν τῷ ποσῷ τὸ ποιὸν ὑπολαμβάνειν κατὰ τὸν λόγον. εἰ οὖν τις ἔροιτο ἡμᾶς ‘καθ’ ὑμᾶς δὲ πῶς ἔσται ἓν ὁ Σωκράτης, ὅταν λέγητε αὐτὸν καὶ σιμὸν καὶ δίπηχυν καὶ φιλόσοφον οὐ γὰρ δὴ πλῆθος ἔσται ὑμῖν ὁ Σωκράτης ἁπλῶς, τὸ δὲ ἓν αὐτοῦ παντελῶς ἀφαιρήσεσθε, ἀλλὰ δώσετε καὶ ἕνα τὸν Σωκράτην καὶ πολλοὺς εἶναι᾿, πῶς οὐκ ἀντιστρέψει καὶ καθ’ ἡμῶν | ὁ ἐκ τῆς ἀντιφάσεως [*](114) ἔλεγχος; ταὐτὸν γὰρ καὶ οὕτως ἕν τε καὶ οὐχ ἓν ἅμα γενήσεται. οὗτος ὁ λόγος Λυκόφρονα μὲν καὶ τοὺς ὕστερον τῶν ἀρχαίων οὕτως διεθορύβησεν, ὥστε Λυκόφρων μὲν ὑπολαμβάνων ὧν τὸ ἔστι κατηγορεῖται, ταῦτα εἶναι μόνα, τῆς μὲν οὐσίας τὸ ἔστι κατηγόρει οἷον ‘Σωκράτης ἐστίν᾿. εἰ δέ τι τῶν συμβεβηκότων κατ’ αὐτοῦ λέγοιτο, ἵνα μὴ πολλὰ γένοιτο ὁ Σωκράτης, <οὐκέτι τὸ ἔστι τῶν συμβεβηκότων προσκατηγόρει· οὐ γὰρ ἔλεγε ‘Σωκράτης [*](1 ἐν αὐτοῖς] ἐν αὐτῷ D Simpl., ἑαυτοῖς Ea εἶεν] εἶναι L μὲν BL: μὴ M et fort. W1 (in quo duae vel tres litterae eiasae) 3 σημεῖα Β1 4 ἀπολείψουσιν L: ἀπολήψουσι—ιν) MWB 5 πάθο M ο in ras.) 6 πέρας ποσοῦ] cf. Simpl. 82,11 7 ταῦτά γε MW: ταῦτά τε Β, ταῦτα καὶ L 12 num post φυτὸν excidit ζῷον ? τἀγαθὸν Β 13 post ἁπλῶς add. δὲ L συναληθεύει —(17) τιθέμενοι] ex Porphyrio; cf. Simpl. 82,28 sqq. 19 ἀμφοτέροιν scripsi: ἀμφοῖν BL: αὐτοῖν MW ἦ M: ἡ WBL ὁ om. L ποιῷ et 20 ποσὸν M: ποσῷ et ποιὸν WBL 20 ἡμᾶς] ὑμᾶς Laa 21 δὲ] γε L: γε δὲ Laur. 85,18 ἓν] ὂν M (corr. man. rec.) 22 ὑμῖν MWB: ἡμῖν L 23 παντελῶς om. L ἀφαιρεθήσεσθε L ἀλλὰ scripsi: ἀλλ’ εἰ libri ἓν et 24 πολλὰ M (cf. 91,5 sq.): ἕνα et πολλοὺς WBL 24 ἀντιστρέφει a ὑρῶν M rec. BL ἐκ om. W 28 μόνω M (in W compendium scripturae) τῆς μὲν—ἐστὶν] cf. Simpl. 91,8 29 γένοιτο M: γίνοιτο WBL 30 quae uncis inclusi, habent WBL: omissa sunt in M et puto iam olim deerant in archetypo. ad explendam lacunam (si modo lacunosus est locus) sufficiunt verba ἁπλῶς Σωκράτης; cetera agrammatico Philoponi (49,22) non immemori addita esse videntur)
7
λευκός ἐστιν’ ἢ ‘Σωκράτης δίπηχύς ἐστιν’, ἀλλ’ ἀπλῶς ‘Σωκράτης> λευκός [*](114) τε καὶ δίπηχυς’, κακῷ τὸ κακὸν ἰώμενος· πρότασιν γὰρ ἀνῄρει καὶ ἀποφαντικὸν λόγον. Πλάτων δὲ μετερρύθμιζε τὸν λόγον ἀντὶ τοῦ ‘λευκός ἐστιν᾿ λέγων ‘λελεύκωται’. ἡμεῖς δέ φαμεν ταὐτὸν εἶναι δύνασθαι ἕν τε καὶ οὐχ ἕν, ἀλλ’ οὐ κατὰ ταὐτὸν οὐδὲ ἅμα. τοῦτο μὲν γὰρ ἀμήχανόν πὼς, ἐκεῖνο δὲ ἀληθές τε καὶ δυνατόν, τὸν αὐτὸν τοῦτον Σωκράτην ἓν μὲν εἶναι κατὰ τὸ ὑποκείμενον, πλείω δὲ κατὰ τὸν λόγον· ἄλλος γὰρ λόγος μουσικὸν αὐτὸν εἶναι καὶ ἄλλος δίπηχυν. οὐκ ἀντιφάσεις οὖν ταῦτα, ὥστε μάτην ἐθορυβοῦντο, καὶ ἐπὶ τῆς τοῦ συνεχοῦς διαιρέσεως ταύτῃ· εἰ μὲν γὰρ δὴ καὶ ἐνεδίδοσαν καὶ ταὐτὸν ὡμολόγουν ἕν τε καὶ πολλὰ εἶναι, ἀλλ’ ἓν μὲν ἔστω καὶ πολλά, οὐχ ἅμα δέ, οὐδὲ κατὰ ταὐτὸν τὰ ἀντικείμενα, ἀλλ’ ἐνεργείᾳ μὲν ἓν δυνάμει δὲ πολλά, ὥσπερ εἰ λέγοιμι τὸν πυρὸν δυνάμει μὲν εἶναι στάχυν ἐνεργείᾳ δὲ μή· ταῦτα γὰρ οὐκ ἔστιν ἀντίφασις, εἰ μεμνήμεθα τῶν διορισμῶν οἷς χρώμεθα πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεις. |

3. τόνδε δὴ τρόπον ἐπιοῦσιν ἀδύνατον φαίνεται ἓν εἶναι τὰ ὄντα καὶ [*](115) τοὺς λόγους αὐτῶν λύειν οὐ χαλεπόν· εὐθὺς γὰρ ἀσυλλόγιστος ὁ λόγος Μελίσσου· φησὶ γὰρ ‘εἰ γέγονε τὸ ὄν, ἀρχὴν ἔχει· οὐ γέγονε δέ, οὐκ ἄρα ἀρχὴν ἔχει· διὸ καὶ ἄπειρον καὶ ἕν’. δέον γὰρ τὸ τοῦ λήγοντος ἀντικείμενον προσλαβεῖν καὶ ἐπαγαγεῖν τοὐ ἡγουμένου τὸ ἀντικείμενον (οὕτως συνίσταται καὶ συλλογισμὸς κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν), ὁ δὲ τοῦτο μὲν οὐκ ἐποίησε· συνήγαγε γὰρ ἂν ὃ μὴ προὔθετο, ὅτι τὸ ὂν οὐ γεγένηται, τὸ δὲ ἀντικείμενον τοῦ ἡγουμένου προσλαβὼν ἐπήνεγκε τὸ τοῦ λήγοντος ἀντικείμενον. τοιούτων δὲ συλλογισμῶν πολλή τις ἀφθονία· ἱεῖ ἄνθρωπός ἐστι, καὶ ζῷόν ἐστιν· οὐκ ἔστι δὲ ἄνθρωπος, οὐδ’ ἄρα ζῷον’. ἱεῖ περιπατεῖ, κινεῖται· οὐ περιπατεῖ δέ, οὐδ’ ἄρα κινεῖται’. εἶτα καὶ ὁμωνυμίᾳ χρώμενος τῆς ἀρχῆς ἀπατᾶν οἴεται· ἀρχὴ γάρ τίς ἐστι κατὰ χρόνον, ὡς λέγομεν ἀρχὴν ἔχειν τῆς γενέσεως τὸ ζῷον τὴν χθὲς ἡμέραν· ἡ δέ τις ἡ κατὰ τὸ πρᾶγμα αὐτὸ καὶ τὸ μέγεθος, ὥς φαμεν ὁδοῦ καὶ διαστήματος ἀρχὴν εἶναι. καὶ τοίνυν ὅταν λέγῃ Μέλισσος ‘ἅπαν τὸ γενόμενον ἀρχὴν ἔχει’, ‘ποίαν ἀρχὴν;’ ἐρησόμεθα αὐτόν· ἅπαν μὲν γὰρ ἀρχὴν ἔχει τὴν κατὰ χρόνον ὃ γίνεται κατ’ οὐσίαν ἀπλῶς, ὡς ἄνθρωπος ἵππος ἐλαία πλάτανος, οὐχ ἅπαν δὲ τὴν κτὰ τὸ μέγεθος, οἷον ὃ γίνεται κατ’ ἀλλοίωσιν καὶ ἀθρόαν μεταβολήν· [*](5 ἀμήχανόν πως Μ: ἀμήχανον ὄντως WBL 6 τὸν αὐτὸν—(8) δίπηχυν] ex Alexandro (cf. Simpl. 96,26) 7. 8 εἶναι αὐτὸν L 8. 9 post ἐθορυβοῦντο add. μάτην δὲ ἐθορυβοῦντο L 9 καὶ om. L 11 οὐδὲ om. MW 14 διορισμένων Laur. 85,18; unde διωρισμένων Spengel 15 τόνδε δὴ τρόπον ΜW1B: τὸν δὲ δὴ τρόπον τοῦτον W2: τόν τε δὴ τρόπον τοῦτον (ex Aristotele) L: τόνδε δὴ τὸν τρόπον Laur. 85,14 16 τοὺς λόγους αὐτῶν exscr. Simpl. 102,31 17 δὲ om. Β (cf. Simpl. 105,9) 20 καὶ om. BL 22 λέγοντος M 23 πολλή τίς ἐστιν ἀφθονία L 24 καὶ om. L (cf. Simpl. 105,1) 25 οὐδ’ (δ᾿ in ras.) M ὁμώνυμος L1: ὁμωνύμως 26 οἴεται] cf. Diels Zur Textgesch. p. 16 κατὰ χρόνον e corr. m. 1 B χρονική Simpl. 106,1 et Philop. 52,28) 27 ἔχει W γεννήσεως L τὸ ζῷον om. W(?)L 28 καὶ κατὰ τὸ μέγεθος BL 29 ἔχειν BL (ut Simplicii libri 105,32) 29 ποίαν—(30) ἔχει om. W 32 τὸ om. BL)

8
γίνεται γὰρ καὶ κρύσταλλος καὶ τυρός, οὐ μὴν ἔστι λαβεῖν ἀρχὴν [*](115) τοῦ μεγέθους ὅθεν ἤρξατο πρῶτον τῆς τήξεως. πάλιν δὲ ὅταν ἐπάγῃ ‘τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει’, παραπλησίως ἐξεταστέον τίνα λέγει τὴν ἀρχήν· | τὴν μὲν γὰρ κατὰ χρόνον οὐκ ἔχει τὸ μὴ γενόμενον, τὴν κατὰ [*](116) μέγεθος δὲ οὐδὲν κωλύεται ἔχειν, ὡς ἥλιος σελήνη καὶ τὰ λοιπὰ ἄστρα, ὥστε εἰ μὲν ἐν ταῖς προτάσεσι περὶ τῆς κατὰ μέγεθος ἀρχῆς διαλέγεται, τῆς μὲν ἀκολουθίας φροντίζει τοῦ συμπεράσματος, ψευδεῖς. δὲ ἄμφω λαμβάνει· εἰ δὲ τὴν κατὰ χρόνον ἀρχὴν αὐτῷ σημαίνει τἂ ἀξιώματα, ἀληθεύει μὲν ἐν οἷς τίθησι, συμπεραίνει δὲ οὐχ ὃ βούλεται· βούλεται μὲν γὰρ ἂν τὸ μέγεθος ἄπειρον δεῖξαι τοὐ ὄντος, δείκνυσι δὲ οὐ τὸ μέγεθος, ἀλλὰ τὸν χρόνον. ἔπειτα καὶ ἀκίνητόν φησι τὸ ὄν· οὐδὲ γὰρ ἔχειν ὅπου κινηθήσεται ἕν τε ὂν καὶ ἄπειρον πανταχῇ. διὰ τί ὦ γενναῖε; ὅλον μὲν γὰρ οὐκ ἂν μεταβαίνοι, κινεῖσθαι δὲ αὐτὸ κατὰ μόρια πῶς οὐκ ἐνδέχεται; εἰ μὴ καὶ τὴν θάλατταν ἀκίνητον εἶναι φῄς, ὅτι μὴ πᾶσα μεταβαίνει τόπον ἐκ τόπου, καίτοι κινουμένην κατὰ μόρια φανερῶς. ἀλλοίωσιν δὲ ἤτοι κίνησιν οὐ νενόμικας; ἢ διὰ τί καὶ ταύτην προσαφῄρησαι τοῦ ἀπείρου· οὐ γὰρ δὴ καὶ τὸ θερμαίνεσθαι καὶ τὸ ψύχεσθαι τόπου προσδεῖται. φορτικὸς οὖν ὅπερ ἔφην ὁ λόγος, καὶ ἐφ’ ἑνὶ σαλεύων ἀτόπῳ τῷ μοναχῶς λέγεσθαι τὴν ἀρχήν, ὅπερ εἰ μὴ συγχωροῖτο, εὐφώρατος ἡ κακουργία. ἀλλὰ γὰρ ἴσως κατὰ τὸν λόγον [τὸν λογισμὸν] ἓν ἄν φαίη τὸ ὄν. ἀλλ’ εἰ μὲν ἀντὶ τῆς ἀρχῆς τὸ ὂν ἐλάμβανε Μέλισσος μίαν τὴν ἀρχὴν λέγων κατὰ τὸν λόγον, ταὐτὸν ἄν τισι φυσικοῖς ἔλεγε. τὸ πάντα δὲ ἓν εἶναι κατὰ τὸν λόγον ἀμήχανον, ἄνθρωπον ἵππον τὰ ἐναντία. πρὸς μὲν οὖν τοῦτον καὶ ταῦτα πλείω των ικανων.

Πρὸς Παρμενίδην δὲ ἑξῆς ῥητέον. ὅσα μὲν τοίνυν εἴρηται πρὸς τὴν [*](117) δόξαν, κοινὰ καὶ πρὸς τοῦτον· ἴδια δὲ ὅσα πρὸς τὸν λόγον ὃν ἐρωτᾷ, ὅς ἐστι τοιόσδε κατὰ τὴν δύναμιν· ‘τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν’. ψεύδεται μὲν οὗν ὅτι μοναχῶς λαμβάνει λέγεσθαι τὸ ὂν λεγόμενον πολλαχῶς, καθ’ ὅσους ἐπεδείξαμεν τρόπους· ὅμοιον γάρ τι λέγειν, τὸ παρὰ τὸν καρκίνον οὐ καρκῖνός ἐστιν, τὸ παρὰ τὸν κύνα οὐ κύων ἐστί· δύναται δὲ καὶ τὸ παρὰ τὸν κύνα κύων εἶναι καὶ τὸ παρὰ τὸν καρκίνον καρκῖνος· τὸ γὰρ παρὰ τὸν θαλάττιον κύνα οὐκ ἔστι μὲν κύων θαλάττιος, [*](1 κρύσταλος MWL 2 δὲ om. Β ἐπαγάγῃ L 5 ante ἥλιος in Β una littera erasa καὶ om. BL 6 τῆς om. L τίθεται L 10 ‘ἄν delendum᾿ Spengel 11 καὶ om. Ε Aristot. 186a16 16 12 πανταχοῦ L γεναῖε L μὲν om. W 13 μεταβαίη W, μεταβαίνῃ MB 14 φης σ M; num φήσεις (?) 20 τὸν ante λόγον om. Β τὸν λογισμὸν MW (in quo ἓν superscr.), Β: ἤτοι τὸν λογισμὸν Neapolit. Ill D7: τὸν ὁρισμὸν (e Simpl. 114,15) Laur. 85,14: τὸν λογισμὸν del. L 22 τὸ M: τὰ WBL 26 ὅσα om. W 27 sq. Parmenidei syllogismi formam, qualem Theophrastus constituit, ex Alexandro desumpsit Themistius (cf. Simpl. 115,11) 28. 29 ψεύδεται—τρόπους] cf. Simpl. 117,16 sqq., ubi λέγεσθαι om. 29 ἐπεδείξαμεν] ἐν Κατηγορίαις add. Simpl. γάρ τι M: γάρ τοι WBL 30 τὸν pr.] τὸ M cancri exemplo Simpl. quoque utitur 117,19 sqq. 31 δὲ Μ (in marg. γὰρ) W: γὰρ BL τὸν ante κύνα] τὸ MB1)

9
οὐράνιος δὲ ἢ χερσαῖος. καὶ εἴ τι παρὰ τὸ ὄν ἐστιν, οἷον εἰ τὸ παρὰ τὴν [*](117) οὐσίαν, ἐκεῖνο οὐκ οὐσία, ποιότης μέντοι γε ἢ ποσότης εἶναι δυνήσεται· καὶ εἴ τι παρὰ τὴν ποιότητα, οὐ ποιότης, οὐσία μέντοι γε ἢ ποσότης εἶναι δυνήσεται, καὶ οὐδὲν κωλύει πολλὰ οὕτως εἶναι τὰ ὄντα. οὕτω μὲν οὖν ψεύδεται Παρμενίδης· ὅτι δὲ μὴ συλλογίζεται, δῆλον ἂν γένοιτο ἐξ ὑποθέσεως, εἰ τῷ αὐτῷ σχήματι τοῦ λόγου ἕτερα λήμματα ἐναρμόσαιμεν. ὑποκείσθω γὰρ ὑπὸ τοῦ ὄντος μόνον σημαίνεσθαι τὸ λευκόν, τὸ δὲ παρὰ τὸ λευκὸν μηδὲν εἶναι, καὶ πλεκέσθω παραπλησίως ὁ λόγος· εἴ τι παρὰ τὸ λευκόν ἐστιν, ἐκεῖνο οὐκ ἔστιν λευκόν, τὸ δὲ μὴ λευκὸν οὐδέν ἐστιν. τί δὴ συνάγεται; τὸ παρὰ τὸ λευκόν μηδὲν εἶναι. εἰ γέγονας ἐν τοῖς ἀναλυτικοῖς, οἶδας ὅτι τοῦτο συνά | γεται· ὁ δὲ ἐπάγει ‘μόνον ἄρα τὸ λευκόν ἐστιν᾿. [*](118) διὰ τί οὖν ἔφη φορτικώτερον εἶναι τὸν Μελίσσου λόγον; ὅτι τούτῳ μὲν αἱ προτάσεις συνετέθησαν τεχνικῶς· οὐ γὰρ ἀπόφασις τὸ οὐκ ὄν· οὐ γὰρ ἄν ἔλαβεν ὑποκείμενον τὸ οὐκ ὂν ἐν τῇ δευτέρᾳ προτάσει, ἀλλὰ κατάφασιν ἐκ μεταθέσεως. Μελίσσω δὲ καὶ τὰ λήμματα τὴν ἀντιστροφὴν εἶχεν οὐχ ὑγιῆ. ἀλλὰ δῆτα αὐτῷ συγχωρείσθω συμπεραίνεσθαι, μόνον ἄρα ἐστὶν τὸ λευκόν. τί οὖν κωλύει πολλὰ εἶναι τὰ λευκά, κύκνον χιόνα ψιμμύθιον γάλα; καίτοι τί λέγω; ταῦτα μέν διέστηκεν ἀπ’ ἀλλήλων καὶ τὸ πλῆθος εὐφώρατον ἅπαντι, ἀλλ’ ἓν ἔστω μόνον τὸ λευκὸν συνεχὲς καὶ ἡνωμένον. ἀλλ’ οὐδὲ τοῦτο ἕν ἐστιν εἰ σκοποίης κατὰ τὸν λόγον, ἀλλὰ δύο τοὐλάχιστον ἐν αὐτῷ τό τε ὑποκείμενον σῶμα καὶ ἡ λευκότης, δύο δὲ οὐχ ὡς δυνάμενα χωρὶς ἀλλήλων ὑποστῆναί ποτε· τοῦτο μὲν γὰρ ἀμήχανον ὅλως λευκὸν εἶναί τι καθ’ ἑαυτὸ χωρὶς ὑποκειμένου τινός. ἀλλ’ ὅτι πάμπολυ διαφέρουσαν ὁ λόγος αὐτῶν εὑρίσκει τὴν φύσιν· τὸ μὲν γάρ ἐστι σῶμα λελευκωμένον, τὸ δὲ χρῶμα διακριτικὸν ὄψεως. ταῦτα δὲ οὔπω διέκρινε Παρμενίδης. ἀλλὰ νὴ Δία συκοφαντοῦμεν τὸν ἄνδρα· τὸ γὰρ ὂν ἐκεῖνος ἓν λέγων οὐ συμβεβηκὸς ἔλεγεν οὐδὲ τῶν ἐν ἄλλῳ τὸ εἶναι ἐχόντων, ἀλλὰ τὸ κυρίως ὂν καὶ μάλιστα ὂν καὶ ὡς ἄν ἡμεῖς εἴποιμεν, τὸ ὅπερ ὄν· τοῦτο γὰρ ἡμῖν σημαίνει τὸ μάλιστα ὄν, ὥσπερ Πλάτωνι τὸ αὐτοόν· οὐ γὰρ οὕτως ἀπόπληκτος ἦν Παρμενίδης ὥστε ἀγνοεῖν, ὅτι τὸ συμβεβηκὸς ὑποκειμένου τινὸς ἀεὶ δεῖται πρὸς τὴν ὑπόστασιν, ὅπερ εἰ μόνον εἴη τὸ συμβεβηκὸς ὄν, αὐτὸ δήπουθεν οὐκ ὃν | ἔσται· ἕτερον γὰρ τοῦ ὄντος, μᾶλλον [*](119) [*](1 καὶ—(4) ὄντα exscr. Simpl. 117,22 sqq. ἐστιν] ἔστι, τοῦτο οὐκ ὃν τῆ εἰ τὸ] εἰ Simpl.; εἶ τι vel τὸ Spengel 2 post οὐσία add. μὲν Simpl. δυνήσεται] οὐ κωλύεται Simpl. 3 verba καὶ εἴτι—(4) δυνήσεται male repetita in L 3. 4 εἶναι δυνήσεται om. Simpl. 4 οὕτως ante οὐδὲν Simpl. 5 μηδὲ L 6 ἐναρμόσωμεν L (unde ἐναρμόσομεν Spengel 8 εἶναι] οὗν L (unde ὃν Spengel) παραπλήσιος L 9 οὐκ ἔστιν ἐκεῖνο L 1 1 ὑπάγει μόνον ἄρα om.) L 12 ἔφην Spengel φορτικώτερον ἔφη W τὸν τοῦ Μελίσσου L 13 ἀπόφασιν L (omissis verbis τὸ οὐκ ὃν v. s.; unde verba οὐ γὰρ ἄν delenda esse censuit Spengel) 14 κατάφασιν L 17 cf. Simpl. 119, 13 sqq. ψιμύθιον Β1, ψιμμίθιον W 19 μόνον ἔστω WL 24 ὁ λόγος αὐτῶν M: αὐτῶν ὁ λόγος WBL τὸ μὲν—(25) ὄψεως] cf. Simpl. 119,22 sqq. 25 οὔπω Spengel ex Aristot. 186a33: οὔτε libri 27 ἀλλὰ—(29) αὐτοόν] cf. Simpl. 122,26 sqq. 28 εἴποιμεν Spengel: εἴπωμεν libri)
10
δὲ συμβήσεται ἅμα τε εἶναι αὐτὸ καὶ μὴ εἶναι, εἶναι μὲν εἰ τῷ ὄντι ὑπόκειται, [*](119) μὴ εἶναι δὲ εἰ μόνον τέθειται εἶναι τὸ συμβεβηκός· ἐπεὶ καὶ τοῦτο οὐκ ἠγνόει πάντως, ὡς εἰ διὰ ταύτην τὴν ἀτοπίαν καὶ τὴν οὐσίαν εἶναι ὂν συγχωρήσειεν, ἐπειδὴ οὐχ οἷόν τε τὸ συμβεβηκὸς δίχα αὐτῆς ὑποστῆναι, ὃ μόνον εἶναι νομίζει, πολλὰ αὐτῷ πάλιν σημαίνει τὸ ὄν, πολλὰ δὲ ὡς ἕκαστον εἶναί τε καὶ ὑφεστάναι κατ’ ἴδιον λόγον, εἰ καὶ μὴ χωρίζοιτο ἀπ’ ἀλλήλων. ἀλλ’ οὐκ ἔχει καλῶς ἀνδρὶ παλαιῷ τοσαύτην ἐναντιολογίαν προσάπτειν, ἀλλ’ ἔστω, δεδόσθω αὐτὸ τὸ ὂν σημαίνειν τὸ μάλιστα ὂν καὶ ὅπερ ὂν καὶ τὴν οὐσίαν καὶ τὸ αὐτοὸν καὶ ὃ μηδενὶ συμβέβηκεν ἄλλῳ, μᾶλλον δὲ ᾧ τὰ ἄλλα συμβέβηκεν. ἀλλὰ καὶ οὕτως αὐτὸ τὸ ὅπερ ὂν ἔσται μὴ ὄν. ἆρα δὲ εἴποις ἄν τὸ ὅπερ ὃν τοῦτο καὶ λευκὸν ἢ μέλαν ἢ ὅ τι δήποτε; ὑπάρχειν γάρ τι τῇ οὐσίᾳ δηλονότι συγχωρήσεις, εἴπερ ὑπόκειται πᾶσιν. ἔστω δὴ τὸ ὅπερ ὂν τοῦτο καὶ λευκόν. ἀλλὰ τὸ λευκὸν οὐκ ἦν ὅπερ ὄν· ἐκεῖνο μὲν γὰρ ἐσήμαινε τὴν οὐσίαν, τοῦτο δέ ἐστι συμβεβηκός· εἰ δὲ μὴ ὅπερ ὂν τὸ λευκόν, οὐδὲ ὂν ὅλως· μόνον γὰρ ὑπόκειται εἶναι τὸ ὅπερ ὄν. οὐχ οὕτως οὖν μὴ ὃν τὸ λευκὸν ὡς πῇ μὲν εἶναι πῇ δὲ μή, ἀλλ’ ὡς παντελῶς μὴ εἶναι διὰ τὴν ὑπόθεσιν· οὐδὲ γὰρ συμβεβηκέναι τῷ λευκῷ τούτῳ τὸ ὄν εἴποι τις ἄν· αὐτὸ γὰρ ὑπόκειται ἄλλῳ ὑπάρχον. τούτου δὴ οὕτως ἔχοντος καὶ τοῦ λευκοῦ παντελῶς μὴ ὄντος, εἰ λέγοιμεν ὑπάρχειν αὐτὸ τῷ ὅπερ ὄντι, τῷ μάλιστα ὄντι τὸ μάλιστα μὴ ὂν ὑπάρχειν ἐροῦμεν. ἄτοπον μὲν δή, καὶ τοῦτο προσέτι δέ, εἰ τὸ ὅπερ ὂν ἔσται | λευκόν, τὸ λευκὸν δὲ οὐκ ὄν, τὸ ὅπερ ὂν ἔσται οὐκ ὄν. καὶ μηδεὶς ὑπολάβῃ [*](120) παραλογίζεσθαι ἡμᾶς· οὐ γὰρ ἐπειδὴ συμβεβηκός ἐστι τὸ λευκόν, ᾧ τὸ λευκὸν ὑπάρχει, ἐκεῖνο ἔσται συμβεβηκός· οὐδὲν γὰρ ὅμοιον παραβάλλεται ὁ μὲν γὰρ λέγων συμβεβηκὸς τὸ λευκὸν εἶναί τι καὶ αὐτὸ δίδωσι παρὰ τὴν οὐσίαν· ὂν γὰρ αὐτὸ πάντως ὑπολαμβάνων οὕτως ἑτέρῳ συμβαίνειν λέγει. εἰ δὲ ἄλλο ὂν τὸ ὑποκείμενον ἄλλου ὄντος μετέχει τοῦ λευκοῦ, οὐκ ἔσται ταὐτὸν ὅπερ ἐκεῖνο. ἐνταῦθα δὲ ἁπλῶς μὴ ὂν καὶ πάντῃ μὴ ὄν φησι τὸ λευκόν, οὐκοῦν οὐδ’ ὡς συμβεβηκὸς αὐτὸ κατηγορήσει τοῦ ὄντος, ἐπεὶ θήσεται εἶναι, πάλιν αὐτό. εἰ δὲ εἶναι, καὶ ὅπερ ὂν εἶναι· καὶ πάλιν ὡσαύτως τὸ ὅπερ ὂν πλείω σημαίνει. ἀλλ’ εἰ μὴ ὡς συμβεβηκός ἢ γένος ἢ εἶδος, ἁπλῶς οὖν οὐκ ὂν τὸ ὅπερ ὄν. εἶεν· ἀλλ’ οὐδὲ σῶμα ἴσως τὸ ἄπειρον οὐδὲ † μεγέθους θέσιν ἐροῦσιν, ἵνα μήτε εἰς μόρια πολλὰ διαιρεῖν ἀναγκάζωνται μήτε συμβεβηκότα προσάπτωσι. πότερον οὖν ὁριοῦνται τὸ ὅπερ ὂν καὶ λόγον [*](1 εἰ] ᾖ L, item v. 2 5 ὃν] ἓν M 8 αὐτὸ τὸ ὃν MW: τὸ ὂν αὐτὸ BS: τὸ ὃν αὐτῷ Spengel 8. 9 καὶ ὅπερ ὃν M: καὶ τὸ ὅπερ ὃν WBL 9 μηδαμῶς L 10 δέ] τὸ a γε codd. Laur. 85,13 et 18) 11 δὲ] γὰρ L εἴποις L: εἴπῃς MB, εἴπῃ W λευκὸν καὶ μέλαν L 18 ἄλλῳ Μ2 L1, ἄλλο M1WBL2a 22. 23 ὑπολάβοι L 23 οὐ] οὐδὲ L post ἐπειδὴ add. καὶ BL 28 ἔστι L 29 οὐδὲ W 32 ἢ γένος ἢ εἶδος scripsi: ὡς γένος ἡ εἶδος MWB: ὡς γένος ἢ ὡς εἶδος Paris. 1888: ἢ ὡς γένος ἢ ὡς εἶδος L 33 μεγέθους θέσιν MWB: μέγεθος ἔχειν M in marg. (γρ.), W2L; si probaveris, malim ἔχον vel potius μεγέθους μετέχον. nec tamen θέσεως notionem ab hoc loco prorsus alienam esse contenderim (cf. Philop. 500,15) 34 ἀναγκάζονται B1W1)
11
τινὰ αὐτοῦ τῆς οὐσίας ἀποδώσουσιν ἢ καὶ τοῦτο ἀφαιρήσονται; εἰ μὲν [*](120) γὰρ ἀφαιρήσονται τὸν ὁρισμόν, οὐκ οἶδα τί λοιπὸν ὑπὲρ αὐτοῦ δυνήσονται λέγειν ἢ γράφειν, εἰ μήτε ὡς συμβεβηκὸς μήτε ὡς γένος μήτε ὡς εἶδος μήτε ὡς διαφορὰν μήτε ὡς ὁρισμόν, ὅλως μηδὲ ὡς ὑπογραφὴν ἕξουσιν αὐτοῦ κατηγορίαν· εἰ δὲ ποιήσονταί τινα λόγον, τοῦτον ἀνάγκη διαιρεῖσθαι εἰς ὅπερ ὄντα· οἷον (ὑποκείσθω γὰρ ἄνθρωπος εἶναι τὸ ὅπερ ὄν) φημὶ ὅτι καὶ τὸν ὁρισμὸν τοῦ ἀνθρώπου ἀνάγκη ἐξ ὅπερ ὄντων συγκεῖσθαι καὶ εἶναι ὅπερ ὄντα καὶ τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ | δίπουν· [*](121) εἰ γὰρ μὴ ὅπερ ὄντα, συμβεβηκότα πάλιν γενήσεται, ἀλλ’ οὐκ ἐνδέχεταί τινι συμβεβηκέναι τὰ τὸν ὁρισμὸν αὐτοῦ συμπληροῦντα. ὅτι ’δε τοῦτο ἀληθές, ῥᾳδίως οἶμαι διδάξειν. τὰ συμβεβηκότα τοίνυν ἢ τοιαῦτά ἐστιν ὡς οἷά τε ὑπάρχειν καὶ μὴ ὑπάρχειν, ὡς τὸ καθῆσθαι καὶ διαλέγεσθαι, ἢ τοιαῦτα ὡς ἐν τῷ λόγῳ τοῦ συμβεβηκότος τὸ ὑποκείμενον περιέχεσθαι, ὡς σιμότης ἐν ῥινί, τὸ περιττὸν ἐν τῷ ἀριθμῷ καὶ τὸ ἄρτιον· σιμότης τε γάρ ἐστι κοιλότης ἐν ῥινί, περιττός τε ἀριθμὸς εἰς ἄνισα διαιρούμενος· κατὰ τίνα οὖν τῶν τρόπων τούτων συμβεβηκὸς ἔσται τὸ ζῷον; πότερον κατὰ τὸν πρότερον; οὐκοῦν ἔσται ποτὲ οὔτε ζῷον ὁ ἄνθρωπος οὔτε πεζὸν οὔτε δίπουν, οὔτε διαλέξεταί ποτε οὔτε καθεδεῖται. ἀλλὰ κατὰ τὸν δεύτερον; ἀλλ’ ἀδύνατον, οὐ γὰρ ὁ ἄνθρωπος ἐνυπάρχει τῷ λόγῳ τοῦ ζώου καὶ τῷ λόγῳ τοῦ πεζοῦ καὶ τῷ λόγῳ τοῦ δίποδος, ἀλλ’ ἐκεῖνα ἐν τῷ τοῦδε ὁρισμῷ περιέχεται· καθόλου γὰρ ὅσα τινὸς ἐν τῷ ὁριστικῷ λόγῳ παραλαμβάνεται, ἐν τῷ τούτων ὁρισμῷ τὸ ὁριστὸν ὑπάρχειν ἀδύνατον· ἔσται γὰρ οὕτως τὸ ὅλον τοῦ μέρους μέρος, μέρος μὲν γὰρ ἀνθρώπου τὸ ζῷον· μετὰ γὰρ ἄλλων συντεθὲν ποιεῖ τὸν ἄνθρωπον· εἰ δὲ ὁ ἄνθρωπος ἐνυπάρχει τῷ λόγῳ τοῦ ζῴου, τὸ ὅλον ἐνυπάρξει τῷ μέρει καὶ ἔσται τοῦ μέρους μέρος· οὔτε γὰρ εἴ τι σύγκειται ἐκ πλειόνων οἷον τὸ λελευκωμένον ἐκ τοῦ λευκοῦ καὶ τοῦ σώματος, τοῦτο οὐκ ἐνυπάρξει τῷ τοῦ λευκοῦ χρώματος ὁρισμῷ. ἀλλ’ ἴσως οὐκ ἀνθρώπῳ τὸ ζῷον καὶ τὸ δίπουν συμβέβηκεν, ἀλλ’ ἑτέρῳ τινί. ἐγὼ δὲ τοῦτο | ἐμπαραλιμπάνω, ὡς [*](122) ὁ τοῦτο λέγων δύο ἤδη τὰ ὅπερ ὄντα ποιεῖ· ἀλλ’ ἐκεῖνο ἀπορῶ, μᾶλλον δὲ οἶδα, ὡς εἰ ταῦτα ἔσται συμβεβηκότα, καὶ τὸ ἐκ τούτων ἔσται συμβεβηκὸς ὁ ἄνθρωπος ἡ ὅ τι δήποτέ ἐστι τὸ ὅπερ ὄν. διὸ τοῦτο μὲν καὶ λέγειν πολλῆς μανίας, εἰ δὲ μὴ συμβέβηκε ταῦτα ὡς ἐπέδειξα τῷ ἀνθρώπῳ, δηλονότι ὁ λόγος τοῦ ἀνθρώπου εἰς ὅπερ ὄντα διαιρεθήσεται. ὅταν δὲ εἴπω τὸν λόγον, τὴν οὐσίαν λέγω καὶ τὴν φύσιν ἥτις ἂν ᾖ τοῦ ὅπερ ὄντος. πολλὰ οὖν καὶ οὕτω τὰ ὅπερ ὄντα, εἰ καὶ ἀχώριστα καὶ ἀδιαίρετα τοῦ ὅπερ ὄντος, καὶ τὸ ὅπερ ὂν ἐξ ἀχωρίστων μὲν καὶ ἀδιαιρέτων ὑπάρξει, [*](1 αὐτοῦ om. W 4 ἐπιγραφὴν L (cf. Philop. 72,12) ὁ ante ἄνθρωπος add. L 9 ὄν τι EI Aristot. 186 b 17 (sed ὄντα F) 11 τὰ ante τοιαῦτα add. L 14 καὶ ante τὸ περιττὸν add. L (at cf. ex. c. Philop. 73,3); ceterum cum toto hoc loco cf. Alexander apud Simpl. 76,12 sqq. τῷ om. BL 17 ὁ om. L (cf. Simpl. 128,12) 18 post δίπουν add. ὥσπερ L οὔτε (ante καθεδεῖται)] οὐδὲ WBL 21 περιέχονται W 22 ὁριστικῷ] ὁρισμῷ a (typoth. err.) τὸ] τὸν L ὁριστικὸν τῆ 26 ἐστι L 29 ἐμπαρελιμπάνω M (num ἐμπαρεκλιμπάνω ? de μὲν παραλιμπάνω cogitavit Spengel) 33 ἀπέδειξα L)
12
ἐξ ὅπερ δὲ ὄντων. ὅμως τούτῳ μέντοι τῷ λόγῳ καὶ προσέτι γε τῷ Ζήνωνος, [*](122) ὃς ἐκ τοῦ συνεχές τε εἶναι καὶ ἀδιαίρετον ἓν εἶναι τὸ ὂν κατεσκεύαζε, λέγων ὡς εἰ διαιρεῖται, οὐδὲ ἔσται ἀκριβῶς ἕν, διὰ τὴν ἐπ’ ἄπειρον τομὴν τῶν σωμάτων μάτην ἐνέδοσάν τινες ἤδη καὶ ὑπεχώρησαν· λύειν γὰρ αὐτοὺς ἐπεχείρουν οὐκ αὐτοὺς ἐκείνους κινοῦντες, ἀλλὰ ἕτερα εἰσάγοντες ἀπορώτερα. Ξενοκράτης μὲν πρὸς τὴν ἐπ’ ἄπειρον τομὴν τὰς ἀτόμους γραμμάς, ἵνα φύγῃ ταὐτὸν ἕν τε καὶ πολλὰ λέγειν, ἣν ἀντίφασιν κακῶς ὑπελάμβανεν, ἑτέρᾳ περιέπιπτεν ἀντιφάσει χαλεπωτέρᾳ ταὐτὸν ἅμα ποιῶν μέγεθός τε καὶ οὐ μέγεθος. καίτοι ταὐτὸν μὲν ἕν τε καὶ πολλὰ λέγειν οὐκ ἔστιν ἀντικείμενα, εἰ διαιροῖτό τις τὸ δυνάμει καὶ ἐνεργείᾳ· ταὐτὸν δὲ ποιεῖν γραμμήν τε καὶ ἀδιαίρετον, ἄντικρύς ἐστιν ποιοῦντος τὴν γραμμὴν οὐ γραμμήν. Πλάτων’ δὲ τὸ παρὰ τὸ ὂν οὐκ ὂν εἶναι διδοὺς τὸ πρότερον λῆμμα τοῦ Παρμε | νιδείου λόγου, ἀλλὰ καὶ τὸ ὂν ἓν εἶναι συγχωρῶν, ὅπερ [*](123) † ᾤετο ὁ λόγος συνάγειν, οὐκέτι τὰ πάντα ἓν εἶναι συνωμολόγει· εἶναι γὰρ ἔφασκέ πὼς καὶ τὸ μὴ ὄν· τὸ μὲν γὰρ ὄντως ὂν ἀπέφαινε τὴν ἰδέαν, τὴν δὲ ἄμορφον καὶ πρώτην ὕλην εἶναι μέν, μηδὲν δὲ τοῦ ὄντος εἶναι· συγκεῖσθαι γὰρ τὸ ὂν πάλιν ἔκ τε τοῦ ὄντος ὃ καὶ ἓν εἶναι ἐδίδου, κἀκ τοῦ μὴ ὄντος ὃ τὴν ὕλην ὑπελάμβανεν. ἐγὼ δὲ οὐκ οἶδα ὅπως καὶ οὗτος φυγὼν τὴν ἀντίφασιν παραδέχεται· εἰ γὰρ ἓν μὲν σημαίνειν τὸ ὂν συγχωρεῖ, φησὶ δὲ παρὰ τὸ ὂν τοῦτο καὶ ἕτερον εἶναι, ἅμα τε ἓν λέγει τὸ ὂν καὶ πλείω ποιεῖ τὰ ὄντα, τοῦτο δὲ τί διαφέρει τοῦ τὸ ὂν ἕν τε καὶ οὐχ ἓν λέγειν; οὐδὲ γὰρ διότι τὸ μὲν κυρίως εἶναί φησι, τὸ δὲ οὐ κυρίως, ἀποφυγγάνει τὸ ἄτοπον, εἰ μὴ καὶ μᾶλλον ἁλίσκεται· διαφορὰν γὰρ τῶν ὄντων ποιῶν πλείω φανερῶς ἀριθμὸν αὐτοῖς ἀποδίδωσιν. ἡμεῖς δέ φαμεν εἰ καὶ ἓν σημαίνει τὸ ὄν, ὅμως ἐνδέχεσθαι καὶ τὸ μὴ ὂν εἶναι λέγοντας μὴ τὰ ἀντικείμενα λέγειν· οὐ γὰρ τὸ ἀπλῶς μὴ ὂν καὶ ἔξω τοῦ ὄντος εἶναί φαμεν. τοῦτο γὰρ ἄντικρυς τὴν ἀντίφασιν ὑπομένειν ἐστίν καὶ συγχωρήσαντα μίαν εἶναι φύσιν τοῦ ὄντος πάλιν ἑτέραν εἰσάγειν, ἀλλὰ τὸ τὶ μὴ ὂν τοῦτο καὶ τὶ ὂν οὐκ ὀκνοῦμεν λέγειν. τὸ γὰρ μίαν φύσιν σημαίνειν τὸ ὂν οὐ πάντως τὴν κατ’ ἀριθμὸν μίαν σημαίνειν ἐστίν, ἀλλὰ καὶ [*](1 ὄντων δὲ BL 1. 2 ante Ζήνωνος add. τοῦ W 2 ἐκ—κατεσκεύαζε] eadem fere Simpl. 139,20 τε αὐτὸ εἶναι Simpl. Ε: τὸ αὐτὸ εἶναι cett. Simplicii libri 3 εἰ—(4) σωμάτων exscr. Simpl. (ὁ Θεμίστιος) διαιροῖτο Simpl. οὐδὲν libri 4 μάτην scripsi coll. Simpl. 138,23: ἣν ΜW1B2L2a: om. B1L1: eras, in W 7 φεύγῃ L 8 ὑπολαμβάνων LW2 9 μὲν om. Β ταὐτὸν—(12) γραμμὴν] exscr. Philop. 83,85 sqq. 11 ἄντικρυς ποιεῖν ἐστι Philop. 13 Παρμενίδου WL1 ἓν εἶναι τὸ ὃν BL: μὲν (εἰ εἰ om. D) ἓν τὸ ὃν Simpl. 134,19 (unde ex Alexandro haec sumpta esse docemur) 14 † ᾤετο] ᾤετο τὸν λόγον vel ὡς ᾤετο ὁ λόγος συνάγει Spengel; at mihi ᾤετο e Philop. 81,31 pro genuino vocabulo ὤφελεν (cf. Philop. 82,8 ὅπερ τὸ τοῦ συλλογισμοῦ συμπέρασμα ἐβούλετο) hue illatum esse videtur 17 συγκεῖσθαι —(8) ὑπελάμβανεν] isdem fere verbis usus exscr. Philop. 82,5 sq. τὸ ὃν πάλιν] τὸ πᾶν Philop. 18 ὅ (ante τὴν) ὅπερ Philop. post ὕλην add. εἶναι Philop. 21 τοῦτο—(24) ἀποδίδωσιν] cf. Philop. 82,16 sqq. 22 καὶ οὐχ ἓν post λέγειν Philop. οὐδέ] οὐ L 26 λέγοντες Spengel (commate post εἶναι posito) 27 post τοῦτο add. μὲν WB 28 συγχωρήσαντα μίαν εἶναι τὴν τοῦ ὄντος φύσιν Philop. 82,20)
13
τὴν κατὰ γένος καὶ τὴν κατ’ εἶδος. τί οὖν κωλύει τὸ ὂν τοῦτο ὡς γένος [*](123) ἓν εἶναι; ἔστω δὴ ζῷον τὸ ὄν· ὁ τοίνυν λέγων τὸν κύνα μὴ ὂν εἶναι, οὐκ ἔξω τοῦ ὄντος τὸ μὴ ὂν λαμβάνει, ἀλλ’ ὅτι φησὶν ὁ κύων οὐκ ὢν ἵππος κύων ἐστίν. | οὐκ ἔστιν οὖν χρεία παρ’ αὐτὸ τὸ ὂν ἄλλης φύσεως εἰσαγομένης, [*](124) ἵνα μὴ πάντα γένηται ἕν, ἀλλ’ ἐκεῖνο μόνον σημαινέτω τὸ ὂν τὸ αὐτοὸν καὶ ὅπερ ὄν. ἀλλ’ ὅμως οὐκ ἀποκεκλείσμεθα τοῦ πολλὰ λέγειν τὰ ὄντα κατ’ ἀριθμὸν ἢ κατ’ εἶδος ὡς εἴρηται. πρὸς μὲν οὖν Παρμενίδην καὶ Μέλισσον ἀρκείτω τὰ εἰρημένα.

4. οἱ δὲ τὸ ὂν ἀντὶ τῆς ἀρχῆς λαμβάνοντες οὓς καὶ φυσικοὺς εἰπεῖν οὐκ ὀκνήσειεν ἄν τις, οὕτως λέγοντες τὸ ὂν ὡς μίαν ἀρχήν, εἰς δύο διῃρέθησαν τρόπους. οἱ μὲν γὰρ ἕν τι τῶν στοιχείων τὴν ἀρχὴν ὑποτίθενται κἄπειτα ἐκ τούτου τὰ λοιπὰ δημιουργοῦσι πυκνότητι καὶ μανότητι χρώμενοι, ὧν ἐναντία καθολικώτερα ἄν τις εἴποι τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν, ὑφ’ ἃ καὶ τὸ μέγα καὶ τὸ μικρὸν αἱ Πλάτωνος ἀρχαί. ἀλλὰ Πλάτωνι μὲν τὸ μέγα καὶ τὸ μικρὸν τὴν ὕλην σημαίνει, τὸ δὲ ἓν τὴν ποιητικὴν αἰτίαν, λέγω δὲ τὸ εἶδος· οἱ φυσικοὶ δὲ τὸ μὲν ἓν ποιοῦσιν ὑποκείμενον καὶ ὕλην, τὰ ἐναντία δὲ διαφοράς τε καὶ εἴδη. ἕτεροι δὲ τῶν στοιχείων μὲν οὐδέν, ἄλλο δὲ ὃ πυρὸς μὲν πυκνότερον ἀέρος δὲ λεπτότερον, ὡς Ἀναξίμανδρος. οὗτος δὲ οὐκέτι ἀλλοιώσει χρῆται πρὸς τὴν γένεσιν τῶν ἐφεξῆς, ἀλλ’ ἐκκρίνεσθαί φησιν ἐξ ἀπείρου τοῦ στοιχείου τὰς ἐναντιότητας ἐνυπαρχούσας, ὥσπερ γε καὶ οἱ πολλὰς ὑποθέμενοι τὰς ἀρχάς, ἓν δ’ αἴτιον τὸ ποιητικόν, Ἀναξαγόρας τε καὶ Ἐμπεδοκλῆς, ὁ μὲν τάς τε ὁμοιομερείας καὶ τὸν νοῦν, ὁ δὲ τὰ στοιχεῖα τὰ τέσσαρα καὶ τὸν σφαῖρον· καὶ γὰρ οὗτοι παραπλησίως Ἀναξιμάνδρῳ οὐ κέχρηνται πρὸς τὴν γένεσιν ἀλλοιώσει, ἄλλ’ ἐκ τοῦ μίγματος ἐκκρίνουσιν ὡς ἐνυπάρχοντα ἤδη τὰ ἡμῖν γίνεσθαι δοκοῦντα· ἀλλ’ ὁ μὲν καὶ παύει τὴν ἔκκρι | σιν ταύτην καὶ πάλιν ἄρχεται [*](125) κατὰ περιόδους, Ἀναξαγόρᾳ δὲ ἅπαξ ἀρχὴν λαβοῦσα οὐκέτι τελευτᾷ· καὶ τούτω μὲν ἄπειρα τὰ στοιχεῖα, τῷ δὲ τὰ τέτταρα. δύο δὲ Ἀναξαγόραν ἔοικεν εἰς ταύτην τὴν δόξαν ὑπάγεσθαι ὧν μὲν ἕν ἐστιν τὸ ὁρᾶν ἐκ τῶν ἐναντίων γιγνόμενα τὰ ἐναντία· οὐ γὰρ ἡγούμενος δύνασθαι τὸ ἐναντίον εἰς τὸ ἐναντίον μεταβάλλειν (φθείρεσθαι γὰρ ἂν οὕτως τὰς ἀρχάς) ἡγεῖται τοῖς ἐναντίοις τὰ ἐναντία· δεύτερον δὲ καὶ μάλιστα ἡ κοινὴ δόξα τῶν φυσικῶν καθ’ ἣν ἅπαντες ὁμοίως οὐδὲν ἐκ τοὐ μὴ ὄντος γίνεσθαι ὑπελάμβανον· διὰ τοῦτο γὰρ λέγουσιν ‘ἦν ὁμοῦ πάντα’ καὶ ‘τὸ γινεσθαι συγκρίνεσθαί ἐστι καὶ τὸ φθείρεσθαι διακρίνεσθαι᾿. καίτοι γε [*](1 τὸ ὃν om. W 2 ἓν L: om. MB: post εἶναι W τοίνυν] οὑν L ὃν om. W 3 ὢν] ὃν a 4 παρ’ MB (πρὸς s. v.): πρὸς WL 6 ἀποκεκλείμεθα L (de M ambigo) 9 καὶ om. W 10 ἄν τις ante εἰπεῖν L ὂν in ras. M 13 καθολικώτερα MB text.: καθολικώτερον Β superscr. WL 15 ἓν] ὃν W 21 πολλοὶ B τὰς ἀρχὰς] τὰ ὄντα E Aristot. 187a 22; cf. Diels Ζur Textgesch. p. 16 27 ἀναξαγόρα W2: ἀναξαγόρας MW1BL λαβοῦσαν L (unde Ἀναξαγόρας—λαβὼν coni. Spengel) 28 ἄπειρα M (ἄ e corr.) 29 ὑπαγαγέσθαι W μὲν ἐν] ἓν μὲν W2L 32 καὶ om. W. 34 τὰ πάντα Aristot. 187a 30 praeter E)

14
Ἀναξαγόρας ἀλλοιοῦσθαι τὸ γίνεσθαι λέγει, ἀλλ’ ἐκ τῶν πραγμάτων δῆλός [*](125) ἐστιν οὐ γινώσκων τὴν οἰκείαν φωνήν· τὴν γὰρ σύγκρισιν ἀλλοίωσιν ὀνομάζει, ἀλλὰ μήπω ταῦτα. ἀλλὰ καὶ συλλογισμῷ κέχρηται πρὸς ταύτην τὴν δόξαν· ἐπειδὴ πᾶν τὸ γινόμενον ἐξ ὄντων ἢ ἐκ μὴ ὄντων, οὐκ ἐκ μὴ ὄντων δέ, ἐξ ὄντων ἄρα· οὕτω δὲ ἀκολουθεῖν τὸ πάντα ἐνυπάρχειν ἑκάστῳ ἐξ οὗ γίνεσθαί τί φαμεν, οἷον ἐν τῳδὶ τῷ ὕδατι τρίχας ὀστᾶ νεῦρα σάρκας, ἀναίσθητα δὲ ἡμῖν εἶναι διὰ μικρότητα. καὶ τοῦτο προσέλαβεν ἐφεξῆς πᾶν ἐν παντὶ μεμῖχθαι λέγων, ἐπειδὴ καὶ γίνεσθαι πᾶν ἐκ παντός. τί ποτε οὖν αἴτιον τοῦ μὴ πάντα ὅμοια φαίνεσθαι, εἴ γε πάντα ὁμοίως ἐκ πάντων; ὅτι μὴ πάντα, φησίν, ἐξ ἴσης ἐν ἑκάστῳ κατὰ τὸ πλῆθος, ἀλλὰ καθ’ ἕκαστον ἕν τι πάντως ὑπερέχει καὶ πλεονάζει, οἷον ἐν τῳδὶ μὲν ὑδάτια, ἐν τῳδὶ δὲ σαρκία· καὶ τοίνυν τὸ | φαινόμενον ὕδωρ ἀπὸ τοῦ πλεονάζοντος [*](126) οὕτως δοκεῖν, ἐπεὶ μήτε ὕδωρ εἰλικρινῶς τι μήτε σάρκα μήτε γῆν εἶναι.

Τάχα οὖν ἀκόλουθον μετὰ τοὺς ἀναιροῦντας παντελῶς τὰς ἀρχὰς τοὺς ἀπείρους τὰς ἀρχὰς λέγοντας ἐπισκέψασθαι· εἰ γὰρ καὶ αὐτοὶ διελεγχθεῖεν, ὡμολόγητ’ ἄν ἤδη τὸ τὰς ἀρχὰς εἶναι τῶν φυσικῶν πεπερασμένας. πρῶτον μὲν οὖν ἐκεῖνο θαυμάζω, πῶς ἐπιστήμην τινὰ περὶ φύσεως παραδώσειν ἡμῖν ὑπισχνούμενοι λανθάνουσιν ἀδύνατον τὴν κατάληψιν αὐτῶν ἐπιδεικνύντες· εἰ γὰρ ἐπίστασθαι μὲν τότε ἕκαστον ὑπολαμβάνομεν, ὅταν εἰδῶμεν αὐτοῦ τὰς ἀρχὰς καὶ τὰ αἴτια, τῶν ἀπείρων δὲ ἔχειν γνῶσιν οὐκ ἐγχωρεῖ, ὁ τὰς ἀρχὰς γοῦν λέγων ἀπείρους ἀναιρεῖ τὴν ἐπιστήμην τοῦ πράγματος. καὶ εἰ μὲν τὸ πλῆθος αὐτῶν ἄπειρον λέγων Ἀναξαγόρας τὰς ποιότητας ἀριθμῷ περιώριζεν, ἐξ ὁπόσων μὲν ἕκαστον, οὐκ ἄν εἴχομεν ἀποδιδόναι, ἐξ ὁποίων δὲ εὐπορήσομεν ἄν· νῦν δὲ οὐδὲ τοῖς εἴδεσιν οὔτε τῷ πλήθει τὰς ὁμοιομερείας ἄγων εἰς ἀριθμὸν φενακίζει διδάξειν ἐπαγγελλόμενος, ἃ πρῶτος αὐτὸς ἀγνοεῖν οὐκ ἀρνεῖται. τοῦτο μὲν οὖν ἔξω τοῦ πράγματος, ἐκεῖνο δὲ αὐτῷ πῶς οὐκ ἄτοπον ἀπαντήσεται διὰ τοῦτο πᾶν ἐν παντὶ μεμῖχθαι λέγοντι, ὅτι τῶν ὁμοιομερῶν ἕκαστον δυνατὸν ἐπ’ ἄπειρον καὶ αὔξειν καὶ καθαιρεῖν, καὶ οὔτε τοὐλάχιστον οὔτε τὸ μέγιστον λαβεῖν; ὅτι δὴ τοῦτο ἀδύνατον, ἐντεῦθεν φανερόν. ὁμολογεῖται μὲν γὰρ ἅπαν τὸ σύνθετον ἐκ μερῶν· ἐκ μερῶν δὲ λέγω τοιούτων ἃ καὶ χωρισθῆναι [*](127) δύναται κατ’ ἐνέργειαν ἀλλήλων τε καὶ τοῦ ὅλου, καὶ τὸ ὅλον τοῖς μέρεσιν ἀκολουθεῖν κατὰ τὸ μέγεθος, οἷον εἰ μικρὰ τὰ μέρη, μικρὸν [*](4 ἐπεὶ Β ἐξ ὄντων M: ἢ ἐξ ὄντων WBL (ex Aristot. 187 a 33; cf. Philop. 89,9) 5 τὸ L: τῶ MWB: num ἀκολουθεῖ αὐτῷ ? 6. 7 σάρκες a 7 σμικρότητα L (ut F Aristot. 187a37) προσελάμβανε L 8 μεμίχθαι hic et ubique libri fere omnes 9 τὸ αἴτιον L μὴ] μὲν M (et Paris. 1888 a man. 1) γε] τε γὰρ M 15 τἀς om. L 16 διελεγχθεῖεν M2 W2: διελεχθεῖεν Μ2L (in quo ut in a διελέχθειεν), διαλεχθεῖεν ΒW1 17 ὡμολόγητ’ Diels: ὡμολόγηται M: ὡμολόγητο BW1: ὁμολογοῖτο W2L 19 ὑποσχόμενοι L 21 αὐτὰς L ἀπείρων] ἀρχῶν W 25 εὐπορήσομεν M: εὐπορήσαμεν WBL: ‘fort. εὐπορήσαιμεν᾿ Spengel οὑδὲ] οὔτε Spengel 30 καθαίρειν Β 31 δὴ WB (de M ambigo; Laur. 85,14 δὴ): δὲ L ἐντεῦθεν ἀδύνατον libri: corr. Spengel 32 ἃ] ὧν L)

15
τὸ ὅλον· εἰ μεγάλα ἐκεῖνα, μέγα καὶ τοῦτο, καὶ εἴγε εἰς ἄπειρον ἐπ’ ἐκείνων [*](127) ἡ πρόοδος ἐπ’ ἀμφότερα, ἐπ’ ἄπειρον εἶναι καὶ τοῦ συνθέτου· καὶ <εἱ> σάρκα καὶ νεῦρα καὶ ὀστᾶ ὁπηλικαοῦν γίνεσθαι δυνατόν, ἐνδέχεται δήπου καὶ ζῶον. καὶ εἰ τὰ μέρη τοῦ φυτοῦ, καὶ αὐτὸ τὸ φυτόν· καὶ τὸ ἀντιστρέφον τοίνυν ὁμοίως ἀληθές, εἰ μὴ δυνατὸν τὸ ὅλον, οὐδὲ τὰ μέρη. ὥρισται δὲ τὰ μεγέθη τῶν τε ζῴων καὶ τῶν φυτῶν καὶ κατ’ αὐτὸν Ἀναξαγόραν· ὥρισται ἄρα καὶ τῶν μορίων καὶ οὐκ ἐνδέχεται ὁπηλικηνοῦν εἶναι σάρκα ἀνθρώπου, ὡς δύνασθαι καὶ τὴν ἐν κέγχρῳ μετὰ παμμυρίων ἄλλων ὑπάρχουσαν ἔτι καθαιρεῖν ἐπὶ τὸ ἔλαττον οὖσαν ἔτι σάρκα· τοῦτο γὰρ θαυμαστόν. ἀλλ’ ἴσως φαίη ἂν πρὸς αὐτοὺς οὕτως αὐτῷ μαχομένους Ἀναξαγόρας, ὡς οὐκ ἄν ἐγὼ συγχωρήσαιμι τῇ τῶν ὁμοιομερῶν αὐξήσει τε καὶ μειώσει καὶ τὰς διαφορὰς ἀκολουθεῖν τὰς κατὰ μέγεθος τῶν τε ζῴων καὶ τῶν φυτῶν· τοῦτο γὰρ ὑπῆρχεν ἄν, εἰ τὰ ζῷα καὶ τὰ φυτὰ ἐξ ἑκάστου τῶν ὁμοιομερῶν εἴδους μίαν ὁμοιομέρειαν εἶχε, μίαν ὀστοῦ καὶ μίαν αἵματος καὶ πρὸς μίαν ἐφ’ ἑκάστου τῶν ἄλλων. νῦν δὲ πλῆθος ἐφ’ ἑκάστου τῶν ὁμοιομερῶν εἴδους καθ’ ἕκαστον εἶδος τῶν ζῴων. οὐδὲν οὖν ἄτοπον σάρκα μὲν ἐπ’ ἄπειρον καθαιρεῖν, ζῷον δὲ μηκέτι· τὴν γὰρ ἐν τῷ ζῴῳ σάρκα ἐκ πλειόνων σαρκῶν εἶναι τῶν ὡς ἀρχῶν καὶ στοιχείων. ἀλλ’ εἰ καὶ τοῦτο οὕτως ἔχει, ἀλλ’ ὁρίσαι | γε χρὴ τῶν στοιχείων τούτων τὸ μέγεθος· ὅρους [*](128) γὰρ δώσει δήπου τινὰ ἀριθμὸν ἀφ’ οὗ συντεθέντα τὰ στοιχεῖα ταῦτα τὴν ἐν ζῴῳ σάρκα ποιοῦσιν. ἔστω δὲ καθ’ ὑπόθεσιν οὗτος ὁ ἀριθμὸς τεττάρων ἢ πέντε σαρκίων. εἰ δὴ δύναιτο τῶν σαρκῶν τούτων ἕκαστον ἐπ’ ἄπειρον καθαιρεῖσθαι, ἔσται ἐκ τεσσάρων τηλικαύτη σὰρξ οὕτως μικρά, ὁπηλίκην εἶναι τὴν ἐν ζῴῳ σάρκα ἀμήχανον, μᾶλλον δὲ τί ποτε ἔστι τὸ λέγειν τὴν ἀνθρώπου σάρκα ἐκ πλειόνων εἶναι σαρκίων; διὰ τί γὰρ καὶ τῶν σαρκίων τούτων ἕκαστον οὐκ ἔσται ἐκ πλειόνων σαρκίων, εἴγε ἐπ’ ἄπειρον τῶν ὁμοιομερειῶν ἡ διαίρεσις; ἀλλὰ κἀκεῖνο παγγέλοιον τὴν μὲν τοῦ ἐλέφαντος σάρκα ἐξ ἐλαττόνων εἶναι σαρκίων, τὴν δὲ τοῦ κώνωπος ἐκ πλειόνων. οὐδὲν γὰρ ἔτι διοίσει τὸ ἐκ πλειόνων ἢ ἐλαττόνων λέγειν ἀορίστου τὴν ἀρχὴν ὑπάρχοντος τοῦ μεγέθους καὶ ἐπὶ τὸ μεῖζον καὶ ἐπὶ τὸ ἔλαττον. ὅλως δὲ τὸ καθαιρεῖν ἐπ’ ἄπειρον σάρκα οὐδὲ σάρκα ἔτι φυλάττειν ἐστίν· ὡς μὲν γὰρ σώματος οὐκ ἀδύνατον ἐπ’ ἄπειρον [*](1 καὶ ante τὸ ὅλον add. BL γε] τε M ἐπ’ ante ἐκείνων om. L 2 καὶ εἰ scripsi: καὶ MW: καὶ γὰρ Β: εἰ γὰρ L 3 ὀστοῦν (sed ᾶ s. v.) Β 6 αὑτὸν τὸν ἀναξαγόραν W 9 καθαίρειν Β (ut v. 17) τοὔλαττον L 10 αὐτοὺς M: τοὺς WBL 11 τε om. Simp). ὁμοιομερειῶν aF Simpl. 12 τάς κατὰ μέγεθος διαφορὰς ἀκολουθεῖν (om. καὶ) Simpl. 13 εἰ—(14) αἵματος, (11) τῇ] (12) φυτῶν, (15) δὲ— (16) εἴδους, (16) ἄτοπον—(17) μηκέτι exscr. hoc ordine Simpl. 168,25 14 ὁμοιομέρειαν] τὴν συντιθεῖσαν add. Simpl., qui alia quoque immutat 15 ἐφ’] ἐξ Simpl. ὁμοιομερῶν ML, Simpl.: ὁμοιομερειῶν WBL2a 16 εἴδους a 19 ἔχοι Β ὅρους L2a: ὄρα MWBL1 21 δὲ] δὴ BL 23 ἐκ] ἐκ τῶν BL τεττάρων L, δ’ Β 26 εἴγε] εἴτε M 27 ὁμοιομεριῶν L διαίρεσις M text. (cf. Simpl. 170,17): καθαίρεσις M marg. (γρ) WBL παγγέλοιον W 29 λέγειν ἢ B (ἢ in ras. 5 litt.) L 32 σώμα L, unde σώματα)
16
νοεῖσθαι τὴν τομήν, ὡς δὲ σαρκὸς ἀμήχανον παντελῶς· διαφθείρεται γὰρ [*](128) οὐκ εἰς μακρὸν τὸ σαρκίον. τοῦτο δὲ οὐκ οἶδα προσομολογούμενον Ἀναξαγόρᾳ· ἄφθαρτοι γὰρ κατ’ αὐτὸν αἱ ἀρχαί. εἰ δὴ ταῦτα ἄλη θῆ λέγομεν, καὶ τὸ μέγεθος ὥρισται τῆς ἐλαχίστης σαρκός, ἀναγκαίως ἀδύνατον ἐν ἑκάστῳ πάντα μεμῖχθαι. τί δήποτε; ὅτι τᾶν σῶμα πεπερασμένον, εἰ καὶ σμικρότατα ἀπ’ αὐτοῦ πεπερασμένα ἀφαιροῖτο, ὅμως ἐπιλείψειέ ποτε, γιγνέσθω δὲ ὁ λόγος μὴ κατὰ τὸ λόγῳ | θεωρητόν. καὶ <εἰ> τοίνυν ἐκ τοῦδε τοῦ ὕδατος ἡ σὰρξ ἀποκρίνοιτο συνεχῶς, ἀναλώσει δήπου πᾶσαν τὴν ἐνυπάρχουσαν· οὐ γὰρ οἷόν τε εἰς ἄπειρον προιέναι τὴν ἔκκρισιν τῆς ἐλαχίστης σαρκὸς ὡρισμένης. δυοῖν τοίνυν ἀναγκαῖον θάτερον, ἢ τὴν ἔκκρισιν ἐπιλείπειν καὶ μηκέτι τὸ λοιπὸν ὕδωρ σάρκα ἔχειν ἐν τῷ συγκρίματι, ἢ ταύτης μὴ παυομένης ἐμπεριειλῆφθαι πεπερασμένῳ μεγέθει (λέγω δὲ τὸ ὕδατος) ἄπειρα σαρκία τὸν ἀριθμὸν τὰ ἤδη καὶ ἐνυπάρχοντα· τοῦτο γὰρ ὑπεραίρει πᾶσαν θαυματουργίαν. πρὸς δὲ τούτοις εἰ πᾶν μὲν σῶμα ἀφαιρεθέντος τινὸς ἔλαττον ἀνάγκη γίγνεσθαι, τῆς δὲ σαρκὸς ὥρισται τὸ ποσὸν καὶ μεγέθει καὶ σμικρότητι, φανερὸν ὡς ἐκ τῆς ἐλαχίστης σαρκὸς οὐδὲν ἐκκριθήσεται σῶμα· ἔσται γὰρ ἔλαττόν τι τῆς ἐλαχίστης. πῶς οὖν ἅπαν ἐν ἅπαντι; ἢ σμικρολογούμεθα ταῦτα λέγοντες; εἰ γὰρ ἅπαν ἐν ἅπαντι, οὐ σὰρξ ἔσται μόνον ἐν τῇ ἐλαχίστῃ σαρκί, ἀλλὰ καὶ αἷμα καὶ ὀστοῦν καὶ ἐγκέφαλος καὶ πάλιν ἐν ἑκάστῳ τούτων οἷον ἐν τῷ αἵματι σὰρξ ἑτέρα καὶ αἷμα ἕτερον καὶ ὀστοῦν ἄλλο καὶ πρός γε αὖθις ἐν ἑκάστῳ τούτων ὁμοίως τὰ ἄλλα πάντα· καὶ τοῦτο ἔσται ἀπέραντον. καὶ πῶς οὐ πλατὺς ὁ λῆρος ἐν τῷ σμικροτάτῳ σαρκίῳ σάρκα ἄπειρον ὑπάρχειν καὶ ὕδωρ ἄπειρον καὶ γῆν καὶ ἀέρα; καὶ ταῦτα, ὅπερ δὴ καὶ πρόσθεν ἔφην, ὄντα ἤδη καὶ ὑφεστῶτα καθ’ ἑαυτὰ καὶ ἀλλήλων κεχωρισμένα ὃ καὶ μάλιστα ἄτοπον· ἐν ᾧ γὰρ κεχώρισται, πεπεράτωται. ὅρους γὰρ τὰ χωριζόμενα ἀπ’ ἀλλήλων καὶ μεγέθει καὶ τόπῳ λαμβάνει· ἔσονται οὖν κατ’ αὐτὸν αἱ ἀρχαὶ καὶ κατὰ πλῆθος ἄπειροι καὶ κατὰ μέγεθος· τοῦτο δέ ἐστιν ἀπειράκις ἀπεί | ρους εἶναι. [*](130) εἰ δέ τις βοηθῶν Ἀναξαγόρᾳ τὰς μὲν ἀρχὰς οἴοιτο ἀμίκτους εἶναι, ἐπειδὴ καὶ ἀρχάς, ἐν δὲ τοῖς αἰσθητοῖς καὶ συγκρίμασι πάντα ἐν πᾶσι μεμῖχθαι, μετενεγκάτω τὸν λόγον καὶ ἐπὶ τῶν συγκριμάτων οἷον ὕδατος αἰσθητοῦ· τούτῳ γὰρ δήπουθεν ὁμοίως ἐνυπάρξει σάρξ τε καὶ ὀστᾶ ἄπειρα κεχωρισμένα, [*](2 μακρὰν L: μικρὸν W1 οἶσθα W1 3 δὲ L 4 ὡρίσθαι W2 et fort. L1 ἀναγκαίως L2a: ἀναγκαῖον MWBL1: num ἀνάγκῃ οὑν ? 6 ἐπιλείψειέ ποτε L 7 τὸ λόγῳ W2B (τὸ in ras.) cum Simpl. 170,27: τῷ λόγῳ ΜW1L1 et fort. Β1: τὸ λόγῳ L τὰ λόγω Simpl. D) εἰ post καὶ addidi, post τοίνυν W 8 ἡ] εἰ L 8 συχνῶς W 10 ἀναγκαίων Β, ἀνάγκη L (cf. Pbilop. 105,17) 10. 11 ἀπολείπειν L 12 τὸ] τῷ W2L 13 ἤδη καὶ in ras. spatii angustioris M post γὰρ ins. δὴ L 17 τι] τε M 19 καὶ post αἷμα om. M; fortasse scribendum αἷμα καὶ ἅμα ὀστοῦν (cf. Simpl. 172,8 σάρκα καὶ αἷμα ὁμοίως καὶ ἐγκέφαλον) 21 ὀστοῦν ἕτερον καὶ αἷμα ἄλλο L 24 ἔμπροσθεν L 26 πεπεράτωται] om. L1: πεπέρασται L2a 29 εἰ δέ τις—(p. 17,4) διαμαρτύρεται] ex Alexandro (cf. Simpl. 173,8) 31 καὶ M: om. WBL 32 τούτῳ L2a: τοῦτο MWBL1 ὀστοῦν BL (cf. Simpl. 172,24))
17
συγκεκριμένα ὄντα καὶ ταῦτα ἐκ πάντων· αἰσθητὰ γὰρ καὶ ἐκκρίνεσθαι [*](130) δυνάμενα, ὥστε καὶ τούτων <ἐν> ἑκάστῳ πάλιν ἕτερα ὑπάρξαι. οὐ γὰρ διακριθήσεταί ποτε εἰς τὰς εἰλικρινεῖς καὶ πρώτας ἀρχάς· τοῦτο γὰρ ἡμῖν αὐτὸς ἀμήχανον εἶναι διαμαρτύρεται. πῶς οὖν τοῦτο αὐτὸ πράττειν ὁ νοῦς προθυμεῖται; πῶς δὲ οὐκ ἀνόητος τοῖς ἀδυνάτοις ἐπιχειρῶν; καίτοι τὸ μηδέποτε τὰ ὄντα διακριθήσεσθαι κατὰ τύχην ὀρθῶς φησιν Ἀναξαγόρας· ἀχώριστα γὰρ τὰ συμβεβηκότα τῆς οὐσίας ἐστίν. τί οὖν ἕξει πέρας ὁ φρονιμώτατος νοῦς ἢ ἀνήνυτα μοχθῶν; εἴγε μήτε κατὰ ποσὸν διακρίνει ποτὲ τὰς ἀρχὰς (εἰς ἄπειρον γὰρ αὗται διαιροῦνται) μήτε κατὰ τὸ ποιόν ἀχώριστα γὰρ τῆς οὐσίας τὰ πάθη, οἷον χρώματα λέγω καὶ ἕξεις καὶ τὰ λοιπὰ συμβεβηκότα), ὥστε τὸ μὲν οὐδὲ ἐκεῖνος τῷ νῷ συγχωρεῖ, τὸ δὲ ἡμεῖς διὰ τὸ ἀληθὲς ἀφαιρούμεθα, ἐπεὶ καὶ τοῦτο οὐκ ὀρθῶς Ἀναξαγόρας τὸ διὰ τοῦτο οἴεσθαι τὴν σάρκα ἐκ σαρκίων συντίθεσθαι καὶ τὸν χρυσὸν ἐκ χρυσίων, ἐπειδὴ καὶ διαιρεῖσθαι πᾶν ὁμοιομερὲς εἰς ὁμοιομερῆ σμικρότερα ὑπελάμβανεν· εἰ δέ τι φθειρόμενον διαλύεται, ἐξ ἐκείνων γίνεσθαι συντιθέμενον. τοῦτο τοίνυν οὐχ ἱκανὸν πρὸς ἀπόδειξιν· ὁ γὰρ πηλὸς καὶ | εἰς πηλοὺς διαιρεῖται καὶ εἰς ὕδωρ καὶ γῆν. πόθεν οὖν ἄν μᾶλλον εἴποις [*](131) γίγνεσθαι τὸν πηλόν; ἐκ πηλαρίων μικρῶν ἢ μᾶλλον ἐκ γῆς καὶ ὕδατος; ἢ τοῦτο μέν ἐστιν ὄντως γίνεσθαι πηλόν, ἐκεῖνο δὲ μείζω γίνεσθαι; οὐ γὰρ ὡς αἱ πλίνθοι συντιθέμεναι τὸν οἶκον ποιοῦσιν, οὕτως ὅταν ἐξ ἀέρος ὕδωρ γένηται, ὑδάτια μικρὰ συνιόντα τὸ πᾶν ὕδωρ ἐποίει· τοῦτο γὰρ αὐτοῖς ἡ καλὴ σύγκρισις βούλεται. ἀλλ’ αὐτὸν μὲν ὁρῶμεν εἰς ὕδωρ μεταβαλλόμενον τὸν ἀέρα καὶ ἀλλοιούμενον καὶ τοῦτό ἐστιν ἐξ ἀέρος ὕδωρ γενέσθαι. οὕτω δὲ καὶ Ἐμπεδοκλῆς τὴν γένεσιν κατασκευάζει (κατὰ γὰρ καὶ διάκρισιν), ἀλλ’ ὅμως κουφότερα ἁμαρτάνει· πεπερασμένας γὰρ τίθεται τὰς ἀρχάς. ἀλλ’ οὔπω καιρὸς περὶ τούτων.

5. Ἀλλ’ ἐκεῖσε ἐπάνειμι, ὅτι τἀναντία ἅπαντες ἀρχὰς ποιοῦσιν οἵ τε λέγοντες ἓν τὸ πᾶν καὶ ἀκίνητον, οἵ τε πλείω, μᾶλλον δὲ ἄπειρα· καὶ γὰρ ὁ Παρμενίδης ἐν τοῖς πρὸς δόξαν τὸ θερμὸν ποιεῖ καὶ τὸ ψυχρὸν ἀρχάς, ὧν τὸ μὲν πῦρ τὸ δὲ γῆν προσαγορεύει, καὶ Ἀναξαγόρας ἐν ταῖς ὁμοιομερείαις τὴν ἐναντίωσιν καὶ Ἀναξίμανδρος ἐκκρίσει τὴν γένεσιν κατὰ σύγκρίσιν, [*](1 συγκεκριμένα scripsi: συγκείμενα M: συγκρίματα WBL ἐκκρίνεσθαι L: ἐγκρίνεσθαι MW(?)B 2 ἐν addidi πάλιν om. L ὑπάρξαι Μ: ὑπάρξει WB: ἐνυπάρξει L 3 τὸ εἰλικρινὲς L 4 αὐτό W (in M comp.) 6 ὄντα M (α in ras.) 7 om. L 8 ἡ] καὶ mavult Spengel ἀνήνυτα MB: ἀνύνητα W, ἀνόητος L, ἄννυτα L2a, ἄνυτα Spengel μήτε] μὴ M (fortasse recte) κατὰ τὸ ποσὸν Β2L (at cf. E Aristot. 188a11 et Simpl. 176,3 et 10) διακρίνοι WL 9 ante κατὰ add. τὰ W 11 τὰ μὲν M, ὁ μὲν L1 συγχωρεῖ τῷ νῶ L 12 τἀληθὲς BL 14 χρυσίων BL: χρυσέων M: χρυσίου W 14. 15 σμικρότερα MB: σμικρότατα W: σμικρότερον L 17 οὖν ἄν MW: ἄν οὑν B, οὖν L (ἂν in marg. add., sed rursus del.) a ἄν ante γίνεσθαι add. L 18 ἐκ M: πότερον ἐκ WBL 19 τὸν ante πηλόν add. L 21 γένηται ML: γίνηται B: τ γ W σμικρὰ L αὐτὴ W 24 γὰρ] τὴν W (om. in Par. 1888 τρ et Vindob. 110) σύγκρισιν (σ pr. in ras.) M 25 διαίρεσιν L κουφο L κουφότερον a) 31 ἐκκρίσει BL: ἐγκρίσει M: ἐν κρίσει W Comment. Arist. V 2 Themist. in Phys. 2)

18
ὥστε καὶ διάκρισιν, καὶ Δημόκριτος πλῆρές τε καὶ κενόν, ἀλλὰ καὶ [*](131) θέσει καὶ σχήματι καὶ τάξει τὰς γενέσεις ποιῶν ἐναντιώσει ποιεῖ· γένη γὰρ ἅπαντα ταὐτά ἐστιν ἐναντίων, ἡ θέσις τοῦ ἄνω κάτω, πρόσθεν ὄπισθεν, ἀριστεροῦ δεξιοῦ, τὸ σχῆμα εὐθυγράμμου περιφεροῦς, ἃ κατ’ ἐκεῖνόν ἐστιν ἐναν | τία· περὶ δὲ Ἐμπεδοκλέους καὶ Πλάτωνος καὶ τῶν ἄλλων [*](132) φυσικῶν ὅσοι μάνωσιν καὶ πύκνωσιν ἐτίθεντο τὰ ἐναντία, καὶ πρότερόν γε προειρήκαμεν. καὶ νὴ Δία εὐλόγως ἔμοιγε δοκοῦσιν ἐπὶ τοῦτο ἅπαντες ἐληλυθέναι· δεῖ γὰρ τὰς ἀρχὰς πρῶτον μὲν ἐξ ἀλλήλων μὴ εἶναι (ἔσται γὰρ οὕτως ἑκάστη ἅμα ἀρχή τε καὶ οὐκ ἀρχή), δεύτερον δὲ μηδὲ ἐξ ἄλλων (εἰ γὰρ μὴ πρῶται εἶεν, πῶς ἂν εἶεν ἀρχαί;) καὶ τρίτον ἐκ τούτων εἶναι τὰ πάντα· τοῦτο γὰρ μάλιστα ἴδιον τῶν ἀρχῶν. ταῦτα δὴ ἅπαντα τοῖς πρώτοις ἐναντίοις ὑπάρχει. πρῶτα δὲ ἐναντία λέγω τὰ γενικώτατα· οὐκ ἐξ ἄλλων μὲν γάρ, ὅτι δὴ καὶ πρῶτα· οὐκ ἐξ ἀλλήλων δέ, ὅτι δὴ καὶ ἐναντία. καὶ μηδὲν ταραχθῇς· λέγομεν γὰρ ἐκ λευκοῦ τὸ μέλαν γίνεσθαι, οὕτως μὲν γὰρ γίνεται ἐξ ἀλλήλων τὰ ἐναντία, ὅπερ κυριώτερον εἴποις ἂν οὐκ ἐξ ἀλλήλων, ἀλλὰ μετ’ ἄλληλα. ἀλλὰ πῶς εἶπον μὴ γίνεσθαι ἐξ ἀλλήλων τὰ ἐναντία; ὡς λέγομεν ἐκ χαλκοῦ γίγνεσθαι τὸν ἀνδριάντα· οὐ γὰρ ὡς ὑπομένοντος θατέρου θάτερον μετὰ τοῦ φυλάττειν τὴν οἰκείαν φύσιν γεννῶντος τὸ ἐναντίον· δεῖ μὲν γὰρ αὐτὰ σῲζεσθαι ὡς ἀρχάς, εἰ δὲ σῳζόμενα εἰς ἄλληλα μεταβάλλει, συνυπάρχοι ἄν τὰ ἐναντία, ὅπερ ἀμήχανον. πῶς δὲ καὶ ἐκ τούτων τὰ ἄλλα; ὅτι κατὰ μεταβολὴν ἡ γένεσις, ὡς δειχθήσεται, εἰς δὲ τὰ ἐναντία πᾶσα μεταβολή. ἀλλ’ ἐπειδὴ μὴ σφόδρα αὐτόθεν γνώριμον τὸ λεγόμενον, ἐπισκεψώμεθα αὐτὸ μικρὸν ἄνωθεν ἀρξάμενοι. ληπτέον δὴ πρῶτον ὅτι τῶν ὄντων οὐδὲν οὔτε ποιεῖν πέφυκεν οὔτε πάσχειν τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος· οὐ γὰρ ποιεῖν πέφυκεν ἄνθρωπος ἵππον, οὔτε πέφυκε πάσχειν | ἀδάμας ὑπὸ σιδήρου· καὶ τοίνυν οὔτε γίγνεσθαι πέφυκε [*](133) τὸ τυχὸν ἐκ τοῦ τυχόντος· οὐ γὰρ ἂν γένοιτο λευκὸν ἐκ μουσικοῦ, ἀλλὰ πάντως ἐκ μέλανος ἢ ξανθοῦ ἤ τινος ἑτέρου τῶν μέσων χρωμάτων. καίτοι φαίη τις ἄν ὅτι τοῦτο οὐκ ἀληθές· εἴποι γὰρ ἄν τις τὴν ἀηδόνα λευκὴν ἐκ μουσικῆς γεγονέναι. ἀλλ’ οὐχ ᾗ μουσικὴ πρότερον ἦν, ἀλλ’ ᾗ μέλαινα· ἐπειδὴ γὰρ συμβαίη ποτ’ ἄν τῷ μέλανι καὶ μουσικῷ εἶναι, τότε οὐκ ἄν ἐκ μέλανος οἴει γίγνεσθαι τὸ λευκὸν ἀλλ’ ἐκ μουσικοῦ; ἀλλὰ διαίρει [*](1 πλῆρες] sic etiam I (et fort. E) Aristot. 188a22: τὸ στερεὸν Αristot. vulgo et Simpl. (cf. Diels Zur Textgesch. p. 11) 7 νὴ Δία om. L1 (ut Aristot. 188a27) 8 μὴ εἶναι om. W 10 μὴ γὰρ L πρῶτα L 11 δὴ M: δὲ WBL (ut Philop. 110,32) 12 γενικώτατα] sic Simpl. quoque 182,14: γενικώτερα Pbilop. 111,1 13 ἄλλου L 15 γὰρ om. L 16 εἶπον om. W1, add. W2 in marg. 20 μεταβάλλει M; μεταβάλλοι WBL πῶς—(22) μεταβολή] exscr. Philop. 118,7 sqq. 21 τὰ ἄλλα] cf. Diels ad Simpl. 182,12 ὅτι] ἔστι W (ut vid.): διότι Philop. 22 τἀναντία L 24 τῶν ὄντων Μ: ἀπάντων τῶν ὄντων WBL (ut FI Aristot. 188a32: πάντων τῶν ὄντων E cum Simpl. et Philop.) πάσχε a 26 πάσχειν πέφυκεν BL πέφυκε γίνεσθαι W οὗτε MB: οὐδὲ L (ex Aristot. 188a33 vel. Philop. 111,11), οὐ W; obversatur alterum membrum οὔτε φθείρεσθαι εἰς τὸ τυχόν cf. 19,12 27 τὸ λευκὸν Aristot. 188a35 praeter F 28 ἑτέρων Β 32 λευκὸν] μουσικὸν W)
19
τοῦ καθ’ αὑτὸ τὸ κατὰ συμβεβηκὸς καὶ πάντως εὑρήσεις ἐκ μέλανος ἢ [*](133) ξανθοῦ ἢ φαιοῦ καθ’ αὑτὸ γιγνόμενον τὸ λευκόν, οὐδὲν δὲ κωλύει τὸ μέλαν τοῦτο ἢ μουσικὸν εἶναι ἢ πολιτικὸν ἢ στρατηγικὸν ἢ χαλκευτικόν· ὥστε οὐκ ἄν φθάνοις καὶ ἐκ πολιτικοῦ τὸ μέλαν γίγνεσθαι λέγων καὶ ἐξ ἀριθμητικοῦ πάλιν καὶ ἐκ πτηνοῦ καὶ ἐκ δίποδος, ἀλλὰ πᾶσαι αὗται κατὰ συμβεβηκὸς αἰ γενέσεις, καθ’ αὑτὸ δὲ γίγνεται τὸ λευκὸν ἐκ μέλανος ἢ τὸ σύνολον εἰπεῖν ἐκ μὴ λευκοῦ καὶ ἐκ τούτου γε οὐχ ἅπαντος (καὶ γὰρ ἱπποκένταυρος οὐ λευκὸν καὶ σκύλλα οὐ λευκόν), ἀλλὰ ἐφ’ οὗ τὸ φαιὸν ἢ τὸ ξανθὸν ἢ τὸ ἐρυθρὸν ἁρμόζει λέγειν. οὕτως καὶ τὸ μουσικὸν ἐκ μὴ μουσικοῦ, ἀλλ’ οὐκ ἐκ τοῦ κίονος οὐδὲ τῆς νεώς· ἀλλὰ καὶ ἄμουσον ἄν τις ὀρθῶς προσαγορεύσειε καὶ εἴ τι μεταξὺ μουσικοῦ τέ ἐστι καὶ ἀμούσου. οὐδὲ δὴ φθείρεταί τι εἰς τὸ τυχόν· οὐ γὰρ φθείρεται καθ’ αὑτὸ τὸ λευκὸν εἰς μουσικὸν πλὴν εἰ μὴ κατὰ συμβεβηκός, οἷον φθαρείη ποτ’ ἂν λευ | κότης [*](134) ἐπικαυθέντος ἀνθρώπου, φθαρείη δ’ ἄν εἰς μελανίαν. εἰ δὲ καὶ συμβαίη καὶ μουσικὸν εἶναι τὸν ἄνθρωπον κατὰ συμβεβηκός, καὶ εἰς μουσικὸν φθαρήσεται ἡ λευκότης· ὁμοίως δὲ καὶ τὸ μουσικὸν εἰ φθείροιτο, εἰς τὸ ἄμουσον οὐκ εἰς τὸ μέλαν φθαρήσεται. οὐ μόνον δὲ ἐφ’ ὧν κατ’ ἀλλοίωσιν ἡ γένεσις, ὡς ἐπὶ τῶν εἰρημένων, ἀλλὰ καὶ ἐφ’ ὧν κατὰ σύγκρισιν καὶ διάκρισιν ὡς ἐπὶ τῶν συντιθεμένων· ὁ γὰρ αὐτὸς λόγος, λανθάνει δὲ ἐπὶ τούτων ἐνίοτε, ὅτι μὴ κεῖται ἐπὶ πολλῶν ταῖς ἀντικειμέναις διαθέσεσι σύνηθες ὄνομα ὥσπερ τῷ λευκῷ καὶ τῷ μέλανι· ἀλλ’ ἐπ’ ἐνίων μὲν αἱ στερήσεις τούτων ὀνομάζονται, ἐπ’ ἐνίων δὲ οὐδὲ αὗται, ἀλλὰ αἰ τῶν ἑτέρων ἀντιφάσεις μόναι. τὰ μὲν γὰρ κοινὰ ὀνόματα εἴποιμεν ἂν ἐπὶ τῶν συνθέτων ἁπάντων ἁρμονίαν τε καὶ ἀναρμοστίαν, ἐξ ὧν αἱ γενέσεις καὶ εἰς ἃ αἱ φθοραί, τὰ δὲ ἴδια καθ’ ἕκαστον οὐκ ἔχομεν ἐκ τῆς συνηθείας, ἀλλ’ ὅμως ἅπαν γίνεται τὸ ἡρμοσμένον ἐξ ἀναρμόστου καὶ φθείρεται εἰς ἀνάρμοστον οὐκ εἰς τὸ τυχόν, ἀλλ’ εἰς τὸ ἀντικείμενον· οὐ γὰρ ἡ ἀνθρώπου ἁρμονία φθείρεται εἰς τὴν ἵππου ἀναρμοστίαν οὐδὲ ἡ τοῦ κυνὸς εἰς τὴν τοῦ φυτοῦ οὐδὲ γίνεται ἐξ ἐκείνων, ἀλλὰ φθείρεται μὲν ἄνθρωπος εἰς ἀνθρώπου ἀναρμοστίαν, φθείρεται δὲ ἵππος εἰς ἵππου, κἀν ἀντὶ τοῦ ἡρμοσμένου καὶ ἀναρμόστου τὸ τεταγμένον καὶ ἄτακτον ὀνομάζῃς κἂν τὸ σύνθετον καὶ τὸ ἀσύνθετον καὶ τὸ ἐσχηματισμένον καὶ τὸ ἀσχηματιστον, ὅμως ταὐτὸν ἐν πᾶσιν εὑρήσεις. λάβε γὰρ καθ’ ἕκαστον παράδειγμα· ἡ τῆς [*](1 τοῦ] τὰ (inc.) W 7 γε om. Β1 8 σκύλλα οὐ λευκὴ L 9 τὸ ante ξανθὸν om. W ante μὴ add. τοῦ W 10 οὐκ om. W οὐδὲ] οὐδ’ ἐκ L post ἀλλὰ add. ὃ L2a 11 προσαγορεύσειε καὶ scripsi sec. Simpl. 185,17: προσαγορεύσειεν MBW: προσαγορεύσειεν ἢ L μουσικοῦ τέ ἐστι M: τί ἐστι μουσικοῦ W: τί ἐστι μουσικοῦ superscr. man. 2) B: μουσικοῦ ἐστι L 13 εἰς] εἰς τὸ E Aristot. 188b4 κατὰ τὸ συμβεβηκός Β (at cf. Aristot. 188b4) 14 ἐκκαυθέντος Laur. 85,18 καὶ om. L 15 post ἄνθρωπον ins. τοῦτον L 16 δὲ om. L εἰ om. W 20 πολλαῖς W (at cf. Simpl. 185,27) post ὥσπερ add. καὶ L (ἐκεῖ Simpl. 185,26) 21 τούτων] αὑτῶν κοινῶς Philop. 22 αὐταί MBW (ἐκεῖ στερήσεις Philop. ibid.) ἀντίφασις Β1: ἀποφάσεις Philop. ibid, et 114,31 23. 24 verba ἐξ ὧν—(27) ἀναρμοστίαν his scripta in L, sed ita ut priore loco omittantur verba (25. 26) ἀνάρμοστον—(27) φθ. εἰς 24 αἱ om. L1a 29 ἵππου] ἵππον an ἵππου in M legendum sit, incertum 30 καὶ (ante ἄτακτον) om. W 31 τὸ ante ἀσύνθετον om. L καὶ (post ἀσύνθετον)] κὰν L τὸ ante ἀσχημάτιστον οm. WL)
20
οἱκίας τάξις ἐξ ἀτα|ξίας γίνεται οὐ τῆς τυχούσης οὐδὲ οἵα γένοιτο ἂν [*](135) νεώς, ἀλλ’ οἵα γένοιτο ἄν οἰκίας ἀταξία ἐκ τοῦ μὴ συγκεῖσθαι τοὺς λίθους ὡς δεῖ καὶ τὰς πλίνθους, καὶ φθείρεται τοίνυν εἰς ταύτην τὴν ἀταξίαν. πάλιν ὁ σωρὸς γίνεται τῶν πυρῶν ἐκ τοῦ μὴ συγκεῖσθαι τοὺς πυροὺς, οὐκ ἐκ τοῦ μὴ συγκεῖσθαι τὰ ξύλα, καὶ φθείρεται τοίνυν οὐκ εἰς ξύλων διαίρεσιν, ἀλλ’ εἰς πυρῶν. ὁ ἀνδριὰς ὁμοίως ἐκ τῆς ἀνδριάντος ἀσχημοσύνης· καὶ ἵνα μὴ καθ’ ἕκαστον λέγω, δῆλόν ἐστιν ὡς ἅπαν γίγνεται τὸ γιγνόμενον μένον καὶ φθείρεται τὸ φθειρόμενον ἢ ἐξ ἐναντίων ἢ εἰς ἐναντία καὶ τὰ τούτων μεταξύ, οἷς καὶ αὐτοῖς ἐξ ἐναντίων ἡ γένεσις ὡς ἐπὶ τῶν χρωμάτων· ὥστε καθόλου διορίσασθαι ἀληθές, ὅτι πάντα τὰ φύσει γιγνόμενα ἢ ἐναντία ἐστὶν ἢ ἐξ ἐναντίων, ἐναντία μὲν τὰ ἄκρα, ἐξ ἐναντίων δὲ τὰ μεταξύ. χρὴ δὲ μνημονεύειν, ὅταν λέγωμεν ἐξ ἐναντίων καὶ εἰς τὰ ἐναντία εἶναι τὰς γενέσεις καὶ τἀς φθοράς, ὡς οὐκ ἐξ ὑπομενόντων οὐδὲ εἰς ὑπομένοντα λέγοιμεν (οὕτω γὰρ ἄν ἡμῖν αὐτοῖς μαχοίμεθα), ἀλλ’ ὥς φαμεν τόδε ἀπὸ τοῦδε καὶ τόδε γίγνεσθαι μετὰ τόδε. μέχρι μὲν οὖν ἐπὶ τοσοῦτον σχεδὸν συνηκολουθήκασιν καὶ τῶν ἄλλων οἱ πλεῖστοι· πάντες γὰρ οἱ τὰ στοιχεῖα καὶ τὰς ὑπ’ αὐτῶν καλουμένας ἀρχάς, καίπερ ἄνευ τοῦ πείθειν ἐκ τῆς ἐπαγωγῆς, ὅμως τὰ ἐναντία ποιοῦσιν ὥσπερ ὑπ’ αὐτῆς τῆς ἀληθείας ἀναγκασθέντες· διαφέρουσι δὲ ἀλλήλων τῷ τοὺς μὲν πρότερα καὶ γενικώτερα, τοὺς δὲ ὕστερα καὶ εἰδικώτερα λαμβάνειν, καὶ τοὺς μὲν λόγῳ, τοὺς δὲ αἰσθήσει γνωριμώτερα• οἱ μὲν γὰρ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν, ὕστερα δὲ καὶ εἰδικώτερα καὶ γνωριμώτερα τῇ αἰσθήσει· οἱ δὲ [*](136) τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ ἄρτιον καὶ τὸ περιττὸν καὶ νεῖκος καὶ φιλίαν πρότερά τε καὶ γενικώτερα καὶ γνωριμώτερα τῷ λόγῳ. πὼς μὲν ἕτερα λαμβάνουσιν ἄλλοι γὰρ ἄλλα), πὼς δὲ ταὐτὰ μόνα· πάντα ταῦτα γὰρ ἀνάλογον ἔχει πρὸς ἄλληλα. ὡς γὰρ ἔχει τὸ νεῖκος πρὸς τὴν φιλίαν καὶ τὸ περιττὸν πρὸς τὸ ἄρτιον, οὕτως τὸ ψυχρὸν πρὸς τὸ θερμὸν καὶ τὸ ξηρὸν πρὸς τὸ ὑγρὸν ἔχει· τὰ μὲν γὰρ ἐκ τῆς συστοιχίας ἐστὶ τῆς ὑπὸ τὴν σύγκρισιν καὶ τὴν ὑπεροχήν, τὰ δὲ ἐκ τῆς ὑπὸ τὴν διάκρισιν καὶ τὴν ἔλλειψιν. ἀλλ’ ὅτι μὲν ἐναντίας δεῖ τὰς ἀρχὰς εἶναι, φανερὸν ἐκ τούτων.

6. ἐχόμενον δὲ εἰπεῖν, πόσαι τὸν ἀριθμὸν εἶεν ἄν. δέδεικται γὰρ ὡς οὔτε μίαν εἶναι δυνατὸν οὔτε ἀπείρους· μίαν μὲν ὅτι δύο τὰ ἐναντία, ἀπείῥοῦς [*](1 ἄν γένοιτο L 3 τὰς πλίνθους L: τοὺς πλίνθους MWB 9 ἐναντίον M 10 διωρίσασθαι L 12 τὰ om. L 13 τὰς γενέσεις εἶναι BL 14 λέγομεν Laur. 85,14 (ut coni. Spengel) 15 ἐπὶ τοσοῦτον] τούτου Aristot. 188b26 praeter Ε pr.; cf. Diels Zur Textgesch. p. 1 1 16 καὶ τῶν ἄλλων om. M 17 ἀρχάς om. Β 19 τοὺς M (in ras.) L: τὰ WB καὶ ante γενικώτερα om. W 20 τὰ δὲ WB εἰδικώτερα M (cf. Philop. 270,28): ἰδικώτερα WBL τοὺς in ras. B2 (item V. 21) 21 γνωριμώτερον a 21. 22 ὑγρὸν καὶ ψυχρὸν καὶ ξηρὸν W 22 εἰδικώτερα M (cf. V. 20): ἰδικώτερα WBL 24 καὶ γενικώτερα om. W aute πὼς add. ὥστε Laur. 85,14 ex Aristot. 188b36 25 γὰρ ante ἕτερα transp. W ταῦτα om. L 28 συστοιχείας L 29 ὑπὸ] περὶ W (at cf. Philop. 124,17) 32 μία W (cum Ι Aristot. 189a12) τὰ ἐναντία] sic Ι (juoque Aristot. ib.: τὸ ἐναντίον EF ante τά ἐναντία add. καὶ Β)

21
δὲ ὅτι τὰ ἐναντία ἀμήχανον ἄπειρα εἶναι· δίχα γὰρ ἄν διαιρεθείη [*](136) καὶ προσέτι τὴν ἐπιστήμην τῶν ὄντων ἀφαιρεθησόμεθα. ἔτι δὲ περὶ μίαν φύσιν καὶ περὶ ἓν γένος μία ἐστὶν ἐναντίωσις, γένος δὲ ἓν λέγεται ἀκριβῶς οὗ τὴν διαίρεσιν εἰς εἴδη ποιούμεθα, οὐκ εἰς γένη· οὕτω περὶ χρῶμα τὸ μέλαν καὶ τὸ λευκὸν ἢ περὶ τοὺς χυμοὺς τὸ γλυκὺ καὶ τὸ πικρόν· ἐναντιωσιν γὰρ λέγω τὴν σχέσιν τῶν δυεῖν ἐναντίων. καὶ τοίνυν περὶ τὴν ἔνυλον καὶ γενητὴν οὐσίαν, ἧς τὰς ἀρχὰς ἐπιζητοῦμεν, μία ἡ ἐναντίωσις, ἄλλως τε τί κωλύει λέγειν πεπερασμένα.; Ἐμπεδοκλῆς γοῦν πεπερασμένας ὑποθέμενος βέλτιον ποιεῖ τὰ γιγνόμενα Ἀναξαγόρου.

Εἰ δὲ δὴ ταῦτα ἀληθῆ λέγομεν καὶ μία ἐστὶν | ἐναντίωσις περὶ μίαν [*](137) φύσιν, ἆρα μόνας τὰς ἀρχὰς ὑποθετέον τὰ δύο πρῶτα ἐναντία ἢ δεῖ συζεῦξαί τινα ὕλην αὐτοῖς καὶ ὑποκείμενον; ἐμοὶ μὲν τοῦτο καὶ ἀναγκαῖον δοκεῖ· σκέψαι δὲ καὶ σὺ κατὰ σαυτόν, εἰ δύναται πυκνότης μανότητα ποιεῖν καθ’ ἑαυτὴν ἢ θερμότης ψυχρότητα ἢ τὴν φιλίαν τὸ νεῖκος ἢ τοὔμπαλιν ἑκάστη τὴν ἄλλην, μᾶλλον δέ—τί λέγω ποιεῖν; —εἶναι καθ’ ἑαυην ἑκάστη καὶ ὑφεστάναι ἢ θερμότης καθ’ ἑαυτὴν ἢ ψυχρότης [ἢ σύγκρισιν ἢ διάκρισιν]· ἢ μᾶλλον τρίτον τι τούτοις ἕτερον ὑποθετέον, περὶ ὃ καὶ αὐτὰ ὑποστήσεται καὶ γεννήσει τὰ ἐφεξῆς διατιθέν πὼς ἀνὰ μέρος τὸ ὑποκείμενον. αὐτὰ μὲν γὰρ οὐδ’ ἄν ὑπομένοιεν ἄλληλα οὐδ’ ἄν ὑποδέξαιτο σῳζομένη τὴν σύγκρισιν ἡ διάκρισις ἢ τὴν μανότητα ἡ πυκνότης, ὑποχωρεῖ δὲ ἀλλήλοις τὸ ἕτερον ὑφ’ ἑτέρου τινὸς ἀεὶ τὸ εἰσιὸν δεχομένου. διὰ τοῦτο καὶ οἱ παλαιοὶ τοῖς ἐναντίοις ἡ μίαν τινὰ φύσιν ἢ πλείους ὑπετίθεσαν. πρὸς τούτοις δὲ ὅρα καὶ ἐκ τοῦ λόγου τὸ ἀναγκαῖον. τὰς ἀρχὰς οὐκ ἐν ὑποκειμένῳ θετέον· εἴη γὰρ ἂν οὕτως τῆς ἀρχῆς ἀρχή· τὸ γὰρ ὑποκείμενον πρότερον καὶ ἡ οὐσία τῶν ἐν αὐτῇ, τὰ ἐναντία δὲ ἐν ὑποκειμένῳ πάντως· οὐκ ἄρα ἀρχαὶ τὰ ἐναντία. πάλιν οὐδενὶ τῶν ὄντων ὁρῶμεν ὑποκείμενα τὰ ἐναντία, τὰς δὲ ἀρχὰς ὑποκεῖσθαι δεῖ πᾶσιν· οὐκ ἄρα ἀρχαὶ τὰ ἐναντία. πάλιν οὐκ εἶναί φαμεν οὐσίαν ἐναντίαν οὐσίᾳ, οὔκουν οὐσίαι τὰ ἐναντία, εἰ δὲ μὴ οὐσίαι, δῆλον ὡς οὐδὲ ἀρχαί· οὐ γὰρ δήπου τὰς ἀρχὰς τῶν οὐσιῶν οὐκ οὐσίας ποιήσομεν. εἰ τοίνυν ὁ μὲν πρότερος | λόγος [*](138) ἐναντίωσιν εἶναι δεῖν ἐν ταῖς ἀρχαῖς ἀναγκάζει, ὁ δεύτερος δὲ οὔ φησιν [*](2 ἀφαιρησόμεθα WL τε] τὸ W 3 γένος—(5) πικρόν] verbis aliquantum mutatis adfert Philop. 135,25 ὁ Θεμίστιος) 4 εἴδη] ἤδη Β (corr. man. 1) W2 5 ἢ] ἀεὶ W 6 δυεῖν M: δύο W: δυοῖν BL 7 γενετὴν MB (at cf. Simpl. 191,27) 7.8 ἄλλως τε] ‘ὥστε?᾿ Spengel 10 quae apud Aristot. leguntur 189a17 ἔτι δὲ — (20) μένειν a Themistio praetermissa 11 μόνας M (cf. Simpl. 199,6): δύο (β΄) μόνας WBL πρῶτα δύο L 12 αὐταῖς M (at cf. Simpl. 199,7 τὸ τοῖς ἐναντίοις ὑποκείμενον) μὲν] μέν οὖν L 13 ἡ ἢ ἡ E) πυκνότης Aristot. 189a22 15 ἑκάστῳ W ἰδέ τί L: δ’ ἔτι MWB 16 ἡ (ante θερμότης)] οἷον BL 16. 17 ἡ σύγκρισιν καὶ διάκρισιν M (et Laur. 85,18), quae verba ut e v. 20 vel Philop. 140,8 illata clelevi: ἢ σύγκρισις καὶ διάκρισις WBL 18 γεννήσει B2L: γενήσει MWB1 διατιθέντα Laur. 85,18 (quod probat Spengel) 10 οὕτ’ — οὐτ’ scribendum esse monet Spengel ὑπομέωειεν Β1L (unde ὑπομείνειεν Spengel) 20. 21 ὑποχορεῖ L 22. 23 ὑποτίθεσαν L 24 θετέον] εἶναι W 28 et 29 οὐσίαι] οὐσία bis L)

22
ἀρχὰς εἶναι τὰ ἐναντία, συνακτέον αὐτοὺς τὸ τρίτον προσθέντας, λέγω δὲ [*](138) τὴν ὕλην, ὃ καὶ μᾶλλον ἀρχή πρότερον γάρ), ἀλλ’ ὅμως δεῖται κἀκείνων· καθ’ ἑαυτὴν γὰρ οὐδενὸς αὐτὴ ποιητική. ἥπτοντο οὖν τῆς ἀληθείας καὶ οἱ ἀρχαῖοι· καὶ γὰρ ἐκεῖνοι μίαν τινὰ φύσιν ὑπετίθεσαν τοῖς ἐναντίοις, δι’ ἣν καὶ ἓν τὸ πᾶν ἐκάλουν οἷον ὕδωρ ἢ πῦρ ἢ τὸ μεταξύ. βέλτιον δὲ οἱ τὸ μεταξύ· τὸ γὰρ πῦρ ἤδη φανερῶς συμπλέκεται τοῖς ἐναντίοις· θερμὸν γὰρ καὶ ξηρὸν κατὰ τὴν οἰκείαν φύσιν τὸ πῦρ, δεῖ δὲ μηδὲν ἔχειν τῶν ἐναντίων ἐν τῷ οἰκείῳ λόγῳ τὸ ὑποκείμενον· ἀνάγκη γὰρ ἢ μὴ δέχεσθαι θάτερον τῶν ἐναντίων ἢ φθείρεσθαι· ἄμφω δὲ τῇ περὶ τῆς ἀρχῆς ἐννοίᾳ διαμάχεται. διὸ οὐκ ἀλόγως ποιοῦσιν οἱ τὸ ὑποκείμενον ἕτερον τῶν στοιχείων τούτων ποιοῦντες. τῶν δὲ ἄλλων οἱ ἀέρα· καὶ γὰρ ὁ ἀὴρ ἥκιστα ἔχει τῶν ἄλλων αἰσθητὰς διαφοράς. τρίτοι δὲ οἱ τὸ ὕδωρ ὑποτιθέντες· θερμαίνετα γὰρ καὶ ψύχεται καὶ χεῖται καὶ πήγνυται ὑπομένον. ἀλλὰ πάντες γε τὸ ἓν τοῖς ἐναντίοις σχηματίζουσιν οἶον πυκνότητι μανότητι καὶ τῷ μᾶλλον καὶ τῷ ἧττον, ταῦτα δέ ἐστιν ὅλως ὑπεροχὴ καὶ ἔλλειψις δηλονότι· καὶ ἔοικε παλαιά τις εἶναι καὶ αὕτη ἡ δόξα, ὅτι δεῖ τρεῖς εἶναι τὰς ἀρχὰς τὸ ἓν καὶ τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν, πλὴν τὸν μὲν ἀριθμὸν τῶν ἀρχῶν τὸν αὐτὸν ἅπαντες λέγουσιν, οὐχ ὡσαύτως δὲ ἅπαντες. οἱ μὲν γὰρ παλαιοὶ τὰ μὲν δύο ποιεῖν, τὸ δὲ ἓν πάσχειν· Πλάτων’ δὲ ἀνάπαλιν, ὥσπερ καὶ τὸ πρότερον εἴρηται. τὸ μὲν οὖν φάναι | τρία τὰς [*](139) ἀρχὰς] τὰ στοιχεῖ περὶ γὰρ στοιχείων τῶν ἐνυπαρχόντων τοῖς γινομένοις ἡμῖν ὁ λόγος) δόξειεν ἄν καὶ σφόδρα εὔλογον εἶναι, τὸ δὲ πλείω τριῶν οὐκέτι· πρὸς μὲν γὰρ τὸ παθεῖν αὔταρκες τὸ ὑποκείμενον, πρὸς δὲ τὸ ποιῆσαι τὰ ἐναντία. εἰ δὲ προσθείη τις ἢ ἐναντίωσιν ἄλλην ἢ ὑποκείμενον, καθ’ ἕκαστον ἀναγκασθήσεται διπλασιάζειν· εἴτε γὰρ ἐναντίωσιν ἄλλην, καὶ ὑποκείμενον ἕτερον· εἴτε ὑποκείμενον ἕτερον, ἑτέραν καὶ ἐναντίωσιν. εἰ μὲν οὖν ταὐτὰ ἐξ ἑκατέρας τριάδος γενήσεται, περιττὴ παντελῶς ἡ ἑτέρα· εἰ δ’ ἄλλα ἐξ ἑκατέρας, πρῶτον μὲν οὐκ ἔσονται πάντων τῶν γενητῶν αἱ αὐταὶ ἀρχαί οὐδὲ εἰς ἄλληλα μεταβάλλει τὰ στοιχεῖα γῆ πῦρ ὕδωρ ἀήρ), ἔπειτα τί δήποτε δύο μόνον ἔσονται τριάδες καὶ οὐχὶ πλείους καὶ οὐχὶ ἄπειροι; οὐδένα γὰρ εὑρίσκω λόγον, ὃς δύο μὲν εἶναι κατασκευάζει, πλείους δὲ μή· εἰ γὰρ ὅτι χρὴ διαφέρειν τὰς τῶν ζῴων καὶ τὰς τῶν φυτῶν, διὰ τί δὲ καὶ τὸ καθ’ ἕκαστον εἶδος τῶν ζώων καὶ καθ’ ἕκαστον εἶδος τῶν φυτῶν οὐ διοίσουσιν; ἔπειτα ὁρῶμεν τρεφόμενα τὰ μὲν ζῷα ἐκ τῶν φυτῶν, τὰ [*](1 συντακτέον L2a προστεθέντας L 3 καθ’ αὑτὴν L αὐτὴ MWB (et Pbilop. cod. Κ 139,5): αὕτη L καὶ om. W 6 ἤδη] sic E quoque Aristot. 189b4; δὴ Fl 10 διὸ καὶ οὐκ E Aristot. 189b5 (διὸ οὐκ FI) 12 ἄλλων ἔχει W 13 ψυχραίνεται W 14 γε Spengel ex Aristot. 189b8: τε MWB: om. L (ut Philop. Ι42,9) ἓν] ἐν W 15 16 καὶ ἔλλειψις δηλονότι MW et FI Aristot. 189b10 (ubi τε καὶ legitur): δηλονότι καὶ ἔλλειψις BL et E Aristot. 20 τὸ pr. om. W φάσκειν E Aristot. 189b 16 21 τὰ στοιχεῖα L1 (ex Aristot. ib.) et Spengel e coni.: τὰς ἀρχὰς (quae verba aut e Simpl. 204,28 aut e Philop. 148,20 illata esse videntur) τὰ στοιχεῖα MWB: τὰ στοιχεῖα καὶ τὰς ἀρχὰς L2a 22 παρ’ ante ἡμῖν add. B 23 μὲν om. E Aristot. 189 b 19 26 καὶ] superscr. W: δὴ L, 27 ἐξ ἑτέρας W παντελῶς περιττὴ W 31 κατασκευάσει BL 32 τὰς alt. om. Β1 33 τῶν—εἶδος om. L)
23
φυτὰ δὲ γενόμενα ἐκ τῶν στοιχείων, ὡς εἶναι φανερὰν τὴν εἰς ἄλληλα [*](139) πάντων μεταβολήν· εἰ δὲ δύο μὲν ποιήσαιμεν ἐναντιώσεις, ἓν δὲ τὸ ὑποκείμενον, εἰ μὲν μεταβάλλοιεν εἰς ἀλλήλας, τὰ αὐτὰ πάλιν ἄτοπα ἀκολουθήσει· εἰ δὲ καὶ γίγνονται ἐξ ἀλλήλων, περιττὴ πάλιν εὐθὺς ἡ ἑτέρα· αἱ αὐταὶ γὰρ ἀλλήλαις οὕτω γενήσονται. ἐπεὶ γὰρ τῶν ἐναντίων ἡ μεταβολὴ εἰς ἐναντία, ἔστω μία μὲν ἐναντίωσις ἡ α β, ἑτέρα δὲ ἡ γ δ. εἰ δὴ τὸ ἁ [*](140) ὡς εἰς τὸ β, οὕτως καὶ εἰς τὸ δ, ταὐτὸν ἄν εἴη τὸ β καὶ τὸ δ. καὶ εἰ τὸ β ὡς εἰς τὸ α, οὕτως καὶ εἰς τὸ γ, ταὐτὸν ἄν εἴη τὸ α καὶ τὸ γ· καὶ γὰρ εἰς ἐναντίον ἡ μεταβολὴ καὶ ἓν ἑνὶ ἐναντίον. ἀλλὰ δὴ καὶ ἔφαμεν πρότερον περὶ μίαν φύσιν μίαν εἶναι καὶ ἐναντίωσιν, μία δὲ ἡ φύσις καὶ ἡ οὐσία ἡ γενητή τε καὶ ἔνυλος· εἰ γὰρ καὶ πλείω εὑρίσκοιντο, ὑπαχθήσονται ὑπὸ ἅ πρώτας τὰς ἐν τῳ γένει καὶ προσέχεις τῆς οὐσίας οἷον ὡς ἐπὶ τῆς ποιότητος εὕροις ἄν· τὸ γὰρ μέλαν καὶ τὸ λευκὸν χρώματός ἐστι προσεχὴς ἐναντίωσις, οὐ ποιότητος. ἢ εἴ τις αὐτῆς τῆς ποιότητος προσεχὴς ἐναντίωσις εὑρεθείη, εἰς ἐκείνην ἀναχθήσονται καὶ αἱ ἄλλαι. ὅτι μὲν οὖν οὔτε ἓν τὸ στοιχεῖον οὔτε πλείω δυεῖν ἡ τριῶν, φανερὸν ἐκ τούτων· πότερον δὲ δύο ἢ τρία, πολλὴν ἀπορίαν ἔχει.

7. Ὧδε οὖν ἡμεῖς λέγομεν πρῶτον περὶ πάσης καθόλου γενέσεως ἐπελθόντες, οὐ τῆς κατ’ οὐσίαν μόνον ἀλλὰ καὶ τῆς κατ’ ἀλλοίωσιν, οἷον οὐ μόνον πῶς ἄνθρωπος γίνεται καὶ φυτόν, ἀλλὰ καὶ πῶς ἄνθρωπος μουσικὸς καὶ πῶς Καλλίας γραμματικός· ῥᾷον γὰρ ἐκ τῶν κοινῶν τὰ περὶ ἕκαστον ἴδια θεωρήσομεν, ὡς καὶ προὐθέμεθα ἐξ ἀρχῆς. ὅταν τοίνυν λέγωμεν γωμεν ἕτερον ἐξ ἑτέρου γίγνεσθαι, ἢ ἐξ ἁπλοῦ τινος λέγωμεν ἢ ἐκ συνθέτου· ἐξ ἁπλοῦ μὲν ὅταν λέγωμεν ἐξ ἀμούσου μουσικὸν γίγνεσθαι καὶ ἐξ ἀγραμμάτου γραμματικὸν ἢ νὴ Δία γε ὅτι τὸ ἄμουσον μουσικὸν γίγνεται καὶ τὸ ἀγράμματον γραμματικόν· ταὐτὸν γὰρ σημαίνει κἄν | οὕτω τὴν λέξιν [*](141) μεταρρυθμίζωμεν, ἐπειδὴ καὶ ὅταν λέγωμεν τὸν ἄνθρωπον γίγνεσθαι μουσικόν, [*](1 γινόμενα Β 4 δὲ om. L γίγνοιτο L1, γίγνοντε L2: γίγνοντο a (unde de γίγνοιντο cogit. Spengel) 5 γεννήσονται BL 7 καὶ ante εἰς om. L εἰ] εἰς Β1 10 ἡ om. L καὶ post φύσις om. L 11 γεννητὴ M (at cf. Simpl. 207,30) ἡ ante ἔνυλος add. WB πλείους BL1 12 καὶ ante ἐπὶ add. BL 13 τὸ—(14) οὐ ποιότητος legitur apud Simpl. 207,9 sq. τὸ γὰρ λευκὸν καὶ μέλαν) 14 οὐ ποιότης M ἡ εἴ τις scripsi sec. Alexandrum (apud Simpl. 207,11), ex quo hausisse videtur Themistius: εἴ τις M: εἴ τις οὖν WBL ἀυ τ M (compendio ambiguo usus): ἀντὶ W 15 οὖν om. W ἓν τὸ στοιχεῖον MB2 et Ε Aristot. 189b27 (cf. Philop. 150,14): τὸ ἓν τὸ στοιχεῖον W: τὸ στοιχεῖον Β1: ἓν στοιχεῖον F Aristot.: ἓν τῶν στοιχείων L et I Aristot. 16 δυεῖν M: δυοῖν WBL τριοῖν W 21 ἰδία L (ut Γ’ Aristot. 189b32) verba inde ὡς καὶ usque ad ἐπεὶ (141,1) mutilata in M (cf. praef.); ὅταν—μεταρυθμίζωμεν in margine add. Μ2 ὅταν—(22) συνθέτου] cf. Philop. 152, 19 sq. 22 τίον M (o in ras. M2) λέγωμεν M2 et E Aristot. 189b30 (cum quo consentit cod. M Pbiloponi 151,7): λέγομεν M1WBL (φαμέν Philop. 152,19) 23 καὶ—(24) γίγνεται om. 1888 et Vindob. 110 (de W ambigo) 24 ἢ—(25) γραμματικὸν om. L1 γιγνεται ΜΒL2a: γίγνεσθαι M2 Laur. 85,14 et archetypus codd. Paris 1888 et Vindob. 110 (cf. quae adn. ad v. 23) ὅταν—γίγνηται Victorius e coni. (ut videtur sec. Spengelii adnotationem; in Laur. 85,18 certe ὅτι—γίγνεται legitur) 26 μεταρρυθμίζωμεν L: μεταρυθμίζωμεν Μ1ΒW ἐπειδὴ scripsi: ἐπεὶ δὲ MWB: ἐπεὶ L)

24
ἁπλοῦν καὶ τότε λαμβάνομεν οὐ μόνον τὸ μεταβάλλον οἷον τὸν [*](141) ἄνθρωπον, ἀλλὰ καὶ εἰς ὃ μεταβάλλει, τὸ μουσικόν. ἐὰν μέντοι συμπλέξατες τὸν ἄμουσον ἄνθρωπον γίγνεσθαι μουσικόν, συντίθεμεν ἐν τῇ λέξει ταύτῃ τό τε μεταβάλλον, τὸν ἄνθρωπον, καὶ ἐξ οὗ μεταβάλλει, τὸ ἄμουσον. τούτων τοίνυν τῶν δυεῖν τὸ σύνθετον ἡμῖν ποιούντων, λέγω δὲ τοῦ ἀνθρώπου καὶ τοῦ ἀμούσου, διαφορά τις εὑρίσκεται καὶ κατὰ τὴν λέξιν καὶ κατὰ τὰ πράγματα, εἰ ἁπλᾶ καὶ χωρὶς λέγοιντο. κατὰ μὲν τὴν λέξιν, ὅτι τὸ μὲν διχῶς ἂν σχηματισθείη· λέγομεν γὰρ καὶ ἐξ ἀμούσου γίγνεσθαι μουσικὸν καὶ τὸ ἄμουσον γίγνεσθαι μουσικόν, θάτερον δὲ οὐκέτι παραπλησίως, ἀλλ’ ἐπὶ μὲν τῶν πλείστων τόδε μόνον· φαμὲν γὰρ τὸν ἄνθρωπον γίνεσθαι μουσικόν, οὐκ ἐξ ἀνθρώπου γίνεσθαι μουσικόν, καὶ Καλλίαν γραμματικόν, οὐκ ἐκ Καλλίου γραμματικόν· ἐπ’ ὀλίγων δὲ τὸ ‘ἐκ τοῦδε᾿ δόξειεν ἄν εὐλλογώτερον λέγεσθαι ἢ τὸ ‘τόδε’, οἷον ἐκ χαλκοῦ ἀνδριάντα γίνεσθαί φαμεν, οὐ τὸν χαλκὸν ἀνδριάντα καὶ ἐκ πλίνθων γίνεσθαι οἰκίαν, οὐ τὰς πλίνθους γίνεσθαι οἰκίαν. καὶ αὕτη μὲν κατὰ τὴν λέξιν ἡ διαφορά, ἐκείνη δὲ κατὰ τὴν φύσιν καὶ πολλῷ φανερωτέρα· τὸ μὲν γὰρ ἐν ταῖς μεταβολαῖς ὑπομένει, τὸ δὲ οὐχ ὑπομένει· ὁ μὲν γὰρ ἄνθρωπος μουσικὸς γενόμενος ἄνθρωπός ἐστι καὶ ὑπομένει, τὸ δὲ ἄμουσον οὐχ ὑπομένει· οὔτ’ ἄν καθ’ αὑτὸ λέγῃς τὸ ἄμουσον γίνεσθαι μουσικόν, τὸ ἄμουσον ὑπομένει, οὔτ’ ἄν τῷ ἀνθρώπῳ συμπλέκῃς [*](142) τὸν ἄμουσον ἄνθρωπον γίνεσθαι μουσικόν, ὁ ἄμουσος ἄνθρωπος ὑπομένει· λέγω δὲ τὸ ὅλον τοῦτο καὶ σύνθετον ἐκ τῶν δυεῖν. οὕτω δὴ τούτων διωρισμένων τὸ μὲν ὑπομένον ὕλην καλῶ, τὸ δὲ μὴ ὑπομένον στέρησιν, τὸ ἄμουσον τὸ ἀγράμματον. ταῦτα δὲ φαντασθείημεν ἄν τὰ αὐτὰ εἶναι τῇ ὕλῃ κατ’ ἀριθμόν· οὐδὲ γὰρ δύναται καθ’ αὑτὰ ὑποστῆναί ποτε, ἀλλὰ περὶ τὸν ἄνθρωπον τὸ ἄμουσον καὶ τὸ ἀγράμματον θεωρεῖται· ὁ λόγος δέ σοι αὐτὰ διακρίνει. οὐ γὰρ ταὐτὸν ἀνθρώπῳ τε καὶ ἀμούσῳ εἶναι ἀνθρώπῳ. μεμνῆσθαι δὲ χρὴ καὶ τῶν προτέρων διαφορῶν ὅτι τὸ μὲν ὑπομένειν ἔφην, τὸ δὲ οὐχ ὑπομένειν· τὸν μὲν γὰρ ἄνθρωπον σῴζεσθαι, τὸ δὲ ἄμουσον μή. καὶ τοῦτο εἰκότως· γινομένης γὰρ εἰς τὸ μουσικὸν τῆς μεταβολῆς ὑπεξίσταται μὲν τὸ ἐναντίον τῷ εἰσιόντι, μένει δὲ ὃ οὐκ ἀντίκειται. ἱκανὴ δὲ καὶ ἡ κατὰ τὴν λέξιν διαφορά, ἔφην δὲ ἐπὶ μὲν τῆς στερήσεως καὶ τὸ ‘ἐκ τοῦδε᾿ λέγεσθαι καὶ τὸ ‘τόδε’ καὶ γὰρ ἐξ ἀμούσου μουσικὸν καὶ τὸ ἄμουσον γίνεσθαι μουσικόν, ὁμοίως δὲ καὶ ἐπὶ τοῦ συνθέτου· ἐπὶ δὲ τῆς ὕλης οὐκέτι ὁμοίως καθ’ ἑαυτὴν λεγομένης, ἀλλ’ [*](2. 3 συμπλέξαντες M: συμπλέξαντες εἴπωμεν WBL 3 τὸν] τὸ L 4 τὸ] τὸν L 5 δυεῖν M: δυοῖν WBL ante τὸ add. τῶν BL 7 λέγοιτο L 8 καὶ om. W 10 τόδε scripsi sec. Aristot. 190a7: τε τόδε M: τὸ τόδε WBL 12 ὀλίγον L 13 τὸ ante τόδε om. W 14 ἀνδριάντος W τοὺς πλίνθους W 16 φανερώτερα M: φανερώτερον L 17 γιγνόμενος B 18 οὕτ’ ἂν] ὅταν MW (quo servato si in v. 19 cum W deleveris verba τὸ ἄμουσον ὑπομένει et οὐδ’ scripseris pro οὐτ’, certe deterior evadet sententia) λέγῃς] λέγομεν L 19 συμπλέκει L 21 δυεῖν M: δυοῖν WBL 22 τὸ μὲν ὑποκείμενον L 25 σοι αὐτὰ] τοιαῦτα a 26 ’fort, διακρινεῖ᾿ Spengel ταὐτὸν] sic F Aristot. 190a17: ταὐτὸν τὸ EI ἀμούσῳ τε καὶ ἀνθρώπῳ εἶναι (alt. ἀνθρώπῳ om.) W 32 τὸ ante τόδε om. W 34 τῶν συνθέτων W ἐπεὶ L)
25
ἐφ’ ὧν μὲν θάτερον ἐφ’ ὧν δὲ θάτερον μᾶλλον ἁρμόζει· τὸν μὲν ἄνθρωπον [*](142) γίνεσθαι γραμματικὸν οὐκ ἐξ ἀνθρώπου γραμματικόν, ἐκ δὲ ξύλων τὴν ναῦν, οὐ τὰ ξύλα γίνεσθαι ναῦν. καίτοι φαίης ἂν οἰκειότερον εἶναι τὸ μὲν ἐκ τοῦδε τῇ στερήσει, θάτερον δὲ τῷ ὑπομένοντι καὶ τῇ ὕλῃ· σημαίνει μὲν γὰρ μᾶλλον ἐκείνη ἡ πτῶσις τὸ ἐκχωροῦν, ἡ δὲ δὴ καὶ ὑφιστάμενον· [*](143) ἀλλ’ ὅμως λέγεται τὸ ‘ἐκ τοῦδε’ καὶ ἐπὶ τῆς ὕλης ὡς προειρήκαμεν, λέγεται δὲ ἐπ’ ἐκείνων ἐφ’ ὧν οὐκ ἔστιν ὠνομασμένον τὸ ἀντικείμενον, ἀλλ’ ἐνυπάρχει μὲν τῇ ὕλῃ, δῆλον δὲ οὐκ ἔστιν. τότε γὰρ τὸ ‘ἐκ τοῦδε’ κτὰ τῆς ὕλης κατηγοροῦμεν ὡς ἐχούσης ἐν αὑτῇ καὶ τὸ ἐναντίον τῇ μελλούσῃ μορφῇ· τὴν γὰρ ἀντικειμένην ἀμορφίαν τῷ σχήματι τοῦ ἀνδριάντος οὐκ ἔχοντες ὀνομάσαι ἐκ τοῦ χαλκοῦ λέγομεν γίγνεσθαι τὸν ἀνδριάντα ὡς ἐνυπαρχούσης αὐτῷ καὶ τῆς ἀμορφίας. σχεδὸν οὖν τοῦτο λέγομεν, ὡς ἐκ τοὐ ἀμορφώτου χαλκοῦ κατὰ τὴν ἀνδριάντος ἀμορφίαν γίγνεται ὁ ἀνδριάς, καὶ ἐκ τῶν ἀσχηματίστων ξύλων κατὰ τοδὶ τὸ σχῆμα γίγνεται ἡ ναῦς· εἰ γὰρ καὶ τῇ λέξει μὴ φανερῶς, τῇ δυνάμει γε τοῦτο σημαίνομεν· διόπερ ἐξ ἀρχῆς διαιρούμενος ἔφην τὸ ‘ἐκ τοῦδε’ καὶ ἐπὶ τοῦ συνθέτου λέγεσθαι ὡς ἐκ τοῦ ἀγραμμάτου ἀνθρώπου τὸν γραμματικόν, ἀλλ’ ἐπί τινων μὲν καὶ διαρρήδην ὡς ἐπὶ τούτου, ἐπ’ ἐνίων δὲ τῇ δυνάμει ὡς ἐκ τοῦ χαλκοῦ τὸν ἀνδριάντα. καὶ τοίνυν ὅταν λέγωμεν ‘ἐξ ὕδατος ἀὴρ γίγνεται’, καὶ τότε λέγομεν τὸ ‘ἐκ τοῦδε᾿ ὡς ἐκ τοῦ συνθέτου· σύνθετον γάρ ἐστι τὸ ὕδωρ ἔκ τε τοῦ ὑπομένοντος καὶ τοῦ ἀντικειμένου τῷ εἴδει τῷ ἐνυπάρχοντι μέλλοντος ἀέρος γενήσεσθαι· διὰ τοῦτο γὰρ οὐδὲ ὑπομενόντων αὐτῶν, ἅπερ ἦν, γίγνεται τὰ ἐξ αὐτῶν· οὐδὲ γὰρ τὰ σύνθετα ἐλέγομεν ὑπομένειν ὅλα, οἷον τὸν ἄμουσον ἄνθρωπον ὅταν γίγνηται μουσικός. ἀλλὰ ταῦτα μὲν ἴσως πέρα τῶν ἱκανῶν.

Δεῖται δὲ πάντως τῆς στερήσεως ἡ ὕλη πρὸς τὰς γενέσεις· μὴ γὰρ οὔσης ταύτης περὶ αὐτὴν πῶς ἄν | τι γένοιτο; ἐξ αὐτοῦ; ἤδη γὰρ ἂν [*](144) φθάνοι ἢ γίγνεται· δεῖται μέντοι ὡς συμβεβηκυίας ἄλλης φύσεως ἄλλῃ φύσει, εἰ καὶ μὴ καθ’ ὑπόστασιν, κατὰ γοῦν τὸν λόγον· πάλιν γὰρ εἴπερ ἐν τῇ οἰκείᾳ οὐσίᾳ τὴν στέρησιν ἔχει συνειλημμένην, φθείροιτο ἂν ταῖς εἰς τὸ εἶδος μεταβολαῖς, εἴγε τὸ εἶναι αὐτῆς ἐν τῷ ἐστερῆσθαι. καίτοι λέγομεν τῆς ὕλης τὸ εἶναι ἐν τῷ δυνάμει, ἡ δὲ δύναμις δηλονότι μετὰ τῆς στερήσεως· οὐδὲ γὰρ ἔτι δύναμις <ἂν> εἴη μὴ σὺν πάντως καὶ τῆς στερήσεως νοουμένης. ἵνα οὖν μὴ τοῦτο διαταράττῃ, καλῶς ἔχει μικρὸν ἄνωθεν ἀναλαβεῖν. ἑκάστῳ τοίνυν τῶν ὁπωσδήποτε ὑφεστώτων τὰ μὲν ὑπάρχει καθ’ αὑτὸ κρινομένῳ, τὰ δὲ παραβαλλομένῳ πρὸς ἕτερον, οἷον τῷ ξύλῳ τὸ μὲν εἶναι διπήχει καθ’ αὑτό, τὸ δὲ διπλασίῳ πρὸς ἕτερον. καὶ τοίνυν τῇ ὕλῃ τὸ μὲν εἶναί τι καὶ ὑπάρχειν ὅλως [*](1 ἁρμόζει M: ἁρμόζειν WBL 5 μὲν om. BL ἐκείνη M: μὲν ἐκείνη W: ἐκείνη μὲν BL ἡ δὲ δὴ scripsi: ἤδη δὲ MW: ἥδε δὲ BL καὶ ὑφιστάμενον M: τὸ ὑφιστάμενον WBL 8 τὸ om. L 9 ἑαυτῷ W 12 αὐτοῦ a (in L compendium scripturae) γίγνεσθαι Β 14 τὸ om. W 17 post τὸν γραμματικὸν add. ἄνθρωπον W 18 ἐπὶ τούτων W 21 ἐνυπάρξαντι L 22 γενήσεσθαι] γίνεσθαι L 26 ἐξ αὐτοῦ MW: ἐξ αὐτῆς BL (interrogationis signo ante ἐξ sublato) 27 ἡ M: εἶναι ὁ WBL 30 αὐτῷ L 32 ἄν add. Spengel 37 τῇ μὲν ὕλη τὸ εἶναι W ὅλως om. W)

26
καθ’ αὑτό, τὸ δὲ δυνάμει εἶναι πρὸς ἕτερον· οὐ γὰρ δὴ καὶ πρὸς τὸ ὕλῃ [*](144) εἶναι τὸ δυνάμει ἔχει· εἴη γὰρ ἄν οὕτως † ὕλη τὸ ὕλῃ εἶναι, ἀλλὰ δῆλον, ὡς οὖσά τι πρῶτον αὐτὴ καὶ ὑπάρχουσα ἐνεργείᾳ οὕτως ὕλη τινῶν ἐστί καὶ τὸ δυνάμει πρὸς ταῦτα ἔχει. τὸ μὲν οὖν ὄνομα τῆς ὕλης πάντως τὸ δυνάμει συνεφέλκεται καὶ πρὸς ἃ λέγεται ὕλη, πρὸς ταῦτά ἐστι καὶ δυνάμει, οὐ μὴν τό γε εἶναι αὐτῆς τοιοῦτόν ἐστιν ὡς μόνον πρὸς ἕτερα εἶναι. ἀλλὰ χαλεπὸν μὲν ὡς ἀληθῶς καταληφθῆναι τῆς σχέσεως ταύτης ἀπογυμνουμένην· φανείη δ’ ἄν προσκαρτεροῦντι. πάλιν οὖν ἀναληπτέον. δυεῖν γὰρ ὀνομάτων περὶ αὐτῆς λεγομένων ὑποκειμένου τε καὶ ὕλης τὸ μὲν ἔοικεν ἅπτεσθαι μᾶλλον αὐτῆς ἐκείνου τοῦ εἶναι ὃ κέκτηται καθ’ | ἑαυτήν, τὸ δὲ ᾗ πρὸς ἕτερα ἔχει· ἀμφότερα μὲν γὰρ τῶν πρὸς [*](145) ἄλληλα· καὶ γὰρ ἡ ὕλη τινὸς καὶ τὸ ὑποκείμενον τινί. ἀλλ’ ὅταν μὲν ὡς ὕλη τινὸς λαμβάνηται, τότε ἔσται μετὰ στερήσεως καὶ τοῦ δυνάμει· λέγεται γὰρ ἡ ὕλη τοῦ μήπω γεγενημένου· ὅταν δὲ ὡς ὑποκείμενον, οὐ πάντως μετὰ στερήσεως· ὑποκεῖσθαι μὲν γὰρ οὐ κωλύεται καὶ τῷ ἐνυπάρχοντι εἴδει, ὕλη δὲ πῶς ἄν εἴη τούτου λοιπὸν πρὸς ὃ μηκέτι ἔχει τὸ δυνάμει; ὥστε καὶ τὸν χαλκόν, μέχρι μὲν ἀσχημάτιστός ἐστιν, εἴποις ἄν ὕλην εἶναι τοῦ ἀνδριάντος· ὅταν δὲ διορισθῇ ἰὴ μορφῇ, οὐκέθ’ ὕλη ἀλλ’ ὑποκείμενον. σημεῖον δέ, ὅτι κατὰ τὸ ὑποκείμενον μένων ὁ χαλκὸς αὐτὸς οὑτοσὶ ἄλλοτε ἄλλως γίγνεται ὕλη· ὅπερ γάρ φησιν ὁ Βοηθός, ἡ ὕλη ἐν τοῖς ποιοῖς οὐκέτι ὕλη διαμένει· ἄμορφος γὰρ καθ’ αὑτὴν καὶ ἀνείδεος εἴγε ὕλη, ἀλλ’ εἰς ὑποκείμενον ἤδη περιίσταται· μετ’ εἴδους γὰρ τοῦτο καὶ πέρατος καὶ ὑποκείμενον εἴδει καὶ πέρατι. ἡ μὲν γὰρ ὕλη πρὸς τὸ ἐσόμενον ὠνομάσθαι φαίνεται, τὸ δὲ ὑποκείμενον πρὸς τὸ ἤδη ἐνόν· καὶ εἴη ἂν τὸ πρᾶγμα τοῦτο, ὃ λέγομεν ὕλην, ὑποκείμενόν τι ᾧ συμβέβηκεν ἐν τῇ φύσει τὸ δεκτικὴν εἶναι τῶν ἐναντίων· ὥσπερ γὰρ τοῦ εἴδους, οὕτως καὶ τῆς στερήσεως ἐστι δεκτική. πῶς οὖν ἄποιος καθ’ ἑαυτήν; ὅτι νὴ Δία μὴ στέρησιν ἐνταῦθα ποιότητος σημαίνει τὸ ἄποιον, ἀλλ’ ἀπόφασιν ὡς τὸ ἀγράμματον, ὡς τὸ ἄμουσον ἀντὶ τοῦ μὴ γραμματικοῦ καὶ μὴ μουσικοῦ. εἰ δὲ ἐσήμαίνε [*](1 δὲ om. M 1. 2 εἶναι ὕλη W 2 ὕλη τὸ ὕλη εἶναι ΜWBL1: τὸ δυνάμει τὸ ὕλῃ εἶναι L2a. manifestum est aut contradictionis (velut εἴη γὰρ ἄν οὕτως ὕλη τὸ ὕλη εἶναι καὶ ἅμα τὸ μὴ ὕλῃ εἶναι) aut circuli qui vocatur vitiosi (velut εἴη γάρ ἂν οὕτως ὕλῃ τὸ ὕλῃ εἶναι καὶ τοῦτο ἐπ’ ἄπειρον) mentionem desiderari; certe nihili est quod praebent L2 a 3 αὐτὴ WBL: αὐτῷ M 7 καταλειφθῆναι MB 8 ἀπογυμνουμένης Paris. 1888; in W compendium ambiguum 9 δυεῖν M: δυοῖν WBL μὲν ante γὰρ add. L 10 αὐτῆς (super ἦς α ras.) M, αὐτοῦ L 11 ἕτερον W 12 ἄλληλα L: ἄλλ MWB ὅταν—(15) στερήσεως] ex Alexandro; cf. Simpl. 211,13 sqq. 13 λαμβάνεται W 14 ἡ om. L 18 δὲ] τὸ a (typothetae errore) διορισθῇ B2L: διωρισθῇ ΜWB1 ὕλην L 19 αὐτὸς om. W 20 ἄλλως Laur. 85,18 ω corn ec ο): ἄλλος MB (fortasse recte, modo scribas ὕλῃ): ἄλλου WL Βοηθός] cf. Simpl. 211,15 sqq., qui non ex Themistio (Zeller III 1 3 625), sed ex Alexandro (Diels Simpl. IX p. XXXII) hausisse videtur ἀλλ᾿—(22) περιίσταται bis scr. in W 23 ante πρὸς add. ἡ W 24 καὶ—(27) δεκτική ex Alexandro; cf. Simpl. 21 1,20 sqq. 25.26 δεκτικὴν M δε in ras.): δὲ κτητικὸν WB1: δεκτικὸν B2L 27 καὶ ante καθ’ add. L2a αὐτὴν L νὴ Δία om. L1)
27
στέρησιν, ποιότητα ἄν αὐτῇ προσετίθει τὸ ἄποιον· καὶ γὰρ ἡ στέρησις οἱονεὶ ποιότης. ἐφ’ ὧν γοῦν ἀληθὴς ἀπόφασις, ἡ | στέρησις οὐ [*](140) συνέπεται· οὐ γὰρ ἐφ’ ὧν τὸ μὴ δίκαιον, καὶ τὸ ἄδικον. οὐδὲ ἐφ’ ὧν τὸ μὴ κομῶν, καὶ τὸ φαλακρόν. οὐδαμῶς οὖν τὸ εἶναι τῆς ὕλης ἐν τῷ ἐστερῆσθαι, ἀλλ’ ὥσπερ ὁ κηρὸς δυνάμενος λέων γενέσθαι οὐδὲ γὰρ ἄν ἦν ἔτι κηρὸς ἡνίκα λέων ἐγένετο), οὕτω καὶ τὸ πρῶτον ὑποκείμενον δυνάμενον ἁπάσας δέχεσθαι τὰς μορφὰς ἐν στερήσει μέν ἐστιν ἁπασῶν, οὐ μὴν καθὸ ὑποκείμενόν ἐστι, κατὰ τοῦτο ἔστιν ἐν στερήσει· οὐδὲ γὰρ ἂν ἦν ὑποκείμενον ἔτι, εἰ στερήσει τινὰ μορφὴν ἀφωρίζετο, ἀλλὰ καθὸ συμβέβηκεν αὐτῷ ὄντι τινὶ καθ’ αὑτὸ καὶ πρὸς ἄλλα εὐφυῶς ἔχειν. διὰ τοῦτο καὶ ὁρισθεῖσα ὑπό τινος εἴδους ὑποκείμενον μὲν οὐδὲν κωλύεται εἶναι, ὕλη δὲ οὐκ ἔστιν ἔτι τούτου. τοῦτο μὲν οὖν καὶ εἰς ὕστερον ἐπισκεψόμεθα, ἐπανιτέον δὲ ὅθενπερ ἐξέβημεν. πολλαχῶς τοίνυν τοῦ γίγνεσθαι λεγομένου καὶ τῶν μὲν οὐ γίγνεσθαι ἁπλῶς λεγομένων ἀλλὰ τόδε τι γίγνεσθαι, ἀπλῶς δὲ γίγνεσθαι λεγομένων τῶν οὐσιῶν τὸ μὲν γὰρ λευκὸν οὐχ ἁπλῶς γίγνεσθαι ἀλλὰ τόδε τι πάντως· σῶμα γὰρ γίγνεται λευκὸν καὶ διπηχυαῖον γίγνεται οὐχ ἁπλῶς ἀλλὰ τουτὶ τὸ δένδρον· φυτὸν μέντοι γίγνεται ἁπλῶς καὶ ἄνθρωπος γίγνεται ἀπλῶς), κατὰ τοσούτους οὖν τρόπους τοῦ γίγνεσθαι λεγομένου ἐπὶ μὲν τῶν συμβεβηκότων φανερὸν τὸ ὑποκείμενον· ἡ γὰρ ζῷον ἢ φυτὸν ἢ σῶμα ὅλως ἐφ’ οὗ τὸ ποιὸν ἢ τὸ ποσὸν ἢ τὸ πρὸς ἕτερον γίγνεται, ἐπὶ δὲ τῶν οὐσιῶν τῶν γίγνεσθαι ἁπλῶς λεγομένων οἰήσεταί τις ἴσως μηδενὸς δεῖσθαι ὑποκειμένου· μὴ γὰρ γίγνεσθαι τὴν γιγνομένην οὐσίαν· αὐτὴ δέ ἐστιν ἡ πρώτη καὶ αἰσθητὴ ἡ μήτε ἐν ὕπο | κειμένῳ μήτε καθ’ ὑποκειμένου [*](147) ὡς οὖν καὶ αὐταὶ δέονταί τινος ὑποκειμένου πρὸς τὰς γενέσεις, εἰ καθολικώτερον περὶ πάντων τῶν γιγνομένων ἐπισκεψώμεθα, γένοιτο ἂν φανερόν· εὑρήσομεν γὰρ καὶ ἑκάστην τῶν λοιπῶν οὐσιῶν ἔκ τινος γογνομένην ὑποκειμένου, ὥσπερ τὰ ζῷα καὶ τὰ φυτὰ ἐκ τοῦ σπέρματος. καθόλου τοίνυν ἅπαντα τὰ γιγνόμενα ἢ μετασχηματίσει γίγνεται μόνῃ ὡς ἀνδριάς οὐδὲν γὰρ ἕτερον ἐξαλλάττεται ἐν τῷ χαλκῷ πλὴν τοῦ σχήματος καὶ τῆς θέσεως τῶν μερῶν), ἢ προσθέσει ὡς τὰ αὐξανόμενα, ἡ ἀφαιρέσει ὡς ἐκ λίθου Ερμῆς, ἢ συνθέσει ὡς οἰκία, ἢ ἀλλοιώσει τῇ τε κατά τινα ποιότητα παθητικήν, ἥτις ἰδίως ἀλλοίωσις, καὶ τῇ κατ’ οὐσίαν, ἥτις κυρίως μεταβολή· αὕτη δέ ἐστιν ἡ κτὰ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι [*](1 προσετίθη B ἄποιον M ἄ in ras.) 2 ἡ ante ἀπόφασις add. L οὐ οm. W 5 ἂν om. a 6 ἐγίγνετο Β: ἐγίνετο L 7 δέχεσθαι τὰς μορφὰς om. W 10 ἄλλα scripsi: ἅττα M: ἄλληλα ἄττα W et (ἅττα) Β, ἄλλα ἄττα L 12 ἐπανιτέων L 13 ὅθεν παρεξέβημεν W et Laur. 85,14 16 γίγνεται alt. om. W 17 ‘ἀλλἀ᾿ Spengel 18 ἀπλῶς γίνεται W τρόπους om. W 22 αὕτη L (cf. Simpl. 212,29) 24 αὗται L 25 ἐπισκεψόμεθα Laur. 85,14, Par. 1888, Vindob. 110: ἐπισκεψαίμεθα Spengel 28 σχηματίσει Par. 1888 et Vindob. 110 ut M Philoponi 156,20 29 apud Arisiot. 190b6 post ἀνδριὰς add. in Ι ἐκ χαλκοῦ, sed omittunt haec verba EF: cf. Philop. 156,24 30 αὐξόμενα L 31 ὡς ἐκ λίθου ἑρμῆς M (sim. E Aristot. 190b7): ὡς ἐκ λίθου ὁ ἑρμῆς BL (in quo ὡς ex ὁ corr. man. 2) et sim. Aristot. vulg. cum Philop. 156,32: ὡς ὁ ἐκ λίθου ἑρμῆς W)
28
ἀπαλλαγή. ταῦτα δὲ ἅπαντα ἐφ’ ὑποκειμένου τινός, οὐ μόνον τὰ ἄλλα, [*](147) ἀλλὰ καὶ ἐφ’ ὧν ἡ κυρίως μεταβολή· εἶναι γὰρ δεῖ πάντως καὶ ὑποκεῖσθαι περὶ ὃ γίγνεται σῳζόμενον ἡ μεταβολή, ὡς περὶ ὃ γίγνεται ἡ πρόσθεσις, περὶ ὃ γίγνεται ἡ ἀφαίρεσις, περὶ ὃ γίγνεται ἡ σύνθεσις· ὥστε δῆλον ἐκ τῶν εἰρημένων ὅτι τὸ γιγνόμενον ἅπαν ἀεὶ σύνθετόν ἐστιν ἔκ τε τοῦ ὑποκειμένου καὶ τῆς μορφῆς, ὥσπερ καὶ ἐξ οὗ ἐγίγνετο καὶ τοῦτο σύνθετον ἦν ἔκ τε τοῦ ὑποκειμένου καὶ τοῦ ἀντικειμένου τῷ ἐσομένῳ· λέγω δὲ ἀντικεῖσθαι μὲν τὴν ἀμουσίαν, ὑποκεῖσθαι δὲ τὸν ἄνθρωπον καὶ τὴν μὲν ἀσχημοσύνην καὶ τὴν ἀμορφίαν καὶ τὴν ἀταξίαν ἀντικείμενον, ὑποκείμενον δὲ τὸν χαλκὸν ἢ τὸν λίθον ἢ τὸν χρυσόν. φανερὸν οὖν ὡς εἴπερ τῶν φύσει ὄντων ταῦτά εἰσιν ἀρχαὶ καὶ | αἴτια, ἐξ ὧν ὡς ἐνυπαρχόντων [*](148) ἕκαστον γίγνεται καὶ ἃ συμπληροῖ ἑκάστου τὸ εἶναι, ὅτι ταῦτά ἐστιν ἐξ ὧν σύγκειται ἕκαστον, τό τε ὑποκείμενον καὶ ἡ μορφή· σύγκειται δὲ οὐχ ὡς ἐκ πλίνθων ἡ οἰκία ἀλλὰ τῷ λόγῳ· ἄλλος γὰρ ἀνθρώπου λόγος καὶ ἄλλος μουσικοῦ. ἔστι δὲ τὸ ὑποκείμενον, ὅταν αὐτὸ νοῆται καθ’ αὑτό, ἀριθμῷ μὲν ἕν, λόγῳ δὲ δύο· λέγω δὲ τοῦτο διὰ τὴν στέρησιν, ἣ συμβέβηκεν τῇ ὅλῃ. ἄκουε δὲ καὶ νῦν. διαφέρουσι τῷ λόγῳ, εἰ καὶ ἕν εἰσιν ἀριθμῷ καθάπερ Σωκράτης σιμός, ὁ μὲν ἄνθρωπος καὶ ὁ χρυσός· κἀν ἐπὶ τὴν πρώτην ὕλην ἐκ τούτων ἀνέλθῃς, ἀριθμητὰ καὶ τόδε τι, χρυσὸς μὲν καὶ ἄνθρωπος φανερῶς. ἡ δὲ πρώτη ὕλη μᾶλλον ἀριθμητὴ ἢ ἡ στέρησις· οὐ γὰρ οὖσα καθ’ ἑαυτὴν ἀριθμητή, ὅμως μᾶλλόν ἐστιν ἀριθμητὴ ἢ ἡ στέρησις· ἡ γὰρ σύγκρισις αὕτη πρὸς τὴν στέρησιν· καθ’ ὅσον γὰρ τῷ συναμφοτέρῳ ὅ ἐστιν ἀκριβῶς τόδε τι, ταύτην μᾶλλον συμβαίνει συνεργεῖν ἢ τὴν στέρησιν ὑπομένουσάν πὼς καὶ ἀναφαινομένην ἐκείνης ὑπεξιούσης, κατὰ τοσοῦτον ἔχει μᾶλλον αὐτὴ τὸ τόδε τι, ἡ δὲ στέρησις οὐδαμῶς ἔχει τὸ τόδε τι· πῶς γὰρ ἡ μηδὲ μένουσα; ἀλλὰ κἀκ τῆς ὕλης μὲν οὐ κατὰ συμβεβηκὸς γίγνεται τὸ γινόμενον (ἑνυπάρχει γὰρ αὐτῷ), ἐκ δὲ τῆς κατὰ συμβεβηκός· τὸ γὰρ τῇ ὕλῃ συμβεβηκέναι ἡ κυρίως ἐστὶν [*](1 ὑπαλλαγή Β2L: fortasse ἀλλαγή ex Alexandro, a quo tota ista ἀλλοιώσεως bipartitio pendet (cf. Simpl. 214,22), restituendum 3 σωζομένη Laur. 85,18 (at cf. Philop. 157,22) 3. 4 πρόθεσις B1L 6 post ὥσπερ add. γε L 7 τοῦ ante ὑποκειμένου οm. L 9 ἢ ἀταξίαν FI Aristot. 190b15 (sed E καὶ τὴν) 10 οὑν] δὲ L 11 ταῦτα delendum videtur Spengelio; at cf. Philop. 159,15 et Simpl. 216,18 12 ἑκάστου] ἑκάστω M (at cf. Simpl. 210,17; Philop. 159,16) 14 ἐκ τῶν πλίνθων BL (at cf. Simpl. 216,28) 15 νοεῖται W 16 τοῦτο om. W 19 τόδε τὸ M 20 φανερῶς BL: φανερὸς M: φανερὸν W ἀπλῶς Simpl. 217,13) ἀριθμητική L ἢ ἡ στέρησις—(21) ἀριθμητή om. MW 22 καθ’ ὅσον — (25) τόδε τι] cf. Simpl. 217,17 sqq. 25 μᾶλλον ἔχει L αὕτη Spengel tacite ἡ δὲ στέρησις οὐδαμῶς ἔχει τὸ τόδε τι om. M 26 τι om. L 28 τὸ] τῷ L2a collatis Philoponi verbis 161,16 sqq.: ἡ μὲν ὕλη καθ’ αὐτὸ ὃν οὖσα καθ’ αὑτὸ ἄν εἴη καὶ ἀρχὴ καὶ κυρίως ἀρχή, ἡ δὲ στέρησις, ἐπειδὴ κατὰ συμβεβηκὸς ὄν ἐστι, κατὰ συμβεβηκὸς ἄν εἴη ἀρχή haud inepte in Themistio aliquid intercidisse coniciat quispiam. attamen ἐπέχω malim in loco difficillimo, in quo tractando Simplicius et Philoponus de εἴδους ratione prorsus diversa tradunt; quorum apud ilium (217,21) de materia primaria κἄν γὰρ ἔλαττον τοῦ εἴδους ἔχῃ τοῦτο legitur, apud hunc (164,8) μᾶλλον τόδε τι τοῦ εἴδους ἡ ὕλη. at Themistius εἴδους ne verbo quidem mentionem facit)
29
ἀρχή. διόπερ κυρίως μὲν λέγων δύο ἐρεῖς εἶναι τὰ αἴτια προηγουμένως [*](148) τήν τε ὕλην καὶ τὴν μορφήν, εἴποις δ’ ἂν αὐτὰ καὶ τρία διὰ τὴν στέρησιν καὶ ἔστι μὲν ὡς τἀναντία εἰσὶν ἀρχαί (λέγω δὲ ἁπλούστερον ἐναντία τὴν | στέρησιν καὶ τὸ εἶδος· μετὰ ταῦτα γὰρ ὅπως ἀλλήλοις ἀντίκειται [*](149) ἐπιδείξω), ἔστι δὲ ὡς οὐ τὰ ἐναντία· πάσχειν γὰρ αὐτὰ ὑπ’ ἀλλήλων ἀδύνατον. ἀλλὰ καὶ τοῦτο διεσωσάμεθα ὑποτιθέντες τὴν ὕλην αὐτοῖς. πόσαι μὲν οὖν εἰσὶν ἀρχαὶ τῶν περὶ γένεσιν φυσικῶν καὶ ὅπως πόσαι, προείρηται καὶ δῆλον ὅτι δεῖ τοῖς ἐναντίοις ὑποκεῖσθαί τι καὶ τὰ ἐναντία δύο εἶναι, τρόπον δέ τινα ἄλλον οὐκ ἀναγκαῖον· ἱκανὸν γάρ ἐστιν τὸ ἕτερον τῶν ἐναντίων ποιεῖν τῇ ἀπουσίᾳ καὶ παρουσίᾳ τὴν μεταβολήν, ὥστε τὸ εἶδος τὴν χώραν ἀποπληροῖ καὶ τῆς στερήσεως· ἡ γὰρ στέρησις οὐ φύσις τις καὶ εἶδός ἐστιν, ἀλλ’ ἀπουσία τοῦ εἴδους.

Ἡ δὲ ὑποκειμένη φύσις ἐπιστητὴ κατὰ ἀναλογίαν· ὡς γὰρ πρὸς ἀνδριάντα χαλκὸς ἢ πρὸς κλίνην ξύλον, οὕτως αὕτη πρὸς ἰὴν οὐσίαν τὴν σύνθετον ἔχει καὶ ἁπλῶς πρὸς ἅπαν τὸ ὄν· ὑποκειμένη γὰρ ἰῇ οὐσίᾳ δηλονότι καὶ τοῖς ταύτῃ συμβεβηκόσιν ὑπόκειται. πότερον δὲ οὐσία τὸ εἶδος ᾖ τὸ ὑποκείμενον, οὔπω δῆλον· οὔπω δὲ δῆλον καὶ ὅπως τὸ εἶδος ἀρχή· καὶ πότερον ἄφθαρτον ἅπαν ἤ τι καὶ φθαρτόν· καὶ εἰ μὲν ἅπαν ἄφθαρτον, πῶς οὐκ ἀίδιον ἅπαν, εἰ δὲ οὐχ ἅπαν ἄφθαρτον, πῶς ἅπαν ἀρχή. ταῦτα δὲ ἅπαντα ἀνακείσθω νὺν· ἴσως γὰρ οὐδὲ φυσικῷ πρέπων ὁ λόγος, ἀλλὰ ἡ περὶ τῶν ἀιδίων θεωρία τοῦ ὑπὲρ τοῦτον.

8. Ὅτι δὲ μόνως οὕτω λύεται καὶ ἡ τῶν ἀρχαίων ἀπορία, λέγομεν μετὰ ταῦτα· ζητήσαντες γὰρ οἱ κατὰ φιλοσοφίαν πρεσβύτατοι τὴν ἀλήθειαν καὶ τὴν φύσιν τῶν ὄντων ἐξετράπησαν τῆς ἀληθείας οἷον ὁδόν τινα ἄλλην [*](150) ἀπωσθέντες ὑπὸ ἀπειρίας τοῦ διαλέγεσθαι, ὥστε φασὶν οὔτε γίγνεσθαι τῶν ὄντων οὐδὲν οὔτε φθείρεσθαι διὰ τὸ ἀναγκαῖον μὲν ἀεὶ γίγνεσθαι τὸ γινόμενον ἢ ἐξ ὅντος ἢ ἐκ μὴ ὄντος, ἀλλ’ οὔτε ἐξ ὄντος (εἶναι γὰρ ἤδη) οὔτε ἐκ μὴ ὄντος ἀμήχανον γάρ· δεῖ γὰρ ὑποκεῖσθαί τι πάντως). ὅθεν ἀναιροῦντες τὴν γένεσιν ἐποίουν ἐκ προϋπαρχόντων τὰ ὄνια συγκρίσει καὶ θέσει καὶ ἐκκρίσει καὶ τοιαύταις τισὶ μηχαναῖς προσχρώμενοι, τὸ δὲ ἐφεξῆς τούτῳ [*](1 τὰ αἴτια] τὰς ἀρχὰς FI Arist. 190b30: om. Ε μὲν om. Mi (ct Laur. 85,18) τὰ om. L 3 εἰσὶν] αἱ L: εἰσὶν αἱ Par. 1888 et Vindob. 110 5 τἀναντία L: delevit Spengel 6 ὑποθέντες L (e Philop. 165,13) 7 εἰσὶν] sic I Aristot. 191a3: εἰσιν αἱ Paris. 1888 et Viudob. 110; Ε Aristot.: αἱ F Aristot. et Philop. 166,7 (MK2; om. K1L), Simpl. 219,20 ὅπως] πῶς Spengel ex Aristot. 191a4 8 δῆλόν ἐστι δ. ἔσται F) ὑποκεῖσθαί τι τι ὐπ’. F) τοῖς ἐναντίοις Aristot. 191a4 11 οὐ φύσις om. Β ἡ γὰρ στέρησις (12) ἀπουσία] ex Alexandro (cf. Simpl. 222,22) 13 ὡς] ὥσπερ Ε Aristot. 191a8 14 αὐτὴ L 15.16 δηλονότι om. W 17 καὶ ὅπως — (19) ἀρχή] exscr. Philop. 168,12 sqq., apud quern desunt verba (18) μὲν — (19) εἰ δέ, fortasse librariorum culpa, ut coni. Vitelli 18 ἡ καί τι W 20 ἅπαντα MW: πάντα BL 22 λέγωμεν Aristot. 191a24 praeter F 24 τὴν φύσιν τὴν τῶν ὄντων Aristot. 191a25 praeter E τῆς ἀληθείας κτλ.] cf. Philop. 169,15 sq. (ubi ἀπειρίας διαλεκτικῆς) 26 ἀεὶ] aut εἶναι (sec. Aristot. 191a28) aut ἀεὶ εἶναι Spengel 27 ἢ ἐξ ὄντων ἢ ἐκ μὴ ὄντων W ante εἶναι ins. ἀμήχανον γὰρ Β 28. 29 ἀναιροῦντες—(30) προσχρώμενοι] cf. Philop. 169,26 sqq.)

30
συντιθέντες οὐδὲ εἶναι πολλὰ ἔφασαν, ἀλλὰ ἕν· εἰ γὰρ πολλά, διαφέροντα [*](150) ἔσται, τὰ δὲ τοῦ ὄντος διαφέροντα μὴ εἶναι. ἐκεῖνοι μὲν οὖν ταύτην ἔλαβον τὴν δόξαν διὰ τὰ εἰρημένα, ἡμεῖς δὲ λύομεν τὴν ἀπορίαν κατὰ δύο τρόπους. ὧν ὁ μὲν πρότερος οὗτος· τὸ ἐξ ὄντος ἢ μὴ ὄντος γίγνεσθαι ἢ τὸ μὴ ὂν ἢ τὸ ὂν γίγνεσθαι ἢ πάσχειν τι ἢ ποιεῖν, ἵνα καθολικώτερον εἴπω (λάμβανε δή μοι τὸ λεγόμενον οὐκ ἐπὶ τῆς κυρίως γενέσεως μόνον, ὡς ὅταν λέγωμεν ἄνθρωπον γίγνεσθαι, ἀλλὰ καὶ ἐπὶ πάσης ἀπλῶς, ὡς καὶ ὅταν λευκὸν γίγνεσθαι λέγωμεν ἢ μουσικόν), ταῦτα) δὴ πάντα λέγεται διχῶς καὶ δύο σημαίνει. καὶ ἵνα σοι γένηται σαφέστερον τοῦτο, ἐπὶ παραδείγματος πρῶτον κατάμαθε· λέγομεν τὸν ἰατρὸν ποιεῖν τι ἢ πάσχειν, τοῦτο δὲ διχῶς λέγομεν, ἢ καθ’ αὑτό, τουτέστι καθό ἐστιν ἰατρός, ἢ κατὰ συμβεβηκός, ὅταν μὲν θεραπεύῃ, καθ’ αὑτὸ ποιεῖ καθὸ ἰατρός, ὅταν δὲ οἰκοδομῇ, οὐ καθὸ ἰατρός, ἀλλ’ ὅτι τῷ ἰατρῷ συμβέβηκεν οἰκοδομικῷ εἶναι· πάλιν ἄν μὲν γένηται ἀπὸ ἀμελείας | ἀνίατρος, πάσχειν αὐτόν φαμεν καθὸ ἰατρός, ἂν [*](151) δὲ γίγνηται λευκός, οὐ καθὸ ἰατρός, ἀλλὰ κατὰ συμβεβηκός, ὅτι ἐκ μέλανος, ὃ συμβεβήκει αὐτῷ. καὶ τοίνυν τὸ ἐκ μὴ ὄντος γίγνεσθαι ἢ τὸ μὴ ὂν γίγνεσθαι δύο σημαίνει· ἓν μὲν ὡς ἐνυπάρχοντος τοῦ μὴ ὄντος καὶ δεχομένου τὸ εἶναι, ὅπερ ἐστὶν ἀδύνατον· καὶ τοῦτό ἐστιν ὃ σημαίνει τὸ ἐκ μὴ ὄντος γίγνεσθαι ᾖ μὴ ὄν. τοῦτο δὲ ᾤοντο δηλοῦσθαι μόνον ἐκ τῆς φωνῆς ταύτης οἱ παλαιοὶ καὶ διὰ τοῦτο ἀνῄρουν γένεσιν. ἕτερον δέ, ὡς ἐξισταμένου τοῦ μὴ ὄντος καὶ ἐκχωροῦντος τῷ ἐσομένῳ, ὡς ἐκ τοῦ ἀμούσου τὸ μουσικόν· καὶ τοῦτό ἐστι κατὰ συμβεβηκὸς ἐκ τοῦ μὴ ὄντος· τὸ γὰρ οὕτως λεγόμενον ἔκ τινος γίγνεσθαι ὡς μὴ ὑπομένοντος κατὰ συμβεβησὸς ἐκ μὴ ὄντος γίγνεται. οὕτω φαμὲν ἐκ μὴ ὄντος ἡμεῖς γίγνεσθαι τὰ γιγνόμενα, ἐπειδὴ ἐκ τῆς στερήσεως, ἥ ἐστι καθ’ αὑτὴν μὴ ὄν, ἐκχωρούσης καὶ ἐξισταμένης γίγνεται· ἢ καὶ οὕτως κατὰ συμβεβηκὸς ἐκ μὴ ὄντος, ἐπειδὴ ἐκ τῆς ὕλης ᾗ συμβέβηκε τὸ μὴ ὂν ἡ στέρησις· οὕτω δὲ δύναται καὶ ἐνυπάρχειν τὸ μὴ ὄν, ἀλλ’ οὐ τὸ καθ’ αὑτὸ μὴ ὄν, ἀλλ’ ᾦ τοῦτο συμβέβηκε, τοῦτο δέ ἐστιν ἡ ὕλη. ὡσαύτως δὲ καὶ τὸ ἐξ ὄντος γίγνεσθαι καὶ τὸ ὂν γίγνεσθαι ἁπλῶς μὲν ἀμήχανον καὶ καθὸ ὄν ἤδη γὰρ ἔστιν), κατὰ συμβεβηκὸς δὲ ἐξ ὄντος οὐδὲν ἀδύνατον. ἵνα γὰρ μᾶλλον μάθῃς ὃ λέγω, μεταβῶμεν εἴς τι παράδειγμα. ὑποκείσθω τοίνυν κύων εἰς ἵππον μεταβάλλειν ἢ ἄλλο ὁτιοῦν ζῷον εἰς ὁτιοῦν ζῷον, ὃ δὴ καὶ γίγνεται ἐπ’ ἐνίων. ὡς οὖν ἐπὶ τούτων ὁ λέγων, ὅτι ζῷον ἐκ ζῴου γίγνεται, οὐ τοῦτο λέγει, ὅτι ᾗ ζῷον (οὐ γὰρ τὸ [*](2 τὰ] τῷ a 3 τὴν ἀπορίαν] τὰ εἰρημένα Β 4 ἢ ἐκ μὴ ὄντος Aristot. 191a35 praeter E 6 δή M: δέ WBL 8 λευκὸν γίγνεσθαι λέγωμεν M: λέγωμεν λευκὸν γίγνεσθαι WBL 10 αὐτὸ ante, πρῶτον ins. BL post διχῶς add. ἡ πλεοναχῶς E Aristot. 191b2 12 καθ’ αὐτὸ] καὶ καθὸ L ποιῇ M 13 συμβέβηκε τῷ ἰατρῷ W 14 ἀπὸ M: ὑπὸ WBL ἰατρὸν M, ἄν MW: ἐὰν BL 15 γίγνηται taeite Spengel: γί(γ)νεται MWBL: γίνηται Vindob. 110 16 ὃ] ᾦ M συμβέβηκε W, συμβεβήκοι Β 18. 19 ἐκ μὴ] sic E Aristot. 191b9: μὴ ἐξ FI 22 τοῦ om. L 24 γίγνεσθαι L1 (in quo 22 τὸ—24 ὄντος om.) a in Aristot. 191b16 γίγνεταί τι, praeter F qui om. τι 28 τὸ alt. om. W 29 τὸ pr.] τὰ L 30 μὲν om. W 31 μάθῃς ὃ λέγω μᾶλλον W 32 τοίνυν] γὰρ L 33 δὴ] δὲ a 34 ὅτι alt. om. W)
31
ζῷον καθὸ ζῷον | μεταβάλλει εἰς ἄλλο ζῷον, ἄν μεταβάλλῃ εἰς ἄλλο, οὐδὲ [*](152) τὸ γιγνόμενον ζῷον ἂν γίγνοιτο, καθὸ ζῷον ἐκ ζῴου ἄν γίγνοιτο), ἀλλὰ τὸ λεγόμενόν ἐστιν ὅτι ἔκ τινος, ᾧ συμβέβηκε ζῴῳ εἶναι, ἄλλο γίγνεται ᾧ καὶ τῷ ζῴῳ εἶναι ὑπάρχει· οὕτως καὶ εἰ γίγνοιτο ὕδωρ ἐξ ἀέρος, τὸ ὂν ἐξ ὄντος γίγνεσθαι λέγεται, οὐχ ὅτι τὸ ὂν ἤδη γίγνεται οὐδὲ τὸ γιγνόμενον ἔστιν ἤδη, ἀλλ’ ὅτι ἔκ τινος, οὗ τὸ ὂν κατηγορεῖται, ἕτερον γίγνεται ᾧ καὶ αὐτὸ τὸ ὂν ὑπάρχει. ὥσπερ δὲ εἰ γίγνοιτο ζῷον, καθὸ ζῷόν ἐστιν, οὐκ ἐκ ζῴου ἂν γίγνοιτο, ἀλλὰ ἐκ μὴ ζῴου οἷον σπέρματος, οὕτως εἰ γίγνοιτο ἀπλῶς ὄν, ἐξ οὐδενὸς ἂν τῶν ὄντων γίγνοιτο, ἀλλ’ ἐκ τοῦ πάντῃ μὴ ὄντος, ὅπερ δὴ παντελῶς ἀμήχανον· οὐδ’ ἄν γίγνοιτο τὸ ἀπλῶς ὄν. καὶ ἐξ ὄντος οὖν καὶ μὴ ὄντος ἡ γένεσις καὶ τοῦτο οὐκ ἔστιν ἀντίφασις· οὐ γὰρ κατὰ ταὐτό. ἀλλ’ ἐξ ὄντος μέν, ἐπειδὴ ἕτερόν τί ἐστιν, ἐκ μὴ ὄντος δέ, ἐπειδὴ τοῦτο οὐκ ἔστιν ὃ γίγνεται, καὶ ἀπλῶς εἰπεῖν ἐκ τὶ μὲν ὄντος ὃ οὐ γίγνεται, τὶ δὲ μὴ ὄντος ὃ γίγνεται, ὥστε ἡ στέρησις καὶ ἡ τοιαύτη φύσις αὐτῆς τηρεῖ τὴν γένεσιν, οὔτε τοῦ ὄντος ᾗ ὂν γιγνομένου, διότι συνυπάρχει τῇ ὕλῃ, <οὔτε τοῦ μὴ ὄντος ᾗ μὴ ὄν, διότι οὐκ ἐνυπάρχει τῇ ὕλῃ>. εἷς μὲν δὴ τρόπος οὗτος τῆς λύσεως, ἄλλος δὲ ἐκ τοῦ δυνάμει καὶ ἐνεργεία. ἐκ γὰρ τῆς ὕλης γίνεται τὰ γιγνόμενα ἐκ τοῦ δυνάμει μὲν ὄντος, ἐνεργείᾳ δὲ μὴ ὄντος, καὶ ταύτης δὲ τῆς λύσεως ἡ τῆς στερήσεως φύσις αἰτία· αὕτη γάρ ἐστιν ἡ ποιοῦσα τὴν ὅλην δυνάμει μὲν εἶναι, ἐνεργείᾳ δὲ μή. οὔκουν πάντῃ ἀπόβλητος ἡ στέρησις πρὸς τὰς γενέσεις οὐδὲ ἐν | ἴσῃ χώρᾳ τοῖς ἄλλοις αἰτίοις τοῖς κατὰ συμβεβηκὸς [*](153) λεγομένοις, ὡς τὸ λευκὸν ἢ μέλαν, τὰ τῷ ἀνθρώπῳ συμβεβηκότα τῶ γιγνομένῳ μουσικῷ· τὰ μὲν γὰρ οὐδὲ ὅλως συντελεῖ τι πρὸς τὰ γιγνόμενα, ἡ δὲ στέρησις τὸ ὅλον τοῦτο κατὰ συμβεβηκὸς αἰτία καὶ ἀρχή· ἀδύνατον γὰρ γενέσθαι μὴ ὑπάρξαντος ἐν τῷ ὑποκειμένῳ ἐναντίου.

9. Ὥςτε μεμπτέον οὐκ ἀπεικότως τοὺς ταύτην παριδόντας τὴν φύσιν. ὅσοι μὲν * * τοίνυν ἐνεργείᾳ ποιοῦσιν τὸ ὑποκείμενον καὶ τὴν ὕλην, εἴτε [*](1 ἄλλο pr. om. BL (at cf. Simpl. 239,17) 2 ἄν γένοιτο L, quae verba delenda esse censet Spengel; mihi aptior videtur enuntiati conformatio qualis legitur apud Simpl. 239,12: οὑδὲ τὸ γινόμενον ζῷον, ἐὰν καθὸ ζῷον γίνηται, ἐκ ζῴου ἄν γίνοιτο 3 ὅτι— (7) ὑπάρχει] exscr. Philop. 179,9 sqq. 5 τὸ ἤδη ὃν Philop. (at in cod. M ὂν s. v.) οὐδὲ M: οὑδὲ ὅτι WBL 6 ὂν in ras. M 7 ᾧ] ὃ Philop. αὐτῷ Spengel; at cf. Philop. 179,14 (ubi τὸ om.) 8 οὕτως κτλ.] cf. Philop. 180,3 sqq. 9 ἀλλὰ W et ἐκ s. V.) B 10 ὅπερ δὴ] ὃ ἐπειδὴ L ἀμήχανον δὴ παντελῶς W τὸ ἀπλῶς μὴ ὃν W 11 καὶ ἐξ ὅντος—13 γίγνεται] exscr. Philop. 172,14 sqq. 12 κατὰ ταὐτὸ] κατ’ αὐτὸ Β1L 13 ὃ MBL: ἡ W ἧ Vindob. 110) 15 οὔτε —(17) ὕλῃ exscr. Philop. 181,9 sqq. 16 sq. quae uncis incl. om. MWB: e Philopno (οὔτε ἐκ μὴ ὄντος ᾗ μὴ ὃν διότι οὐκ ἔστι συνουσιωμένη ἡ στέρησις τῇ ὕλῃ) supplevit L 17 ἄλλως Β (comp.) ἐκ τοῦ δυνάμει — (19) ὄντος exscr. Philop. 181,16 sqq. 20 αὕτη κτλ.] cf. Philop. 173,21 23 ἀνθρώπῳ om. Β τῷ om. W 26 προυπάρξαντος L ἐναντίου M: τοῦ ἐναντίου WBL 28 ἐπ’ ante ἐνεργείᾳ add. L collatis, quae leguntur apud Simpl. 242,20 ὅσοι τὸ ὃν ἐν ποιοῦσιν ἡ ὅσοι πάντα ἐνεργείᾳ προυπάρχειν λέγουσι et apud Philop. 182,14, lacunam indicavi, quam WBL sarcire studuerunt verbo εἶναι post ποιοῦσιν inserto)

32
πῦρ εἴτε ἀέρα εἴτε ἄλλο τι τῶν σωμάτων, οὐχ ἥπτοντο οὗτοι τῆς στερήσεως· [*](153) Πλάτων δὲ τὴν ὕλην μηδὲν τῶν ὄντων εἶναι εἰπὼν ἐπέβαλέ πὼς καὶ τῇ στερήσει, οὐχ ἱκανῶς. συμβαίνει γὰρ αὐτῷ ποιεῖν τὰς γενέσεις ἐκ τοῦ μὴ ὄντος ᾗ μὴ ὄν· καθὸ γὰρ ἐπαινεῖ Παρμενίδην ἓν εἶναι τὸ ὂν λέγοντα καὶ τὸ παρὰ τὸ ὂν οὐκ ὄν, κατὰ τοῦτο αὖ ἐκ τοῦ ἀπλῶς μὴ ὄντος ποιεῖται τὰς γενέσεις· οὐ γὰρ οἷόν τε ἑνὸς ὄντος τοῦ ὄντος καὶ τοῦ παρὰ τοῦτο μὴ ὄντος οὐ πῇ μὴ ὄντος, οὐδὲ κατὰ συμβεβηκὸς μὴ ὄντος, ἀλλ’ ἁπλῶς μὴ ὄντος, ὡς ᾤετο Παρμενίδης, σῴζεσθαι τὴν τῆς ὕλης φύσιν, ἣ πῇ μὲν ἔστιν πῇ δὲ οὔ, καὶ δυνάμει μὲν ἔστιν, ἐνεργείᾳ δὲ οὔ. εἰ δὲ ἐκ μὲν τοῦ ὄντος τοῦ ἑνὸς ὃ μόνον ἔστιν, οὐδὲν ἄν γένοιτο ἀμετάβλητον γὰρ ἐκεῖνο), δεῖ δὲ εἴ τι γίγνεται ἐξ ἑτέρου τινὸς γίγνεσθαι, πᾶν δὲ τὸ παρ’ ἐκεῖνο τὸ ὂν οὐκ ὄν, παντελῶς ὁ τὴν μὲν δόξαν ταύτην ἀποδεχόμενος, γένεσιν δὲ εἶναι διδοὺς ἐκ τοῦ μὴ ὄντος αὐτὴν παράγει, | κἀν διαρρήδην τοῦτο μὴ λέγῃ. ἀλλ’ οὐδ’ ἐκεῖνο ὀρθῶς, [*](154) ὅτι μὴ κατὰ τὸν λόγον χωρίζει τὴν ὕλην τῆς στερήσεως, ἀλλ’ ἐπειδὴ τῷ ἀριθμῷ ταὐτόν εἰσιν, οἴεται ὁμοίως ἔχειν αὐτὰς καὶ τῷ λόγῳ καὶ τῇ δυνάμει τῆς φύσεως. ἡμεῖς μὲν γὰρ τὴν ὕλην καὶ στέρησιν ἕτερον εἶναί φαμεν καὶ τούτων τὴν ὕλην κατὰ συμβεβηκὸς μὴ ὄν, ὅτι αὐτῇ συμβέβηκεν ἡ στέρησις τῇ οὔσῃ πὼς τὸ πάντῃ μὴ ὄν· καὶ αὖ τὴν μὲν ἐγγὺς τοῦ ὄντος εἶναι (ἐγγὺς γὰρ ἐστι τοῦ συνθέτου καί πὼς ἤδη καὶ μέρος αὐτοῦ), τὴν δὲ ἀπουσίαν ἐκείνου· καὶ οὕτως οὐκ ἐκ τοῦ ἀπλῶς μὴ ὄντος ἡμῖν αἱ γενέσεις, ἀλλ’ ἐκ τοῦ κατὰ συμβεβηκὸς μὴ ὄντος καὶ δυνάμει ὄντος· οἱ δὲ τὸ μέγα καὶ τὸ μικρὸν λέγοντες, εἴτε ἓν σημαίνουσι τοῖς ὀνόμασιν εἴτε δύο, τῆς ὕλης ὅμως ἀμφότερα κατηγοροῦσιν. ἐκεῖνοι μὲν οὖν οὐ πράγματα τρία λέγουσι τὰς ἀρχὰς ἀλλ’ ὀνόματα· τὸ γὰρ μέγα καὶ τὸ μικρὸν οὐ τὸ μὲν αὐτοῖς τὴν ὕλην σημαίνει, τὸ δὲ τὴν στέρησιν, ἀλλ’ ἄμφω τὴν ὕλην, τὴν δὲ στέρησιν παρεώρων καὶ οὐ χωρίζουσι τῷ λόγῳ· ἡμεῖς δὲ πάμπολυ διαφέρειν ταῦτά φαμεν· ἡ μὲν γὰρ ὕλη μένουσα συναιτία τῇ μορφῇ τῶν γινομένων ἐστὶν ὥσπερ μήτηρ, ἡ δὲ ἑτέρα μοῖρα τῆς ἐναντιώσεως, λέγω δὲ τὴν στέρησιν, πολλάκις ἄν φαντασθείη τῷ πρὸς τὸ φθοροποιὸν αὐτῆς [*](3 οὐχ ἱκανῶς M: ἀλλ’ οὐχ ἱκανῶς WBL ex Aristot. 191b35 et Simpl. 242,22 (at οὐχ ἱκανῶς δὲ Philop. 182,13) 5 αὖ scripsi: ἂν libri μὴ ὄντος om. W 6 ποιεῖται Β1: οῖ ο ποιεῖται M, ποιοῖτο WB2L (cf. Simpl. 243,7) ἄν—ποιοῖ coni. Spengel τοῦ] τὸ Β1L1 7 τοῦτο ΒL: τούτου MW οὐ BL: ἢ MW (quo servato fortasse enuntiatum ἢ τῇ μὴ ὄντος post οὐδὲ κατὰ συμβεβηκὸς μὴ ὄντος collocandum est): ἡ (in marg. γρ ὡς) Laur. 85,18 8 σῴζεσθαι—(9) οὐ] exscr. Philop. 185,8 sqq. ἢ] οἱ W 10 εἰ δὲ ἐκ—(14) λέγη] exscr. Philop. 185,2 sqq. 14 αὐτὴν] αὐτὰ W 15 χωρίζει κατὰ τὸν λόγον M: κατὰ τὸν λόγον χωρίζει WB et χωρίζῃ) L 16 αὐτὰ W 17 τὴν om. BL 17 φαμὲν εἶναι E Αristot. 192b4 εἶναί φαμεν FI) τὴν ὕλην—(20) ἐκείνου] exscr. Simpl. 246,21 sqq. 19 αὖ τὴν scripsi πάλιν τὴν Simpl.): αὕτη MWL: αὐτὴ Β: αὐτὴν Spengel 23 εἴτε—(24) κατηγοροῦσιν] exscr. Philop. 186,4 sqq. 24 ἐκεῖνοι—(27) στέρησιν] exscr. Philop. 186,8 sqq. 27. 28 ταῦτα διαφέρειν BL 28 μὲν om. W 29 λέγω δὴ W 30 τῷ om. L φθοροποιὸν scripsi sec. Simpl. 249,7: ποιὸν MWB: κακοποιὸν (ex Aristotele 192a15 vel Simplicio 249,7) L αὐτοῦ MW)
33
ἀτενίζοντι τὴν διάνοιαν οὐδὲ εἶναι τὸ παράπαν· φθαρτικὴ γὰρ τοῦ εἶναί [*](154) ἐστι καὶ τοῦ εἴδους, ὅ ἐστιν ἑκάστῳ τὸ εὖ καὶ τὸ ἀγαθόν. καίτοι θαυμαστὸν μέν, εἰ ἔστι φθείρουσα τὸ εἶναι. θαυμαστὸν δέ, εἰ μή ἐστι ποιοῦσα τὸ γίγνεσθαι· οὐ γὰρ ἄν γίγνοιτό τι μὴ φθειρομένου τινός, ἀλλ’ ἦν ἅπαντα ἀίδια.

[*](155)

Τὰ κακὰ οὖν ἐκ ταύτης καὶ διὰ ταύτην· ἡ γὰρ ὕλη τῷ εἶναι δεκτικὴ καὶ τὸ δυνάμει ἔχειν ἀσθενεστέρα ἐστὶν ἢ ὥστε κατέχειν ἀεὶ τὰς μορφὰς ὧν μεταλαμβάνει. πόθεν οὖν μεταλαμβάνει; ὅτι ὀρέγεται τοῦ θείου καὶ ἐφίεται τοῦ ἀγαθοῦ, λέγω δὲ ἀγαθόν τε καὶ θεῖον τὸ πρῶιον εἶδος, τὸ πρῶιον αἴτιον, πρὸς ὃ πάντα νένευκεν, ᾧ σπεύδει πάντα ὁμοιωθῆναι καθ’ ὅσον ἕκαστον δύναται· δύναται δὲ ὡς πέφυκεν ἕκαστον. ἡ δὲ ἔφεσις αὕτη πῶς ἐν τῇ ὕλῃ; ἢ τοῦτό ἐστιν ἀληθινὴ ἡ πρόνοια ὄρεξιν ἐνυπάρχειν τοῦ καλοῦ τῷ αἰσχρῷ καὶ τῷ ἐνδεεῖ τοῦ αὐτάρκους, τούτῳ δὲ τῷ εἴδει τῷ πρώτῳ καὶ ἀύλῳ καὶ χωριστῷ καὶ τοῖς παρὰ τούτου χορηγουμένοις τοῖς ἐνύλοις ἐναντίον μέν ἐστιν ἡ στέρησις, ἡ δὲ ὕλη νένευκεν ἐπ’ αὐτὸ καὶ ὀρέγεται; εἰ δὲ ἔχει τὴν στέρησιν ἐν τῇ φύσει, τῆς ἑαυτῆς φθορᾶς ἄν ἐφίοιτο· φθορὰ γὰρ τοῦ ἐναντίου ἡ παρουσία τοῦ ἐναντίου· εἰ γὰρ δὴ οὐκ ἄλλο τι ἡ στέρησις, ἀλλὰ ταὐτὸν ἀκριβῶς τῇ ὕλῃ, πῶς σῴζοιτο ἂν ἐν τῷ τινος εἴδους μεταλαμβάνειν; ὅτι φησί, καὶ τότε ἐνυπάρχει περὶ αὐτήν· ἄλλου γὰρ ἐστέρηται πάντως ἡ ὕλη, καὶ εἰ τοῦδέ τινος μεταλαμβάνει, εἴπερ ἐν τῷ λόγῳ τῆς ὕλης ἡ στέρησις οὐχὶ τοῦδέ τινος ἀλλὰ πάντων ὁμοίως ἄν εἴη. φθείροιτ’ ἂν οὖν κἂν > τι μὲν ἔχοι τῶν εἰδῶν, τὶ δὲ μή. εἰ οὖν μηδὲ τὸ εἶδος ἐφίεται ἑαυτοῦ οὐδὲ γὰρ ἐπιδεὲς ἑαυτοῦ) μήτε τὸ ἐναντίον φθαρτικὰ γὰρ ἀλλήλων τὰ ἐναντία), λείπεται τὴν ὕλην εἶναι τὴν ὀρεγομένην τοῦ εἴδους, ὥσπερ ἄν εἰ θῆλυ ἄρρενος ἢ αἰσχρὸν καλοῦ· αἰσχρὸν δὲ οὐχ ὡς αἰσχρότης· οὐ γὰρ καθ’ αὑτὴν αἰσχρόν, ἀλλὰ κατὰ συμβεβηκὸς ᾗ μετέχει τῆς στερήσεως.

[*](156)

Φθείρεται δὲ καὶ γίγνεται ἡ ὕλη ἔστι μὲν ὡς, ἔστι δὲ οὔ κατὰ συμβεβηκὸς μὲν γὰρ φθείρεται, ἐπειδὴ τὸ συμβεβηκὸς αὐτὸ φθείρεται καθ’ αὑτό, τοῦτο δέ ἐστιν ἡ στέρησις· φθείρεται οὖν ἐπειδὴ τὸ ἐν αὐτῇ φθείρεται, ὡς τὸν ἀμφορέα φθείρεσθαί φαμεν, ὅταν ὁ ἐν αὐτῷ οἶνος φθαρῇ, κατὰ δὲ τὴν οἰκείαν φύσιν οὐ φθείρεται· οὐδέποτε γὰρ ἀπόλλυσι τὸ δυνάμει, [*](1 ἐνατενίζοντι L2a φθαρτικὴ—(2) ἀγαθόν] cf. Philop. 187,5 sq. 2 καὶ ante τὸ ἀγαθόν om. W θαυμαστὸν — (5) ἀίδια] exscr. Philop. 187, 15 sqq. ὡς ὁ Θεμίστιός φησι) 3 μέν om. W φθείρεσθαι W 4 ante φθειρομένου add. καὶ WB (in quo φθειρουμένου); at cf. Philop. 1. c. 6 τῷ Laur. 85,14: τῆς MW: τῷ τῆς BL 9 ἐμφίεται L 11 ὡμοιωθῆναι Β ἕκαστον om. L: in ras. Β2 12 ἀληθινὸν W 14 χωριστῷ καὶ ἀύλῳ W περὶ W 16 ἔχοι L2a 18 εἰ L: οὐ MWB 20 ἐνυπάρχει L: ἐνυπάρχειν MWB 21 καὶ εἰ scripsi: καὶ MWB: κἄν L μεταλαμβάνῃ h (in B compendium scripturae) 22 πάντα W φθείροιντ᾿ W 23 εἰ addidi ἔχοι M: ἔχει W: ἔχῃ BL μηδὲ] μήτε Spengel; cf. ind. i. V. οὐδὲ 24 οὐδὲ] οὐ W 26 εἰ om. W 28 ἡ superscr. Β ante ἔστι add. καὶ W ante οὔ add. ὡς L2a (ex Aristot. 192a26) 29 αὐτὸ M (cf. Philop. 190,11): αὐτῇ WBL 31 ὡς—φθαρῇ] exscr. Simpl. 253,21 sq. Comment. Arist. V 2 Themist. in Phys. 3)

34
ἀλλ’ ἄφθαρτος καὶ ἀγένητος. εἴτε γὰρ γίγνεται, ὑποκεῖσθαί τι δεῖ [*](150) πρῶτον ἐξ οὗ ἐνυπάρχοντος γίνεται, τοῦτο δέ ἐστιν αὐτή, ὥστε πρὶν γενέσθαι ἔστιν· εἴτε φθείρεται, εἰς τοῦτο ἀφίξεται ἔσχατον, ὥστε ἐφθαρμένη ἐστὶ πρὶν φθαρῆναι. καὶ περὶ μὲν ὕλης ἀρκείτω ταῦτα, ὅτι ἄφθαρτος, ὅτι ἀγένητος, ὅτι ἕτερον τῆς στερήσεως, ὅτι πρῶτον ὑποκείμενον, ἐξ οὗ πρῶτον γίγνεται ἕκαστον ἐνυπάρχοντος μὴ κατὰ συμβεβηκός, τοῦτο δὲ ὃ προστεθείκαμεν πρὸς ἀντιδιαστολὴν τῆς στερήσεως· γίγνεται γὰρ καὶ ἐκ τῆς στερήσεώς τι, ἀλλὰ κατὰ συμβεβηκός. περὶ δὲ τῆς κατὰ τὸ εἶδος ἀρχῆς, πότερον μία ἢ πολλαὶ καὶ τίνες εἰσίν, οὐκέτι φυσικοῦ διορίσαι, ἀλλὰ τῆς πρώτης φιλοσοφίας· περὶ δὲ τῶν φυσικῶν καὶ φθαρτῶν εἰδῶν, ἃ μηδὲ κυρίως ἀρχαί, ἀλλὰ τῶν ἐν γενέσει καὶ ὡς στοιχείων ἐν τοῖς ὕστερον δεικνυμένοις ἐροῦμεν.

[*](1 ἀγένητος W: ἀγέννητος MBL ἐγίγνετο Aristot. p. 192a29; cf. Diels Zur Textgesch. p. 5 2 τὸ ἐξ οὗ Aristot. 192a29 FI ἐξ οὗ E) γίνεταί τι (sec Aristot. ib. 32 et Simpl. 254,3) et postea γενέσθαι ἔσται (sec. Aristot. ib. 33 Spengel (at ἔστι Simpl. 254,5 et M Philop. 190,32) αὐτή MWL2a: αὕτη (!) Β: αὐτὸ L1 5 ἀγένητος MW: ἀγέννητος BL 9 πολλά L 10 καὶ τῶν φθαρτῶν FI Aristot. 192b1 (cf. Diels Zur Textgesch. p. 8) μηδὲ] μὴ L)
35

1. Ἄλλην τοίνυν ἀρχὴν ποιησάμενοι τῆς προύσης θεωρίας οἰκειοτέραν πειραθῶμεν ἀποδοῦναι, τί ποτέ ἐστι τοῦτο ὃ καλοῦμεν φύσιν. ἔστι δὴ τῶν ὄντων τὰ μὲν διὰ φύσιν, τὰ δὲ δι’ ἄλλας αἰτίας· δι’ ἄλλας μὲν αἰτίας οἷον κλίνη βάθρον στρατηγία θησαυροῦ εὕρεσις τούτων γὰρ τὰ μὲν διὰ τέχνην ἐστί, τὰ δὲ διὰ τύχην, τὰ δὲ διὰ προαίρεσιν), διὰ φύσιν δέ ἐστι τά τε ζῷα καὶ τὰ μέρη τούτων· τῶν γὰρ φύσει καὶ τὰ μέρη φύσει καὶ οὐχ ὥσπερ ἐπὶ τῶν τεχνητῶν, οἰκία μὲν διὰ τέχνην, λίθοι δὲ οὐκέτι. καὶ τὰ φυτὰ διὰ φύσιν, ἔτι δὲ καὶ τὰ ἁπλᾶ τῶν σωμάτων, γῆ, πῦρ, ὕδωρ, ἀήρ. εἰ δὲ λάβοιμεν, τίνι διαφέρει τὰ φύσει τῶν μὴ φύσει, τοῦτ’ ἄν εἴη φύσις. διαφέρει δὲ τῷ τὰ μὲν φαίνεσθαι ἐν αὐτοῖς ἀρχὴν ἔχοντα καὶ αἰτίαν κινήσεως τε καὶ στάσεως· φανερώτατα μὲν τὰ ζῷα· καὶ γὰρ κινεῖται τόπον ἐκ τόπου καὶ αὔξεται καὶ φθίνει καὶ ἀλλοιοῦται ἐκ τῆς | ἐν αὐτοῖς αἰτίας· τὰ φυτὰ δὲ τὰς μὲν ἄλλας ἔχει κινήσεις, τῆς δὲ [*](158) μεταβατικῆς κατὰ τόπον ἀφῄρηται, ὥσπερ γε καὶ τὰ ἀπλᾶ τῶν σωμάτων μόνην ἐξ αὐτῶν ἔχει τὴν κατὰ τόπον. οὐ μόνον δὲ κινεῖται, ἀλλὰ καὶ ἵσταται διὰ τῆς ἐν αὐτοῖς αἰτίας τὰ φυσικὰ σύμπαντα σώματα ἐκτὸς τοῦ θείου· τοῦτο γὰρ κινήσεως ἀρχὴν ἔχει μόνον ἐν ἑαυτῷ, κλίνη δὲ καὶ ἱμάτιον καὶ εἴ τι τοιοῦτον ἄλλο γένος ἐστίν, καθ’ ὅσον μὲν κλίνη λέγεται καὶ ἱμάτιον, οὐδεμίαν ἀρχὴν ἔχει μεταβολῆς ἔμφυτον· ἠρεμεῖ γὰρ ἀεὶ τὸ εἶδος τὸ ἐκ τῆς τέχνης ἐπιτεθέν, καθ’ ὅσον δὲ συμβέβηκεν αὐτοῖς λιθίνοις ἢ γηίνοις εἶναι ἢ μικτοῖς ἐκ πλειόνων στοιχείων, κατὰ τοῦτο ἂν καὶ κάτω [*](1 ΘΕΜΙΣΤΙΟΥ] τοῦ αὐτοῦ M; de ceteris libris cf. Praef. 4. 5 δι’ ἄλλας μὲν αἰτίας om. W 5 post στρατηγία add. πολιτεία BL; cf. Simpl. 261,15 κλίνην οἰκίαν αὔλησιν 7 δὲ] cf. E Aristot. 192 b 9 et Philop. 202,22 μέρη τούτων MW μέρη αὐτῶν Aristot. et Philop. 1. c.): τούτων μέρη BL (cum Simpl. 261,29) τῶν γὰρ κτλ.] ex Alexandro * (cf. Simpl. 261,29 sqq.) 8 τεχνητῶν Laur. 85,14 e corr.: τεχνητῶν M: τεχνιτῶν BL: τεχνῶν W 10 δὲ M: δὴ WBL (cf. Simpl. 261,9 et 266,6; Philop. 195,51 sq.) 11 τῷ] τὸ M 12 τε] ’δε vel γε Β φανερώτατον a (in L compendium scripturae) 13 καὶ γὰρ—(18) ἑαυτῷ] exscr. Philop. 203,5 sqq. 14 αὑτοῖς tacite Spengel, αὐτῆς W τὰ φυτὰ—(16) τόπον] ex Alexandro (cf. Simpl. 265,1 sqq.) κινήσεις ἔχει Β (corr m. 1) 15 κτὰ] τῆς κατὰ Philop. γε καὶ] om. Philop. (praeter L, in quo καὶ) 18 θείου] e Porphyrio (cf. Simpl. 264,30) τοῦτο—ἑαυτῷ] ut E Aristot. 192b 13 19 καὶ εἴ] ἤ Ε Aristot. 192a16 καθόσον—λέγεται] cf. Philop. 203,17; Simpl. 265,12 ante κλίνη add. ἡ W 20 ἀρχὴν] ὁρμὴν Aristot. 192 b 18 (cf. SimpL 265,15) ἠρεμεῖ—(21) ἐπιτεθὲν] exscr. Philop. 203,21 22 εἶναι ante λιθίνοις E Aristot. 192 b 19 κατὰ] καὶ κατὰ E Aristot. 1 92 b 20 3*)

36
φέροιτο ἀφεθέντα καὶ εἰς σηπεδόνα ἂν μεταβάλλοι, ὥστε εἴη ἂν ἡ φύσις [*](158) ἀρχὴ καὶ αἰτία τοῦ κινεῖσθαι καὶ ἠρεμεῖν ἐν οἷς ἐστίν. ἆρα οὖν φυσικὸν σῶμα ὁ ἀνδριὰς (φέροιτο γὰρ ἄν κάτω) καὶ ἔχει τὴν αἰτίαν ἐν ἑαυτῷ τῆς κινήσεως; ἢ οὐκ ἐν ἑαυτῷ πρώτῳ καθὸ λέγεται ἀνδριάς, ἀλλ’ ἐν τῷ χαλκῷ; ἀλλ’ ἡ ναῦς ἣν ὁ κυβερνήτης κινεῖ, πῶς οὐ ταύτην τὴν κίνησιν φύσει ἕξει, ὅσον γε ἐπὶ τῷ λόγῳ; ἐν αὐτῇ γάρ ἐστιν ὁ κυβερνήτης καὶ ἐν αὐτῇ πρώτη· οὐ γὰρ ἐν ἄλλῳ τινὶ καὶ πρὸ τῆς νεώς· οὐ γὰρ τὴν κυβερνητικὴν λέγω· αὕτη μὲν γὰρ ἐν πρώτῃ ἄν εἴη τῇ ψυχῇ, ἀλλὰ τὸν κυβερνήτην τὸν κατέχοντα τὸ πηδάλιον. ἀλλὰ ῥητέον ὡς οὐ καθ’ αὑτὴν ἡ ναῦς ὑπὸ τοῦ κυβερνήτου κινεῖται· οὔτε γὰρ ἐν τῷ λόγῳ τῆς νεὼς ὁ κυβερνήτης οὔτε ἡ ναῦς ἐν τῷ λόγῳ τοῦ κυβερνήτου, οἵπερ ἦσαν δύο τρόποι τοῦ καθ’ αὑτό. διὸ καὶ χωρίζεται κυβερνήτης νεώς, ἐπεὶ μὴ καθ’ αὑτὸ ὑπάρχει τῇ νηί, ἐπεὶ καὶ ὁ νοσῶν ἰατρὸς | καὶ ἑαυτὸν ὑγιάζων ἐν [*](159) ἑαυτῷ μὲν ἔχει πρώτῳ τὴν κινοῦσαν ἀρχήν, τουτέστι τὴν τέχνην, ὑγιάζεται δὲ καὶ κινεῖται οὕτως οὐ καθ’ αὑτό· οὐ γὰρ ἡ νοσεῖ πᾶς γὰρ ὁ νοσῶν ὑγιάζετο ἄν ὑφ’ ἑαυτοῦ), ἀλλ’ ᾗ συμβέβηκε τῷ νοσοῦντι καὶ ἰατρῷ εἶναι. διὸ καὶ χωρίζεται ταῦτα ἀπ’ ἀλλήλων, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον τῶν ποιουμένων· ποιούμενα γὰρ ὀνομάζω τὰ τεχνικά· οὐδὲν γὰρ αὐτῶν ἔχει ἐν ἑαυτῷ τὰς ἀρχὰς τῆς ποιήσεως, ἀλλὰ τὰ μὲν ἐν ἄλλοις καὶ ἔξωθεν ἔχει, οἷον οἰκία καὶ τῶν ἄλλων τῶν χειροκμήτων ἕκαστον, τὰ δὲ ἐν αὑτοῖς μέν, ἀλλ’ οὐκ ἐν πρώτοις οὐδὲ καθ’ αὑτό, ὥσπερ εἰρήκαμεν. διὰ δὴ ταῦτα γνωριμώτερον ποιητέον τὸν ὁρισμόν, ὅτι φύσις ἐστὶν ἀρχὴ καὶ αἰτία τοῦ κινεῖσθαι καὶ ἠρεμεῖν ἐν ᾧ πρώτως ὑπάρχει καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός. φύσις μὲν οὖν τοῦτό ἐστιν, φύσιν δὲ ἔχει ὅσα τὴν τοιαύτην ἔχει ἀρχήν· καί εἰσι ταῦτα πάντα οὐσία· σύνθετα γὰρ ἤδη ἐξ ὕλης καὶ εἴδους ἐστίν· ἡ γὰρ φύσις ἀεί τι ὑποκείμενον ἔχει καὶ ἐν ὑποκειμένῳ [*](2 οἶσά· M ἄρα Β 3 γὰρ post ἄν L, om. Laur. 85,18 4 πρώτως Aristot. 192 b 22 (cf. quae adn. Diels ad Simpl. 266,4) καθὸ scripsi: καὶ οὐ MW: καὶ εἰ Β: καὶ L1: καὶ ᾖ L2a 5. 6 φύσει ταύτην ἕξει τὴν κίνησιν L 7 πρὸ τῆς] πρώτης a 8 μὲν om. W εἴη L: ᾖ MWB. confidentius de hoc loco agerem, si minus obscura essent, quae de Alexandri opinione tradidit Simpl. (268, 13 sqq.). Philoponus (196,26 sqq.) Themistium sequi nec tamen eius rationes intellegere videtur 9 ἑαυτὴν L 12 διὸ] διὰ τοῦτο BL 12. 13 καθ’ ἑαυτὸ FI Aristot. 192b22 13 ἐπεὶ suspectum est; aut e v. 29 male repetitum est aut aliquid intercidisse videtur ἰατρὸς] ἰατρός τις EI Aristot. 192b24: τις om. F 14 πρώτῳ L: πρῶτον MWB 15 πᾶς—(16) ἑαυτοῦ] of. Philop. 204,10 17 ἀπ’ om. I Aristot. 192b27 19 αὐτῶν] αὐτὸν B, om. L ποιήσεως] κινήσεως Laur. 85,18, quod et hic et apud Aristot. 192b29 restituendum esse censet Spengel 20 ἔχει] ἔχειν M: om. L (sec. Aristot. l. c.) 21 καθ’ αὑτὸ M (cf. Simpl. 266,12): καθ’ αὐτὰ WBL 22 δὴ] δὲ L ἀρχὴ—καθ’ αὐτὸ (23)] cf. Philop. 204,24 sq. 23 πρώτῳ dubitanter Spengel (cf. quae adn. ad v. 4) καὶ om. Β 24 κατὰ om. Ε Aristot. 192b22 τὴν om. EF Aristot. 192 b 34 (habet I) 25 εἰσι] ἔστι Aristot. 192b33 ταῦτα πάντα MWB et FI Aristot. 192b33: πάντα ταῦτα L etE Aristot. (cf. Simpl. 270,8) οὐσία ML: οὐσίαι WB (cf. Simpl. 270,3 et 11, ubi aF οὐσία) σύνθετα κτλ.] ex Alexandro (cf. Simpl. 270,15))
37
ἐστίν, ἐν ὑποκειμένῳ δὲ οὐχ ὡς τὰ συμβεβηκότα, ἀλλ’ ὅτι ἀρχὴ [*](159) ἔνυλος, οὐ τῶν καθ’ αὑτὸ ἀσωμάτων. κατὰ φύσιν δὲ λέγεται τά τε φύσιν ἔχοντα καὶ πρὸς τούτοις αἱ τῶν φύσιν ἐχόντων κατὰ φύσιν ἐνέργειαι, οἷον τοῦ πυρὸς ἡ ἄνω φορά· οὕτε γὰρ φύσις τοῦτο (ἡ γὰρ τῆς φορᾶς ἀρχὴ φύσις, οὐκ αὐτὴ ἡ φορά) οὔτε ἔχει φύσιν οὐ γὰρ ὑποκείμενόν τί ἐστιν ἡ ἐνέργεια), κατὰ φύσιν δέ ἐστιν, ὥστε ἐπὶ πλεῖον τὸ κατὰ φύσιν λέγεται τοῦ φύσιν ἔχειν. λέγεται δὲ τὸ ‘κατὰ φύσιν’ καὶ ‘φύσει᾿, ἀλλὰ τούτου γε | ἐπ’ [*](160) ἔλαττον· φύσει γάρ ἐστίν τινα οὐκ ὄντα κατὰ φύσιν, ὡς τὰ ἐκ γενετῆς πηρώματα. ἔστι μὲν γὰρ καὶ ταῦτα ἔργα τῆς φύσεως, σφαλλομένης δὲ καὶ οὐχ ᾗ πέφυκε προιούσης. ταῦτα μὲν διωρίσθω· ὡς δ’ ἔστιν ἡ φύσις, πειρᾶσθαι δεικνύναι γελοῖον· φανερὸν γὰρ ὅτι πολλὰ τοιαῦτα τῶν ὄντων ἐστίν, ἃ διὰ φύσιν ἐστὶ καὶ φύσει, καὶ ἅμα οὐδὲν ἐναργέστερόν ἐστι τούτου, διὰ δὲ ἀφανεστέρου τὸ φανερὸν ἐπιδεικνύναι οὐκ εἰδότων ἐστὶν χρείαν ἀποδείξεως οὔτε κρίνειν τὸ δι’ αὑτὸ καὶ μὴ δι’ αὑτὸ γνώριμον. τοῦτο δὲ ἄν τις καὶ περὶ χρωμάτων ἀξιώσειε πηρὸς ὢν ἐκ γενετῆς, ὥστε συλλογισμῷ μαθεῖν ὅτι τὰ χρώματα ὄντα ἐστίν· ἀλλ’ εἰ καὶ ἑώρα, περιττὸς ἄν ἦν ὁ συλλογισμός· νῦν δὲ ὀνομάτων ἀκούσεται μόνον, χρώματα δὲ αὐτὸν ὁ συλλογισμὸς οὐ διδάξει· οὐ γὰρ συλλογισμῷ χρώματα, ἀλλ’ ὄψει κρίνεται. εἰ δή τις καὶ τὸν νοῦν πηρὸς ὢν τὰ ἐναργῆ μὴ † καθορᾶν, τούτῳ κἄν συλλογισμοὺς παρεχώμεθα, λόγους μὲν ἐροῦμεν, πράγματα δὲ αὐτὸν οὐ διδάξομεν. τοῦτο μὲν δὴ ἄνευ λόγου θετέον.

Ζητητέον δὲ ἐκεῖνο, πότερον ἕν τι σημαίνει πρᾶγμα ἡ φύσις ἢ τῶν πολλαχῶς λεγομένων ἐστίν. ἔοικε δὲ ὁμωνυμία τις ἐμφαίνεσθαι τῷ ὀνόματι· λέγεται δὲ ἕνα μὲν τρόπον ἡ ὕλη φύσις, διττὴ δὲ αὕτη, ἡ μὲν τῶν ἐπὶ μέρους καὶ τινὸς ὕλη τις ἀμόρφωτος μὲν πρὸς ἕτερον, οὐ μὴν ἁπλῶς, ὡς οἰκίας πλίνθοι, πλίνθων δὲ γῆ καὶ ὕδωρ, φυτοῦ δὲ τὰ στοιχεῖα· ἡ δὲ ἀνωτάτω καὶ ἁπλῶς ἀνείδεος οὖσα. ἄλλον δὲ τρόπον ἡ μορφὴ καὶ τὸ εἶδος καὶ ἡ κατὰ τὸν λόγον οὐσία. τρίτη δὲ ἡ κατὰ τὴν γένεσιν λεγομένη | καλεῖται φύσις, αὕτη δέ ἐστιν ἡ ἐπὶ τὸ εἶδος καὶ τὴν μορφὴν κίνησις [*](161) καὶ ὁδός. ἄλλη δὲ ἡ ταύτης αἰτία τῆς κινήσεως ἐνυπάρχουσα ἑκάστῳ τῶν φύσει ὄντων, ἥτις δὴ καὶ μάλιστα φύσις λέγεται. λέγεται δὲ καὶ πᾶσα οὐσία φύσις ὁπωσδήποτε συνεστῶσα, εἴτε ἁπλῆ εἴτε σύνθετος. περὶ μὲν οὖν τῶν ἄλλων ἔνθα ἂν παρῇ λέξωμεν, νῦν δὲ περὶ τῆς ὕλης καὶ τοῦ [*](2 οὐ M: καὶ οὐ WBL καθ’ αὐτὸ M: καθ’ αὐτὰ WBL κατὰ φύσιν MWB: κατὰ τὴν φύσιν L 4 φορᾶς ἀρχὴ WBL: φύσεως ἀρχὴ M 5 τί bis scr. in M 6 ὥστε—(7) ἔχειν] exscr. Philop. 200,7 7 τοῦτο L 8 φύσει κτλ.] cf. Simpl. 271,12; Philop. 200,8 10 διορίσθω MB 12 ἐναργέστερόν L: ἐνεργέστερόν 13 ἀφανεστέρων L χρείας L 15 καὶ περὶ χρωμάτων ἄν τις W πηρὸς ὢν] τυφλὸς ὢν W ex Aristot. 193a7 (ubi ὢν τυφλὸς ΕΙ) 17 μόνων BL 19 ἐναργῆ] ἐν αὐτὴ L (at ἐναργῆ a) καθορᾶν M (quod servari possit vocabulo ὥστε vel ὡς post ὢν inserto, ita ut ad πηρὸς ὢν tacite addatur τοῦτο ἀξιώσειε e v. 11): καθορῶν WBL, unde καθορῴη Spengel 21 μὲν] γὰρ W 22 ζητητέον κτλ.] cf. Philop. 207,19 sq. ἐκεῖνο M: ἐκεῖνο μᾶλλον WBL 24 δὲ] γὰρ L 29 ἡ· M 33 παρῇ MB: παρήσοι W: παρῇ, πῶς L λέξομεν L post ὕλης add. τε BL)

38
εἴδους ἐπισκεπτέον, τί μᾶλλον ἄν νοοῖτο φύσις. ἐνίοις μὲν γὰρ ἡ ὕλη φύσις [*](161) μᾶλλον δοκεῖ, οἷον κλίνης φύσις τὸ ξύλον, ἀνδριάντος δὲ ὁ χαλκός. κατὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ ὕδατος φύσις τὸ πρῶιον αὐτῷ ὑποκείμενον ἀμορφώτατόν τε καὶ ἀσχημάτιστον· σημεῖον δέ φησιν Ἀντιφῶν, ὅτι εἴ τις κατορύξειε κλίνην καὶ λάβοι δύναμιν ἡ σηπεδών, ὥστε ἀφεῖναι βλαστόν, οὐκ ἄν γενέσθαι κλίνην ἀλλὰ ξύλον, ὡς τοῦτο μὲν κατὰ συμβεβηκὸς ὑπάρχον αὐτῷ, τὴν κατὰ ῥυθμὸν διάθεσιν· ῥυθμὸν γὰρ καλεῖ τὴν μορφήν, τὴν δὲ οὐσίαν ἐκείνην οὖσαν, ἣ διαμένει ταῦτα πάσχουσα συνεχῶς. εἰ δὲ καὶ ἄλλο τι πρὸς τὸ ξύλον λόγον ἔχει, ὥσπερ τὸ ξύλον πρὸς τὴν κλίνην, οἱονεὶ ὥσπερ αὐτὸ ὑπόκειται τῇ κλίνῃ, οὕτως ὕδωρ ἢ γῆ ἢ τῶν ἄλλων ὁτιοῦν ὑπόκειται τῷ ξύλῳ, ἐκεῖνα τὴν φύσιν εἶναι τοῦ ξύλου ὥσπερ τὸ ξύλον τῆς κλίνης. διὰ τοῦτο ὅσοι μὲν πῦρ ἐνόμισαν τὴν ὕλην τῶν ὄντων, καὶ φύσιν τοῦτο ἐνόμισαν τῶν ὄντων· ὅσοι δὲ ὕδωρ ὕλην, ταὐτὸν καὶ φύσιν· ὅσοι δὲ πλείους τὰς ὕλας, πλείους καὶ τὰς φύσεις, τὰ δὲ ἄλλα πάντα πάθη τούτων καὶ ἕξεις καὶ διαθέσεις· δεῖ μὲν γὰρ ἀεὶ τὴν φύσιν σῴζεσθαι τῶν ὄντων, τοιοῦτον δὲ τὸ | πρῶτον ὑποκείμενον μόνον, [*](162) τὰ δὲ ἄλλα γίνεται καὶ φθείρεται ἀπειράκις. οὗτοι μὲν οὖν τοῦτον τὸν τρόπον τὴν ὕλην προσοικειοῦσι τῇ φύσει.

Οἱ δὲ ὑπὲρ τοῦ εἴδους ἱστάμενοι καὶ τοῦτο ἀληθέστερον λέγεσθαι φύσιν ὑπολαμβάνοντες πρότερον κέχρηνται τοῖς ἐπὶ τῶν τεχνητῶν παραδείγμασιν. ὡς γὰρ ἐπ’ ἀνδριάντος καὶ νεὼς καὶ τῶν ὑπὸ τέχνης δημιουργουμένων εὕροις ἂν οὐκ ἐν τῇ ὕλῃ τὴν τέχνην, ἀλλ’ ἐν τῷ εἴδει, οὕτω καὶ ἐπὶ φυτοῦ καὶ ἐπὶ ζῴου καὶ τῶν ὑπὸ φύσεως γινομένων εὕροις ἂν οὐκ ἐν τῇ ὕλῃ τὴν φύσιν ἀλλ’ ἐν τῷ εἴδει· καὶ καθάπερ ἐπὶ τῶν τεχνητῶν τὸ εἶδός ἐστιν ἡ τέχνη, οὕτως ἐπὶ τῶν φυσικῶν τὸ εἶδός ἐστιν ἡ φύσις· οὐ γὰρ τὰ ξύλα τῆς νεὼς τέχνη οὐδὲ ὁ χαλκὸς τοῦ ἀνδριάντος, ἀλλὰ τὸ σχῆμα καὶ ἡ μορφή· τοῦτο γάρ ἐστι τὸ κατὰ τέχνην γεγονὸς καὶ τεχνικόν. οὕτως οὖν οὐδὲ τὸ πρῶτον ὑποκείμενον ἡ φύσις, ἀλλ’ ὁ λόγος ἑκάστου καὶ τὸ τί ἦν εἶναι· τοῦτο γάρ ἐστι τὸ κατὰ φύσιν γεγονὸς καὶ τὸ φυσικόν· οὔτε γὰρ ὁ χαλκὸς τέχνην ἔχει, πρὶν τὸ εἶδος τοῦ ἀνδριάντος [*](26) λαβεῖν, οὔτε ἡ ὕλη φύσιν, πρίν τινα μορφὴν ὑποδέξασθαι, οἱονεὶ δυνάμει σάρξ καὶ τὸ δυνάμει ὀστοῦν, ὅταν γένηται ὀστοῦν ἐνεργείᾳ. εἰ δὲ [*](1 νοοῖτο M ο alt. e corr.) post γὰρ add. ἄν L 2 δοκεῖ M ε in ras.): δοκεῖ— εἶναι EI Aristot. 198 a 10 (εἶναι om. F) 5 ἀφεῖναι libri et DE Simpl. 274,3: ἀνεῖναι Aristot. 193a14 et aF Simpl. 6 ὡς om. W 8 οὐσίαν (ut Aristot. 193a 16) M: οἰκείαν οὐσίαν WBL 10 οἱονεὶ MB et (οἷον εἰ) WL2: οἷον L1a 14 καὶ φύσιν om. W 15. 16 τὴν φύσιν ἀεὶ Β et αἰεὶ) L 16 μόνον om. L 18 τὴν ὕλην προσοικειοῦσι M: προσοικειοῦσιν τὴν ὕλην WBL 20 τεχνῶν W: τεχνιτῶν L 24 φύσιν] τέχνην M (prave e v. 8 illatum) 25 post οὕτως add. καὶ L 27 ἀλλὰ —γεγονὸς] exscr. Philop. 215,1 sqq. γενόμενον Philop. 28 τεχνικός a: τὸ τεχνικόν Laur. 85,18 (ex Aristot. 193a32) 30 πρὶν] πρὸς L1a 31 οἱονεὶ MWB: οἷον ἡ L 32 καὶ τὸ δυνάμει ὀστοῦν om. M. Spengel γένηται <σὰρξ καὶ> ὀστοῦν sec. Simpl. 276,20 supplendum esse coni.; mihi Philopono potius, qui solius carnis mentionem fecit 215,3, obtemperandum atque δυνάμει σάρξ, ὅταν γένηται σὰρξ ἐνεργείᾳ scribendum esse videtur εἰ δὲ—(39,2) φύσις] exscr. Philop. 215,4 sq.; Simpl. 276,21 sq.)

39
ἅμα τῷ τὸ εἶδος λαβεῖν καὶ ἔχει φύσιν καὶ κατὰ φύσιν ἐστίν, τὸ εἶδος ἄν [*](162) εἴη ἡ φύσις. εἰ δὲ οὐχ ὡς σχῆμα οὐδὲ ὡς εὐειδὲς ἐλέγομεν ἡ δυσειδές, ἀλλὰ καθ’ ὃ ἕκαστον ὁριζόμενοι τὸ τί ἐστιν ἀποδίδομεν· καὶ γὰρ αὗ καὶ τοῦτο ἰστέον, ὅτι φύσις μὲν ἑκάστου τὸ εἶναι ἑκάστου καὶ καθό ἐστιν ἕκα | στον ὅ ἐστιν. ἔστι δὲ ἕκαστον ὅ ἐστι κατὰ τὸ εἶδος, οὐ κατὰ τὸ ὑποκείμενον· [*](163) ὥστε τὸ εἶδος ἡ φύσις. τοῦτο δὲ ἡμεῖς τὸ εἶδος οὐκ ἐλέγομεν χωριστὸν καθ’ ὑπόστασιν, ἀλλὰ κατὰ λόγον, τὸ δὲ ἐκ τούτου καὶ τῆς ὕλης φύσις μὲν οὐκ ἔστιν, φύσει δέ· τὸ γὰρ εἶδος καὶ ἡ ὕλη συνδυασθέντα οὐκέτι λέγονται φύσις, ἀλλὰ τὸ γενόμενον ἐκ τούτων, οἷον τὸ φυτὸν καὶ τὸ ζῷον φύσει μὲν εἶναι λεχθήσεται, οὐκέτι δὲ φύσις. καθ’ ἑαυτὸ μέντοι γε ἕκαστον καὶ ἰδίᾳ λαμβάνοντι μᾶλλον φύσις τὸ εἶδος τῆς ὕλης. εἰ γοῦν ἔτι γίγνοιτό τι καὶ φύοιτο πρὶν ἅπαν τὸ εἶδος ἀπολαβεῖν, λέγομεν οὔπω τὴν αὑτοῦ φύσιν ἔχει’ ἕκαστον γὰρ τότε καὶ ἔστι καὶ εἶναί τι λέγεται, ὅταν ᾖ ἐντελεχείᾳ, τουτέστιν ὅταν ἀπειλήφῃ τὴν αὑτοῦ φύσιν καὶ τελειότητα, τὸ δὲ εἶδος ἡ τελειότης, ὥστε καὶ συλλογισαίμεθα ἄν, οὗ τῇ παρουσίᾳ τὰ φύσει ὄντα φύσει ἐστί, τοῦτο ἔστι φύσις· τῇ δὲ τοῦ εἴδους παρουσίᾳ τὰ φύσει ὄντα φύσει ἐστί, τὸ εἶδος ἄρα φύσις. πρὸς Ἀντιφῶντα δὲ οὐ χαλεπὸν εἰπεῖν, ὡς εἰ διὰ τοῦτο τὴν ὅλην ᾤετο φύσιν, ὅτι γένοιτο ἂν ἐκ κλίνης, εἰ λάβῃ σηπεδόνα βλάστημα, τὸ ξύλον οὐ κλίνη, γίνεται δὲ καὶ ἐξ ἀνθρώπου ἄνθρωπος, πῶς οὐκ ἂν εἴη τὸ εἶδος φύσις; ὁ γὰρ ἄνθρωπος εἶδος, ὡς ἐκ τοῦ ὁρισμοῦ δῆλον· τὸ μὲν γὰρ τεχνικὸν εἶδος οὐδὲ ἡμεῖς ἂν εἴποιμεν φύσιν, διόπερ οὐδὲ τῆς κλίνης τὸ εἶδος φύσις ἐστίν· οὐ γάρ ἐστιν ἀρχὴ κινήσεως ἐνυπάρχουσα. τὸ μέντοι φυσικὸν καὶ ἔνυλον εἶδος ἀεὶ ἐξ ὁμοίου τὴν γένεσιν ἔχει· κύων γὰρ ἐκ κυνὸς καὶ ἵππος ἐξ ἵππου. ἔτι πᾶν τὸ γιγνόμενον λέγεται | γίγνεσθαι τοῦτο, ἐφ’ ὃ ἡ πρόοδος καὶ οὐκ ἀφ’ οὗ. διὰ τί [*](164) γὰρ τὸ ξύλον βάθρον γίγνεσθαι λέγεις ὑπὸ τοῦ τέκτονος καὶ οὐχὶ ξύλον ὅταν σχῆματίζηται εἰς βάθρον; ‘ὅτι πρόεισιν᾿, εἴποις ἄν, ἱείς τὴν τοῦ βάθρου μορφὴν ἐκ τῆς τοῦ ξύλου.’ διὰ τί δὲ τὸ ὕδωρ εἰς ἀέρα μεταβάλλον ἀέρα φὴς αὐτὸ γίγνεσθαι, οὐχὶ ὕδωρ; ὅτι τοῦ μὲν ἀπολείπει τὸ εἶδος, τοῦ [*](1 λαβεῖν οm. W 2 εἴη om. L: post φύσις transtulit Simpl. φύσις] σὰρξ Philop. εἰ] ἔτι Spengel 3 καθ’ ὃ] ᾦ Ε1 Aristot. 193b 2 αὗ] οὑν L 7 ἀλλὰ M et Aristot. 193b5: ἀλλὰ μόνον WBL 8 ἡ om. L 8. 9 συνδιασθέντα WL 9 φύσεις W τὸ ἐκ τούτων γενόμενον W 10 οὐκ ἔστι L καθ’ αὑτὸ L 1 1 φύσις] αὕτη φύσις E Aristot. 193b6: φύσις αὕτη FI 13 ἑαυτοῦ Β ‘malim ἔχειν’ Spengel ἕκαστον—(16) φ φύσις] ex Alexandro (cf. Simpl. 277,31 sqq.) 14 ἀπειλήφῃ L: ἀπειλὴ Β: ἀπειλήφει εἰ MW 15 συλλογισαίμεθα—(17) φύσις exscr. Philop. 209,33 sqq. 16 ante παρουσίᾳ add. ὦτ’ (compeudio ambiguo) Β 18 ὕλην] φύσιν W 19 λάβη M: λάβοι WBL ἡ σηπεδὼν βλάστημα Spengel; at cf. Simpl. 278,11 εἰ γένοιτο βλάστησις 23 ἀρχὴ om. M (post κινήσεως ins. Laur. 85,14) 24 ἔτι—(p. 40,3) φύσις] eadem fere leguntur apud Simpl. 279,2 sqq. et Philop. 211,10 sqq. 25 τοῦτο γίγνεσθαι BL 26 γενέσθαι W 27 εἴποις L: εἴποι MWB 28 δὲ τὸ MWB: δὲ ὅταν L: δ’ εἰ τὸ Spengel μεταβάλλον scripsi: μετάβα M: μεταβάλλῃ BL2: μεταβάλλει L1a: μεταβολὴ W 29 οὐχὶ M: οὐχ WBL: καὶ οὐχ Philop. ἀπολείπειν W)
40
δὲ σπεύδει λαβεῖν. οὕτως οὖν καὶ τὸ φυόμενον ἡνίκα φύεσθαι λέγεις, [*](164) ἐπειδὴ εἰς φύσιν ἔρχεται, φύεσθαι λέγεις· ἐπειδὴ καὶ οὐκ ἀπὸ φύσεως μέν, ἔρχεται δὲ ἐπὶ τὸ εἶδος, ὥστε καὶ οὕτως τὸ εἶδος φύσις. οὐ γὰρ ὥσπερ ἡ ἰάτρευσις ἔρχεται μὲν εἰς ὑγείαν, ὀνομάζεται δὲ ἀπὸ τοῦ ποιοῦντος τῆς ἰατρικῆς, οὐχ οὕτως ἡ φύσις ἡ ὡς γένεσις ἔχει πρὸς τὸ εἶδος, ἀλλὰ μᾶλλον ὡς ἡ ὑγίανσις, ὅτι ὁδὸς εἰς ὑγείαν, καὶ ὡς θέρμανσις, ὅτι ὁδὸς εἰς θερμότητα, ἀπὸ τῶν τεχνῶν ὀνομάζεται, οὕτως ἡ φύσις ὅτι ὁδὸς εἰς φύσιν ἐστί, διὰ τοῦτο καλεῖται φύσις. ἐπεὶ οὖν ἐδείξαμεν ὅτι τὸ εἶδος μᾶλλον τῆς ὕλης φύσις ἐστίν, γνωστέον ὅτι ἡ φύσις ἡ ὡς μορφὴ λέγεται διχῶς· καὶ γὰρ ἡ στέρησις εἶδός πώς ἐστι, διὸ φύσει καὶ τὰ πηρώματα. ἀλλὰ τοῦτο μὲν ὅπως ἐνδέχεται λέγεσθαι, ὕστερον ἐπισκεψόμεθα· ἐπισκεψόμεθα δὲ καὶ πῶς ἡ στέρησις ἐναντίον τῷ εἴδει καὶ πῶς ἐξ ἀντικειμένων ἡ γένεσις ἁπλῆ καὶ ἡ τῆς οὐσίας.

2. Νῦν δὲ ἴσως οὐκ ἀπὸ τρόπου θεωρῆσαι, τίνι διαφέρει ὁ μαθηματικὸς τοῦ φυσικοῦ· περὶ σώματα γὰρ ἄμφω καὶ τὰ σώματι συμβεβηκότα, οἷον μήκη | καὶ στιγμὰς καὶ στερεὰ καὶ ἐπίπεδα, ἢ οὐχ ὁμοίως; ἀλλ’ ὁ [*](165) μὲν φυσικὸς ὡς ἀεὶ μεθ’ ὕλης ὄνια θεωρεῖ, ὁ δὲ χωρίζει τῷ λόγῳ τῆς ὕλης· καὶ ὁ μὲν τῆς θεωρίας ἔχει τὴν ἀναφορὰν ἐπὶ τὸ φυσικὸν σῶμα τὸ ἐν κινήσει καὶ γὰρ ὅταν τὰ σχήματα θεωρῇ, ὡς πέρατα φυσικοῦ σώματος αὐτὰ θεωρεῖ), ὁ δὲ μαθηματικὸς οὐχ ὡς πέρατα, ἀλλ’ ὡς εἴδη τινὰ ὄντα καθ’ αὑτὰ ἁπάσης ἔξω κινήσεως. μᾶλλον δὲ ἴσως ἄν δόξειεν ὁ ἀστρολόγος ἐγγὺς εἶναι τοῦ φτσικοῦ· περὶ κινουμένων γὰρ οὗτος τὸν λόγον ποιεῖται, λέγει δὲ καὶ περὶ μεγέθους καὶ περὶ σχήματος, ἃ καθ’ ἑαυτὰ ὑπάρχει τοῖ σώμασι τοῖς φυσικοῖς, περὶ ὧν ἀνάγκη καὶ τὸν φυσικὸν εἰδέναι. εἰ γὰρ τί μέν ἐστιν ἥλιος εἴσεται, τῶν δὲ καθ’ αὑτὰ αὐτῷ ὑπαρχόντων οὐδ’ ὁτιοῦν, οὐκ ἔσται ἀληθῶς ἐπιστήμων. εἰ οὖν ἀμφότεροι λέγουσι καὶ περὶ σχημάτων ἡλίου καὶ σελήνης καὶ πότερον ἡ γῆ σφαιροειδὴς καὶ ὁ κόσμος, τίνι διαφέροιεν ἄν; ἢ καὶ οὗτοι περὶ ταὐτὰ μέν, οὐχ ὡσαύτως δέ; καὶ γὰρ ὁ ἀστρολόγος ὁμοίως τῷ γεωμέτρῃ τὰ συμβεβηκότα τοῖς θείοις σώμασι θεωρεῖ, οὐχὶ τὴν οὐσίαν αὐτῶν προσεξετάζων, οὐδὲ ὅτι τὰ τοιαῦτα σχήμάτα [*](2 λέγεις] λέγεται Β (e Simpl. 279,7) 3 οὐ γὰρ κτλ.] cf. Philop. 216,5 sqq. 4 ἡ om. W 4 (et 5) ὑγίειαν L 5 οὐχ οὕτως] οὕτως Philop.: οὐχ οὕτω δ’ Aristot. 193b 16 ἡ ὡς γένησις] cf. Simpl. 278,36; ἐπὶ τῆς γενέσεως Philop. 6 ἡ om. L ὑγείανσις Β ἡ ante θέρμανσις add. WB2L utrum ὅτι an ὅτε in M scriptum sit, incertum 9 τῆς ὕλης μᾶλλον W ἡ pr. superscr. Β 11 ὅπως BL: ὥσπερ MW ‘fortasse πῶς’ Diels) λέγεσθαι] σημαίνεσθαι L 12 καὶ post δὲ om. L 13 ἁπλῆ M: ἡ ἁπλῆ WBL 14 νυνὶ L 15 σῶμα BL, σώματα W; ’fort, σώμασι’ Spengel (at cf. Simpl. 290,34) 17 ὡς om. W 18 ἀναφορὰν BL: διαφορὰν MW (cf. 167,19) 20 αὐτὰ WBL: αὐτὸ M 21 καθ’ αὑτὰ ὄντα L 23 καθ’ αὑτὰ L 26 καὶ ante περὶ om. WL 27 ἡλίου καὶ σελήνης] sic F Aristot. 193b29: σελήνης καὶ ἡλίου El καὶ πότερον] sic Ε1 Aristot. 193b30: καὶ δὴ π. E2I,: καὶ δὴ καὶ π. F σφαιροειδῶς L ὁ κόσμος καὶ ἡ γῆ E Aristot. 193b30; cf. Diels Zur Textgesch. p. 13 28 ταὐτὰ Spengel: αὐτὰ libri 30 προεξετάζων Β τὰ τοιαῦτα] cf. Philop. 220,21)

41
καὶ μεγέθη καὶ αἱ κινήσεις οἰκεῖα τῇ τοιαύτῃ οὐσία, οὐδὲ τὰς δυνάμεις [*](165) αὐτῶν, οὐδὲ ὅτι βέλτιον οὕτως· τῷ φυσικῷ δὲ περὶ ταῦτα καὶ ἐκ τούτων ἡ θεωρία. καὶ ὅλως ἄμφω μὲν περὶ κινουμένων τῶν θείων σωμάτων τὸν λόγον ποιοῦνται, ἀλλ’ ὁ μὲν τὸ ποσὸν τῆς κινήσεως, ὁ δὲ τὸ ποιὸν ἐξετάζει, ὁ μὲν ὅτι ὁ ἥλιος ἐν τοσῷδε χρόνῳ τοσόνδε κινεῖται, ὁ δὲ ὅτι κύκλῳ φέρεται ἢ τοιώσδε εἰ τύχοι, διὰ τὴν τοιαύ|την οὐσίαν. καὶ τὸ σχῆμα δὲ ὅτι σφαιρικόν, ὁ μὲν ἐπειδὴ μὴ πύρινον μηδὲ γήινον ἀλλ’ αἰθέριον, ὁ δὲ ἐπειδὴ πανταχόθεν ὁμοίως ὁρᾶται· ὅλως γὰρ τὴν ὕλην οὐ προσποιοῦνται οἱ μαθηματικοὶ παντελῶς, ἀλλὰ τὸ τρίγωνον αὐτὸ ἢ κύβον λαβόντες οὕτως θεωροῦσιν ἄνευ ὕλης τε καὶ κινήσεως. ταῦτα δὲ εἰ μὲν καὶ καθ’ ὑπόστασιν ἐχώριζον, ἀδύνατα ἂν ὑπετίθεντο· οὐ γάρ ἐστιν ὑπόστασις τῶν περάτων καθ’ ἑαυτὰ χωρὶς ὧν ἐστιν πέρατα· νῦν δὲ ἐπειδὴ τῷ λόγῳ μόνον αὐτὰ διαιροῦσιν, ὡς πέφυκε καὶ χωρίζεσθαι, οὐδὲν αὐτοῖς ἕπεται ψεῦδος· οἱ δὲ τὰς ἰδέας λέγοντες ἃ μηδὲ τῷ λόγῳ χωριστά, ταῦτα καὶ ὑποστάσει χωρίζουσι. καίτοι περιττὸν μὲν καὶ ἄρτιον καὶ εὐθὺ καὶ καμπύλον καὶ σχῆμα καὶ γραμμὴν ἔστιν ὁρίσασθαι μὴ προσλαμβάνοντας ἐν τῷ λόγῳ κίνησιν καὶ ὕλην, σαρκὸς δὲ καὶ ὀστοῦ καὶ ἀνθρώπου λόγον ἀποδοῦναι ἢ τοῦ τοιοῦδε σώματος καὶ ὅλως τῆς ὕλης ἐκλαθόμενον ὁμοίως ἀδύνατον, ὥσπερ τοῦ σιμοῦ χωρὶς τῆς ῥινός καὶ τοῦ βλαισοῦ χωρὶς τῶν σκελῶν. ὅτι δὲ τοῦτο ἀληθές, δηλοῖ καὶ τῶν μαθημάτων ὅσα ἐστὶ φυσικώτερα· προσχρῆται γὰρ κινήσει τε καὶ αἰσθήσει, οἷον ὀπτικὴ καὶ ἁρμονικὴ καὶ ἀστρονομία· γραμμὴν γὰρ λαβοῦσαι παρὰ γεωμετρίας, ἣν ἐκείνη φυσικὴν οὖσαν οὐχ ὡς φυσικὴν ἐξετάζει, ἀλλὰ χωρίσασα τῆς ὕλης τῷ λόγῳ· λαβοῦσαι οὖν τὴν τοιαύτην γραμμήν, ἐπειδὴ χρήζουσιν αὐτῆς κατ’ ἐνέργειαν ὑφεστώσης, οὐκέτι χωρίζουσι κινήσεως τε καὶ ὕλης, ἀλλὰ καὶ κέχρηνται ὡς φυσικῇ τε καὶ κινουμένῃ· τῇ γὰρ διόπτρας εὐθείᾳ μεθ’ ὕλης ἤδη χρῶνται καὶ | κινήσεως. εἰ δὴ καὶ ὅσα τῷ λόγῳ δυνατὸν χωρίζειν ὅλως, ὅταν ἐνεργείᾳ [*](167) ὄντα λαμβάνηται, οὐδὲ τῷ λόγῳ χωρίζεται, πόσῳ μᾶλλον φυλακτέον ἐστὶ χωρίζειν ἐνεργείᾳ τὰ μηδὲ κατ’ ἐπίνοιαν χωριστά;

[*](3 post περὶ add. τ Β (compendio ambiguo) 4 ὁ μὲν τὸ ποσὸν κτλ.] ex Alexandro (cf. Simpl. 291,30 sqq.); Philoponus (221, 1 sqq.) Themistium sequi videtur 6 τοιώδε Β 7 ἐπειδὴ] ὅτι W 9 ἀλλ’ αὐτὸ τρίγωνον L 11 καὶ om. WB ἀδύνατόν L 12 αὑτὰ L 14 περὶ ante τὰς ἰδίας add. F Aristot. 193b 36 μηδὲ WBL (cf. Philop. 225,3. 227,13 et Simpl. 293,29; infra v. 29): μὴ M 16 ἔστιν] ut F Aristot. 194 a 3 ἔσται Εl) 19 βλαισοῦ Spengel: βλαισσοῦ MWB: βλεσοῦ L; cf. discrepantiam scripturae ad Simpl. 124,8 21 προσχρῆται] cf. Philop. 226, 16; Simpl. 294,25 22 λαβοῦσα L παρὰ] περὶ fortasse M 23 λαβοῦσαι Laur. 85,18 et Vatic. 1025: λαβοῦσα MVVBL 25 τε om. L καὶ post ἀλλὰ om. L 26 ante διόπτρας add. ἐκ τῆς L 27 εἰ—(29) χωριστά;] exscr. Philop. 227,11 sqq. δὴ] οὖν Philop. 28 ὄντα] ὄντος L; ὑφεστηκότα Philop. 29 ἐνεργείᾳ] τῆ ὑποστάσει Philop. e Them. (v. 15) μηδὲ Spengel, ut Philop. 227,13 (cf. 224,10; 225,2): μήτε libri; at cum apud Philop. 224,20 μηδὲ τῶ λόγῳ καὶ τῇ ἐπινοίᾳ legatur, Themistium μήτε κατὰ λόγον μήτε κατ’ ἐπίνοιαν scripsisse haud inepte conicias)
42

Ἐπειδὴ τοίνυν ἡ φύσις διχῶς, τό τε εἶδος καὶ ἡ ὕλη, ὥσπερ ὁ περὶ [*](167) σιμότητος λέγων περὶ ἀμφοῖν ἐρεῖ, καὶ τῆς ὅλης καὶ τοῦ εἴδους τοιοῦτο γὰρ τὸ κοιλότης ἐν ῥινί), μᾶλλον μέντοι κατὰ τὸ εἶδος ὁριεῖ κατὰ γὰρ τοῦτο σιμῷ εἶναι), οὕτως καὶ περὶ τῶν φυσικῶν λεκτέον ὡς ἐν ὕλῃ μὲν καὶ μεθ’ ὕλης ὄντων, τὸ μέντοι εἶναι ἅ ἐστι παρὰ τοῦ εἴδους ἐχόντων, ὥστε καὶ ὁ ὁριζόμενος προσχρήσεται μὲν τῇ ὕλῃ, ὁριεῖται δὲ κατὰ τὸ εἶδος. καὶ γὰρ δὴ καὶ ἀπορήσειεν ἄν τις, ἐπειδὴ δύο αἱ φύσεις, περὶ ποτέρας τοῦ φυσικοῦ λέγειν· πότερον περὶ ἑκατέρας ἰδίᾳ ἢ περὶ τοῦ ἐξ ἀμφοῖν; ἀλλ’ εἰ μὲν περὶ τοῦ ἐξ ἀμφοῖν, δεῖ καὶ περὶ ἑκατέρας εἰδέναι. εἰς μὲν οὖν τοὺς ἀρχαίους ἀποβλέψαντι δόξειεν ἄν μόνον ὁ περὶ τῆς ὕλης λόγος διαφέρειν τῷ φυσικῷ· ἐπὶ μικρὸν γάρ τι μέρος Ἐμπεδοκλῆς καὶ Δημόκριτος τὸ εἶδος ὠνειροπόλησαν, ὁ μὲν τὸ νεῖκος καὶ τὴν φιλίαν ἀρχὰς θέμενος εἰδοποιούς, Δημόκριτος δὲ τὰ σχῆ μάτα· εἰς δὲ τὴν ἐκ τῶν προειρημένων ἀνάγκην μᾶλλον ὁ περὶ τῆς μορφῆς καὶ τοῦ εἴδους, οὐ μέντοι γε ὡς τῆς ὕλης παντάπασιν ἐκλανθάνεσθαι. εἰ γὰρ ἡ τέχνη μιμεῖται τὴν φύσιν, τῆς δὲ αὐτῆς τέχνης εἰδέναι τὸ εἶδος καὶ τὴν ὕλην μέχρι τινὸς οἷον ἰατρικῆς, ὑγείαν καὶ χολὴν καὶ φλέγμα ἐν οἷς ἡ ὑγεία, ὁμοίως δὲ καὶ οἰκοδόμου τό τε εἶδος τῆς οἰκίας καὶ τὴν ὕλην ὅτι πλίνθοι καὶ | ξύλα, καὶ [*](168) τῶν ἄλλων οὕτως ὁμοίως, καὶ τῆς φυσικῆς ἄν εἴη τὸ γνωρίζειν ἀμφοτέρας τὰς φύσεις. ἔτι τε τῆς αὐτῆς τὸ τέλος εἰδέναι καὶ τὰ πρὸς τὸ τέλος, οἷον ἰατρικῆς ὑγείαν καὶ τὰ πρὸς ὑγείαν. οὗ ἄρα τὸ εἶδος γινώσκειν, τούτου καὶ τὴν ὕλην· ἕνεκα γὰρ τοῦ εἴδους ἡ ὕλη. ὅτι γὰρ τὸ εἶδος καὶ ἡ τοιαύτη φύσις τέλος τῶν φυσικῶν σωμάτων ἐστίν, οὕτως ἄν καθόλου μάθοις, ὅταν κινούμενόν τι συνεχῶς κἆτα ἀφικόμενον εἴς τι ἔσχατον καὶ τέλος παύσηται τῆς εἰς τὸ πρόσθεν ὁδοῦ. τοῦτο τῆς κινήσεως τέλος εἶχε καὶ τὸ οὗ ἕνεκα. νόει δέ μοι τὴν κίνησιν ἀνεμπόδιστον προιοῦσαν καὶ περατουμένην καθ’ αὑτήν, οὐκ ἔξωθέν τινος αἰτίας αὐτὴν ἐπισχούσης. τοιοῦτον οὖν τέλος τὸ εἶδος· ἐπὶ τοῦτο γὰρ αἱ φυσικαὶ κινήσεις ἐλθοῦσαι ἡ γένεσις καὶ ἡ αὔξησις τελειοῦνταί τε καὶ ἵστανται καὶ ἔπειτα ἀνακάμπτουσι. γελοίως δὲ ὁ ποιητὴς ‘ἔχει τελευτὴν ἧσπερ οὕνεκ’ ἐγένετο᾿. ἔστι μὲν γάρ τι ἔσχατον καὶ ὁ θάνατος, οὐ πᾶι δὲ τὸ ἔσχατον τέλος καὶ οὗ ἕνεκα, ἀλλὰ τὸ βέλτιον πᾶν γὰρ ἀγαθοῦ τινος ἐφίεται), καὶ ἡ αὔξησις οὐ θανάτου χάριν ἐγίνετο εἴγε καὶ πρὸ τοῦ θανάτου παύεται πολλάκις, [*](1 ἐπεὶ E Aristot. 194a 12 2 σιμοῦ Ε Aristot. 194a 13 περὶ ἀμφοῖν] cf. Simpl. 299,30 3 γὰρ τὸ] γὰρ ἡ dubitanter Spengel 5 μέντοι WBL: μέν τι M παρὰ M (comp.) L: περὶ WB 6 ὁ om. L 7 διχῶς ἀπορήσειεν E2FI Aristot. 194a 15 ἐπεὶ EI Aristot. 194a 16 περὶ om. W 11 μικρόν τι γὰρ W 12 ὁ μὲν— (13) σχήματα] cf. Simpl. 300,16 sqq. 13 εἰς] εἰ W 15 ἐκλανθάνεσθαι BL: ἐκλανθάνεται MW 17 ὑγίειαν et ὑγίεια L 20 τε] ‘aut δὲ aut ’ Spengel τὸ alt. om. W 21 ὑγίειαν bis L 24 post μάθοις iterat ἄν W ὅταν M ὅ e corr.) ὅταν—(27) ἐπισχούσης] exscr. Philop. 235,13 sqq. κἆτα] εἶτα L1 ut Philop. 27 οὐκ ἔξωθέν τινος] οὐδεμιᾶς Philop. 30 ante τελευτὴν add. τὴν L οὗπερ W οὕνεκ’ MW: οὕνεκα Β: οὖν ἕνεκα L 31 τέλος τε καὶ WBL 32 βέλτιστον Spengel (ut Aristot. 194a 33); at cf. Philop. 236,17 33 ἐγένετο WB εἴγε] εἴτε M)

43
ἀλλὰ τῆς τελειότητος καὶ τοῦ εἴδους. καὶ ἵσταται καθ’ αὑτήν, ὅταν εἰς [*](168) τὸ τοιοῦτον τέλος ἀφίκηται, ὁ δὲ θάνατος τελευταῖον οὐχ ὡς σκοπός, ἀλλ’ ὡς ἀναγκαῖον σύμπτωμα τῆς τοιαύτης οὐσίας. ἔτι καὶ ποιοῦσιν αἱ τέχναι τὴν ὕλην αἱ μὲν ἁπλῶς, αἱ δὲ εὐεργόν· ἁπλῶς μὲν οἰκοδομικὴ τὰς πλίνθους, εὐεργὸν δὲ πλαστικὴ τὸν κηρόν. εἰ δὲ ταῖς ποιητικαῖς συμβαίνει πολλαχοῦ τὸ ποιεῖν τὴν | ὕλην, πῶς οὐ ταῖς θεωρητικαῖς τὸ γινώσκειν [*](169) αὐτὴν ἀναγκαῖον; ἀλλὰ καὶ ἡμεῖς τέλος ὄντες (πολλὰ γὰρ καὶ ἡμῶν γίγνεται χάριν) οὐ μόνον ἴσμεν τὰ ἡμῶν ἕνεκεν, ἀλλὰ καὶ χρώμεθα αὐτοῖς. πῶς δὲ ἡμεῖς καὶ ὅτι διχῶς τὸ τέλος, ἐν τοῖς ἠθικοῖς λέγεται σκέμμασιν. οὐ χρὴ δὲ θαυμάζειν, εἰ ποιοῦσιν ἔνιαι τέχναι τὴν ὕλην, ὅπου γε καὶ ὅσαι αὐτῶν ἀρχιτεκτονικαί, αἵπερ δοκοῦσι μάλιστα τοῦ εἴδους ἕνεκεν ἐπιτάττειν ταῖς ὑπ’ αὐτάς, ὅμως καὶ τῆς ὕλης λόγον ποιοῦνται. δύο δέ ἐστιν εἴδη τῶν τοιούτων τεχνῶν καὶ ὅμως ἄμφω τῆς ὅλης φροντίζει, ὧν ἡ μὲν χρῆται τῷ εἴδει μόνῳ, τῇ δὲ ὑπ’ αὐτὴν ὁποῖον τοῦτό ἐστιν καὶ ὅπως ἂν γένοιτο, ἐπιτάσσει· οὕτω γὰρ ἔχει κυβερνητικὴ πρὸς ναυπηγικήν· χρῆται μὲν γὰρ τῷ εἴδει τῆς νεὼς ὁ κυβερνήτης, ὑφηγεῖται δὲ ἐργαζομένῳ τῷ ναυπηγῷ ποῖον σχῆμα νεὼς πλωιμώτερον. οὐ μέντοι γε ἐκ παντὸς ξύλου ναυπηγοῦντος ἀνάσχοιτο ἄν, ἀλλὰ μέλει καὶ ὕλης αὐτῷ· τὸ γὰρ εἶδος ᾧ χρῆται τοιᾶσδε ὕλης προσδεῖται, εἰ μέλει τὸ ἑαυτοῦ ἔργον εὖ ἀποδώσειν. ἄλλη δέ τίς ἐστιν τῶν ἀρχιτεκτονικῶν λεγομένων, ἣ χρῆται μὲν οὐκέτι τῷ εἴδει, ἀλλ’ ἐργάζεται αὐτὸ καὶ ποιεῖ, ταῖς δὲ ὑπ’ αὐτὴν ἐπιτάσσει περὶ τῆς ὕλης ὡς ναυπηγικὴ τῇ τε ὑλοτομικῇ καὶ τῇ πριστικῇ. ὥσπερ δὲ ἐν τοῖς κατὰ τέχνην ὅταν γίγνηται ὑπὸ τῆς τέχνης ἡ ὕλη, τοῦ εἴδους χάριν γίγνεται καὶ τοῦ ἔργου, οὕτως ἐφ’ ὧν οὐ γίνεται ἀλλά ἐστιν, τοῦ εἴδους ἕνεκέν ἐστιν καθάπερ ἐν τοῖς φυσικοῖς. εἴρηται δὲ ὅτι τῷ τὸ τέλος γινώσκοντι καὶ τὰ πρὸς τὸ τέλος γνωστέον. ἔτι τῶν | πρός τι ἡ ὕλη· ἡ [*](170) γὰρ ὕλη τινὸς εἴδους καὶ ἄλλη γε ἄλλου, δῆλον δὲ ὡς προσεχής, ὥστε ὁ θάτερον εἰδὼς καὶ θάτερον εἴσεται ἐξ ἀνάγκης. περὶ μὲν οὖν τῆς ὕλης μέχρι τοσούτου ὁ φυσικὸς ἐπισκέψεται, ὥστε τὴν περὶ αὐτῆς θεωρίαν εἰς [*](1 ante καὶ ἵσταται ins. ἀμέλει L καὶ] ὡς Β 2 τοιοῦτο W 3 ἔτι] ἐπεὶ Aristot. 194 a 33 4 γὰρ ante pr. ἁπλῶς add. L ἁπλῶς μὲν—(7) ἀναγκαῖον] cf. Simpl. 303,3 sqq. τὰς] τοὺς W 8 οὐ—αὐτοῖς] cf. Simpl. 304,6 sq. 9 post ἡμεῖς add. τέλος WB et (add. τὸ ante τέλος) L sec. Simpl. 303,29 ἀλλὰ πῶς ἡμεῖς τέλη καὶ πῶς χρώμεθα πᾶσιν; ἢ ὅτι διχῶς τὸ τέλος), qui genuina verba Themistii, qualia M praebet, male intellexisse et interpunxisse videtur ἡ ὅτι in Themistio coni. Spengel (sec. Simpl.): ὅτι (om. καὶ) W 10 εἰ—(12) ποιοῦνται] cf. Simpl. 304,21 sqq. 11 μάλιστα om. W (at cf. Simpl.) ἐπιτάττει M 12 δέ] sic Ε Aristot. 194b 1: δή I: δὴ καί F 14 μόνῳ MW: μόνον BL 15 ἐπιτάσει La χρεῖται L 17 πλοιμώτερον Β 18 μέλλει MW ὕλης] in ras. Μ2, εἴδους W 19 με λλ MW, μέλλει Β 22 ὥσπερ—(24) ἐστίν] cf. Simpl. 305,17 sqq. 26 ἔτι] ἔστι W ἡ ὑάλη γὰρ cod. M Philoponi 232,33 27 εἴδους M: εἴδους ὕλη WBL (e Philop. 1. c.; at cf. Philop. 233,1) ἡ ante προσεχής add. BL (e Simpl. 305,31) ὥστε κτλ.] cf. Simpl. 305,29 28 περὶ—(44,1) ἐπαναφέρειν] exscr. Simp). 306,5 sq. 29 ὁ φυσικὸς ἐπισκέψεται MWB, Simpl.: ἐπισκέψεται ὁ φυσικὸς L)
44
τὸ εἶδος ἐπαναφέρειν, περὶ δὲ αὐτοῦ τοῦ εἴδους ἄχρι τινὸς ἢ ὥστε μὴ [*](170) χωρίζειν αὐτὸ τῆς ὕλης, ἀλλ’ ὥσπερ ὁ ἰατρὸς νεῦρον ἐξετάζει οὕτως ὁ φυσικὸς ἄνθρωπον. εἰ γὰρ καὶ χωρίζεταί ποτε τὸ ἔνυλον εἶδος, ἀλλὰ λόγῳ γε, οὐχ ὑποστάσει. μαρτύριον δὲ τοῦ πάντα ἔνυλα εἶναι τὰ φυσικὰ εἴδη τὸ πάντα, ὅσα γίνεται ὑπὸ τοιούτων, καὶ αὐτὰ γίγνεσθαι τοιαῦτα· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ καὶ ἥλιος, ὥστε ἀμφότερα ἔνυλα τὰ ποιητικὰ αἴτια, καὶ τὸ προσεχὲς ὁ ἄνθρωπος καὶ τὸ πρῶτον ὁ ἥλιος. εἰ δέ τι χωριστὸν εἶδος κατ’ οὐσίαν ἐστὶ καὶ ὅπως ἔχει πρὸς τὰ φύσει καὶ τί ἐστι, τῆς πρώτης ἔργον φιλοσοφίας διορίσαι. περὶ μὲν τῶν ἀρχῶν τῶν ὡς στοιχείων ἱκανὰ τὰ εἰρημένα ἔστω.

3. Ἀναλαβόντες δὲ ἄνωθεν περὶ τῶν αἰτίων πειραθῶμεν ἀποδοῦναι καθ’ ὅσους λέγεται τρόπους. ἕνα μὲν οὖν τρόπον αἴτιον λέγεται ἐξ οὗ γίνεταί τι ἐνυπάρχοντος, οἷον ὁ χαλκὸς τοῦ ἀνδριάντος καὶ ὁ χρυσὸς τῆς φιάλης καὶ τὰ τούτων γένη· προσεχῶς μὲν γὰρ ὕλη τῆς φιάλης οὗτος ὁ χρυσός, ὡς γένος δὲ ὁ χρυσὸς καὶ τὸ σῶμα. ἄλλον δὲ τρόπον τὸ εἶδος καὶ τὸ παράδειγμα, τουτέστιν ὁ λόγος τοῦ τί ἦν εἶναι. παράδειγμα δὲ εἶπον οὐχ ὡς οἱ τὰς ἰδέας λέγοντες αὐτό τι καθ’ αὑτὸ ὑφεστὼς καὶ χωριστὸν εἶδος, ἀλλ’ | ἐπειδὴ ὥρισται τὸ εἶδος ἑκάστου τῶν ὑπὸ φύσεως [*](171) γινομένων, οἷον ἀνθρώπου ἵππου βοὸς ἐλαίας συκῆς πλατάνου, καὶ ἡ ταῦτα δημιουργοῦσα ἀρχὴ μέχρι τοσούτου πρόεισι κινοῦσα τὴν ὕλην μέχρις οὗ τὸ εἶδος τοῦτο καὶ τὴν μορφὴν τελείως ἐναρμόσαι τῇ ὕλῃ. ἔτι ὅθεν ἡ ἀρχὴ πρώτη τῆς μεταβολῆς, οἷον ὁ βουλεύσας αἴτιος καὶ ὁ πατὴρ τοῦ τέκνου. πρώτην δὲ εἶπον ὅτι καὶ τὰ ὄργανα δοκεῖ κινήσεως αἴτια γίγνεθαι, ἀλλ’ οὐ πρῶτα. πρὸς τούτοις ἕτερον αἴτιον ὡς τὸ τέλος, τοῦτο δέ ἐστι τὸ οὗ ἕνεκα, οἷον αἴτιον τοῦ περιπατεῖν ἡ ὑγεία καὶ οὐ μόνον τοὐ περιπατεῖν, ἀλλὰ πάντων ἁπλῶς, ὅσα ὑπὸ τοῦ ποιοῦντος τὸ τέλος γίγνεται μεταξὺ τοῦ τέλους, ἄλλο ἐξ ἄλλου, τούτων ἁπάντων αἴτιον ἡ ὑγεία, οἷον ἰσχνανσίας καθάρσεως φαρμακείας, τῶν πρὸς ταῦτα ὀργάνων· πάντα [*](1 περὶ—(3) ἄνθρωπον] exscr. Simpl. 308,11 sqq. ὁ Θεμίστιος— —παραφράζων — — φησίν) τινὸς codd. Themistii et Simplicii: τίνος; Spengel et Diels μὴ superscr. B 2 ἰατρὸν EF Aristot. 194b 11: τὸν ἰατρὸν I 3 εἰ γὰρ—(4) ὑποστάσει] ex Alexandro; cf. Simpl. 307,27 5 ante τοιούτων add. τῶν L 6 ante ἥλιος add. ὁ Laur. 85,18 (ut F Aristot. 194b 13) 9 πρώτης τῆς φιλοσοφίας διορίσαι ἔργον F Aristot. 194b 15: φίλ’. ἔργον διορ. τῆς πρ. Ι: φίλ’. τῆς πρώτης ἐστίν Ε τῶν ante ὡς om. W 10 τὰ εἰρημένα ἔστω MW: ἔστω τὰ εἰρημένα BL 11 Aristot. 194b17—25 Them. 12 λέγονται W αἴτιον τρόπον W 14 προσεχῶς—(15) σῶμα] cf. Simpl. 310,13 sqq. ὕλην Β 16 ὁ λόγος ὁ EI Aristot. 194b 27 ὁ λόγος F) παράδειγμα—(18) εἶδος] cf. Simpl. 310,23 17 αὐτό τι BL: αὐτόθι MW αὐτὴν καθ’ αὐτήν τινα Ε Simpl. 310,23; τινα om. cett.) 17. 18 χωριστὸν—(21) ὕλῃ] cf. Philop. 244,20 sqq. 19 post ἵππου add. καὶ Β 20 ἀρχὴν W μέχρι τοσούτου κτλ.] ex Αlexandro (cf. Simpl. 311,18) Aristot. 194b27—29 praetermisit 22 ὁ ante πατὴρ om. L 23 πρῶτον W καὶ τὰ ὄργανα— (24) πρῶτα] cf. Simpl. 315,15 sq.; Philop. 245,25 25 αἴτιον om. W (ut Aristot. 194b 33) ὑγίεια L (item v. 27) 26 post ἀλλὰ add. καὶ W 27 post τούτων add. μᾶλλον Laur. 85,18 29 ἰσχνανσίας MWB et I Aristot. 194b 36: ἰσχνασίας L)

45
γὰρ τοῦ τέλους ἕνεκα ταῦτα καὶ ὅσα ἔργα, ὡς τὸ περιπατεῖν, καὶ ὅσα ὄργανα, [*](171) ὡς σικυῖα σμίλη. τὰ μὲν οὖν αἴτια σχεδὸν τοσαυταχῶς λέγεται, συμβαίνει δὲ πολλαχῶς λεγομένων τῶν αἰτίων πολλὰ τοῦ αὐτοῦ γίγνεσθαι αἴτια, οὐ κατὰ συμβεβηκὸς μέν, οὐ μὴν κατὰ τὸν αὐτὸν λόγον οἷον φιάλης χρυσοχόος τε καὶ χρυσός· ἄμφω μὲν αἴτια καθ’ αὑτά, ἀλλ’ ὁ μὲν ὡς δημιουργός, ὁ δὲ ὡς ὕλη. δύναται δέ τινα καὶ ἀλλήλων αἴτια εἶναι, οἷον οἱ πόνοι τῆς εὐεξίας καὶ αὕτη τοῦ πονεῖν, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸ μὲν ὡς τέλος ἡ εὐεξία, οἱ πόνοι δὲ ὡς ἀρχὴ τῆς κινήσεως· ποιητικοὶ γὰρ οἱ πόνοι τῆς εὐεξίας καὶ τέλος ἡ εὐεξία τοῖς πόνοις. ἔτι δύναται ταὐτὸν αἴτιον εἶναι τῶν ἐναντίων ἀλλ’ οὐχ ὡσαύτως ἔχον. ὁ γὰρ | παρὼν [*](172) αἴτιος τῆς σωτηρίας τῆς νεὼς οὗτος ἀπὼν τῆς ἀνατροπῆς, ὡς ὁ κυβερνήτης. ἅπαντα μέντοι γε ὥσπερ ἔφην εἰς τέσσαρας τρόπους πίπτει τοὺς φανερωτάτους καὶ πάλιν γε αὐτοὺς ἀκριβεία ἕνεκεν ἐξαριθμητέον. πρῶτον μὲν εἰς τὴν ὕλην καὶ τὸ ὑποκείμενον, οὐχ εἷς δὲ ὁ τρόπος τῆς ὕλης· ἄλλως γὰρ ὑπόκειται τὰ στοιχεῖα ταῖς συλλαβαῖς κατὰ σύνθεσιν γάρ) καὶ ἄλλως ἡ κυρίως ὕλη δέχεται τὸ εἶδος κατὰ ἀλλοιώσεις γάρ)· γῆ δὲ καὶ ὕδωρ κατ’ ἄμφω τοῖς τῶν ζῴων σώμασι. καὶ τὰ μέρη τῷ ὅλῳ καθ’ ἕτερον τρόπον καὶ αἱ προτάσεις τοῦ συλλογισμοῦ τῷ συμπεράσματι. δεύτερον δὲ τὸ τί ἦν εἶναι καὶ τὸν λόγον. καὶ τοῦτο δὲ λέγεται πολλαχῶς, ὅλον μὲν ἐπὶ τοῖς ἐκ μερῶν συγκειμένοις, ὅλον δὲ οὐ σὺν τοῖς μέρεσι (τοῦτο γὰρ ἤδη τὸ συναμφότερον), ἀλλὰ τὸ ἐπὶ πᾶσιν αὐτοῖς ἐπιθεωρούμενόν τε καὶ ἐπιγιγνόμενον οἷον ἡ τελειότης, καὶ † καθ’ ὃ ὅλον λέγεται ὅλα, σύνθεσις δὲ ἐπὶ τοῖς συντιθεμένοις, εἶδος δὲ ἐπὶ τῆς κυρίως ὕλης. εἰς τρίτον δὲ τὴν ἀρχὴν τῆς κινήσεως, οἷον τὸ σπέρμα καὶ τὸν ἰατρὸν καὶ τὸν βουλεύσαντα καὶ ὅλως τὸ ποιητικὸν αἴτιον. τέταρτον δὲ τὸ τέλος καὶ τὸ ἀγαθόν· τὸ γὰρ οὗ ἕνεκα βέλτιστον καὶ τέλος τῶν ἄλλων ἐθέλει εἶναι, διαφέρει δὲ οὐδὲν ἀγαθὸν αὐτὸ εἰπεῖν ἢ φαινόμενον ἀγαθόν. τὰ μὲν οὖν αἴτια ταῦτα καὶ τοσαῦτά ἐστιν.

Ἀποδιδόντες δὲ αὐτὰ πολλαχῶς ἀποδίδομεν ἐφ’ ἑκάστου εἴδους τῶν αἰτίων, οἷον ἐπὶ τοῦ ποιητικοῦ καὶ τῆς τοιαύτης αἰτίας· ἤτοι γὰρ προσεχῶς [*](2 ὡς σικυῖα σμίλη om. Β (cf. Simpl. 316,7) σικύα Spengel τοσαῦτα L 7 καὶ—(9) εὐεξίας om. W αὕτη Spengel: αὐτὴ libri αὐτὸ L1 8 τῆς om. L 9 ἔτι δύναται κτλ.] cf. Simpl. 319,4 sq. 10 ἔχον Spengel e Simpl. 319,9: ἐχόντων libri ὁ γὰρ παρὼν αἴτιος] ὃ γὰρ παρὸν αἴτιον et postea τοῦτο ἀπιὸν Spengel coll. Aristot. 195a 12 et Simpl. 319,11: at fortasse in scriptura illa vitiosa ἐχόντων ansa emendationis quaerenda est 12 τέτταρας WL πίπτει τόπους E Aristot. 195a 15;' cf. Diels Zur Textgesch. 13 13 ἕνεκεν MWB et ed. Ald. Simpl. 319,22: ἕνεκα L (om. libri Simplicii) 15 ἄλλως] cf. Simpl. 319,32 σύνθεσιν (et v. 16 ἀλλοιώσεις)] ex Alexandro (cf. Simpl. 320,1) 19 δὲ] ’fort. δ’ εἰς Spengel (cf. Simpl. 320,12) 20 ὅλον δὲ οὐ—(22) ἐπιγιγνόμενον] cf. Simpl. 320,14 (ubi post οὐ add. τὸ) 22 καθ’ ὃ ὅλον] ὃ om. L; ego in loco difficillimo quicquam decernere non ausim 23 συντεθειμένοις WB, 23. 24 τρίτον δ’ εἰς Spengel 24. 25 βουλεύσοντα W 25 ὅλον L 25. 26 τἀγαθόν L 27 οὐδὲν M: οὐθὲν WBL μηδὲν εἰπεῖν αὐτὸ ἀγαθὸν E Aristot. 195a 25: αὑτὸ μηδὲν εἰπεῖν ἂγ· Fl) αὐτὸ—ἀγαθὸν om. Β 30 γὰρ om. W)

46
ἡ κοινότερον, προσεχῶς μὲν ὅταν λέγωμεν αἴτιον τῆς | ὑγείας τὸν ἰατρόν, [*](173) κοινότερον δὲ ὅταν τὸν τεχνίτην. πάλιν ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός· καθ’ αὑτὸ μὲν γὰρ αἴτιον τῆς ὑγείας ὁ ἰατρός, ἀλλ’ ἐπειδὴ συμβέβηκεν αὐτῷ Ἀκουμενῷ εἶναι, αἴτιον ἄν εἴποιμεν καὶ τὸν Ἀκουμενόν τῆς ὑγείας. καὶ τὰ περιέχοντα τὸ συμβεβηκὸς [αἴτιον] καὶ αὐτὰ τὰ αἴτια πολλάκις λέγεται, οἷον ἄνθρωπος τῆς ὑγείας αἴτιος καὶ τὸ ζῷον. ἔστι δὲ καὶ τῶν συμβεβηκότων ἄλλα ἄλλων πορρώτερα καὶ ἐγγύτερα, οἷον ὁ λευκὸς καὶ ὁ μουσικὸς αἴτιος γίγνεται τῆς ὑγείας, ᾗ συμβέβηκε τῷ ἰατρῷ λευκῷ ἡ μουσικῷ εἶναι. πάλιν ταῦτα ἔστιν ἀποδιδόναι ἢ συμπλέκοντας ἢ χωρίς, συμπλέκοντας μὲν ‘ὁ Ἀκουμενὸς ἰατρὸς αἴτιος τῆς ὑγείας ἢ λευκὸς ἰατρός᾿ χωρὶς δὲ ‘ὁ Ἀκουμενὸς αἴτιος ἢ ὁ ἰατρὸς αἴτιος. ἐξ οὗ οἱ τρόποι τῶν ἀποδόσεων· ἢ γὰρ ὡς τὸ προσεχὲς καὶ καθ’ ἕκαστον, ἢ ὡς τὸ γένος, ἢ † κατὰ συμβεβηκός, ἢ ὡς τὸ γένος, ἢ ὡς τὰ συμπλεκόμενα, ἢ χωρίς. τοῦτο δὲ οὐκ ἐπὶ τοῦ ποιητικοῦ μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων εὕροις ἂν οὕτω γιγνόμενον, οἷον ἐπὶ τῆς ὕλης. οὗτος ὁ χαλκὸς αἴτιος τοῦ Διαδουμένου καὶ ἀπλῶς χαλκὸς καὶ τὸ σῶμα. πάλιν τὸ ἐρυθρὸν ἔστω γὰρ ἐρυθρὸς ὁ χαλκὸς) καὶ ἁπλῶς ὁ ἐρυθρὸς καὶ ἔτι μᾶλλον ὁ κεχρωματισμένος καὶ συντιθεὶς ὁ ἐρυθρὸς χαλκὸς ἢ ὁ μέλας χαλκός. τοῖς δὲ αἰτίοις ἀνάλογόν τε καὶ ἐξίσου καὶ | τὰ αἰτιατὰ λέγεται· ἡ γὰρ προσεχῶς αἰτιατὸν ἀποδίδομεν [*](174) ἢ τὸ γένος τούτου, οἷον Πολύκλειτος ἐποίησε τόνδε τὸν Διαδούμενον ἢ τὸν ἀνδριάντα ἢ ὅλως τὴν εἰκόνα· ὁμοίως ἐπὶ τοῦ κατὰ συμβεβηκότος, ἵνα μὴ καθ’ ἕκαστον ἀπομηκύνωμεν. ἕκαστος δὲ τῶν ἓξ τούτων τρόπων διχῶς αὖθις ἀποδίδοται, ἢ γὰρ δυνάμει ἢ ἐνεργείᾳ· διαφέρει δέ, ὅτι τὰ μὲν ἐνεργοῦντα αἴτια ἅμα τέ ἐστι καὶ οὐκ ἔστι τοῖς ἐνεργουμένοις αἰτιατοῖς, οἷον ὁ τέμνων τῷ τεμνομένῳ καὶ ὁ πρίζων τῷ πριζομένῳ, τὰ δὲ κατὰ δύναμιν οὐκ ἀεί· φθείρεται γὰρ οὐχ ἅμα ὁ οἰκοδόμος τῇ οἰκίᾳ οὐδὲ ὁ [*](1 κοινώτερον L ὑγιείας L (et sic ubique fere) 2 τὸν om. W 3 ὁ om. Ε Aristot. 195a 30 4 ἀκουμενῷ M: ἀκουμένῳ WB: κακουμένῳ L ἄν] ἄρ’ W εἴποιμεν post Ἀκουμενὸν L τὸν om. L Ἀκουμενὸν] cf. quae adn. antea 5 τὸ συμβεβηκὸς αἴτιον MWB: delevi αἴτιον (coll. Aristot. 195a 36): τὸ κατὰ συμβεβηκὸς αἴ. L (e Simpl. 323,8) τὰ ante αἴτια om. L2a (et EI Aristot. 195a 29 7 τῶν ante ἄλλων add. L πορρώτερον καὶ ἐγγύτερον Spengel (ex Arist. 195b 2); malim πορρωτέρω καὶ ἐγγυτέρω (cf. Simpl. 325,1) 8 ὑγείας Β: ὑγιείας L, αἰτίας MW ἢ] ’fort. καὶ᾿ Spengel 10 (et 11) Ἀκουμενὸς] cf. quae adn. ad v. 4 (v. 11 in M quoque ἀκούμενος legitur) 11 οὗ MWB: ὧν L 13 ἢ ὡς τὸ συμβεβηκὸς Spengel ex Aristot. 195b 14 et Simpl. 324,14 sqq.; possis etiam ἢ <ὡς τὰ> κατὰ συμβεβηκὸς supplere post ἢ ὡς τὸ γένος inserendum esse τοῦ συμβεβηκότος (sec. Simpl. l. c.) censet Spengel τὰ ante συμπλεκόμενα om. BL: συμπλεκόμενα ταῦτα Arist. 195b 15 ὡς ante χωρὶς excidisse putat Spengel; at cf. Simpl. 324,16 15 διαδουμένου M et Victorius e coni.: διδομένου WBL 16 τὸ ἐρυθρὸν M: τόδε τὸ ἐρυθρὸν (e Simpl. 325,3) WB: τοδὶ τὸ ἐρυθρὸν L 17 ὁ pr. om. M (in quo ρυθρὸ in ras. man. 2) W 19 αἰτιατὰ] cf. Simpl. 324,23 20 τόνδε τὸν scripsi (sec. Simpl. 324,27): τοδὶ τὸ MWB: τὸ L (unde τὸν Spengel) 21 ἣ ὅλως] sic E Aristot. 195b 8: ἢ καὶ ὅλως F an συμβεβηκός? 22 ἀπομηκύνομεν W ἕκαστος MW: in Β comp. inc.: ἕκαστοι L 23 ἀποδίδοται MWB: ἀποδίδονται L 25 ὁ bis om. E Aristot. 195b 18. 19 πρίζων] cf. Philop. 253,15 26 ὁ ante οἰκοδόμος om. M (cf. Simpl. 826,3; Philop. 253,18))
47
τέκτων τῷ βάθρῳ. τὸ δυνάμει δὲ λέγω νῦν οὐ μόνον ἐνεργῆσαι, ἀλλὰ καὶ [*](174) τὸ πεπαυμένον τῆς ἐνεργείας. δεῖ δὲ ἀεὶ τὸ αἴτιον ἑκάστου τὸ κυριώτατον καὶ προσεχέστατον ζητεῖν, τοῦτο δ’ ἔστιν ἐφ’ ᾧ παύεται ἡ ζήτησις τοῦ διὰ τί, οἷον ἴδιά τί αἴτιος οὗτος τῆς οἰκίας; ὅτι οἰκοδόμος. διὰ τί δὲ ὅλως οἰκοδόμος αἴτιος οἰκίας; ὅτι τὴν οἰκοδομικὴν ἔχει τέχνην᾿. ἐνταῦθα δὲ ἐλθόντα στῆναι ἀνάγκη· ἡ γὰρ ἑξῆς εὐήθης ἐρώτησις. πρώτη ἄρα ἡ τέχνη αἰτία τῆς οἰκίας. λεκτέον δὲ καὶ τὰ γένη τῶν γενῶν αἴτια καὶ τὰ καθ’ ἕκαστον * * *, οἷον ἀνδριαντοποιὸς μὲν ἀνδριάντος αἴτιος, ὅδε δὲ τουδί, καὶ τὰ μὲν δυνάμει αἴτια τοῖς δυνάμει, τὰ δὲ ἐνεργοῦντα τοῖς ἐνεργουμένοις αἰτιατοῖς. πόσα μὲν οὖν τὰ αἴτια καὶ ποσαχῶς ἀποδίδοται, διώρισται καθ’ ἕκαστον ἡμῖν.

4. Λέγεται δὲ καὶ ἡ τύχη πολλῶν αἰτία καὶ τὸ αὐτόματον καὶ πολλὰ καὶ εἶναι καὶ γίγνεσθαι διὰ | τύχην καὶ τὸ αὐτόματον. ταῦτα μὲν ὑπὸ [*](175) τίνα τρόπον τῶν προειρημένων αἰτίων ἐστὶν καὶ πότερον ταὐτὸν τύχη καὶ τὸ αὐτόματον ἢ ἕτερον καὶ ὅλως τί ἐστιν ἑκάτερον, ἐπισκεπτέον. <πρότερον ἐπισκεπτέον> δέ, εἰ ἔστιν ὅλως· ἀρχὴ γὰρ αὕτη. φαίη γὰρ ἄν τις κενὸν ὄνομα τὴν τύχην εἶναι· καὶ γὰρ ἐφ’ ὧν αἰτία λέγεται καὶ ὀνομάζεται, πάντως ἔστιν αἴτιον ὡρισμένον λαβεῖν ἐκ τῶν προαποδεδομένων τρόπων ἡμῖν ἐν τοῖς ἔμπροσθεν, οἷον εἰς τὴν ἀγοράν τις ἐλθών, ἵνα τῷ δεῖνι διαλεχθείη, κατέλαβε τὸν ἑταῖρον ἐξ ἀποδημίας ἐπανήκοντα, ὃν ἐβούλετο μὲν ἰδεῖν, οὐκ ᾤετο δὲ τηνικαῦτα. τούτου γὰρ εἰ ἔροιο τὴν αἰτίαν καὶ ὅπως κατείληφε τὸν ἑταῖρον, ἀπὸ τύχης μὲν ἄν φαίη, κενολογεῖ δέ. πῶς γὰρ ἀπὸ τύχης, ἀλλ’ οὐκ ἀπὸ τῆς αὐτοῦ προαιρέσεως, καθ’ ἣν προείλετο εἰς τὴν ἀγορὰν προελθεῖν; τί γάρ; εἰ μὴ τούτου προῆλθεν ἕνεκεν, ἀλλὰ ἄλλου του, ἄλλην τινὰ αἰτίαν τῆς θέας τοῦ φίλου περιβλεπτέον καὶ οὐ τὴν πρόοδον. εἰ δὴ τὴν μὲν τύχην ἀόριστον αἰτίαν [*](1 τὸ δυνάμει—(2) ἐνεργείας] cf. Simpl. 326,7 2 δεῖ—(5) τέχνην] cf. Philop. 253,30— 254,1 τὸ κυριώτατον Spengel: τὸ καιριώτατον W: τὸ καιριώτερον M (praeterea v. 3 προσεχέστερον Laur. 85,14): τὸ κυριώτερον BL; at vide, ne illa verba ut glossema e Philopono 253,30 illatum delenda sint (cf. 258,16) 3 δὲ WB ᾧ M et Spengel e coni.: ὃ WBL 4 διὰ τί κτλ.] cf. Philop. 258,20 sqq. 5 ἐνταῦθα— (7) οἰκίας] exscr. Philop. 258,21 sqq. 8 lacunam indicavi, quae in WBL verbis ἀντιθετέον τοῖς καθ’ ἕκαστον (sec. Simpl. 326,31) expleta est; fortasse Themistius scripsit τὰ καθ’ ἕκαστον τῶν καθ’ ἕκαστον ἕκαστα bis FI Aristot. 195b 26 ὅδε scripsi: ὁ δὲ M: ὁδὶ WBL 9 μὲν om. W 13 καὶ εἶναι om. M: καὶ om. Β διὰ] διὰ τὴν E Aristot. 195b 32: καὶ διὰ F διὰ post καὶ repet. EF) μὲν M μὴν Laur. 85,14): μὲν οὖν WB: οὖν L 14 αἰτιῶν L ἡ τύχη Arist. 195b 34 praeter I 15 ταὐτόματον WBL 15. 16 alterum ἐπισκεπτέον excidisse recte sensit Spengel; sed erravit eo, quod γὰρ delendum esse censuit, cf. Simpl. 328,16 et Philop. 259,18 17 κενὸν ὄνομα] cf. Simpl. 330,28; Philop. 259,25 18 ἔστιν αἴτιον] εἶναί τι αἴτιον Arist. 196a 1 (at τι om. F): τὰ αἴτια Simpl. 328,27 18. 19 προαποδιδομένων a 20 ἑταῖρον] χρεώστην Simpl. (v. 33), φίλον Philop. (v. 28) 20. 21 ἐπανήκοντα ML: ἥκοντα W: om. B 21 ἐβουλεύετο L (et K Philop. 259,29) 23 ante ἀπὸ τύχης add. οὐκ M solus αὐτοῦ Spengel 24 προείχετο L τί γάρ; εἰ scripsi: εἰ γὰρ εἰ libri: καὶ γὰρ εἰ Spengel 25 ἕνεκα L 26 εἰ δὴ κτλ.] cf. Philop. 260,6 sqq. (ubi τιθέμενοι))

48
καὶ οἱ τιθέντες νομίζουσιν, ἐφ’ ἑκάστῳ δὲ τῶν ἀπὸ τύχης λεγομένων ἐστὶν [*](175) αἴτιον ὡρισμένον λαβεῖν, πῶς οὐκ ὄνομα λέγουσιν ἄνευ πράγματος οἱ τὴν τύχην ὡς αἰτίαν τινῶν ἀποσεμνύνοντες; οὐ παροπτέον δὲ οὐδὲ τοὺς παλαιούς, ὅσοι περὶ αἰτίων ἐφιλοσόφησαν, ὧν οὐδέ τις αὐτὴν ἐν τούτοις καταριθμήσαιτο.. ταῦτα μὲν οὖν εἴποιεν ἂν τὴν τύχην ἐξελαύνοντες ἐκ τῶν πραγμάτων, ἡμεῖς δὲ τὸν μὲν πρότερον λόγον τοὐναντίον περαίνειν οὗ βούλεται. βούλεται | μὲν γὰρ ἀναιρεῖν τὴν τύχην, λανθάνει δὲ αὐτὴν [*](176) μᾶλλον κρατύνων. εἰ γὰρ ἔχοντες ἅπαντες ἅπαντα τὰ γιγνόμενα εἰς ὡρισμένας αἰτίας ἀνάγειν ἀεὶ, καὶ τοῦτο οὐκ ἀγνοοῦντες ὅμως οὐχ ἅπαντα ἀπὸ τύχης γενέσθαι λέγομεν, ἀλλὰ τὰ μὲν τὰ δὲ οὕ, δῆλον ὡς αἴτιόν τι παρὰ τὴν ὡρισμένην αἰτίαν ἡ τύχη, εἴγε ἀποροῦμεν μὲν οὐδέποτε ὡρισμένης ἀρχῆς, αἰτιώμεθα δὲ ἐπ’ ἐνίων οὐ τὴν ὡρισμένην καὶ πρόδηλον ἀρχήν, ἀλλὰ τὴν τύχην ὡς οὖσαν ἕτερον παρ’ ἐκείνην. διὰ τί γὰρ Ἀχιλλεὺς μὲν ἐκ προαιρέσεως λέγεται ἀνῃρηκέναι τὸν Ἕκτορα, Ἄδραστος δὲ ἀπὸ τύχης τὸν Κροίσου παῖδα; ἐχρῆν γὰρ καὶ τοῦτον ἐκ προαιρέσεως λέγειν καθάπερ τὸν Ἀχιλλέα. ἐξήρκει γὰρ αὐτοῖς κἀπὶ τούτου ληρεῖν, ὡς εἰ μὴ προείλετο ἀφεῖναι τὸ δόρυ, οὐκ ἄν ὁ Κροίσου παῖς ἀνῃρέθη· ἀλλὰ προείλετο μὲν ὅτε ἀφῆκε τὸ δόρυ, προείλετο δὲ οὐ κατὰ τοῦ Κροίσου παιδός, ἀλλὰ κατὰ τοῦ θηρίου. τῆς μὲν οὖν ἀφέσεως αἰτιῶ τὴν προαίρεσιν, τοῦ φόνου δὲ μή· πῶς γάρ; ὃ εἰ προῄδει συμβησόμενον, οὐκ ἂν ἔπεμψε τὸ ἀκόντιον· ὥστε καλῶς ἀπὸ τύχης λέγεται καὶ οὐκ ἀπὸ προνοίας ὁ τοιοῦτος φόνος. οὕτως καὶ συγγνώμης ἐπὶ τούτοις τυγχάνουσιν, καὶ ὁ Κροῖσος εὐγνώμων ἦν οὐ παροξυνόμενος πρὸς τὸν δράσαντα. εἰ δὲ μηδεὶς ἐμνημόνευσε τύχης τῶν παλαιῶν, τί τοῦτο; ἐκείνων γὰρ ἔγκλημα τοῦτο, οὐχὶ τῆς τύχης ἀναίρεσις. φαίνονται μὲν γὰρ ὡς ἀληθῶς οὐδαμοῦ λόγον πεποιημένοι περὶ αὐτῆς οὐκ Ἐμπεδοκλῆς, οὐκ Ἀναξαγόρας, οὐκ ἄλλος τις· οὕτε γὰρ ἓν ὧν ἔλεγον αἰτίων, ᾤοντο εἶναι τὴν τύχην, | οἷον φιλίαν [*](177) ἢ [τὸ] νεῖκος ἢ νοῦν ἢ πῦρ, οὕτε τι προσόμοιον τούτοις, ἀλλ’ οὐδὲν τοῦτο [*](1 καὶ om. W 3 οὐδὲ om. L 4 ἐφιλοσόφισαν L οὐδεὶς (an οὐδὲ εἷς?) —(5) κατηριθμήσατο Spengel; οὐδεὶς—ἀπηριθμήσατο Philop. 260, 18 sq. 4. 5 W 5 εἴποιεν scripsi: εἴποιμεν libri 6 μὲν om. W ante τοὐναντίον add. φαμὲν WBL περαίνειν Spengel: παραινεῖν libri περανεῖν Laur. 85,18) 7 βούλεται μὲν—(22) τυγχάνουσιν] isdem fere verbis Simpl. 329,27 sqq. 8 τὰ om. 9 ἀεὶ om. Simpl. 10 ἀπὸ—τὰ δὲ οὔ] aliter Simpl., cf. Philop. 260,26 δ’ WB 11 τΰχνη (!) M τύχη καὶ τὸ αὐτόματον. εἰ γὰρ Simpl. 13 ὡς—ἐκείνην] aliter Simpl. 15 ἐχρῆν—(16) ὡς] καίτοι καὶ οὗτος Simpl. 17 ἀφῆναι ὁ τοῦ Κροίσου Simpl. 18 ὅταν ἀφῆκε libri (quod defendere non audeo; cf. Schmid Atticismus II, 60): corr. Spengel: ἀφεῖναι Simpl. et Philop. 261,7 19 ἀφήσεως W (inc.) αἰτιῶ] αἰτίαν—ῥητέον Simpl. 20 μή· πῶς γάρ;] οὐδαμῶς· πῶς γὰρ προείλετο Simpl, 21 ἔπεμψε om. W 22 οὕτως] διὸ Simpl. τούτοις] τοῖς τοιούτοις Simpl. 23 εὐγνώμων ἣν scripsi: εὐγνώμων ὢν libri fere omnes ὢν εὐγνωμὼν Β, εὐγνωμῶν L1, εὐγνώμων ὢν L2a): εὐγνώμων Spengel; εὐγνωμονῶν Victorius 26 ἄλλ ω M 27 αἴτιον L 28 τὸ del. Spengel (cf. Arist. 196 a 18; Simpl. 330,11) πῦρ ἡ νοῦν FI Aristot. ib.)
49
πρὸς τὸν λόγον ἐστίν, ἐπεὶ καὶ περὶ ἄλλων πολλῶν οὐδένα ἐποιήσαντο [*](177) λόγον, ἀλλ’ ὅ γε χρόνος ἱκανὸς ἐξευρεῖν τὴν ἀλήθειαν. καίτοι θαυμαστὸν μέν, εἰ μηδὲν ὑπολαμβάνοντες τὴν τύχην ὅμως οὐκ ἔπειθον τοὺς ἀνθρώπους ὡς ἐπὶ κενὸν ὄνομα φέρονται, θαυμαστὸν δέ, εἰ γινώσκοντες οὖσαν κατέλιπον διδάξαι ὅπως ἐστίν. ἐγὼ δὲ ἀναμιμνῄσκομαι, ὡς Ἐμπεδοκλῆς καὶ ἄκων περιπίπτει που τῷ ὀνόματι καὶ χρώμενος εἰς ἀπόδοσιν τῆς φυσιολογίας τῇ τύχῃ πολλάκις λανθάνειν οἴεται· τῆς γὰρ τοῦ ἀέρος ἀποκρίσεως τὴν τύχην αἰτιᾶται λέγων ὡς οὕτω συνέκυρσε θέων τότε, πολλάκι δ’ ἄλλως, καὶ τὰ μόρια τῶν ζῴων τὰ πλεῖστα ἀπὸ τύχης γενέσθαι φησίν. ἀλλ’ οὗτος μὲν εἰς μικρὰ αὐτῇ καταχρώμενος, εἰ μηδένα αὐτῆς πεποίηται λόγον, ἥττονος ἄξιος κατηγορίας ἄν εἴη, Δημοκρίτῳ δὲ καὶ τοῖς ἄλλοις πῶς οὐκ ἄξιον ἐγκαλεῖν; οἳ τὰ μέγιστα αὐτῇ προστιθέντες οὐδὲ ἐλαχίστου λόγου μεταδεδώκασιν ἀνθρώποις τοὺς ἀπείρους οὐρανοὺς καὶ τὴν δίνην καὶ τὴν κατέχουσαν τάξιν εἰς ἄλλο μὲν οὐδὲν αἴτιον ἀναφέροντες, τύχης δὲ ἀνάψαντες μόνης καὶ τοῦ αὐτομάτου. καίτοι καὶ τοῦτο αὐτὸ καθ’ ἑαυτὸ θαυμάζω τῶν ἀνδρῶν, εἰ τὰ μέγιστα καὶ θειότατα τῶν φαινομένων, τὸν οὐρανὸν καὶ τὴν τῶν ἄστρων χορείαν, ἐν οἷς οὐδὲν ἀόριστον οὐδὲ ἄτακτον, εἰς τὸ αὐτόματον ἀνάγουσι καὶ τὴν τύχην ὁρῶντες καὶ τὰ φυτὰ καὶ τὰ ζῷα καθ’ ὡρισμένας αἰτίας καὶ τεταγμένας γινόμενα, εἴτε φύσιν εἴτε νοῦν εἴθ’ ἕτερόν | τις ὀνομάζειν βούλοιτο τὰς αἰτίας· οὐ γὰρ περὶ τούτου νῦν [*](178) διαφέρομαι, ἀλλ’ ὅτι γε πόρρωθεν τὸ ἄλογον καὶ ἄτακτον καὶ αὐτόματον τῆς γενέσεως τούτων δῆλόν ἐστιν. διὰ τί γὰρ οὐ γίγνεται ὅ τι ἔτυχεν ἐξ ὅτου ἔτυχεν, εἰ τύχη τὸ αἴτιον ἦν, ἀλλ’ ἐξ ἀνθρώπου μὲν ἄνθρωπος, ἐκ δὲ ἐλαίας ἐλαία; καὶ οὐδεὶς ἀπὸ τύχης φησὶν ἵππον ἐξ ἵππου τετέχθαι ἢ τὸν ἄσταχυν ἐκ τοῦ πυροῦ βεβλαστηκέναι. εἰ ταῦτα μὲν οὕτως, ἃ καὶ ἐμποδίζεται καὶ διακόπτεται πολλάκις, ὁ δὲ οὐρανὸς καὶ τὰ ἄστρα καὶ ἡ ἀκίνητος καὶ διαιωνίζουσα τάξις οὐ κατὰ νοῦν οὐδὲ κατὰ λόγον συντέτακται, ἀλλ’ ἐκ ταὐτομάτου καὶ τύχης, ἀμφότερα οὖν ἁμαρτάνουσι, καὶ ὅτι πάντων αὐτὴν αἰτιῶνται καὶ ὅτι μηδὲν ὑπὲρ αὐτῆς ἡμᾶς διδάσκουσιν. εἰσὶ δέ τινες οἳ τὴν τύχην αἰτίαν μὲν εἶναι καὶ πάνυ πολλῶν πεπιστεύκασιν, οὐκ ἔχοντες δὲ <περὶ> τὴν φύσιν αὐτῆς ἀποδοῦναι εὐσχήμονα λόγον ἀποθαυμαστὸν—(5) [*](2 ὅπως ἐστίν] exscr. Simpl. 330,27 5 παρέλιπον (e Simpl. 330,29) L: I Aristot. 196a 20: παρέλειπον EF Aristot. post ἀναμιμνῄσκομαι add. νῦν WBL 6 περιπίπτοι WB 9 Emp. 167 Stein πολλάκις WL 10 φησίν] φησὶν οὗτος Ε Aristot. 196a 24 11 μηδὲν a 12 κατηγορίας] cf. Philop. 261,31 ἐπιστάσεως Simpl. 331,16) δημοκρίτῳ BL: δημόκριτος MW 14 λόγοις W δίνην L et Paris. 1888 corr.: δίκην MBW 16 αὐτὸ om. Ε Aristot. 196a 28 καθ’ αὑτὸ L 17 τὰ μέγιστα—(19)τύχην] exscr. Simpl. 331,30 17. 18 τὸν οὐρανὸν L (e Simp].): τῶν οὐρανῶν MWB 18 τὴν om. W ἀστέρων W (ut aDF Simpl.) 19.20 τὰ ante ζῷα om. BL 21 εἴ τι ἕτερον Aristot. 196a 30 τι om. F) 23 διὰ τί—(25)τετέχθαι] exscr. Simpl. 331,26 sqq. ὅ τι] διότι M 24 τύχοι B 29 οὖν om. L 31 εἶναι αἰτία μὲν ἡ τύχη E Aristot. 196b 5, εἶναι μὲν αἰτία ἡ τύχη FI 32 περὶ addidi αὐτοῖς M1 post ἀποδοῦναι add. εἰς L Comment. Arist. V. 2 Themist. Phys.)
50
διδράσκουσιν ἄδηλον αὐτὴν αἰτίαν ἀνθρωπίνῃ διανοίᾳ τιθέμενοι. ἐοίκασι [*](178) δὲ ἐξ ὧν λέγουσιν θεῖόν τι καὶ δαιμονιώτερον αὐτὴν ὑπολαμβάνειν· ταύτης δὲ καὶ οἱ πολλοὶ τῆς δόξης εἰσὶ σεβόμενοι τὴν τύχην καὶ νεὼς οἰκοδομοῦντες αὐτῇ μετὰ τῶν θεῶν.. σκεπτέον οὖν ἡμῖν ὥσπερ ἔφην, περὶ αὐτῆς κατὰ τὴν συνήθη μέθοδον.

5. Ὅτι μὲν οὖν ἔστιν καὶ ἐν οἷς ἐστιν ἡ τύχη, λάβοιμεν ἄν οὕτως. τῶν γιγνομένων τὰ μὲν ὡσαύτως ἀεὶ γίγνεται ὡς τὰ ἀίδια, τὰ δὲ ὡς ἐπὶ τὸ πλεῖστον ὡς τὰ φύσει, τὰ δὲ ἀντικείμενα τούτοις ὡς τὰ ἐπ’ ἔλαττον. ἐπειδὴ γάρ εἰσί τινα ὡς ἐπὶ τὸ πλεῖστον γιγνόμενα, δῆλον ὡς ἐστί τινα καὶ ἐπ’ ἔλαττον, ἃ | τὴν ἀναγκαίαν ἐκείνων γένεσιν διακόπτει. πότερον οὖν ἐν τοῖς [*](179) ἐξ ἀνάγκης ἡ τύχη; καὶ τίς ἄν εἴποι τὸν ἥλιον ἀπὸ τύχης ἀνατέλλειν ἢ δύεσθαι τήμερον; ἀλλ’ ἐν τοῖς ἐπὶ τὸ πλεῖστον; ἀλλ’ οὐδεὶς λέγει Καλλίαν ἐκ τύχης πενταδάκτυλον γενέσθαι ἢ καῦμα ἐν τοῖς ὑπὸ κύνα ἢ χειμῶνα κατὰ τὸν τοξότην ὄντος ἡλίου. ἆρ’ οὖν ἐν τοῖς ἐπ’ ἔλαττον ἡ τύχη; τοῦτο γὰρ ἡ κοινὴ δόξα φησί· τά τε γὰρ ὑπὸ τύχης γινόμενα σπανίως οἷόν τε συμβαίνειν καὶ τὰ σπανίως συμβαίνοντα ἀπὸ τύχης οἷόν τε γίνεσθαι· καὶ τοῦτο μὲν ἐνταῦθα μενέτω τὸ τὴν τύχην ἐν τοῖς ἐπ’ ἔλαττον εἶναι. πάλιν δὲ ἄλλως διαιρουμένοις τῶν γινομένων τὰ μὲν ἕνεκά τινος γίνεται, ὥσπερ ὅσων διάνοια καὶ ὅσων ἡ φύσις δημιουργός, τὰ δὲ οὐδενὸς χάριν, ὥσπερ ὅταν ἡμεῖς ἐκτείνωμεν τρίχας ἢ κάρφος ἀναιρώμεθα. τούτων δὴ ποῦ τακτέον τὴν τύχην; φημὶ ὡς ἐν τοῖς ἕνεκά του. πῶς δέ, ἀναμεῖναι μικρὸν βούλομαι· νῦν δὲ ἀναθεμένοις τοῦτο. οὐ γὰρ εἰς μακρὰν ἀποδειχθήσεται, τὸ συμβαῖνον δὲ ἐκ τῶν λημμάτων συλλογισώμεθα. κεῖται δὴ τὴν τύχην ἐν τοῖς ἐπ’ ἔλαττον εἶναι, κεῖται δὲ καὶ ἐν τοῖς ἕνεκά του. τί δὴ τὸ ἐκ τούτων συμπεραινόμενον; τό τινα γίνεσθαι καὶ ἐπ’ ἔλαττον ἐν τοῖς ἕνεκά τινος γιγνομένοις. τοῦ δὴ χάριν ὑπήχθην τουτὶ συλλογίσασθαι πρὸ τῆς θατέρου τοῖν λημμάτοιν διδασκαλίας; ὅτι τὸ ἕνεκά τινος οὐκ ἐν τοῖς ὡσαύτως ἔχουσι μόνον, οὐκ ἐν τοῖς ἐπὶ τὸ πλεῖστον ὁμοίως. ἀλλ’ οὐ δεῖ θαυμάζειν, εἰ καὶ ἐν τοῖς ἐπ’ ἔλαττον εὑρεθείη. εἶεν. πῶς οὖν ἡ τύχη καὶ τὸ αὐτόματον ἐν τοῖς ἕνεκά του; | προσδεῖ γὰρ δὴ τούτου [*](180) [*](1 ἄδηλον κτλ.] cf. Simpl. 333,3 3 σεβόμενοί κτλ.] cf. Simpl. 333,12 6 λάβοιμεν Spengel: λάβωμεν libri (an λάβωμεν αὖ οὕτως scribendum?) 7. 8 ἐπὶ τὸ πολὺ FI Aristot. 196b 11: ἐπὶ πολὺ Ε 9 ἐπειδὴ MW(?)B: ἐπεὶ fort, e Philop., qui haec verba usque ad (10) διακόπτει a Themistio mutuatus est 267,7 εἰσὶ] ἐστί BL (ut Philop.) 11 εἴπῃ Β ἤλιον] cf. Simpl. 343,14 12 λέγει om. W 13 πενταδάκτυλον] cf. Philop. 267,25 χειμῶνι M1 14 ἄρα L 15 τουτὶ W καὶ post τοῦτο γὰρ add. WBL ὑπὸ τύχη Β σπανίως] cf. Philop. 267,27 16 οἶόν τε] οἴονται Β1 οἷόν τε] οἴονται M1BW: οἷόν τε καὶ L1 18 πάλιν] of. Philop. 267,29 19 τὰ δὲ MWB: τὸ δὲ L 20 ὥσπερ om. W ἐκτείνωμεν MWB: ἐκτείνομεν L; cf. Simpl. 335,14 ἀναιρούμεθα WB 21 ποῦ τακτέον κτλ.] cf. Philop. 268,3 τύχην] ψυχὴν L 22 σμικρὸν L ἀναθέμενοι Spengel; at audiendum puto ἀναθεμένοις τοῦτο ἱκανόν ἐστιν 23 συλλογισόμεθα W 24 δὴ] δὲ tacite Spengel (fort. Β1) 26 ὑπείχθην W 27 πρὸς τοῖς τοῖς in τῆς corr.) Β 28 οὐκ MWB: οὐδ’ L 30 τούτου scripsi: τούτῳ MWB: τοῦτο L)

51
τῷ λόγω. πάντες δὲ συμφαῖεν ἄν, ὅτι ὅσα γίνεται ὑπὸ διανοίας καὶ ὑπὸ [*](180) φύσεως, ἕνεκά τινος γίνεται, οἷον τὸ προελθεῖν ἔξω τῆς οἰκίας ἢ γὰρ τοῦ λούσασθαι ἕνεκεν ἢ τοῦ τῷ φίλῳ διαλεχθῆναι) καὶ τὸ πεσεῖν ἐκ τοῦ στέγους τὴν κεραμίδα τοῦ γὰρ εἰς τὸν οἰκεῖον ἐνεχθῆναι τόπον, φημὶ δὲ εἰς τὸν κάτω τὸ βαρὺ καὶ γήινον σῶμα, ἐπειδὴ οὐχ ἱκανῶς ἀνείχετο). ὅταν μὲν οὖν ἐκεῖνο τὸ τέλος αὐτοῖς ἀπαντήσῃ μόνον, οὗ καὶ τὴν ἀρχὴν χάριν ἐγίνετο, οὐδὲν ἐνταῦθα ἔχει κοινὸν ἡ τύχη· ὅταν δέ, ὥσπερ εἴωθε πολλάκις, ἕτερόν τι παρὰ τὸ προκείμενον ἐξ ἀρχῆς, ἐνταῦθα ἀναφαίνεται ἡ τύχη καὶ τὸ αὐτόματον. προῆλθε μὲν γὰρ ὑπὲρ τοῦ λούσασθαι, περιέπεσεν δὲ τῷ λυττῶντι κυνί· καὶ κατηνέχθη μὲν ἡ κεραμὶς ὑπὲρ τοῦ τὴν οἰκείαν χώραν ἀπολαβεῖν, ἐπειδὴ παρὰ φύσιν ἦν αὐτῇ τὸ αἰωρεῖσθαι, ἔπληξε δὲ παριόντα τὸν ἄνθρωπον. ἔστι μὲν οὖν καὶ τῶν οὕτως συμβαινόντων ἢ τὴν φύσιν ἢ τὴν προαίρεσιν αἰτίαν πω εἰπεῖν, ἀλλ’ οὐ καθ’ αὑτήν· οὐ γὰρ τούτων χάριν οὔτε προῆλθεν ὁ ἄνθρωπος οὕτε ὁ κέραμος κατηνέχθη, ἀλλ’ εἰ ἄρ, κατὰ συμβεβηκός. τοῦτο οὖν ἐστιν ἡ τύχη καὶ τὸ αὐτόματον, ὅταν αἰτία γίνηται κατὰ συμβεβηκὸς ἡ φύσις τινὸς ἢ ἡ προαίρεσις. οὕτως ἔλεγον τὴν τύχην ἐν τοῖς ἕνεκά τινος εἶναι, ὅτι ἐν τοῖς ἀπὸ διανοίας καὶ ἀπὸ φύσεως, ὅταν γένηται ταῦτα κατὰ συμβεβηκός τινων αἴτια, γίνεται δὲ κατὰ συμβεβηκός τινων αἴτια, ὅταν ἄλλα τινὰ αὐτοῖς ἀπαντήσῃ καὶ μὴ ὧν χάριν ἐγίνετο· ἔστι γὰρ ὥσπερ τῶν ὄντων τὰ μὲν καθ’ | αὑτά, τὰ δὲ [*](181) κατὰ συμβεβηκός, καθ’ αὑτὰ μὲν ἡ οὐσία, κατὰ συμβεβηκὸς δὲ τὰ ταύτῃ συμβεβηκότα, οὕτως καὶ τῶν αἰτίων τὰ μὲν καθ’ αὑτὰ αἴτια, τὰ δὲ κατὰ συμβεβηκός, καθ’ αὑτὸ μὲν αἴτιον τῆς οἰκίας ὁ οἰκοδόμος, κατὰ συμβεβηκὸς δὲ ὁ λευκὸς ἢ ὁ μουσικός· καὶ τὸ μὲν καθ’ αὑτὸ ὡρισμένον, τὸ δὲ κατὰ συμβεβηκὸς ἀόριστον· ἄπειρα γὰρ ἂν τῷ οἰκοδόμῳ συμβαίη. τοιοῦτον δὲ καὶ ἡ τύχη καὶ διὰ τοῦτο ἀόριστον. διαφέρει δὲ τῶν ἄλλων τῶν κατὰ συμβεβηκὸς αἰτίων ἡ τύχη, ὅτι ἐκείνων μὲν ἕκαστον, ἐπειδὴ τῷ καθ’ αὑτὸ αἰτίῳ συμβέβηκε, οὕτως αἴτιον καὶ αὐτὸ λέγεται τὸ λευκὸν ἢ τὸ μουσικὸν ἢ τὸ περιπατοῦν ἢ τὸ καθήμενον, διόπερ οὐδὲ αἴτιον κυρίως ἐστὶ τὸ τοιοῦτον, ἐπὶ δὲ τῆς τύχης ἡ αὐτὴ πρᾶξις καὶ μία ἄλλου μὲν καθ’ αὑτὴν αἰτία, ἄλλου δὲ κατὰ συμβεβηκός· τὸ γὰρ ὀρύξαι τοὐ μὲν [*](1 δὲ MWB: δὴ L ὅσα τε Aristot. 196b 22 praeter F, qui om. τε γίνηται L 2 γίνονται L προελθεῖν Laur. 85, 14: προσελθεῖν libri rell. 3 ἕνεκα L τὸ scripsi: τοῦ libri 7 ἐγίνετο M: ἐγένετο WBL 9 γὰρ om. W 10 καὶ om. a τὴν om. M (cf. Philop. 261,15) 11 αἰωρεῖσθαι MB: ἄνω κεῖσθαι W: ᾐωρεῖσθαι L 12 τὸν παριόντα W: παριόντα (om. τὸν) L 14 γὰρ] δὲ Β 16 γίνηται MWB: γένηται L post οὕτως add. οὖν WBL 17 post ὅτι add. ἐστὶν L ἐν τοῖς (ante ἀπὸ διανοίας) om. W 18 αἴτια] om. Aristot. 196b 23; cf. Diels Zur Textgesch. p. 26 γίνεται—(19)αἴτια om. Β 20 ἐγίνετο MWB: ἐγένετο L 23 καὶ ante καθ’ ὃ add. Laur. 85,14 24 ὁ ante μουσικός om. L 26 καὶ alt. om. W διαφέρει—(27) συμβέβηκε] exscr. Simpl. 337,15 sqq. 27 ὅτι] διότι Simpl. ἐπειδὴ] κατὰ συμβεβηκὸς αἴτιον λέγεται, διότι Simpl. 29 τὸ ante μουσικὸν om. L καὶ τὸ καθήμενον Β αἴτιον M: αἴτιόν τινος WBL 30 ἐπὶ—(p. 52,6) γινομένοις] Simpl. 337,19—27 32—35 τύχης] ὕλης)
52
φυτεῦσαι καθ’ αὑτὸ αἴτιον, τοῦ δὲ τὸν θησαυρὸν εὑρεῖν κατὰ συμβεβηκός, [*](181) ὥστε ἐκεῖ μὲν ἐν τοῖς αἰτίοις ἡ διαφορά (τὸ μὲν γὰρ καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκός), ἐνταῦθα δὲ ἐν τοῖς τέλεσι τοῦ μὲν καθ’ αὑτό, τοῦ δὲ κατὰ συμβεβηκός. ἔχει μέντοι γε καὶ τὸ ἀόριστον μηδὲν ἧττον, εἰ μὴ καὶ μᾶλλον, ἡ τύχη· τὸ γὰρ εὑρεῖν τὸν θησαυρὸν πολλοῖς ἄν καὶ ἀπείροις αἰτίοις ἐπισυμβαίη χάριν ἄλλου τινὸς γινομένοις, τοῦ φυτεῦσαι χάριν ὀρύσσοντι, τοῦ θεμέλια καταβάλλεσθαι, τοῦ διαγαγεῖν ὀχετὸν φρεατείας ἕνεκεν λάκκου μνήματος ἠρίου μυρίων ἄλλων. καθάπερ οὖν ἐλέχθη καὶ πρότερον (οὐδὲν γὰρ ἄτοπον σχολὴν ἄγοντα τὰ αὐτὰ πολλάκις ἕνεκεν ἀναλαμβάνειν), ὅταν | τὰ ἕνεκά του γινόμενα γένηταί τινος αἴτια [*](182) κατὰ συμβεβηκός, τὰ τούτοις οὕτως ἀπηντηκότα ἀπὸ τύχης λέγεται γεγονέναι ἢ ταὐτομάτου, οἷον ἕνεκα μὲν τοῦ λούσασθαι προῆλθεν, ἀπέλαβε δὲ τὸ ἀργύριον περιτυχὼν τῷ δεδανεισμένῳ κομιζομένῳ τὸν ἔρανον· τοῦ γὰρ ἀπολαβεῖν αἴτιον κατὰ συμβεβηκὸς τὸ προελθεῖν (οὐ γὰρ τούτου ἐγίνετο)· ὡς εἰ τούτου γε ἕνεκεν, οὐκ ἂν ἐλέγετο ἀπὸ τύχης ἀπειληφέναι τὸ ἀργύριον· ἀλλ’ οὔτε εἰ κατὰ ἀνάγκην εἰς τὸν τόπον ἐκεῖνον ἐφοίτα, οὔτε εἰ κατὰ συνήθειαν ὡς ἐπὶ τὸ πλεῖστον· οὐκέτι γὰρ παράλογον τὸ τοιοῦτον οὐδὲ σπάνιον. καὶ τοῦτο δὲ ἐπὶ τῆς τύχης θεωρητέον, ὅτι τὸ κατὰ συμβεβηκὸς οὐκ ἐπὶ τοῦ ποιητικοῦ μόνον αἰτίου, ἀλλὰ καὶ ἐπὶ τοῦ τέλους εὑρίσκεται· ὥσπερ γὰρ τὸ προελθεῖν κατὰ συμβεβηκὸς αἴτιον τοῦ κομίσασθαι, οὕτω καὶ τὸ κομίσασθαι κτὰ συμβεβηκὸς τέλος τοῦ προελθεῖν· καὶ τὸ μὲν ὡς ποιητικὸν αἴτιον τύχη καλεῖται, τὸ δὲ ὡς τελικὸν τὸ ἀπὸ τύχης. δεῖ δὲ καὶ τοῦτο ἀόριστον εἶναι καὶ μὴ τεταγμένον, ὡς εἴγε εἴη τεταγμένον, οὐκέτ’ ἀπὸ τύχης ἐστίν. εὐλόγως δὲ καὶ τοῦτο ἀόριστον· κατὰ συμβεβηκὸς γὰρ καὶ τοῦτο καὶ οἷόν τε ἦν οὐ τὸ κομίσασθαι ἀπαντῆσαι μόνον τὸ προελθεῖν, ἀλλὰ καὶ τὸ πληγῆναι καὶ τὸ θεάσασθαι τὴν πομπήν· ἓν μὲν γάρ ἐστιν οὗ χάριν ἐγένετο τὸ προελθεῖν, ἄπειρα δὲ τὰ τούτῳ δυνάμενα ἐπισυμβῆναι. δῆλον ἄρα ἐκ τῶν εἰρημένων, ὅτι τύχη ἐστὶν αἰτία κατὰ συμβεβηκὸς ἐν τοῖς οὔτε ἐξ ἀνάγκης οὔτε ἐπὶ τὸ πολὺ γινομένοις, ἀλλ’ ἐν τοῖς ἐπ’ ἔλαττον καὶ τούτων γε ἐν τοῖς ἕνε|κά του κατὰ προαίρεσιν· [*](183) [*](1 τοῦ δὲ L Simpl.: τὸ δὲ MWB 4 ἔχοι L τὸ ante ἀόριστον om. BL μηδὲν MWB: οὐδὲν L, Simpl. εἰ καὶ μὴ W 5 post μᾶλλον add. τῶν ἄλλων τῶν κατὰ συμβεβηκὸς αἰτίων Simpl. 6 αἰτίοις om. L τοῦ φυτεῦσαι—(8) μυρίων ἄλλων] cf. Simpl. 335,35 sqq. 9 τὰ αὐτὰ πολλάκις MW: πολλάκις τὰ αὐτὰ BL σαφηνείας] συναφείας Laur. 85,18 10 παραλαμβάνειν L 11 λέγεται L: λέγεται καὶ καὶ MWB (fortasse in archetypo λέγεται γεγονέναι ἣ ταὐτομάτου scriptum erat; cf. Aristot. 196b 31 ἀπὸ ταὐτομάτου καὶ ἀπὸ τύχης) 13 κομιζόμενος L1 (ut E2 Aristot. 196b 34; cf. Diels Zur Textgesch. p. 5) 15 ἐγένετο W 16 εἰ] ἡ L 17 τὸ τοιοῦτον MBL: ὁ τοιοῦτον W 19 μόνον MWB: μόνου L 20 αἴτιον M: αἴτιον ποιητικὸν WB, ποιητικόν ἐστι L 20 κομίσασθαι MWB: ἀπολαβεῖν L 21 κομίσασθαι MW (in Β verba οὕτω καὶ τὸ κομίσασθαι om.): ἀπολαβεῖν L 22 ὡς ante τελικὸν om. W 23 εἴγε] εἴτε M post τεταγμένον add. τε καὶ ὡρισμένον L (fort, ex Simpl. 338,2) 25 ‘ἀπαντῆσαι delendum videtur᾿ Spengel; at cf. Simpl. 25. 26 τὸ προελθεῖν MWB: τῷ προελθεῖν L 28 ἐπιβῆναι L)
53
διόπερ ἐν ὅσοις διάνοια, ἐν τούτοις καὶ τύχη· ἡ γὰρ προαίρεσις οὐκ ἄνευ [*](183) διανοίας. ἀόριστα μὲν οὖν τὰ αἴτια ἀνάγκη εἶναι ἀφ’ ὧν γένοιτο ἂν τὸ ἀπὸ τύχης, ὅθεν δοκεῖ ἡ τύχη ἀόριστον εἶναι· πάντα γὰρ τὰ κατὰ συμβεβηκὸς αἴτια τὸ ὡρισμένον οὐκ ἔχει· ταύτῃ γὰρ μάλιστα τῶν καθ’ αὑτὰ διαφέρει, ὅτι ἐπ’ ἐκείνων μὲν ἔστιν ὁρίσαντας εἰπεῖν τόδε τοῦδε αἴτιον, οἷον τὸν οἰκοδόμον τῆς οἰκίας, ἐπὶ δὲ τῶν κατὰ συμβεβηκὸς οὔ· οὐκέτι γὰρ μᾶλλον ὁ λευκὸς ἢ ὁ μουσικός. οὕτως οὖν καὶ τοῦ κομίσασθαι τὸ ἀργύριον προελθόντα ἄπειρα τὸ πλῆθος αἴτια· καὶ γὰρ ἰδεῖν τινα καὶ βουλόμενος καὶ διώκων καὶ φεύγων καὶ θεασάμενος. εἰ μὲν οὖν τὰ καθ’ αὑτὰ αἴτια λέγει, οὐδὲν ἂν γίνεσθαι δόξειεν ἀπὸ τύχης. παράλογον δὲ οὐδὲν θαυμαστὸν τὴν τύχην λέγεσθαι (ὁ γὰρ λόγος ἐν τοῖς ἐξ ἀνάγκης ἢ ὡς τὸ πολύ), ἀλλ’ ἐπεὶ κατὰ συμβεβηκὸς αἴτιον ἡ τύχη ἀεὶ δὲ ἐν τούτοις ἦν τινα ἐγγυτέρω τε καὶ πορρωτέρω ἐγγυτέρω μὲν ὁ Πολύκλειτος αἴτιος τοῦ ἀνδριάντος, πορρωτέρω δὲ ἄνθρωπος), οὕτω γένοιτο ἂν καὶ ἐν τοῖς ἀπὸ τύχης αἰτίοις, οἷον ὑγείας αἴτιον ἐγένετο τῷ νοσοῦντι ἢ πνεῦμα ἢ εἰληθέρησις ἢ τὸ κείρασθαι καὶ ἀραιωθῆναι τὴν κεφαλὴν μηδὲν τούτων ἕνεκα τῆς ὑγείας ποιήσαντι, ἀλλ’ ἢ τοῦ πρᾶξαι χάριν ἢ τοῦ θεάσασθαί τινα ἢ τοῦ τὴν κόμην ἀποθέσθαι· καὶ γὰρ ἐνταῦθα προσεχέστερον τῆς ὑγείας τὸ πνεῦμα αἴτιον τοῦ κείρασθαι. ὅταν μὲν οὖν τὰ κατὰ συμβεβηκὸς ἀλλήλοις ἀντεξετάσωμεν, | ἔστιν εὑρεῖν προσεχέστερα καὶ πορρώτερα· ὅταν δὲ [*](184) ἁπλῶς ζητήσωμεν, τί ἂν αἴτιον γένοιτο τοῦ ἀπὸ τύχης, οὐκ ἔστιν ὁρίσαντας εἰπεῖν τόδε τι· ἄπειρα γὰρ καὶ ἀόριστα ληφθῆναι δύναται, καθάπερ ἔφθημεν πολλάκις προειρηκότες.

Εὐτυχία δέ ἐστιν, ὅταν τοιοῦτόν τι ἀπαντήσῃ τέλος, οἷον ἄν τις καὶ προείλετο ἐξ ἀρχῆς, ἀτυχία δέ, ὅταν μὴ τοιοῦτον. τύχη δὲ ἀγαθὴ μὲν λέγεται, ὅταν ἀγαθόν τι ἀποβῇ, φαύλη δέ, ὅταν φαῦλον. εὐτυχία δὲ καὶ [*](1 καὶ MWB: ἡ L 3 ἀπὸ τῆς τύχης ὅθεν καὶ ἡ τύχη—εἶναι δοκεῖ Ε Aristot. 197a 9 ἀόριστον ML (cf. Aristot. ib. τοῦ ἀορίστου): ἀόριστος WB 4 ταύτῃ—(6) οὔ] exscr. Simpl. 340,22 sqq. τῶν καθ’ αὑτὰ BL: τῆς καθ’ αὐτὰ MW 5 ὅτι] καθὸ Simpl. μὲν om. Simpl. post αἴτιον add. εἶναι Simpl. 6 οἷον—οἰκίας om. Simpl. οὔ] οὐκέτι Simpl. 8 καὶ ante βουλόμενος om. BL 9 καὶ θεασάμενος M1WBL: καὶ θεασόμενος M2 Spengel e coni.; om. haec verba Ε Aristot. 197a 17, ante καὶ φεύγων leg. in FI; cf. Diels Zur Textgesch. p. 6 10 post τύχης ins. WBL haec: εἰ δὲ καὶ τὰ τὰ om. W) συμβεβηκὸς παραδέχοιτο, γίγνοιτ’ ἄν τι καὶ ἀπὸ τύχης, quae ex Aristot. 197a 12 sqq. ficta esse videntur. ceterum qui sententiarum ordinem apud Tbemistium ab Aristotelis verbis valde discrepantem respexerit, non sine veritatis specie coniciat in Themistii libris hic nonnulla turbata esse; cf. etiam Simpl. 341,20 12 ἀεὶ δὲ ἐν Diels: οὐδὲ ἐν M: ἐν δὲ WBL; cf. Philop. 277,24 sqq. 13 περαιτέρω W ἐγγύτερον L 14 πορρώτερον WL ἄνθρωπος MBL: ὁ ἄνθρωπος W, Simpl. 342,30 15 αἰτίοις fort, delendum (cf. Simpl. 342,28) 19 αἴτιον M (Par. 1888 in marg.), Spengel e coni.: αἰτίου WBL τοῦ] τὸ W ὅταν κτλ.] cf. Simpl. 343, 10 sqq. 20 ὅταν—(22) δύναται] exscr. Simpl. 343,12 sqq. 21 γίγνοιτο L, Simpl. τοῦ] τῶν Simpl. ante οὐκ add. τότε Simpl. 23 ἔφημεν W 24 ὐτυχία—(25) τοιοῦτον] paraphrasis sunt eorum quae in cod. E Aristot. ante 197a 25 leguntur (cf. Diels Zur Textgesch. p. 36); mirum in modum Themistii verba cum iis quae sequuntur confusa reddidit Philop. 279,17 sqq.)

54
ἀτυχία, ὅταν μέγεθος ἔχῃ ταῦτα. καὶ τὸ παρὰ μικρὸν μέγα ἀγαθὸν λαβεῖν [*](184) καὶ γενόμενον ἐγγὺς ἀτυχία μεγάλη, ὅτι ὡς ὑπάρχον αὐτὸ ἤδη λέγει ἡ διάνοια τὸ γὰρ παρὰ μικρὸν <ὥσπερ οὐδὲν ἀπέχειν δοκεῖ). ὁμοίως δὲ καὶ τὸ παρὰ μικρὸν> μέγα κακὸν λαβεῖν εὐτυχίας λέγεται εἶναι μεγάλης. ἀλλὰ καὶ ἀβέβαιος ἡ εὐτυχία εὐλόγως· ἡ γὰρ τύχη ἀβέβαιος· οὔτε γὰρ ἐξ ἀνάγκης, οὔτε ὡς ἐπὶ τὸ πολύ.

6. Ἔστι μὲν οὖν καὶ τὸ αὐτόματον αἴτιον κατὰ συμβεβηκός, ὡς προείρηται, ἐν τοῖς ἐπ’ ἔλαττον γενομένοις καὶ ἕνεκά του, διαφέρει δὲ τῆς τύχης, ὅτι τὸ αὐτόματον ἐπὶ πλέον ἐστὶ καὶ λέγεται. τὸ μὲν γὰρ ἀπὸ τύχης πᾶν καὶ ἀπὸ ταὐτομάτου, οὐ πᾶν δὲ τὸ ἀπὸ ταὐτομάτου καὶ ἀπὸ τύχης· ἡ μὲν γὰρ τύχη καὶ τὸ ἀπὸ τύχης ἐστίν, οἷς ἄν καὶ τὸ εὐτυχῆσαι ὑπάρξῃ, καὶ ὅλως πρᾶξίς τις· διὸ καὶ ἀνάγκη περὶ τὰ πρακτὰ εἶναι τὴν τύχην, πρακτὰ δὲ τὰ κατὰ προαίρεσιν, ὡς ἐν Ἠθικοῖς εἴρηται. σημεῖον δέ, ὅτι ἡ εὐτυχία δοκεῖ | ταὐτὸν εἶναι τῇ εὐδαιμονίᾳ, ἡ δὲ εὐδαιμονία [*](185) εὐπραξία τις καὶ περὶ πρᾶξιν, ὥστε ὅσοις μὴ ἐνδέχεται πρᾶξαι, οὔτε ἀπὸ τύχης τι ποιῆσαι τούτοις ἐνδέχεται. καὶ διὰ τοῦτο οὔτε ἄψυχον οὐδὲν οὔτε θηρίον τι ποιεῖ ἀπὸ τύχης, ὅτι οὐκ ἔχει προαίρεσιν, οὐδὲ εὐτυχία οὐδὲ ἀτυχία ὑπάρχει τούτοις, εἰ μὴ ἄρα καθ’ ὁμοιότητα, ὥσπερ ἔφη Πρώταρχος εὐτυχεῖς εἶναι τοὺς λίθους ἐξ ὧν οἱ βωμοὶ καὶ τὰ ἀγάλματα, ὅτι σεβόμεθα αὐτοὺς μηδὲν εἰς τοῦτο συντελέσαντας, τοὺς δὲ ὁμόζυγας αὐτῶν, ἂν οὕτω τύχῃ, καταπατοῦμεν. ὑπάρχει δὲ τῶν ἀψύχων τισὶ καὶ οὕτως τὸ ἀπὸ τύχης, ὅταν τις ἀπὸ τύχης τι πράξῃ διὰ τοιούτων ὀργάνων, οἷον ὁ τὸν τύραννον Προμηθέα πλήξας μὲν ὑπὲρ τοῦ ἀνελεῖν, διακόψας δὲ τὸ φῦμα καὶ ἰασάμενος· εὐτυχὲς γὰρ ἄν οὕτω λέγοιτο τὸ ξίφος, ἐπεὶ προσκυνοῖτο ὑπὸ τοῦ θεραπευθέντος. τὸ δὲ αὐτόματον οὐκέτι καθ’ ὁμοιότητα ἀλλὰ κυρίως ἄν καὶ τοῖς ἀψύχοις ὑπάρχοι καὶ τοῖς ἄλλοις τῶν ζῴων ἀλόγοις, οἷον ἵππος ἐκ ταὐτομάτου ἐσώθη ληφθεὶς ὑπὸ τῶν [*](1 ἔτῃ. ταῦτα δὲ καὶ τὸ W 2 ἀτυχία et v. 4 εὐτυχίας] apparet Themistium sequi scripturam codd. FI Aristot. 197a 28 δυστυχεῖν ἢ εὐτυχεῖν εὐτυχεῖν ἢ ἀτυχεῖν Ε); similiter Philop. 279,24 sqq. erravit igitur Spengei, qui εὐτυχία et ἀτυχίας edidit 3 ὥσπερ— (4) μικρὸν om. M: WBL fort, ex Aristot. 197a 30 locus expletus est; nam Themistium illud ἀπέχειν sine ulla explicatione transcripsisse mihi persuadere non possum (cf. Simpl. 243,32 ἀπέχειν τοῦ ὅλου et Philop. 280,6 τοῦ τέλους ἀπέχειν) 4 εἶναι λέγεται L 5 οὔτε γὰρ MBL: οὕτ’ (om. γὰρ) W 8 γενομένοις M: γινομένοις WBL, Simpl. 345,10 (at cf. Philop. 283,27) 10 πᾶν καὶ] καὶ deest in Aristot. 197a 37 (FI om. πᾶν), at cf. Simpl. 345,21 11 τὸ ante ἀπὸ τύχης om. WL οἷς] ὅσοις EF Aristot. 197b 1 ἐν ὅσοις Ι): ἐν οἷς Philop. 284,25 12 ὑπάρξει (W?) Β: ὑπάρξαι Spengei: ὑπάρξειν Aristot. 197b 2 πρακτὰ WBL: πράγματα M (nonnulli alii) τὴν om. E Aristot. 197b 3 13 τὰ om. Β Ἠθικοῖς] Nic. Α 1, p. 1094a 19; cf. Simpl. 345,23 λέγεται W 15 ὅσοις] ὁπόσοις E Aristot. 197b 5 16 ἔμψυχον W 17 θηρίον τι ποιεῖ MW: θηρίον ποιεῖ τι BL: om. τι Aristot. 197b 8 21 ὑπάρξει Ε Arist. 197b 12 22 πράξει W (cf. E Simpl. 346,22) 23 οἷον—(25) θεραπευθέντος] exscr. Simpl. 346,23 προμυθέα WL, ut Ε Simpl. ὑπὲρ] ἀπὸ W: ἐπὶ Simpl. 25 fortasse ἐπεὶ <κἂν>: καὶ τάχα ἄν καὶ Simpl. προσκυνεῖτο W (ut E Simpl.) θεραπεύοντος τὰ δὲ αὐτόματα W 26 κυρίοις W ὑπάρχοι L: ὑπάρχει MWB 27 τῶν ζῴων ἀλόγοις MWB: ἀλόγοις τῶν ζῴων L ληφθεὶς ἐσώθη (corr. m. 1))

55
πολεμίων, ὅτι ἦλθε μὲν τοῦ πιεῖν ἕνεκεν, ἐλθὼν δὲ ἐσώθη παρὰ τοῦ [*](185) δεσπότου· καὶ ὁ τρίπους ἐκ ταὐτομάτου κεῖται οὕτως ὥστε καθῆσθαι ἐπ’ αὐτοῦ, οὐ τούτου κατέπεσεν ἕνεκεν· καὶ τὸ τέλος δὲ τὸ ἀπαντῆσαν ἔξωθεν εἶναι δεῖ καὶ οὐκ ἐν τῇ φύσει τοῦ πράγματος· εἰ γὰρ ὁ πεσὼν λίθος κυβικὸν ἔχει τὸ σχῆμα, οὐκ ἐκ ταὐτομάτου κεῖται πρὸς τὸ καθέζεσθαι ἐπιτηδείως· ἐν τῇ φύσει γὰρ ἦν αὐτοῦ τὸ πάντως. εἰ πίπτει, κατὰ τοιοῦτον πεσεῖν τρόπον. καὶ διὰ τοῦτο οὐδὲ | τὸ πῦρ ἀπὸ ταὐτομάτου κινεῖται ἄνω· [*](186) φύσις γὰρ αὕτη τοῦ πυρός. τὸ μὲν οὖν ἀπὸ ταὐτομάτου τοιοῦτον λέγω, τὸ δὲ κοινὸν ὃ καὶ ἐπὶ τῆς τύχης ἄν λέγοιτο. ἀπὸ τύχης δέ ἐστιν ὅσα γίνεται ἀπὸ ταὐτομάτου ἐν τοῖς προαίρεσιν ἔχουσιν, οὐκέτι δὲ ἅπαντα τὰ παρὰ τὴν προαίρεσιν εὐθὺς ἀπὸ τύχης ἐστίν· τῷ γὰρ πλεύσαντι χειμῶνος ἀπήντησε μὲν οὐ κατὰ προαίρεσιν ἡ ναυαγία, οὐ μὴν οὐδὲ ἀπὸ τύχης· ἐπὶ τὸ πολὺ γὰρ οὕτως συμβαίνει. ὅτι δὲ τὸ αὐτόματον τοιοῦτόν ἐστιν οἷον εἰρήκαμεν, σημεῖόν ἐστιν ὅτι μάτην λέγεται ἐκεῖνα γενέσθαι, οἷς οὐκ ἀπήντησε τὸ τέλος, ὧν χάριν ἐπράχθη. ὅταν γὰρ βαδίσωμεν ὑπὲρ τοῦ τὴν γαστέρα διαχωρῆσαι, τοῦτο δὲ μὴ συμβεβήκῃ, μάτην φαμὲν βεβαδικέναι, ὡς τούτου ὑπάρχοντος μάτην τὸ πεφυκὸς ἄλλου ἕνεκα, ὅταν μή τι γένηται ἐκεῖνο, οὗ ἕνεκεν ἦν ἢ ἐπεφύκει· ἐπεὶ εἴ τις φαίη λελοῦσθαι μάτην, ὅτι οὐκ ἐξέλιπεν ὁ ἥλιος, γελοῖος ἂν εἴη· οὐ γὰρ ἦν τοῦτο ἐκείνου ἕνεκα. οὕτω δὲ καὶ τοὔνομα τοῦ αὐτομάτου παρὰ τὸ μάτην γεγονέναι. πολλάκις μὲν οὖν τῷ μάτην γιγνομένῳ οὐδὲν ἕτερον ἠκολούθησεν, ἀλλὰ μόνον τὸ τοῦ οἰκείου τέλους ἡμαρτηκέναι, ὡς τῷ περιπατοῦντι τὸ μὴ καθαρθῆναι, καὶ τοῦτό ἐστι μάτην, πολλάκις δὲ ἕτερόν τι καὶ οὐχ οὗ πέπρακται ἕνεκεν, ὡς τὸ χρυσίον εὑρεῖν τῷ βαδίζοντι διὰ κάθαρσιν, καὶ τοῦτό ἐστι τὸ ἀπὸ ταὐτομάτου. [*](1 ἕνεκα L παρὰ ML: ὑπὸ (cf. Simpl. 346,6) margo MWB 2 καθεῖσθαι Β1: καθεα σθῆναι L 3 ἕνεκ Β καὶ—(8) πυρὸς exscr. Simpl. 347,14 sqq. καὶ τὸ τέος δὲ τὸ ἀπαντῆσαν] καλῶς δὲ τὸ ἀπαντῆσαν τέλος Simpl. ἀπαντῆσαν BL: ἀπαρτῆσαν M: ἀπαρτίσαν W 4 δεῖ MWB (δεῖν φησι Simpl.): δοκεῖ L post πράγματος add. Simpl. εἴπερ ἐκ ταὐτομάτου γίνοιτο εἰ γὰρ— (8) πυρὸς] exscr. Philop. 288,19 sqq. 5 ἔχει libri Themistii et Simplicii (ἔχοι E corr.): πέσοι—ἔχων Philop. τὸ om. L κεῖται—(6) ἐπιτηδείως] ἂν λέγοιτο πρὸς καθέδραν ἐπιτηδείως καταπεσεῖν Simpl. καθέζεσθαι· ἐπιτήδειος γὰρ ἐν τῇ φύσει Philop. 6 πίπτει MWB: πίπτοι L, Simp]., Philop. 6. 7 κατὰ τοιοῦτον πεσεῖν τρόπον M: τοιοῦτον καταπεσεῖν τρόπον WBL: τοῦτον τρόπον καταπεσεῖν Simpl.: τοῦτον καταπεσεῖν τὸν τρόπον Philop. 7 καὶ om. BL, Simpl., Philop. 8 τὸ μὲν—(9) λέγοιτο] cf. Simpl. 347,25 10 παρὰ MBL: περὶ W 11 τῷ γὰρ—(12) τύχης] ex Alexandro (cf. Simpl. 348,12 sqq.) 12 οὐ in ras. M2 ante ἐπὶ add. ὡς BL 14 σημεῖόν ἐστιν om. W 15 τὸ τέλος M: τὰ τέλη WBL βαδίσωμεν MWB: βαδίσῃ μέν τις L (e Philop. 290,2) 16 συμβεβήκῃ scripsi: συμβέβηκε MWB: συμβῇ L (e Philop.) post μάτην ins. αὐτὸν L et Philop. τούτου ὑπάρχοντος μάτην libri: τοῦτο ὑπάρχον τὸ μάτην Spengel (at cf. Philop. 290,5) 17 ἄλλου] α ἀλλ’ οὖ M μή τι M: μήτε Β: μήτε τοῦτο W: μὴ L 18 ἕνεκ’ M: ἕνεκα WBL ἦν ἢ libri Them, et Simpl. 348,25: ἦν καὶ FI Aristot. 197b 27, om. E Aristot. 19 δὲ] δὴ Spengel (sec, Aristot. 197b 29) 20 τοῦ ταὐτομάτου W μάτην] αὐτό μάτην Spengel (sec. Philop. 290,7) πολλάκις κτλ.] cf. Simpl. 348,28 24 ἐστι τὸ M: ἐστιν WBL)
56
διαφέρει δὲ τὸ ἀπὸ ταὐτομάτου τοῦ μάτην, ᾗ καὶ τελικὸν τοῦ ποιητικοῦ, καθάπερ καὶ τὸ ἀπὸ τύχης τῆς τύχης. ὅλως γὰρ ὅταν | τι τοιοῦτον [*](187) ἀποβῇ, ὅπερ ἔχει μὲν οἰκεῖα ποιητικά, γίνεται δὲ μὴ τῶν οἰκείων προϋπαρξάντων, ἀλλ’ ἑτέρων τινῶν, οἷς καὶ αὐτοῖς ἕτερον οἰκεῖον ἠκολούθει τέλος, τότε τὰ μὲν προϋπάρξαντα μάτην λέγεται γεγονέναι, ὅτι μὴ γέγονεν ἐξ αὐτῶν ἅπερ προέκειτο· τὰ δὲ ἐπισυμβάντα ἐκ ταὐτομάτου ὅτι μὴ προϋπαρξάσης ἐγένετο τῆς οἰκείας ἀρχῆς, οἷον ὁ λίθος καταπεσὼν ἐπάταξε τὸν παριόντα· ἐνταῦθα γὰρ τὸ μὲν πατάξαι τέλος, τὸ δὲ πεσεῖν ποιητικὸν αἴτιον εἴποιμεν ἄν. ἀλλὰ καὶ τὸ πατάξαι ἑτέραν εἶχεν οἰκείαν ἀρχὴν οὐ τὸ πεσεῖν, ἀλλὰ φέρε τὸ βληθῆναι ὑπό τινος, ὥστε τι πατάξαι· καὶ τὸ πεσεῖν οὐ τὸ πατάξαι τέλος εἶχεν, ἀλλ’ εἰς τὸν οἰκεῖον ἐνεχθῆναι τόπον, ἀλλήλων δὲ ἐγένετο κατὰ συμβεβηκὸς τὸ μὲν αἴτιον, τὸ δὲ τέλος. ὁ δὲ προιὼν μὲν ὑπὲρ τοῦ πρᾶξαί τι, πληγεὶς δὲ καὶ ἀναστρέψας μάτην μὲν προῆλθεν, ἀπὸ ταὐτομάτου δὲ ἐπλήγη, τάχα δὲ οὗτος καὶ ἀπὸ τύχης· τὸ ἀπὸ ταὐτομάτου γὰρ ἐπὶ πλέον. γνοίης δ’ ἄν κἀκεῖθεν· ὅταν γάρ τι παρὰ φύσιν γένηται, οἷον πολλᾷ τέρατα τίκτεται, τότε οὐκ ἀπὸ τύχης, ἀλλ’ ἐκ ταὐτομάτου φαμὲν γεγονέναι, οἷον τὸν ἑξαδάκτυλον ἢ στρουθοκέφαλον· ἢ ταῦτα οὐκ ἔστιν ἀπὸ ταὐτομάτου; ἔχει γὰρ οἰκείαν αἰτίαν τὴν προϋπάρξασαν ἐν αὐτοῖς· ἢ γὰρ ψῦξιν ἢ ἔλλειψιν ἢ πλεονασμὸν τῆς ὕλης. ἀλλὰ φήσει τις ὅτι καὶ ὁ πεσὼν λίθος ἔνδον εἶχε τὴν βαρύτητα. ἀλλὰ τοῦ πεσεῖν μὲν αὐτὴ ποιητική, τοῦ πλῆξαι δὲ οὔ, ὃ ἔφαμεν ἐκ ταὐτομάτου. τί μὲν οὖν ἐστὶν ἡ τύχη τί τὸ αὐτόματον, εἴρηται, καὶ τίς ἡ πρὸς ἄλληλα τούτων διαφορά. ἀνάγονται δὲ εἰς τὸ ποιη|τικὸν εἶδος τῶν αἰτίων, ὅτι ποιητικοῖς αἰτίοις ἐπισυμβαίνει [*](188) ἢ φύσει ἢ διανοίᾳ, φύσει μὲν κατενεχθεὶς ὁ λίθος διὰ τὸ βάρος ἐπάταξε, διανοίᾳ δὲ διορύττων θεμέλιον θησαυρὸν εὗρεν· ἔστι δὲ οὔτε τὸ διορύττειν τύχης καθ’ ἑαυτό, οὔτε τοῦ θησαυροῦ ἡ εὕρεσις· ὀρύξειε γὰρ ἄν τις θησαυρὸν εὑρήσειν ἐλπίζων, ἀλλ’ ὅταν τοῦτο ἐκείνου μὴ γένηται χάριν, ἀπαντήσῃ δὲ ἀλλήλοις καὶ οἷον συγκρούσῃ, ἡ τούτων συνδρομὴ τύχη [*](1 διαφέρει—(13) τέλος] exscr. Philop. 290,25 sqq. τὸ ἀπό ταὐτομάτου τοῦ μάτην W: Philop. τὸ ἀπὸ ταὐτ’. τοῖς μάτην M: τὸ ἀπὸ ταὐτ’. τὸ μάτην Β: τοῦ ἀπὸ ταὐτ’. τὸ μάτην L τὸ ante τελικὸν add. BL Philop.; τελικὸν αἴτιον Alexander apud Simpl. 349,18 (ex quo totum hunc locum sumpsit Themistius) 3 post ἀποβῇ add. τέλος Philop. post ποιητικά add. αἴτια, item post οἰκεῖον (v. 4) αἰτίων Philop. 6 ἅπερ M: ὃ WBL, Philop. ἐκ ταὐτομάτου L, Philop.: ἐξ αὐτομάτου MWB 7 ὁ om. Philop. παριόντα] προϊόντα Spengel 10 post φέρε add. εἰπεῖν Philop. τι scripsi: τὸ MWB: om. L et Philop. 11 ἐγένοντο Philop. 14 οὗτος MWB: οὕτως L 18 ἔχει—(22) οὔ] exscr. Philop. 291,13 sqq. προυπάρξασαν MWB: προϋπάρχουσαν L 19 φήσει MWB, Vitelli ad Philop. e coni. φήσειε codd. Philop.): φησί L 20 μὲν om. W 21 οὔ, ὃ L: οὐκ MWB (fortasse plura exciderunt) 24 φύσει κτλ.] cf. Simpl. 353, 26 sqq. 25 διανοίᾳ δὲ διορύττων WBL: διανοίᾳ διορύττον M; non desideratur τὶς (quod habet Simpl. 353,29), sed ante φύσει μέν deesse videtur οἷον εὗρε M 26. 27 καὶ ante θησαυρὸν add, BL 27 εὑρήσκειν a (unde εὑρίσκειν Spengel) 28 συγκρούσει L)
57
καλεῖται. ἐπειδὴ δὲ ἡ τύχη καὶ τὸ αὐτόματον ἐπ’ ἐκείνων ἐπεδείχθησαν, [*](188) ἐφ’ ὧν νοῦς ἢ φύσις γένοιτο ἄν αἴτια κατὰ συμβεβηκός, νοῦς ἄρα καὶ φύσις πρότερα τύχης καὶ αὐτομάτου· ἀεὶ γὰρ πρότερα τὰ καθ’ αὑτὰ τῶν κατὰ συμβεβηκός, ὥστε ὅσοι τοῦδε τοῦ παντὸς τύχην αἰτίαν ἀποδιδόασιν, δῆλον ὅτι νοῦν πρότερον καταλείψουσιν. εἰ οὖν ἐξ ἀνάγκης αὐτοῖς ἀκολουθεῖ τὸν νοῦν αἴτιον τίθεσθαι, ὅρα πῶς τὸ λειπόμενον γελοῖον· εἰ γὰρ κατὰ συμβεβηκὸς αἴτιος ὁ νοῦς τοῦ οὐρανοῦ, οὐχ εὑρίσκω τίνος καθ’ αὑτὸν ἔστι ποιητικὸς.

7. Ὅτι δὲ τοσαῦτα αἴτια τὸν ἀριθμὸν ὅσα λέγομεν, δῆλον ἐκεῖθεν. ἐρωτώμενοι γὰρ ἐφ’ ἑκάστου διότι ἔστιν ἕκαστον, ἢ τὸν ὁρισμὸν ἀποκρινόμεθα ἔσχατον, ὡς ἐν τοῖς μαθηματικοῖς, οἷον ‘διὰ τί αἵδε ἴσαι; ὅτι ἐν κύκλῳ ἀπὸ τοῦ κέντρου· διὰ τί δὲ αἱ ἀπὸ τοῦ κέντρου ἐν κύκλῳ ἴσαι; διότι κύκλος ἐστὶ σχῆμα ἐπίπεδον᾿ καὶ ὥσπερ ὁρίζονται οἱ γεωμέτραι· ἢ τὸ κινῆσαν πρῶτον, οἷον ‘διὰ τί ἐπολέμησαν Φωκεῦσι Θηβαῖοι; ὅτι ἐσύλησαν οἱ Φωκεῖς τὸν νεών’, ἢ τὸ οὗ | ἕνεκεν, ‘διὰ τί ἐπολέμησε τοῖς Ἕλλησιν ὁ [*](189) βασιλεύς; ἵνα ἄρξῃ τῶν Ἑλλήνων᾿, ἢ ἐπὶ τὴν ὕλην ἐσχάτην ἐρχόμεθα, οἷον ‘διὰ διὰ τί ἐσάπη τὸ βάθρον; ὅτι ξύλινον ἦν’.

Ὁ φυσικὸς δὲ εἰς ἁπάσας ἀνάγων τὸ διὰ τί ἀποδώσει. διὰ τί ἄνθρωπος ἀποθνῄσκει; ἢ γὰρ ὅτι ζῷόν ἐστι λογικὸν θνητόν, ἢ ὅτι τὸ ποιητικὸν αὐτοῦ ἡ ψυχὴ πρόεισι καὶ ἄπεισιν, ἢ ὅτι ἐξ ὕλης ἐστὶ φθαρτῆς, ἢ ὅτι βέλτιον αὐτῷ τὸ ἀποθνῄσκειν. ἔρχεται δὲ τὰ τρία εἰς ἓν πολλάκις, τὸ εἶδος, τὸ οὗ ἕνεκα, ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· ἡ γὰρ φύσις καὶ ὡς τέλος καὶ ὡς εἶδος καὶ ὡς ποιητικὸν αἴτιον τῶν φύσει γιγνομένων ἐστίν, ὁμοίως δὲ καὶ ἡ ψυχή, ἀλλὰ καὶ ἄνθρωπος ἄνθρωπον * * * αὐτὸς ὢν κατὰ τὸ εἶδος τῷ γεννωμένῳ· καὶ πάντα δὲ ὅλως ὅσα κινούμενα κινεῖ τε προσεχῶς καὶ οὐ δι’ ἑνὸς μέσου ὁμοιοειδῆ ἐστι τοῖς ὑπ’ αὐτῶν γινομένοις, λέγω [*](1 ἐπεὶ W (cf. Philop. 293,8 et quae adn. Vitelli) ἐπεδείχθησαν M: ἐδείχθησαν W: ἀπεδείχθησαν BL 3 καθ’ ἑαυτὰ W 4 ὥστε ὅσοι κτλ.] cf. Simpl. 354,19 τοῦ om. E Aristot. 198a 12 ἀποδίδωσιν L 7 οὐρανοῦ Spengel: ἀνθρώπου libri καθ’ αὑτὸ Spengel ἔστι MW: ἔσται BL 10 ὁρισμὸν WB: ἀριθμὸν M: ὅρον L εἶδος Simp]. 361,24) 11 ἶσαι hic et sim. saepius MB 12. 13 διότι MWB, Simpl. 361,29: ὅτι L 14 οἷον om. W τί] τοῦτο L Φωκεῦσι Θηβαῖοι] cf. Simpl. 361,33 ἐσύλλησαν M 15 ἕνεκα L; malim ἕνεκεν, οἷον διὰ τί] διότι L (et sic saepius) 16 ἔσχατ’ L, ἔσχατα a 17 ἐσάπη] ἐσώθη M 18 πάσας BL, Aristot. 198a 23 et Alexander ap. Simpl. 366,18 19 ὁ ἄνθρωπος Philop. 297,24 cod. nonn. ἡ] hic et in vv. 20, 21 καὶ Simpl. 362,8 20 ἡ ψυχὴ αὐτοῦ BL αὐτῶν a); ceterum cf. Philop. 297,27 πρόσεισι Simpl. 362,9 et Philop. 297,26 (praeter L) 21 αὐτοῦ W εἰς τὸ ἓν Aristot. 198b 25; cf. Diels Zur Texlgesch. p. 6 22 ὅθεν MBL: καὶ ὅθεν W, τὸ ὅθεν Spengel (sec. Simpl. 363,33), τὸ δ’ ὅθεν Aristot. 298a 26 22.23 καὶ ὡς εἶδος καὶ ὡς τέλος W 24 ψυχή] cf. Philop. 302,9 sqq. quae in lacuna interciderint, cognoscitur e Simpl. 364,11 καὶ ἔστιν αἴτιος ὁ πατὴρ τῷ γεννωμένῳ ταὐτὸν ὢν αὐτῷ κατὰ τὸ εἶδος; in L γεννᾷ ὁ (ex Aristotele) insertum est 25 γεννωμένῳ scripsi sec. Simpl.: γενομένῳ M ϊ super γε) Β, γι(γ)νομένῳ L, γινόμενον (om. τῷ) W πάντα δὲ] πάντων W τε] τὸ M. nescio an totus locus aliquantum turbatus sit; cf. Simpl. 364,22 sqq. 26 οὐ δι’ ἑνὸς MW (cf. Simpl. 364,22): δι’ οὐδενὸς BL ὁμοιοειδῆ MWB (in quo ὀμοῖο δῆ cum lacuna): ὁμοειδῆ L (ut Simpl. 364,21 sqq.))

58
δὲ ἐπὶ τῶν φυσικῶν· περὶ γενέσεως γὰρ τοῦτον τὸν τρόπον σκοποῦσι τὰς [*](189) αἰτίας, τί γίνεται μετὰ τί ἕνεκα γὰρ τοῦ εἴδους ἡ φύσις κινεῖται πρὸ αὐτοῦ καὶ ὅταν αὐτὸ ἐξεργάσηται, παύεται τῆς εἰς τὸ πρόσθεν προόδου), τί ἔπαθε καὶ ἠλλοιώθη ὅπερ ἐστὶν ὕλη, τί ἐποίησεν καὶ ἐκίνησεν. ἀλλὰ τοῦτό γε οὐ πᾶν, ἀλλὰ τὸ προσεχὲς καὶ εἴ τι κινούμενον. εἰ δέ τι ἀκίνητον ὂν ἀρχὴ καὶ κινήσεως γίγνεται, οὐκέτι φυσικὸς ἄν ἀλλ’ ὁ πρῶτος φιλόσοφος διορίσειεν. διὸ καὶ τρεῖς αἱ πραγματεῖαι, ἡ μὲν περὶ κινούμενα καὶ φθαρτά, ἡ δὲ περὶ κινούμενα ἄφθαρτα δέ, ἡ δὲ περὶ ἄφθαρτα καὶ ἀκίνητα. διτταὶ γὰρ αἱ ἀρχαὶ αἱ κινοῦσαι φυσικῶς, ὧν ἡ ἑτέρα οὐ φυσική· οὐ γὰρ ἔχει κινήσεως ἀρχὴν ἐν αὑτῇ οὐδὲ φύσιν, τοιοῦτον δέ ἐστιν [*](190) εἴ τι κινεῖ μὴ κινούμενον, ὥσπερ τὸ παντελὲς ἀκίνητον καὶ τὸ πάντων πρῶτον. κατὰ πάντας οὖν τοὺς τρόπους ἀποδοτέον τὸ διὰ τί, καθάπερ καὶ προειρήκαμεν καὶ πάλιν ἐροῦμεν γυμνασίας χάριν· διὰ τί τόδε ἐγένετο; ἐπειδὴ τόδε ἦν αὐτοῦ ποιητικόν, ὅπερ ἐν μὲν τοῖς ἀιδίοις ἀπλῶς ποιεῖ καὶ ἐξ ἀνάγκης τῷ γὰρ πρώτῳ τὸ δεύτερον ἕπεται), ἐν δὲ τοῖς γενητοῖς ὡς ἐπὶ τὸ πλεῖστον, καὶ ἐπειδὴ τόδε μέλλει γενήσεσθαι, ἀνάγκη τήνδε προϋπάρχειν τὴν ὕλην, ὥσπερ ἐν τῷ συλλογισμῷ οὐχ οἷόν τε γενέσθαι τὸ συμπέρασμα μὴ προληφθεισῶν τῶν προτάσεων, καὶ ὅτι τοῦτ’ ἦν τὸ τί ἦν εἶναι καὶ ὁ λόγος τοὐ πράγματος, ὃ πολλάκις, ὥσπερ ἔφ’ ἢν, συντρέχει τῷ οὗ ἕνεκα, ὅταν λαμβάνηται ὅτι βέλτιον οὕτως ἔχειν αὐτῷ· ἄμεινον γὰρ ἦν τοιόνδε εἶδος εἶναι ἀνθρώπου καὶ μὴ ἄλλως. τὸ βέλτιον δὲ οὐχ ἀπλῶς, ἀλλὰ πρὸς τὴν ἑκάστου οὐσίαν ληπτέον· οὐ γὰρ ἓν πᾶσιν τέλος τὸ ἄριστον· ἓν γὰρ ἄν ἦν τοῦτον τὸν τρόπον ἁπάντων τὸ τέλος, ἀλλ’ ἅμα τῶν ἐν τῇ οἰκείᾳ φύσει δυναμένων ἑκάστου γενέσθαι. ὅταν μὲν οὖν οὕτω λαμβάνηται ὁ λόγος, ὡς εὐθὺς ἔχειν τὸ βέλτιον οὕτως ἢ ἄλλως, ὁ αὐτὸς γίνεται τῷ οὗ ἕνεκα, ὥσπερ ἐπὶ τῶν φυσικῶν· ὅταν δὲ μηκέτι ἐγχωρῇ τοῦτο ποιῆσαι, μένει τὸ εἶδος μόνον, ὥσπερ ἐπὶ τῶν μαθηματικῶν· οὐ γὰρ ὥσπερ ἐπ’ ἀνθρώπου καὶ ἵππου καὶ φυτοῦ δυνάμεθα ἐπιδεικνύναι ὑπάρχειν ἀεὶ τῷ [*](1 περὶ—(4) ἐκίνησεν leguntur apud Aristot. 198a 33—35; (5) εἰ δέ τι—(9) ἀκίνητα ib. 198a 28 —31. unde apparet Themistium in ordinandis enuntiatis Alexandri opinionem secutum esse, de qua rettulit Simpl. 366,15 2 τί μετὰ τί γίνεται FI Aristot. 198a 34, τί μεταγίνεται E ἕνεκα—(3) προόδου] cf. Philop. 303,21 sqq. 3 παύεται WBL: παύηται M 4 ἡ ὕλη W 6 ἀρχὴ καὶ] ἀρ’ L, ἄρχον a 9 αἱ post ἀρχαὶ cm. L 10 ἐν ἑαυτῇ Laur. 85,18 (ut FI Aristot. 198b 1): om. M 11 τὸ] τό τε FI Aristot. 198b 2, γὰρ τὸ E παντελῶς Spengel 12 post πρῶτον desunt, quae leg. apud Aristot. 198b 3 καὶ τὸ τέ ἐστι—δεῖ κατὰ πάντας] καὶ πάντως Ε Aristot. 198b 5, πάντως FI 14 αἰδίοις BL, Philop. 305,19: αἰδίως MW 15 τῷ γὰρ—(16) πλεῖστον] cf. Philop. 305,19 sqq. 16 pro ἐπὶ—γενήσεσθαι in W legitur τὸ διὰ τί καθάπερ καὶ πρότερον εἰρήκαμεν (cf. supra v. 12sq.) 20 τῷ] τὸ W, τῶν L1 οὕτως βέλτιον W 21 εἶναι εἴδους ᾦ ἄλλως Par. 1888 et Simpl. 369,6: ἄλλοις MWB: ἄλλας L1: ἄλλος L2: ἄλλο a τὸ βέλτιον—(22) οὐσίαν] cf. Simpl. 369,6 22 οὐσίαν ληπτέον] οὐσίαν. Λεκτέον (hinc cap. 8 incipit) Aristot. 198b 9. 10 ἓν ML: ἐν WB ἀόριστον Laur. 85,18 (ut E Simpl. 369,10) 23 ἄν] lac. 2 litt. in M 24 ὅταν μὲν κτλ.] cf. Simpl. 368,33 sqq. 25 ἄλλως] ἀληθῶς W τῷ] τὸ Β 26 ἕνεκεν L ἐγχωρεῖ W)
59
εἴδει τὸ τοῦ κρείττονος ἐστοχάσθαι, οὐχ οὕτως ἐπὶ τῶν μαθηματικῶν· λῆρος γὰρ εἴ τις ἐπι|χειροίη δεικνύναι, ὅτι τῷ μὲν κύκλῳ βέλτιον ἦν τὸ [*](191) τὰς ἀπὸ κέντρου γραμμὰς ἴσας ἔχειν, τῷ τετραγώνῳ δὲ τὰς περιεχούσας αυτο.

8. Ἀλλ’ ἐπειδὴ τὴν φύσιν ἕνεκά του ποιεῖν πολλάκις ἡμῖν ἔμπροσθεν εἴρηται, καὶ τοῦτο αὐτὸ δεικτέον· ἔχει γάρ τινας ἀμφισβητήσεις. ἀποδεικτέον δέ, ὅπως ἔχει τὸ ἀναγκαῖον τὰ φυσικά, ἐπειδὴ πάντες σχεδὸν οἱ περὶ φύσεως διαλεχθέντες εἰς τὴν ἀνάγκην ἀνάγουσι τὰς αἰτίας, οὐδὲν ἄλλο τὴν ἀνάγκην ἢ τὴν ὕλην νομίζοντες εἶναι· ἐπεὶ γὰρ τὸ θερμὸν τοιονδὶ καὶ τὸ ψυχρὸν καὶ ἕκαστον τῶν ὑλικῶν, ὃ τίθεται ἀρχὴν ἕκαστος, ἐξ ἀνάγκης τόδε ἐγένετο. καὶ γὰρ ὅσοι ποιητικῆς αἰτίας ἐμνημόνευσαν, ὅσον ἁψάμενοι χαίρειν ἐῶσιν ὡς Ἐμπεδοκλῆς τε καὶ Ἀναξαγόρας, καὶ εἰ δή τις ἄλλος τῶν παλαιῶν. λέγουσι δέ τινες τὴν φύσιν οὐχ ἕνεκά του ποιεῖν, οὐδὲ ὅτι βέλτιον οὕτως, ἀλλ’ ὥσπερ ὕει φασὶν ὁ Ζεὺς οὐχ ἵνα τὸν τοῦ δεῖνος σῖτον αὐξήσῃ, οὐδ’ ἵνα διαφθείρῃ τὸν κείμενον ἐν τῇ ἀγῷ, ἀλλ’ ὕει μὲν διὰ τὴν ὑλικὴν ἀνάγκην· δεῖ γὰρ τὴν ἀναχθεῖσαν ἀτμίδα ψυχθῆναι καὶ ὕδωρ γενομένην κατενεχθῆναι, κατενεχθείσης δὲ συμβαίνει τὸν μὲν αὐξηθῆναι σῖτον, τὸν δὲ ἀπολέσθαι. οὕτω δὴ τί κωλύει καὶ τὰ μέρη τῶν ζῴων γενέσθαι μὲν ἐξ ἀνάγκης τοιάδε, ἐπειδὴ ἐξ ὕλης τοιᾶσδε, ἀλλ’ ὅταν μὲν οὕτω συνδράμῃ ὥστε ἐπιτηδείως ἔχειν ἀλλήλοις καὶ πρὸς ἓν ἔργον ἅπαντα συντελεῖν, ὥσπερ ἐγένετο ἄν, εἰ καὶ ἕνεκά του ἐγένετο, ταῦτα μὲν σῴζεσθαι ἀπὸ ταὐτομάτου συστάντα, οἷον ἐπὶ τῶν ὀδόντων; φαίη γὰρ ἄν τις ἐξ ἀνάγκης μὲν αὐτοὺς ἀνατέλλειν τοὺς μὲν ἔμπροσθεν ὀξεῖς, τοὺς δὲ γομφίους πλατεῖς, οὐχ ἵνα οἱ μὲν διαιρῶσιν, οἱ δὲ λεαίνωσιν, ἀλλὰ ἀνατέλλειν μὲν οὕτως διά τινα ὑλικὴν ἀνάγκην, συμπεσεῖν μέντοι τὴν τοιαύτην θέσιν αὐτῶν ἐπιτηδείως ἔχειν πρὸς τὴν ἐργασίαν τῆς τροφῆς. ὅσα δὲ μὴ οὕτως συμπίπτει, ὥστε μίαν χρείαν ἅπαντα συμπληροῦν, ταῦτα ἀπόλλυσθαι, ὥσπερ Ἐμπεδοκλῆς τὰ βουγενῆ καὶ ἀνδρόπρῳρα. ἃ μὲν οὖν λέγουσι, ταῦτά ἐστιν, λέγουσι δὲ λίαν ἀσύνετα. διὰ τί; ὅτι τὰ μὲν τῆς φύσεως [*](1 τὸ om. W (de M ambigo) κρείσσονος Β ἐπὶ—(4) αὐτὸ] ex Alexandro; cf. Simpl. 368,1 sqq. 2 λῆρος] γελοῖος L (e Philop. 306,7) 3 ἀπὸ] ἀπὸ τοῦ W: ὑπὸ B1: ἐκ τοῦ Alexander τοῦ om. Simpl. ed. Ald.) τῶ δὲ τετραγώνῳ Alex. 6 καὶ] ἤδη L 7 δὲ] δὲ καὶ BL: δὴ E Aristot. 198b 10 8 οὐδὲν ἄλλο κτλ.] cf. Simpl. 369,21 9 εἶναι νομίζοντες BL ἐπεὶ M et F Simpl. 369,23: ἐπειδὴ WBL (ex Aristot. 198b 12 vel Simpl. Ea) 10 καὶ τὸ ἕκαστον F Aristot. 198b 13 ὃ τίθεται ἀρχὴν ἕκαστος] cf. Philop. 312,6 11 ἐγένετο] γίνεται E Aristot. 198b 14, γίνεται καὶ πέφυκε FI ποιητικῆς] cf. Simpl. 369,26 12 τε] γε Laur. 85,18 14 ὥσπερ—(18) ἀπολέσθαι] cf. Simpl. 371,6 sqq.; Philop. 307,1 sqq. φασὶν MBL et Philoponi libri (ut vid.): om. W (ut Simpl.): φησιν ed. Philop. 14. 15 τοῦ δεῖνος MWB: τοῦ δεῖνα L: τοῦδε Philop. 16 ἀναχθεῖσαν MWB: ἀνενεχθεῖσαν L (fort, e Simpl. vel Philop.) 17 συμβαίνει M (ut Aristot. 198 b 21:) συνέβη WBL et Philop. συμβαίνειν Simpl.) 18 δὴ MWB: δὲ L: οὖν Simpl. 371,16 23 αὑτοὺς ἐξ ἀνάγκης ἀνατέλλειν μὲν W 24 λεαίνουσιν L 25 συμπεσεῖν κτλ.] cf. Philop. 307,13 27 συμπίπτει M1WB2L: συμπίπτοι M2B μίαν] μὴ W 29 τοιαῦτά fort. M1 τὰ μὲν—(p. 60,3) οὕτως] cf. Simpl. 372,30)

60
ἔργα ἡ τὸν αὐτὸν ἀεὶ γίνεται τρόπον ἢ κτά γε τὸ πλεῖστον ὁμοίως· [*](192) ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου καὶ ἵππος ἐξ ἵππου ὁμοίως καὶ οἱ ὀδόντες οὕτως. τὰ δὲ ἀπὸ τύχης ἐπ’ ἔλαττον καὶ σπανίως· τότε γὰρ λέγεται ἀπὸ τύχης ὕειν, ὅταν ὑπὸ κύνα, καὶ καῦμα ἀπὸ τύχης, ὅταν ἐν χειμῶνι. εἰ τοίνυν τῆς φύσεως μὲν πάμπολυ τὸ ὡρισμένον, τῆς τύχης δὲ πάμπολυ τὸ ἀόριστον, οὐκ ἂν εἴη τὰ τῆς φύσεως ἔργα ἀπὸ τύχης τε καὶ ταὐτομάτου, ἀλλ’ ὡς ἡμεῖς λέγομεν, ἕνεκά του. φύσεως δὲ ἔργα τὰ ζῷα καὶ τὰ φυτὰ καὶ τὰ μόρια, ἐν οἷς οὐδὲν εἰκῇ οὐδὲ μάτην οὐδὲ ἐνδέον οὐδὲ περιττόν ἐστιν. ὁ δὲ Ζεὺς ὕει † τὸ μὲν μὴ ἕνεκα τοῦ τὸν ἐμὸν σῖτον αὐξῆσαι, ἀλλὰ τί τοῦτο πρὸς τὸ μηδενὸς ἕνεκα ὕειν; οὐ γάρ, εἰ μὴ τῶν ἐμῶν πυρῶν ἕνεκεν, οὐδενὸς ἕνεκεν· ἀλλ’ ὁ μὲν ὑετὸς ἕνεκεν ἄλλου του γίνεται προηγουμένως ὑπὸ τῆς φύσεως, καὶ τοῦτο μάθοις ἄν ἐν οἷς περὶ τοῦ κόσμου διαλεξόμεθα· προσχρῆται μέντοι τῷ κατὰ φύσιν γιγνομένῳ τούτῳ ἡ γεωργική· σπείρει γὰρ τηνικαῦτα, ἡνίκα | καὶ ὑσθήσεσθαι προσδοκᾷ. ἐν [*](193) ὅσοις τοίνυν τῶν γιγνομένων τέλος ἐστίν, εἰς ὃ περατοῦται ἡ κίνησις καὶ προ·ἰοῦσα συνεχῶς τελευτᾶ, ἐν τούτοις ἅπαντα τὰ πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκεν γίγνεται, ἐν δὲ τοῖς τῆς φύσεως ἔργοις τὸ τοιοῦτον ἔστιν εὑρεῖν ἀκριβῶς· συνεχῶς γὰρ κινεῖται καὶ πρόεισιν ἀδιαλείπτως μέχρι τοῦ τὸ τέλος ὁλόκληρον περιποιήσασθαι· καὶ γὰρ ἡ πόα καὶ ἡ καλάμη καὶ ὁ στάχυς καὶ αἱ ποικίλαι καὶ παμπληθεῖς αὗται μορφαὶ προίασι μέχρι τοῦ πυροῦ, εἶτα ἐντεῦθεν στάσις ἤδη καὶ ἠρεμία, ὥστε δῆλον ὅτι πάντα ἐκεῖνα τοὐ πυροῦ χάριν ἐγένετο. οὐ συμπίπτει ἄρα τὸ πρὸ τοῦ τέλους τῷ τέλει, ἀλλ’ ἐκείνου πέφυκεν ἕνεκα γίγνεσθαι· οὐδὲ γὰρ εἰ ἡ φύσις οἰκίαν ἐποίει, ἄλλως ἄν ἐποίησεν ἡ ὡς πέφυκεν οἰκία ἕνεκα] γίγνεσθαι, πέφυκεν δὲ γίγνεσθαι οἰκία τῶν πρὸ τοὐ τέλους τοῦ τέλους ἕνεκεν γιγνομένων· λίθοι γὰρ ἁρμόζονται καὶ ξύλα πρίεται καὶ πλάσσεται κέραμος τῆς σκέπης ἕνεκεν ὃ τέλος ἐστὶν οἰκίας. ἀλλ’ οὐδὲ εἰ ἡ τέχνη ζῷον ἐποίει, ἄλλως ἄν ἐποίησεν ἢ ὡς ἡ φύσις ἐποίησεν· ἐποίησε δ’ ἂν ἕνεκα τοῦ τέλους τὰ πρὸ αὐτοῦ. τὸν αὐτὸν ἄρα καὶ ἡ φύσις τρόπον. ὅλως δὲ ἡ τέχνη τὰ μὲν ἐπιτελεῖ, ἃ ἡ φύσις ἀδυνατεῖ ἀπεργάζεσθαι, ὑγείαν καὶ σαρκώσεις φαρμα- [*](2 ὁμοίως om. BL 6 καὶ ἀπὸ ταὐτομάτου W 7 φύσεως δὲ ἔργα κτλ.] cf. Philop. 311,17 8 οὐδὲν WBL: om. M οὑδὲ] ‘scrib. ubique οὔτε’ Spengel ἐνδέον] ἐνδεῶς Laur. 85,18 9 τὸ] τὸ τῷ L1, del. L2. om. a; ὑέτω μὲν Diels 11 πυρῶν ἕνεκα W ἕνεκεν ἄλλου του M(?)B: ἕνεκα ἄλλου του L: ἄλλου του ἕνεκεν W 14 ὁ γεωργικὸς L ὑσθήσεσθαι L et Par. 1888: ὑσθήσεται MWBa ἐν ὅσοις—(21) ἠρεμία] exscr. Simpl. 375,15 sqq. (ex Alexandro Themistium haec sumpsisse apparet e Simpl. 374,31 sqq.); ἐν ὅσοι—(16) γίνεται exscr. Philop. 308,15 sqq. 15 γιγνομένων MB et γιν.) W: L τέλος ἐστί τι Ε Aristot. 199a 8: τέλος τί ἐστι FI: ἐστὶ τέλος τι Philop. 308,16 16. 17 τοῦ τέλους alt. om. W (ut F Simpl.) 17 ἕνεκα BL (a Simpl.) 20 ποικιλίαι W 23 ἕνεκα ἐκείνου πέφυκε W, ἐκείνου ἕνεκα πέφυκεν Simpl. 25 οἰκία ἕνεκα M(?)WB: ἕνεκα del. L 27 ἄλλ’—(29) αὐτοῦ] exscr. Simpl. 377,4 sq. 29 τρόπον καὶ ἡ φύσις L δὲ] τε FI Aristot. 199a 15 δε E) 30 ἀπεργάσασθαι Ε Aristot. 199a 15 et Simpl.: ἀπεργάζεσθαι FI post σαρκώσεις add. καὶ W)
61
κείαις ἰατρική, ὅταν ἡ φύσις ἐξασθενήσῃ, τὰ δὲ μιμεῖται γράφουσα καὶ [*](193) πλάσσουσα παντοίας ζῴων καὶ φυτῶν ἰδέας. ὁμοίως οὖν ἔχει κατ’ ἀμφοτέρας τὰ τέλη πρὸς τὰ πρὸ αὐτῶν. μάλιστα δὲ φανερὸν ἐπί τινων ζῴων, ὅτι ἡ φύσις ἔχει τὸ ἕνεκά του, οἷον μυρμήκων ἢ ἀραχνῶν, ἃ μηδὲ τέχνῃ μηδὲ προαιρέσει | ποιοῦντα ὅμως ἕνεκά του ποιεῖ, καὶ ἡ χελιδὼν οἰκοδομεῖ [*](194) τὴν νεοττιὰν ὅτι μάλιστα ἀσφαλῶς συνδέουσα κάρφεσι τὸν πηλὸν καὶ σχῆμα πολυχωρότατόν τε καὶ ἰσχυρότατον ἐργαζομένη καὶ ἡ μέλιττα θαυμαστὴ τῆς τῶν ἑξαγώνων συνθέσεως, τῆς δὲ ἀλκυόνος τὴν καλιὰν ἥκιστα ἄν ὕδωρ λυμαίνοιτο. πολλὰ ἄν ἔχοιμεν λέγειν, εἰ βουληθείημεν τὸ λογοειδὲς τῶν ζῴων ἐπιδεικνύναι. καὶ τί δεῖ λέγειν περὶ τῶν ζῴων, ὅπου καὶ ἐν τοῖς φυτοῖς διώκει πάντως ἡ φύσις τὸ ἕνεκά του; τά τε γὰρ φύλλα ἕνεκα τῶν καρπῶν καὶ αἱ ῥίζαι ἕνεκα τῆς τροφῆς, ἐπεὶ διὰ τί πρὸς Δῖός οὐκ ἄνω μὲν αἱ ῥίζαι, κάτω δὲ οἱ κλάδοι; διὰ τί δὲ οὕτως ἀμφιέννυσι τὰ σπέρματα τῶν καρπῶν τὰ μὲν ξύλοις τὰ δὲ χιτῶσιν ἐνδύουσα, εἰ μὴ πολλὴν εἶχε πρόνοιαν τοῦ μὴ διαλείπειν τὴν γένεσιν τὴν ἐξ ἀλλήλων, ὥστε δῆλον ἐξ ἀπάντων τῶν εἰρημένων, ὅτι ἡ φύσις ἕνεκά του ποιεῖ. διττὴ δὲ αὕτη, ἡ μὲν ὡς ὕλη, ἡ δὲ ὡς μορφὴ καὶ τέλος· αὕτη ἕνεκεν ἄρα τοῦ εἴδους· κυριωτέρα γὰρ αἰτία τὸ εἶδος καὶ ὁ λόγος καὶ ἡ μορφή, οἱ δὲ παλαιοὶ τὴν ὕλην ἐσέμνυναν περιττῶς· μόνην γὰρ ᾔδεισαν. καὶ φαίη τις ἂν ‘ἀλλ᾿ εἰ τὸ ἕνεκά του διώκει πάντως ἡ φύσις, πῶς οὐκ ἀεὶ κατορθοῖ;’ πῶς δὲ οὐκ ἀεὶ κατορθοῖ τὸ ἕνεκά του ἡ τέχνη; ἀλλὰ καὶ τὸ φάρμακον ἔβλαψε πολλάκις τοῦ σώματος δι’ ἀσθένειαν οὐκ ἐνεγκόντος καὶ ὁ κλινόπους κατεάγη συμπηγνύμενος· ἀλλ’ ὅμως ἐδόθη τὸ φάρμακον, ἵνα ὠφελήσῃ, καὶ ὁ κλινόπους ἐξείργασται διὰ τὴν κλίνην, ὥστε ἢ καὶ τῆς τέχνης ἀφαιρετέον τὸ ἕνεκά του ἢ καὶ τῇ φύσει | συγχωρητέον· ἀμφότερα γὰρ ἐπὶ τὸ πλεῖστον [*](195) μὲν κατορθοῦσιν, ἐν οἷς καὶ μάλιστα φανερὸν τὸ οὗ ἕνεκα, ἐπ’ ἔλαττον δὲ ἁμαρτάνουσιν, ἀλλ’ ὅμως ἐμφαίνεται καὶ ἐν τούτοις, ὅτι ἐστοχάζοντο μέν τινος ἀγαθοῦ, διήμαρτον δὲ ἄκουσαι τοῦ τυχεῖν διὰ τὴν τῆς ὕλης ἀσθένειαν. καὶ γὰρ ὅταν διαμαρτάνωσιν, οὐκ ἐκτοπίζεταί που μακράν, οὐδὲ πόρρω τοῦ προκειμένου τὸ σφάλμα. οὐδέποτε γοῦν ἐξ ἀνδρὸς πλάτανος ἐτέχθη, ἀλλὰ μάλιστα μὲν ἀνήρ· εἰ δὲ μή, γυνή· εἰ δὲ μή, ζῷον· εἰ δὲ [*](1 ἐξασθενήσῃ] cf. Philop. 316,21 2 παντοίων L et Simpl. 378,10 ante ὁμοίως quaedam excidisse putat Spengel coll. Aristot. 199a 17 (et Simpl. 378,12) οὑν ἔχει scripsi: ἄν ἔχη MWB: ἂν ἔχοι L 2. 3 κατ’ ἀμφοτέρας MBL: ἀμφότερα W 3 τινων] ‘malim τῶν’ Spengel; at cf. Philop. 311,1 5 καὶ ἡ χελιδὼν—(9) λυμαίνοιτο] cf. Simpl. 379,8 sqq. οἰκοδομεῖ WL et Simpl.: οἰκονομεῖ MB 6 καὶ] libri et Ε Simpl.: κατὰ a F Simpl. 7 ἰσχυρώτερον W, ἰσχυρώτατον Β 8 ἑξαγόνων L ἀλκιόνος Β Καλλιὰν L 9 λυμαίνοιτο MWB: λυμάνοιτο L 10 καὶ τί δεῖ κτλ.] cf. Philop. 317,6 11 ἡ φύσις διώκει πάντως BL τά τε γὰρ—(15) οῦ οῦ ἀλλήλων] cf. Simpl. 379,19 sqq. ἕνεκέν W 14 τῶν καρπῶν M post καρπῶν add. ἀκριβῶς WBL (ἀσφαλῶς Simpl.) 17 post τοῦ εἴδους add. ἡ ὕλη WBL 18 κυριωτέρα] cf. Alexander apud Simpl. 380,13 19 ἐσέμνηναν L καὶ MWB: ναὶ L 20 πῶς MW: πῶς αὐτὸ BL (at cf. Philop. 318,3) 28 ἀγαθοῦ] ἀριθμοῦ W 29 ἐκτοπίζεται κτλ.] cf. Simpl. 384,1 sqq.)
62
μή, σάρξ. καὶ ἡ κέγχρος ἢ συκῆν ἐποίησεν ἢ ἐρινεόν, οὐ δρῦν οὐδὲ ὄχνην· ἥ τε ἐλαία πάλιν ἐλαίαν ἢ κότινον· καὶ οὐ πλάτανον ἢ πίτυν. τοιαῦτα καὶ τὰ Ἐμπεδοκλέους ‘βουγενῆ᾿ καὶ ‘ἀνδρόπρῳρα᾿ ἐπὶ τῆς τῶν ζῴων συστάσεως, ἐλαιόπρῳρα δὲ ἐπὶ τῶν ζῴων οὐδὲ ἐκεῖνος ἐτόλμησεν εἰπεῖν, μᾶλλον δὲ οὐδὲ ἐπὶ τῶν φυτῶν ἀμπελογενῆ καὶ τοιαῦτα ἄλλ’ ἄττα δραματουργῆσαι ἐθάρρησε, καίτοι μᾶλλον ἐχρῆν· ἧττον γὰρ ἐν τοῖς φυτοῖς τὸ ἕνεκά του. περιττὸν μὲν οὖν τερατολογίαν τοιαύτην λόγου τινὸς ἀξιῶσαι, ὅμως δὲ ῥητέον, ὡς εἰ καὶ ἐγένετο κατὰ τὴν ἐξ ἀρχῆς σύστασιν βουγενῆ καὶ ἀνδρόπρῳρα, οὕτως ἄν ἐγένετο ὡς τὰ τέρατα τοῦ σπέρματος ἐξασθενοῦντος καὶ διαφθειρομένης τινὸς ἀρχῆς, οὐκ εὐθὺς ἡμιτόμων ζῴων ἡμιτόμοις συγκολλωμένων· οὐδὲ γὰρ τὸ ὁλοφυές, ὡς αὐτὸς ὀνομάζει, καὶ ὁλόκληρον καὶ δυνάμενον σῴζεσθαι εὐθὺς ζῷον συνίσταται, ἀλλ’ ἀπὸ σπέρματος γίνεται κρατούσης τῆς μορφῆς. ὅλως δὲ οἱ τὸ ἕνεκά του τῆς φύσεως ἀφαιρούμενοι <τὸ> τί ἐστι καὶ τὸ ὄνομα αὐτῆς καταλείπουσιν· ὁ γὰρ μέν τινα γενέσθαι λέγων οὐχ ἕνεκά του δέ, μάτην καὶ τοὔνομα λέγει | τῆς φύσεως· φύσει γάρ ἐστιν ὅσα ἀπό τινος ἀρχῆς ἐνυπαρχούσης κινούμενα [*](196) ἀφικνεῖται κατὰ τάξιν ἐπί τι τέλος, ἀλλ’ οὐκ ἐπὶ τὸ τυχὸν ἀπὸ τῆς τυχούσης ἀρχῆς. τοῦτο μὲν γὰρ ἐν τοῖς ἀπὸ τύχης συμβαίνει καθάπερ εἴρηται, ἐνταῦθα δὲ ὥρισται ἀφ’ ἑκάστης ἀρχῆς ἕκαστον τέλος καὶ κατορθοῦνται ἐπὶ τὸ πλεῖστον, οὐ σπανιάκις οὐδ’ ἐπ’ ἔλαττον ὥσπερ τὰ τυχηρά. τί οὖν ἀπὸ τύχης τὰ φύσει γίνεσθαι λέγουσιν; οὐκ ἔστι γὰρ συνάψαι φύσιν καὶ τύχην, εἰ μὴ τηνάλλως ὀνόματι συγκολλᾶν βούλοιο, ἐπεὶ τά γε ἐξ ἀμφοῖν σημαινόμενα παντελῶς ἀλλήλων διέστηκε. νὴ Δία· οὐ γὰρ ὁρῶμεν βουλευομένην τὴν φύσιν, ὥσπερ ὁρῶμεν τοὺς ἕνεκά του ποιοῦντας. οὕτω δ’ ἂν οὐδὲ ταῖς πολλαῖς τῶν τεχνῶν συγχωροῖεν τὸ [*](1 κέγχρος Μ: κεγχραμὶς WBL ἐρρινεόν W οὐ δρῦν WBL, Philop. 318,32: ἢ δρῦν M 2 ὄχνην MWB: ὄγχνην L ἐλαίαν πάλιν W ἢ κότινον MBL: καὶ οὐ κότινον W1 καὶ ἢ κότινον W2) ἢ πίτυν MW: οὔτε πίτυν BL οὐδὲ πίτυν coni. Spengel) 3 καὶ] δὲ W τὰ MWB: om. Let Simpl. 381,7 τὰ βουγενῆ E Aristot. 199b 11: βουγενῆ FI) Ἐμπεδοκλέους] V. 258 Stein, 4 εἰπεῖν ἐτόλμησεν L 5 οὐδὲ MWB: om. L post ἀμπελογενῆ add. τινα WBL 6 ἧττον γὰρ WBL: om. M (quae verba ex Aristotele 196a 10 vel. Philop. 319,17 inserta esse videntur loci lacunosi vel alium in modum corrupti emendandi causa) 7 τοιαύτην M: τοσαύτην W (in quo post ἀξιῶσαι legitur) BL 9 οὕτως—(10) ἀρχῆς] cf. Simpl. 381,9 sqq.; Philop. 319,5 τὰ om. L 10 τινὸς] τῆς aF Simpl 381,11 et 15: om. E 11 συκολλωμένων M 14 ἀφαιροῦντες Philop. 319,21 et 320,12 τὸ τί ἐστι scripsi: τί ἐστι MW: τί BL φύσιν W 15 μάτην] cf. Philop. 320,22 λέγει] λείπει Β 16 φύσει γάρ κτλ.] cf. Philop. 320,13 sqq. ἐνυπαρχούσης om. W: συνεχῶς Alexander apud Simpl. 384,6 17 ἐπί τι WBL: εἴς τι M (εἰς in ras.), Aristot. Simpl. 383,23, Pbilop.: πρός τι Alexander apud Simpl. 384,6 18 τυχούσης] τύχης W τοῦτο WBL: τοῦ M 19 ὥρισται] cf. Philop. 320,25 20 κατορθοῦνται (sc. πάντα τὰ τέλη) MWB: κατορθοῦται L σπανιάκις] cf. Simpl. 384,23 22 ἔσται L τύχην] τέχνην L τηνάλλως Spengel: τηνάλως libri συγκολλᾶν] cf. Philop. 320,23 23 βούλοιο scripsi: βούλοιτο libri βούλοιντο aut ὀνόματί τις συγκολλᾶν βούλοιτο Spengel))
63
ἕνεκά του· οὐδὲ γὰρ ὁ τέκτων βουλεύεται, πότερον δεῖ πρίειν πρότερον ἢ [*](196) ἀποξέειν, οὐδὲ ὁ γραμματιστής, πῶς αὐτὸν δεῖ γράφειν α β, οὐδὲ ὅταν γράφῃ Κλέωνα ἐπισκοπεῖται, τί πρότερον ἢ δεύτερον τῶν στοιχείων αὐτῷ γραπτέον· ὁ οἰκοδόμος ὡσαύτως οὐ βουλεύεται, πότερον τοὺς θεμελίους πρώτους ἢ τοὺς τοίχους ἢ τὴν ὀροφὴν ἐξεργαστέον, ὁ ὑφάντης, ὁ λαοξόος· ἀλλ’ ὥρισται καὶ τῶν ἔργων ἕκαστον καὶ ἡ τάξις ἡ φέρουσα ἐπὶ τὸ προκείμενον τέλος καὶ τὴν ὁδὸν ἕκαστος τῶν δημιουργῶν ὁδεύει τὴν τεταγμένην. ὁμοίως δὲ καὶ ἡ φύσις· παράδειγμα γάρ ἐστι τῆς τέχνης. ἡ διαφορὰ δὲ ἐν τῷ τὴν μὲν ἔξω, τὴν δὲ ἔνδον εἶναι τοῦ ἔργου, ἐπεὶ θῶμεν ἐν τοῖς ξύλοις εἶναι τὴν τεκτονικήν, καὶ οὐκ ἄν ἕτερον τρόπον ἐργάσαιτο | τὴν [*](197) κλίνην, ἀλλὰ καθάπερ νῦν ἔξω οὖσα. ὥστε εἰ νῦν ἔχει τὸ ἕνεκά του, καὶ τότε ἂν εἶχεν ὁμοίως, ἡνίκα ἄν ὡς φύσις εἰργάζετο. μάλιστα δὲ ἔοικεν ἡ τέχνη τῇ φύσει, ὅταν αὐτός τις ἑαυτὸν ἰατρεύῃ. ἀλλ’ εἴρηται ἡ διαφορά. τοῦτο μὲν οὖν ἐκ τούτων ἄν τις ἱκανῶς πεισθείη.

9. Μετὰ δὲ ταῦτα σκεπτέον, πῶς ἐν τοῖς φύσει τὸ ἀναγκαῖον καὶ πότερον τὰ φύσει γινόμενα ἀπλῶς ἐξ ἀνάγκης γίνεται, ὡς τὸ τέλος ἁπλῶν ἕπεσθαι τοῖς πρὸ αὐτοῦ γενομένοις, ἢ ὡς ἐνόμιζον οἱ φυσικοί, ἐν ταῖς τῆς ὕλης κινήσεσιν ἕπεσθαι τὰ γιγνόμενα ἐξ ἀνάγκης οἰόμενοι. ἔστι μέν πὼς τὸ ἀναγκαῖον ἐν τοῖς φυσικοῖς, οὐχ οὕτως δὲ ὡς ἐκεῖνοι λέγουσιν. ἐκεῖνοι μὲν γὰρ πάνυ γελοίως τὸ ἀναγκαῖον εἰσάγουσιν εἰς τὰ τῆς φύσεως ἔργα· φασὶ γὰρ ἐξ ἀνάγκης τὴν μὲν γῆν κάτω κεῖσθαι διότι βαρεῖα, τὸν δὲ αἰθέρα ἄνω διότι κοῦφος, ταῖς φυσικαῖς τῆς ὕλης κινήσεσιν προσάπτοντες τὴν ἀνάγκην τῶν γενομένων, ὥσπερ εἴ τις καὶ τὸν τοῖχον ἐξ ἀνάγκης νομίζοι, ὅτι τὰ μὲν βαρέα κάτω πέφυκε φέρεσθαι, τὰ δὲ κοῦφα ἐπιπολῆς, καὶ τῶν μὲν λίθων διὰ τὴν βαρύτητα κάτω πεσόντων, τῶν πλίνθων δὲ διὰ τὴν κουφότητα ἄνω καὶ ἔτι τῶν ξύλων, οὕτω τὸν τοῖχον συνεστηκέναι· ἐμβροντήτου γὰρ τοῦτό γε καὶ οὐδέποτε οἰκοδομουμένην οἰκίαν ἰδόντος. οὐχ οἱ λίθοι κατ’ αὐτούς, οὐδὲ αἱ πλίνθοι καὶ τὰ ξύλα κινούμενα, ὡς ἐπεφύκει, κατασκευάζουσιν οἰκίαν, ἀλλ’ ἡ σύνθεσις ἡ τοιάδε καὶ ἡ μορφὴ καὶ ἡ τέχνη, οὐκ ἄνευ μὲν ἐκείνων, οὐ μὴν δι’ | ἐκεῖνα, προηγουμένως αὐτὴ [*](198) [*](1 ὁ τέκτων] cf. Philop. 321,5 βουλεύεται WL: βούλεται MB 2 ἀποξέειν M έ e corr.) ἄλφα βῆτα Β 3 Κλέωνα] cf. Simpl. 385,18; Philop. 321,9 πρότερον MBL: πρῶτον W δεύτερον MWB: τί δεύτερον L 4 ante οἰκοδόμος add. καὶ L πότερον] πρότερον W 5 λευοξόος L 6 ὥρισται] cf. Philop. 321,9 9 ἐπεὶ L: ἐπὶ MWB 10 ἐργάσαιο L 13 ἰατρεύει W η super εἰ) 14 ἄν τις ἐκ τούτων WL 15 δὲ om. L 17 γενομένοις MWB: γινομένοις L et Philop. 326,9 19 δὲ om. Β 21 τὴν μὲν γῆν ἐξ ἀνάγκης W κεῖσθαι] κινεῖσθαι Spengel; num γενέσθαι (cf. Simpl. 386,23) ? 22 κινήσεσιν τῆς ὕλης L 23 γινομένων L ὥσπερ ἄν εἴ τις FI Aristot. 200 a 1 ἂν om. Ε) τὸν τοῖχον WBL: τῶν τοίχων M ἐξ ἀνάγκης νομίζοι Spengel: ἐξ ἀνάγκης νομίζειν MWB et νομίζει) L; ἐξ ἀνάγκης γεγενῆσθαι νομίζοι E Aristot. ib.; γεγενῆσθαι ἐξ ἀνάγκης FI 24 ἐπὶ πολλῆς W 25 μὲν om. L τὴν] sic F Aristot. 2004a 4 (om. EI) 26 τὸν τοῖχον BL: τῶν τοίχων MW 27 οἰκοδομουμένην WL: οἰκοδομημένην MB ante οὐχ ins. ὡς L οὐχ—(30) τέχνη] Simpl. 387,8 sqq. οὐχ] οὐ γὰρ Simpl. 28 κατ’ αὐτούς M (a Simpl.): καθ’ αὑτούς WBL)

64
προελθοῦσα, τοὐναντίον δὲ δι’ αὐτὴν κἀκεῖνα παράγουσα. ἔστι μὲν καὶ ἡ [*](198) ὕλη τῶν καθ’ αὑτὰ αἰτίων ὥσπερ εἰρήκαμεν, ἀλλὰ κυριωτέρα γε ἡ μορφὴ καὶ ὁ λόγος καὶ τὸ τί ἦν εἶναι καὶ οὐ τοῦτο ταῖς ἐκείνης κινήσεσιν ἐξ ἀνάγκης ἀκολουθεῖ, ἀλλ’ ἐκείνη μᾶλλον τῷ λόγῳ πέφυκε συναρμόζεσθαι. οὐδὲ γὰρ ἐπειδὴ σίδηρος, διὰ τοῦτο ἐξ ἀνάγκης γίνεται σμίλη καὶ ἄροτρον, ἀλλ’ ἐπειδὴ σμίλης καὶ ἀρότρου δεόμεθα, διὰ τοῦτο καὶ σίδηρον μεταλλεύομεν· οἰκίας δὲ οἰκοδομούμεθα οὐκ, ἐπειδὴ πλίνθους ἔχομεν καὶ ξύλα· χρεία μὲν γὰρ καὶ τούτων, ἀλλ’ οὐ διὰ ταῦτα προηγουμένως οἰκοδομούμεθα, ἀλλὰ διὰ τὸ κρύπτειν ἄττα καὶ σῴζειν, ὅπερ ἐστὶ λόγος τῆς οἰκίας. ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις τοῖς ἕνεκά τινος γινομένοις. διὰ τί γίνεται χιτών; ἵν’ ἐνδυώμεθα. ἀλλὰ τοῦτο οὐκ ἄνευ ἐρίων· χρὴ τοίνυν ὑποκεῖσθαι τὰ ἔρια. διὰ τί γίνεται ὑποδήματα; ἵνα μὴ τριβώμεθα βαδίζοντες. ἀλλὰ τοῦτο οὐκ ἄνευ δερμάτων· φροντιστέον ἄρα πρῶτον τῶν δερμάτων. εἰ μὲν οὖν εἵπετο καὶ ἐρίῳ παντὶ τὸ χιτῶνι γίγνεσθαι καὶ δέρματι τὸ ὑποδήματι, ἐξ ἀνάγκης ἂν εἵπετο ταῖς ὕλαις τὰ εἴδη. νῦν δὲ πρίονι μὲν ὑποκεῖσθαι τὸν σίδηρον ἐξ ἀνάγκης καὶ θριγγίῳ λίθους, οὔτε δὲ τῷ σίδηρον εἶναι τὸ πρίονα γενέσθαι ἐξ ἀνάγκης ἀκολουθεῖ οὔτε τῷ λίθους ὑπάρχειν τὸ θριγγίον οἰκοδομεῖσθαι. ἔχει μὲν οὖν ἡ ὕλη τὸ ἀναγκαῖον, ἀλλ’ οὐ δι’ ἑαυτήν, ἀλλὰ διὰ τὴν μορφὴν καὶ τὸ εἶδος. ταύτῃ μὲν γὰρ οὐδὲν ἐξ ἀνάγκης ἀκολουθεῖ, αὐτὴ δὲ ἐξ ἀνάγκης ὀφείλει προυποκεῖσθαι τῷ εἴδει, ὥστε οὐ τὸ τέλος ἐξ | ἀνάγκης ἀκολουθεῖ τοῖς πρὸ αὐτοῦ, ἀλλ’ ὑποθεμένοις τοῦτο [*](199) διὰ τὴν ὑπόθεσιν ταύτην τὸ ἀναγκαῖον ἕπεται καὶ ἡ ἐξ ἀνάγκης αἰτία. οὐκ ἄρα τὸ τέλος ἐξ ἀνάγκης, ἀλλὰ διὰ τὸ τέλος τὸ ἐξ ἀνάγκης. διὰ γὰρ τὸ τέλος ἡ ὕλη καὶ διὰ τὴν μορφὴν τὸ ὑποκείμενον, ἡ δὲ ὕλη καὶ τὸ ὑποκείμενον ἡ ἐξ ἀνάγκης αἰτία. οἱ μὲν οὖν μόνην αἰτίαν τὴν ὕλην τιθέμενοι καὶ ταῖς ἐκείνης φυσικαῖς κινήσεσιν ἕπεσθαι τὰ γινόμενα λέγοντες ἁπλῶς <ἂν> ἐξ ἀνάγκης γίγνεσθαι τὰ γιγνόμενα λέγοιεν· ἐπειδὴ ἀποδέδεικται ἡμῖν ἄλλη παρὰ τὴν ὕλην αἰτία κυριωτέρα, τὸ εἶδος, καὶ ταύτης ἕνεκεν ἡ ὕλη παραγομένη, οὐκ αὐτὴ παράγουσα τὴν μορφήν, οὐδ’ ἄν ἁπλῶς αἰτία λέγοιτο οὐδ’ ἂν ἀπλῶς ἀναγκαία, ἀλλ’ ἐξ ὑποθέσεως, καθάπερ ἡμῖν ἔθος πολλαχοῦ λέγειν· ὑποθεμένοις γὰρ τὸ εἶδος οὕτως εὑρίσκεται καὶ τῆς ὕλης τὸ [*](1 δὲ om. W ἔστι—(5) ἐξ ἀνάγκης] exscr. Simpl. 387,12 sqq. ἔστι μὲν καὶ MWB: ἔστι μὲν γὰρ καὶ L, καὶ γὰρ ἔστι μὲν Simpl. 2 κυριώτερόν L 3 εἶναι om. a 3. 4 ἐξ ἀνάγκης ἀκολουθεῖ MWB et Simpl.: ἐξακολουθεῖ L 4 τῷ λόγῳ] τούτῳ Simpl. 5 γίνεται ἐξ ἀνάγκης W 11 ἐνδυσώμεθα L 12 γίνεται] γὰρ W 13 πρῶτον MWB: πρότερον L 14 χιτῶνι WBL: χιτώνιον M τὸ] τοῦ M2 15 ταῖς ὕλαις MWB: τῇ ὕλῃ L 16 θριγκίῳ Β2 δὲ om. a τῷ] τὸ W σιδήρῳ L 17 θριγκίον Β 18 οἰκοδομῆσθαι Β ἔχει—(22) ἕπεται] cf. Simpl. 387,18 20 ὥστε om. Simpl. 21 ἀνάγκης] ἀνάγκης ὑλικῆς Simpl. 23 τὸ ἐξ ἀνάγκης· διὰ γὰρ τὸ τέλος om. Β 25 οἱ μέν—(p. 65,2) τὸ ἀναγκαῖον] exscr. Simpl. 387,29 26.27 ἀπλῶς ἄν Simpl.: ἀπλῶς libri 27 ἐπειδὴ] ἐπεὶ δὲ Simpl. ἐπεὶ δέδεικται cod. E); sic vel ἐπειδὴ δὲ Spengel 28 ἡ om. L 29 οὐδ’] οὐκ Simpl.; ‘malim οὔτ᾿—οὔτ” Spengel ἀπλῶς αἰτία λέγοιτο οὐδ’ ἄν om. L: οὐδὲ ἡ ὕλη Simpl. 30 ἀλλ’ om. M (fort, legendum ἐξ ὑποθέσεως δέ) 31 εὑρίσκεσθαι W)
65
ἀναγκαῖον. τὸ δὲ ἐξ ὑποθέσεως ἀναγκαῖόν ἐστί πὼς καὶ ἐν τοῖς μαθήμασιν· [*](199) ὑποθεμένοις γὰρ τὰς προτάσεις ἐξ ἀνάγκης ἕπεται καὶ τὸ συμπέρασμα, οὐ μέντοι, εἰ τὸ συμπέρασμα τοῦτο, ταδὶ πάντως καὶ τὰ λήμματα. δύναται γὰρ ταὐτὸν ἀποδείκνυσθαι διὰ πλειόνων, καθάπερ ἐν τοῖς ἀριθμοῖς· εἰ μὲν ε καὶ ἑ, πάντως ἐξ αὐτῶν τὰ δέκα, εἰ δὲ δέκα, οὐ πάντως ἑ καὶ ἑ. καὶ γὰρ ἑπτὰ καὶ τρεῖς καὶ ἓξ καὶ τέσσαρες, ὥστε οἷς τεθεῖσιν ἕπεται τὸ συμπέρασμα, ταῦτα οὐχ ἕπεται τεθέντι τῷ συμπεράσματι· μὴ ὄντος μέντοι γε ἀναγκαίου τοῦ συμπεράσματος, οὐδὲ αἱ προτάσεις ἔσονται ἀναγκαῖαι. ἆρ’ οὖν ὁμοίως ἔχει ταῦτα τοῖς φυσικοῖς τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον; | οὐδαμῶς, ἀλλὰ ἡ [*](200) τάξις ἀντέστραπται· ἐνταῦθα μὲν γὰρ εἰ αἱ προτάσεις, καὶ τὸ συμπέρασμα, τουτέστιν εἰ τὰ πρῶτα, καὶ τὰ ὕστερον· ἐπὶ δὲ τῶν φύσει τοὔμπαλιν· εἰ γὰρ τὰ ὕστερον, καὶ τὰ πρῶτα· εἰ γὰρ ἡ μορφή, καὶ ἡ ὕλη, ἐπεὶ τά γε ἄλλα ὁμοίως ἔχει· ὡς ἐπὶ τῶν φυσικῶν ἐξ ἀνάγκης μὲν ἐδεῖτο τὸ εἶδος τῆς ὕλης, οὐχ εἵπετο δὲ ἐξ ἀνάγκης τῇ ὕλῃ, οὕτως ἐπὶ τῶν συλλογισμῶν ποιοῦσι μὲν ἐξ ἀνάγκης τὸ συμπέρασμα αἱ προτάσεις, ὄντος δὲ οὐκ ἐξ ἀνάγκης ὑπάρχουσιν. ἡ τάξις οὖν ἀνάπαλιν ἔχει, τάχα δὲ οὐδὲ αὕτη. σκόπει γάρ· ἐν τῖς ποιητικαῖς τέχναις ἄλλη μέν ἐστιν τῆς θεωρίας ἀρχὴ κτὰ τὸν λόγον καὶ τὸ οὗ ἕνεκα, ἄλλη δὲ ἡ τῆς πράξεως. ἐπὶ γὰρ τῆς οἰκοδομικῆς τὸ μὲν εἶδος τῆς οἰκίας καὶ ὁ λόγος ἀρχὴ τῆς θεωρίας ἐστὶν καὶ οἱ θεμέλιοι δὲ τῆς πράξεως. ὅπου δὲ οὐκ ἔστι ποίησις οὐδὲ τάξις, ἐνταῦθα ἀκόλουθον μίαν ὑπολείπεσθαι τὴν ἀρχὴν τὴν κατὰ τὴν θεωρίαν τε καὶ τὸν λόγον· ἄλλη γὰρ οὐκ ἔνι. αὗται δέ εἰσιν αἱ προτάσεις, ὥστε εἰ ἐνταῦθα μὲν αἱ προτάσεις αἱ κατὰ τὸν λόγον ἀρχαὶ ἐκεῖ δὲ τὸ εἶδος, ἐν ἀμφοτέροις ἂν ὁμοίως ἡ ἀκολούθησις γένοιτο· ταῖς γὰρ κατὰ τὸν λόγον ἀρχαῖς ἕποιτο ἄν τὸ ἀναγκαῖον, ὅπερ ἐπὶ τῶν ποιητικῶν μὲν ὕλη, ἐπὶ δὲ τῶν θεωρητικῶν τὸ συμπέρασμα. ἀπέφηνεν ἄρα διὰ πάντων πῶς ἔχει τὸ [*](1 καὶ ἐν MW et Philop. 332,14: κἀν BL 2 ὑποθεμένοις κτλ.] cf. Philop. 327,11 3 πάντως MW et Philop. 327,25: διὰ πάντως L: πάντα Β 3 λήματα M: λώματα L 5 ε΄ καί ε΄] πέντε καὶ πέντε utrobique BL δέκα] ῑ bis W εἰ δὲ δέκα MW(?): εἰ δὲ τὰ δέκα BL (cf. Simpl. 389,29) 6 ζ͂ καὶ γ καὶ ς (ἓξ) καὶ δ 7 τεθε L: τεθέντα a 9 ταῦτα] ’fort, τούτοις ἐν’ Spengel: malim ταῦτ’ πάντα, vel πάντως 10 τάξις] cf. Philop. 327,14 sqq. 11 τὰ ὕστερον scripsi (cf. v. 4 et Simpl. 390,6 sq.): τὸ ὕστερον libri 12 τὰ ὕστερον MB: τὰ ὕστερα W: τὸ ὕστερον L 13 post ὡς acid, γὰρ L φυσικῶν] ἀντιστροφῶν W 13. 14 τῆς ὕλης τὸ εἶδος WL 14 τῇ ὕλῃ] τῆς ὕλης W 16 αὕτη Spengel: αὐτή libri 17 ἄλλο L 18 κατὰ λόγον (om. τὸν) W ἡ τῆς] ἐκ τῆς W 19 ‘καὶ (ante ὁ λόγος) deleudum nisi scripseris καὶ τοῦ λόγου’ Spengel; at cf. ind. verb. i. v. καί 20 τάξις] ‘immo πρᾶξις᾿ Spengel; at defendi possunt verba οὐδὲ τάξις, si hunc in modum explicaveris: οὐδ’ ἄρα ἀπορία τις περὶ τάξεως 21 τὴν ante θεωρίαν om. WL 22 κατὰ λόγον (om. τὸν) W 23 ἀρχὴ MWB (cf. Philop. 328,26 ἔστιν ἀρχὴ μὲν αἱ προτάσεις; idem 336,14): ἀρχί L (cf. Simpl. 390,29 εἰσὶ—αἱ κατὰ τὸν λόγον ἀρχαὶ αἱ προτάσεις): fort. ἡ—ἀρχή legendum, ut Spengel coni., aut αἱ delendum 24 ἀμφοτέροις MWB et Simpl. 390,27. 28: ἀμφοτέραις L 25 ἐπὶ τῶν ποιητικῶν μὲν MW: ἐπὶ μὲν τῶν ποιητικῶν BL 26 ἀπέφηνεν libri: ἀπέφημεν Spengelii typographus. ἀπεφήναμεν Spengel: at exegetae non paraphrastae in modum hic vel illic Themistium locutum constat; cf. Praef. πέφηνεν coni. Diels))
66
ἀναγκαῖον, ἡ ὕλη καὶ αἱ ταύτης κινήσεις τε καὶ ἀλλοιώσεις· ταύτης γὰρ [*](200) χωρὶς ἀδύνατον γενέσθαι τὴν μορφὴν καὶ τὸ εἶδος. καὶ ἄμφω μὲν τῷ φυσικῷ τὰς αἰτίας ἐπισκεπτέον, μᾶλλον δὲ τὴν τοῦ | οὗ ἕνεκεν (αἴτιον [*](201) γὰρ τοῦτο τῆς ὕλης), ἔφην δὲ ἐπὶ τῶν φυσικῶν ταὐτὸν εἶναι τὸ εἶδος καὶ τὸ οὗ ἕνεκεν· αὕτη γὰρ ἀρχὴ μάλιστα γίνεται τοῦ λόγου καὶ τοῦ τί ἦν εἶναι, ὥσπερ καὶ ἐν τοῖς τεχνητοῖς, ἐπεὶ οἰκία τοιόνδε, τάδε δεῖ γενέσθαι καὶ ὑπάρχειν ἐξ ἀνάγκης καί, εἴπερ ὑγεία τοιονδί, τάδε γενέσθαι καὶ ὑπάρχειν ἐξ ἀνάγκης. οὕτω δὲ καὶ εἰ ἄνθρωπος, ταδὶ καὶ εἰ κύων, ταδί. ἐπὶ μὲν γὰρ τῶν τεχνητῶν οὐ συντρέχει πολλάκις τὸ εἶδος τῷ οὗ ἕνεκεν, ἐπὶ πολλῶν δὲ ἐμφαίνεται ἐν τῷ λόγῳ καὶ τὸ οὗ ἕνεκεν· οἰκία γὰρ ἐκ τοιῶνδε τοιόνδε σκέπης ἕνεκεν. ἐπὶ δὲ τῶν φύσει ταὐτόν ἐστιν. εἴτε δὲ τῶν φύσει γινομένων εἴτε τῶν κατὰ τέχνην λαμβάνοις, εὑρήσεις, ἄν ὡς φυσικὸς ἐξετάζῃς, ἐν αὐτῷ τῷ λόγῳ τὴν ὕλην καὶ τὸ ἀναγκαῖον αἴτιον περιεχόμενον· ὁρισαμένοις γὰρ τὸ ἔργον τοῦ πρίειν, ὅτι διαίρεσις τοιάδε ξύλων, εὐθὺς ἐμφαίνεται ἡ τοῦ σιδήρου χρεία· καὶ οὕτω μὲν δύναται καὶ ἐξ ἐπιλογισμοῦ τινος, πολλάκις δὲ καὶ ἐνεργείᾳ. τί ἐστιν ὀργή; ζέσις τοῦ περὶ καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως. ὥστε τῷ φυσικῷ γενήσονται μὲν οἱ λόγοι κατὰ τὸ εἶδος, ἐμπεριέξουσι δὲ καὶ τὴν ὕλην· τοιοῦτον γὰρ τὸ φυσικὸν εἶδος, ὥστε ἀεὶ σὺν ὕλῃ καὶ ὑποκειμένῳ τινὶ θεωρεῖται. |

[*](1 αἰ om. W 2 γενέσθαι ἀδύνατον L 3 ἕνεκα M2 5 τὸ οὗ] τοῦ οὗ M (cf. Simpl. 391,19. 20; idem vitium in Ε Aristot. 200a 34) γίνεται] ἡ ἀπὸ L; cf. Aristot. 200a 35 (ubi ἡ ἁρχή EF, ἀρχὴ L). fortasse γίνεται ἀπὸ τοῦ λόγου legendum 6 καὶ ὥσπερ καὶ Β τεχνικοῖς L οἰκία] ἡ οἰκία FI Aristot. 200b 1 γενέσθαι E Aristot. ib. 7 ὑπάρξειν L 8 δὲ] δὴ Β καὶ εἰ ἄνθρωπος τοδί, ταδί FI Aristot. 200b3 9 τῷ] τὸ W 10 ἐπὶ—ἕνεκεν om. W 12 φύσει MWB: φύσει τι L 13 ἐν τῷ αὐτῷ λόγῳ L 14 ὁρισαμένοις] ὁρισάμενοι Ε Aristot. 200b 5 (ὁρισαμένῳ F, ὁρισαμένου 1) πρίειν] πρίονος Philop. 337,26 15 δυνάμει P. Shorey Class. Review Χ 328 15. 16 ἐπιλογισμοῦ] cf. Philop. 338,14 16. 17 περὶ καρδίαν ΜΒ: περικαρδίου WL et E Simplicii 392,27: περικαρδ΄ libri Philoponi 338,9: περὶ τὴν καρδίαν F Simplicii 19 σὺν ὕλῃ ἀεὶ L τινὶ post ὕλῃ Β θεωρεῖται M: θεωρεῖσθαι WBL)
67

1. Ἐπεὶ δὲ τὴν φύσιν ὡρισάμεθα ἀρχὴν κινήσεως καὶ μεταβολῆς, δεῖ μὴ λανθάνειν τί ἐστιν κίνησις· ἀναγκαῖον γὰρ ἀγνοοῦντας αὐτὴν ἀγνοεῖν καὶ τὸν λόγον τῆς φύσεως. ὥσπερ δὲ, ὅτι κίνησις τῷ λόγῳ τῆς φύσεως ἐμπεριέχεται, ἀναγκαῖος ὁ λόγος ὁ περὶ αὐτῆς, οὕτως εἴ τι τῷ περὶ κινήσεως ὁρισμῷ εὑρίσκοιτο ἐμφαινόμενον, ἐφεξῆς καὶ περὶ τούτου διαλεκτέον. ἐμφαίνεται δὲ εὐθὺς τῷ τῆς κινήσεως λόγῳ τὸ συνεχές, τούτῳ δὲ πάλιν τὸ ἄπειρον· τὴν μὲν γὰρ κίνησιν τῶν συνεχῶν εἶναί φαμεν ὁριζόμενοι δὲ τὸ συνεχὲς ἔσθ’ ὅτε συγχρώμεθα τῷ ἀπείρῳ· λόγος γάρ τις καὶ οὗτος τοῦ συνεχοῦς ‘συνεχές ἐστι τὸ εἰς ἄπειρα διαιρετόν, ὥστε πρώτως ἄν ὑπάρχοι τὸ ἄπειρον τῷ συνεχεῖ ποσῷ καὶ οὐ τῷ διωρισμένῳ· τοῦ μὲν γὰρ συμπληροῖ τὸν ὁρισμόν, τοῦ δὲ οὐδαμῶς. ὁ μὲν δὴ τοῦ ἀπείρου λόγος οὕτως ἔχεται τοῦ περὶ κινήσεως ἐφεξῆς, ἀλλὰ καὶ ὁ περὶ τόπου <καὶ ὁ περὶ χρόνου> καὶ ὁ περὶ | κενοῦ· τὰ μὲν γὰρ ἀναγκαίως ὑπάρχει κινήσει [*](203) τόπος καὶ χρόνος, τὸ κενὸν δὲ οἱ φυσικοὶ νομίζουσι. σκεπτέον οὖν, εἴτε ὀρθῶς ὑπολαμβάνουσιν εἴτε μή. ἀλλὰ καὶ κοινὰ τοῖς φυσικοῖς σώμασι ταῦτα ἡ κίνησις ὁ τόπος ὁ χρόνος· ἔφην δὲ καὶ ἀρχόμενος ἐπιστημονικώτερον εἶναι τῶν ἰδίων ἑκάστου τὰ κοινὰ πρότερα θεωρεῖν.

Αέγομεν δὴ περὶ κινήσεως πρῶτον ὅσα χρήσιμα πρὸς τὸν λόγον αὐτῆς ὑπειπόντες. τῶν ὄντων τὰ μὲν ἐντελεχείᾳ μόνον, οἷον τὰ ἄυλα εἴδη καὶ πρῶτα· οὐδὲν γὰρ ἄλλο γενέσθαι δυνατὸν παρ’ ἅ ποτέ ἐστιν ἐξ ἀρχῆς· τὰ δὲ ἐντελεχείᾳ τε καὶ δυνάμει, οἷον τὰ σύνθετα ἐξ ὕλης καὶ [*](Inscriptionem dedi ex M (in quo τοῦ αὐτοῦ pro Θεμιστίου); do ceteris libris cf. Praef. 2 ἐπεὶ δέ MBL: ἐπειδὴ W ὡρισάμεθα] cf. Philop. 339,12 3 ἀναγκαῖον MBL: ἀνάγκη W 6 εὑρίσκοιτο MWB: εὑρίσκει τὸ L ἐμφαινόμενον] cf. Philop. 394,13 8 ὁριζόμενοι] cf. Simpl. 394,18 10 συνεχὲς δέ ἐστι W ὥστε πρώτως κτλ.] cf. Simpl. 396,13 sq. (quae ex Alexandro petita esse videntur) 11 ὑπάρχει W 12 ὅρον L 13. 14 verba καὶ ὁ περὶ χρόνου hoc loco inserui, post κενοῦ add. L2a: (sec. Aristot. 201b 21): om. MWBL, 16 σώμασι] πράγμασι Philop. 346,17 20 αὐτῆς MBL: αὐτῶν W ἐπειπόντες W ἐντελεχείᾳ—(68,4.5) ἅμα ἔστω] exscr. Simpl. 398,7 sqq. ἄυλα] ἄδηλα Β 21 ἄλλο om. W δυνατὸν MW: δύναται BL (et Simpl.) 22 ἀρχῆς MWB et Simpl.: ἀρχῶν a (in L comp.) δυνάμει] cf. Diels Zur Textgesch. p. 29)

68
εἴδους, ἐντελεχείᾳ μὲν ὅτι ἔχει τινὰ ἤδη μορφήν, δυνάμει δὲ ὅτι καὶ [*](203) ἑτέραν οἷά τε δέξασθαι· τὸ δὲ αἰθέριον σῶμα κατὰ μὲν τὴν οὐσίαν ἐντελεχείᾳ μόνον ἐστίν (οὐ γὰρ ἄν μεταβάλλοι ποτὲ κατ’ οὐσίαν), μετέχει πὼς καὶ τοῦ δυνάμει διὰ τὴν κίνησιν τὴν τοπικήν· οὐ γὰρ πανταχοῦ ἅμα ἐστίν. ὅσα δὲ ἐντελεχείᾳ ἐστίν, ἢ ὡς οὐσίαι εἰσὶν ἢ ὡς ποσὰ ἢ ὡς ποιὰ ἢ ὡς τις ἄλλη κατηγορία. εἶεν. τοῦτο μὲν δὴ κείσθω χωρὶς λόγου τὸ εἶναί τινα τῶν ὄντων ἔχοντα καὶ τὸ δυνάμει.

Πάλιν δὲ ἕτερον δεύτερον καὶ οὐδὲν ἔλαττον ἐναργές. φημὶ γὰρ τοῦ πρός τι μὴ μόνον εἶναι τὸ καθ’ ὑπεροχὴν καὶ κατ’ ἔλλειψιν, τὸ ἄνισον καὶ τὸ μεῖζον ἢ μικρότερον, ἀλλ’ εἶναι πολλὰ μὲν καὶ ἕτερα εἴδη τοῦ πρός τι, τὸ καθ’ ὁμοιότητα τὸ κατ’ ἰσότητα καὶ πολλὰ ἕτερα, εἶναι δ’ οὖν καὶ τὸ ποιητικὸν καὶ τὸ παθητικὸν τοῦ πρός τι· λέγεται γὰρ πρὸς ἄλληλα φανερῶς, ὥστε καὶ τὸ κινητικὸν πρὸς τὸ κινητὸν καὶ | τοῦτο αὖ [*](204) πρὸς ἐκεῖνο. ἔστω οὖν ἡμῖν καὶ τοῦτο εὐπρεπὲς τὸ λέγεσθαι ταῦτα πρὸς ἄλληλα.

Τρίτον πρὸς τούτοις, ὅτι ἡ κίνησις ἐν τοῖς κινοῦσι κί’ κινουμένοις καὶ οὐ καθ’ αὑτὸ οὐδὲ χωριστόν. εἰ δὲ ἐν τοῖς κινοῦσιν καὶ κινουμένοις, δηλονότι τοσαυταχῶς ἄν εἴη κίνησις, ὁσαχῶς ἂν κινῆται καὶ μεταβάλλῃ τὰ κινούμενα, μεταβάλλει δὲ ἢ κατ’ οὐσίαν ἢ κατὰ ποιότητα ἢ κατὰ ποσὸν ἢ κατὰ τόπον. πολλαχῶς οὖν ἡ κίνησις. εἰ μὲν γὰρ ἦν τι κοινὸν γένος τῶν εἰρημένων κατηγοριῶν ἐν αἷς ἡ κίνησις, ἐξ ἀνάγκης ἄν καὶ ἡ κίνησις ἦν πρῶτον ἐν ἐκείνῳ τῷ γένει καὶ οὐκ ἂν ἐλέγετο πολλαχῶς, ἀλλ’ ὥσπερ ἐκεῖνο γένος ὑπῆρχε τῶν τεσσάρων κατηγοριῶν, οὕτω καὶ ἡ κίνησις ἀεὶ ἡ ἐν ἐκείνῳ γένος ἄν ἦν τῶν κινήσεων τῶν ἐν ταῖς ὑπ’ ἐκεῖνο τὸ γένος. νῦν δὲ ὡσαύτως ἕξει ἡ κίνησις, ὥσπερ ἔχει τὰ πράγματα ἐν οἷς ἐστιν. ἐπεὶ οὖν διαφέροντες οἱ λόγοι τῶν προειρημένων γενῶν, διαφέροντες καὶ οἱ λόγοι τῶν κινήσεων, ὥστε εἰ καὶ ἕνα ὁρισμὸν ἐπιχεροίημεν τῆς κινήσεως ἀποδιδόναι, ἰστέον ὅτι καὶ αὐτός ἐστι τῶν πολλαχῶς λεγομένων.

Κείσθω δὴ καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις τὴν κίνησιν εἶναι τῶν πολλαχῶς λεγομένων. ἔτι πρὸς τούτοις, ὅτι τούτων ἕκαστον ἐν οἷς εἴπομεν εἶναι τὴν κίνησιν, διχῶς ἐστί τι καὶ λέγεται ἢ ὡς ἄμεινον ἢ ὡς φαυλότερον. ἐπὶ μὲν οὖν τῆς οὐσίας τὸ διττὸν τὸ εἶδος καὶ ἡ στέρησις, ἐπὶ δὲ τοῦ ποσοῦ τὸ μὲν τέλειον τὸ δὲ ἀτελές, ἐπὶ δὲ τοῦ ποιοῦ τὸ μὲν μέλαν [*](1 post μορφήν add. Simpl. καὶ διάθεσιν ἐνεργείᾳ ὥσπερ ὁ χαλκός 2 οἵαν τε W 3 μεταβάλλοι MBL: μεταβάλλει W: μεταβάλοι Simpl. 4 ante οὐ γὰρ quaedam add. Simpl. 9 κατ’ ante ἔλλειψιν om. FI Aristot. 200b 29 10 ἕτερα εἴδη κτλ.] cf. Philop. 341,17 13 αὖ] οὑν W 16 post κινουμένοις add. ἐστὶ WBL 18 ἄν κινῆται MBL: κινεῖται W 19 κατὰ τὸ ποσὸν F Aristot. 200b 34 20 εἰ μὲν γὰρ—(28) λεγομένων] exscr. Philop. 348,23 sqq,; cf. Simpl. 402,26 sqq. 23 ὑπάρχει L 24 τῶν ἐν ταῖς ὑπ’ ἐκεῖνο τὸ γένος MW et Philop. (in quo add. κατηγορίαις): τῶν ἐν ταῖς ἐπ’ ἐκεῖνο τὸ γένος B: τῶν ἐν τοῖς ἐπ’ ἐκεῖνο γένος L: τῶν ὐπ’ αὐτὴν κινήσεων Simpl. 402,27. 28 26. 27 καὶ οἱ λόγοι MWB: οἱ λόγοι καὶ L 29 πρὸς MWB: πρὸ L 31 ἐστί τι MWB: ἐστί τε L 32 οὖν om. L διττὸν τὸ ΜWBL1, Spengel e coni.: διττόν τι L2a εἶδος καὶ MWB: εἶδός τε καὶ L 33. 69,1 τὸ μὲν μέλαν τὸ δὲ λευκὸν MW: τὸ μὲν λευκὸν τὸ δὲ μέλαν (ex Aristot. 201a 5) BL)

69
τὸ δὲ λευκὸν ἡ ἕτερα ἄττα τῶν ἐναντίων, ἐπὶ δὲ | τοῦ τόπου τὸ μὲν [*](205) ἄνω τὸ δὲ κάτω. ἐπεὶ τοίνυν καὶ ἡ κίνησις οὐδὲν ἄλλο παρὰ ταῦτά ἐστιν, εἰκότως καὶ αὐτὴ διττή τις ἄν εἴη καθ’ ἕκαστον γένος. πῶς δὲ ἕξει τοῦτο, ἐν τοῖς ἐφεξῆς ἐροῦμεν· νῦν δὲ ἀποδῶμεν, τί ἐστιν κίνησις, προσχρώμενοι τοῖς ὡρισμένοις. ἔκειτο δὴ πρῶτον ἡμῖν καθ’ ἕκαστον γένος τῶν ὄντων εἶναι, οἷς ἐνυπάρχει καὶ τὸ ἐντελεχείᾳ καὶ τὸ δυνάμει. λέγω τοίνυν κίνησιν εἶναι τὴν τοῦ δυνάμει κινητοῦ ἐντελέχειαν ᾗ τοιοῦτον. τί οὖν πρόσκειται ‘ᾗ τοιοῦτον; ἵνα ἐντελέχεια γένηται μενούσης ἔτι καὶ σῳζομένης τῆς δυνάμεως, ἧσπερ ἦν ἐντελέχεια· διττὴ γὰρ ἐφ’ ἑκάστου ἡ ἐντελέχεια, οἷον ἐπὶ τοῦ χαλκοῦ τοῦ δυνάμει ἀνδριάντος· ἐντελέχεια γὰρ αὐτοῦ ἐστιν καὶ ὅταν γίνηται ἀνδριάς, ἐντελέχεια καὶ ὅταν γένηται ἤδη. ἀλλ’ αὕτη μὴν ἡ ἐντελέχεια οὐκέτι σῳζομένης ἐστὶ τῆς δυνάμεως καθ’ ἣν ἠδύνατο γενέσθαι ἀνδριάς. ἤδη γάρ ἐστιν καὶ οὐκέτι ἔχει τὸ δυνάμει, διὸ καὶ τελειότης οὐ τῆς δυνάμεως αὕτη (πῶς γὰρ ἣν φθείρει;), ἀλλὰ πράγματος ἐν ᾧ ἡ δύναμις ἦν. ἡ δὴ πρότερον ῥηθεῖσα ἐντελέχεια καθ’ ἣν ἐγίνετο ἀνδριάς, εἰ τὸ δυνάμει διαφυλάττει τὴν τοιαύτην ἐντελέχειαν, κίνησιν λέγω καὶ τελειότητα τῆς δυνάμεως. πᾶσα γὰρ τελειότης σῴζει ὃ τελειοῖ· ἕως μὲν γὰρ ἡ δύναμις σῴζεται, σῴζεται καὶ ἡ κίνησις, παυσαμένης δὲ παύεται. παύεται δὲ ἡ δύναμις, ἡνίκα ἄν τὸ εἶδος ἐπιγένηται καὶ ἡ μορφή. ἄλλο δὲ ἐν ἑκάστῳ γένει τὸ δυνάμει καὶ καθό ἐστι τὸ δυνάμει, κατὰ τοῦτό ἐστι καὶ ἡ κίνησις, οἷον τοῦ μὲν ἀλλοιωθῆναι δυναμένου καὶ γενέσθαι εἰ τύχοι, μέλανος ἢ λευκοῦ | ἢ ἐπὶ τὸ λευκὸν ὁδὸς [*](206) ἐκ τοῦ μέλανος ἢ ἐπὶ τὸ μέλαν ἐκ τοῦ λευκοῦ. ἀμφοτέρας δὲ τὰς ὁδοὺς ἀλλοίωσιν ὀνομάζω, τοῦ δὲ αὐξηθῆναι δυναμένου ἢ μειωθῆναι αὔξησιν καὶ φθίσιν (οὐ γὰρ ἔχω κοινὸν ὄνομα ἐπ’ ἀμφ’ οἶν ὡς ἐκεῖ τὴν ἀλλοίωσιν), τοῦ δὲ γενητοῦ καὶ φθαρτοῦ γένεσιν καὶ φθοράν, τοῦ δὲ φορητοῦ φοράν· πάλιν γὰρ ἐπὶ τούτου διττὴ μὲν ἡ ὁδός· ἢ γὰρ ἄνω ἢ κάτω, ἢ ἔμπροσθεν ἢ ὄπισθεν, ἢ εἰς δεξιὰ ἢ εἰς ἀριστερά, ἓν δὲ ὄνομα ἐπὶ πασῶν ἡ φορά. διχῶς οὖν ἡ κίνησις καθ’ ἕκαστον γένος· ἔκειτο γὰρ ἡμῖν καὶ τοῦτο διχῶς ἕκαστον τῶν γενῶν λέγεσθαι, ἔκειτο δὲ αὖ πάλιν τὸ μηδὲν εἶναι τὴν κίνησιν παρὰ τὰ πράγματα. ταῦτα μὲν οὖν ἐκ τῶν προδιωρισμένων. ὅτι δὲ τοιοῦτόν ἐστιν ἡ κίνησις, δῆλον καὶ ἐξ ἄλλου παραδείγματος. τὸ γὰρ οἰκοδομητὸν ὅταν ἐνεργείᾳ γένηται οἰκοδομούμενον, σῷζον ἔτι καὶ τὸ [*](3 εἰκότως κτλ.] cf. Simpl. 407,11 sqq. αὐτὴ MB: αὕτη WL 4 κίνησις MWB: ἡ κίνησις L 7 ἐντελέχειαν] cf. Simpl. 414,17 sqq., ubi Themistii mentio fit ἦ τοιοῦτον sic E Aristot. 201a 11; ᾖ τι (om. τι I.) τοιοῦτόν ἐστι FI 9 διττὴ γάρ ἐφ’ ἐκ. ἡ ἐντελέχεια om. L 11 αὐτοῦ MWB: ἀπ’ αὐτοῦ L γίνηται] ‘fort. γένηται᾿ Spengel γίνηται W 12 αὕτη L: αὐτὴ MWB (item v. 18) 15 δὴ M(W?)B: δὲ L 16 ἐγένετο MWB: ἐγίνετο L τοιαύτην MWB: ταύτην L 17 τελεότητα Μ1 18 σῴζεται alterum om. a καὶ ἡ κίνησις om. W 18. 19 παυσαμένης] cf. Simpl. 414,6 19 παύεται MWB: συμπαύεται L 20 τὸ] τῶ Β 22 ἢ (ante ἐπὶ) ΜL1: ἡ WBL2a 27 ἔμπροσθεν M: πρόσθεν WBL 28 πᾶσιν L 31 προδιωρισμένων MB1L: προσδιωρισμένων WB2 32 τοιοῦτόν ἐστιν] τοῦτό ἐστιν EI Aristot. 201a 15, ἔστι τοῦτο F 33 οἰκοδομούμενον (quod om. Laur. 85,18) del. Spengel)
70
δυνάμει, τότε κινεῖται, ὡς ὅταν γε οἰκοδομηθῇ παντελῶς, οὔτε τὸ δυνάμει [*](206) σῴζει λοιπὸν οὔτε κινεῖται. εἰ οὖν ἡ τοῦ οἰκοδομητοῦ ἐντελέχεια μένοντος οἰκοδομητοῦ οἰκοδόμησίς ἐστιν, ἡ δὲ οἰκοδόμησις κίνησις, ἡ του οίκοδομητοῦ ἄρα ὡς οἰκοδομητοῦ ἐντελέχεια κίνησίς ἐστι καὶ ἡ τοῦ αὐξητοῦ ἄρα ὡς αὐξητοῦ καὶ ἡ τοῦ φορητοῦ ὡς φορητοῦ. ἔστι δὴ καὶ μεταλαμβάνοντα εἰπεῖν κίνησιν εἶναι τὴν τοῦ δυνάμει ὄντος πρώτην ἐντελέχειαν· ὑστάτη μὲν γὰρ ἡ εἰς τὸ εἶδος μεταβολὴ ἐν ᾧ ἠρεμεῖ λοιπόν, πρώτη δὲ ἡ ἐπ’ ἐκεῖνο πορεία ἥτις ἔτι κίνησίς ἐστιν. ἀλλ’ ἐπειδὴ καὶ τὸ εἶδος ἐντελέχειαν λέγομεν τὴν κυρίως τε καὶ ἁπλῶς, δῆλον ὡς ἡ ἐπὶ τὸ εἶδος πορεία ἐστὶν ἐπ’ ἐντελέχειαν τὴν κυρίως τε καὶ ἀπλῶς. οὐκοῦν οὐδὲ ἁπλῶς ἐντελέχεια. πῶς γὰρ ἡ ἐπὶ τὴν τοσαύτην πο|ρευομένη ἀλλ’ ἀτελὴς ἐντελέχεια; [*](207) οὕτως οὖν ἡ κίνησις ἐντελέχεια οὐχ ὡς κυρίως οὐδὲ ἀπλῶς, ἀλλ’ ὡς ἀτελής. οὐ μὴν καὶ ἐνέργεια ἀτελής, ἀλλ’ ὡς ἐνέργεια τέλειος. ἐπεὶ δὲ ἔνια τὰ αὐτὰ καὶ δυνάμει καὶ ἐντελεχείᾳ ἐστίν, οἷον τὸ ὕδωρ ἐντελεχείᾳ μὲν θερμόν, δυνάμει δὲ ψυχρόν, ἀλλ’ οὐχ ἅμα οὐδὲ πρὸς ταὐτόν, ἀλλ’ εἰ μὲν πρὸς τὸ αὐτό, οὐχ ἅμα· οὐ γὰρ οἷόν τε θερμὸν εἶναι καὶ δυνάμει καὶ ἐνεργείᾳ· εἰ δὲ ἅμα, οὐ πρὸς τὸ αὐτό, ἀλλὰ ψυχρὸν μὲν δυνάμει, θερμὸν δὲ ἐνεργείᾳ· ἐπεὶ οὖν τινα τοιαῦτά ἐστιν, συμβαίνει ἅμα κινεῖν τε καὶ κινεῖσθαι πολλοῖς ὑπ’ ἀλλήλων καὶ ποιεῖν καὶ πάσχειν, οἷον ὁ πρίων πρίσει τε καὶ ἀμβλυνθήσεται, ἀλλ’ οὐ κατὰ ταὐτὸν οὐδὲ ἅμα, ἀλλὰ πρίσει μὲν κατὰ τὸ εἶδος, κατὰ δὲ τὴν ὕλην ἀμβλυνθήσεται. ὁ μὲν γὰρ σίδηρος ἀμβλύνεται, πρίσει δὲ οὐχ ὁ σίδηρος ἀλλὰ ἡ μορφή· καὶ τὸ πῦρ θερμαίνει τε καὶ ψύχεται ἅμα ὑπὸ τοῦ θερμαινομένου, ἀλλὰ θερμαῖν μὲν καθό ἐστιν ἐνεργείᾳ θερμόν, ψύχεται δὲ καθό ἐστι δυνάμει ψυχρόν. πᾶν γὰρ ἁπλῶς τὸ δυνάμει τε ὂν καὶ ἐντελεχείᾳ, καὶ κινοῦν φυσικῶς ἀντικινεῖται ὑπὸ τοῦ κινουμένου, ἀλλὰ κινεῖ μὲν καθό ἐστιν ἐντελεχείᾳ, ἀντικινεῖται δὲ καθό ἐστι καὶ δυνάμει, τουτέστι κινεῖ μὲν κατὰ τὸ εἶδος, ἀντικινεῖται δὲ κατὰ τὴν ὕλην. οὐ πάντα δὲ ἁπλῶς τὰ κινοῦντα φυσικῶς ἀντικινεῖται, ἀλλὰ κινεῖ μὲν πάντα, ἀντικινεῖται δὲ μόνα τὰ ἔχοντα κατ’ οὐσίαν καὶ τὸ δυνάμει καὶ τὸ εἶδος. καίτοι δοκεῖ τισιν οὐ τὰ φυσικῶς μόνον κινοῦντα κινεῖσθαι, ἀλλὰ καὶ πάντα ἁπλῶς τὰ κινοῦντα. τοῦτο μὲν δὴ καὶ εἰσαῦθις ἐπισκεψόμεθα, τέως δὲ | ἐπανέλθωμεν ἐπὶ τὸν ὁρισμὸν [*](208) τῆς κινήσεως. ὅταν δή τι ἄλλο ὂν ἐνεργείᾳ δυνάμει ἄλλο ᾖ, ἡ ἐνέργεια το ομαινει [*](2 ζώζει L καὶ εἰ οὖν] καὶ γοῦν Μ2 5 ἔστι—(8) (8) ἐστιν] aliquautum mutata exscr. Philop. 351,9 άποδίδωσι — — ὁ Θεμίστιος ὀλίγον μεταβαλών, ὅτι κτλ.; at μεταλαβών Alexander quoque apud Simpl. 416,27 sqq., ex quo haec hausisse Themistium manifestum est) δὴ MWB: δὲ L 6 ὄντος πρώτου πρώτην W 7 ἡ om. L 11 τοσαύτην MWB: τοιαύτην L 12 ἐντελεχείᾳ L 13 ἐνεργείᾳ bis W 17 εἰ δὲ—(18) ἐνεργείᾳ om. L1a 20 κατὰ ταὐτὸν MWB: κατ’ αὐτὸν L 21 μὲν alt. om. L 22 πρίει Spengel 23 πῦρ MWB: ὕδωρ L (cf. Philop. 352,4; Simpl. 423,19) τε ἅμα καὶ ψύχ. L 25 τε om. L καὶ ἐντελεχείᾳ ὄν W 25. 26 ἀντικινεῖται MWB: κινεῖται L 32 ἐπισκεψόμεθα (ut voluit Spengel) MB1: ἐπισκεψώμεθα WB2L ὁρισμὸν MWB: ὅρον L 33 ὅταν δή τι κτλ.] cf. Simpl. 422,19: διχῶς φέρεται ἡ τῆς λέξεως ταύτης γραφή· κατὰ μὲν τὸν Ἀσπάσιον καὶ Θεμίστιον — — οὕτως κτλ. (cf. Dials Zur Textgesch. p. 34 sq.) δή τι] δή τοι W)
71
αὐτοῦ, ἣ καθὸ δυνάμει ἐστί, κίνησίς ἐστιν· οὐδὲν γὰρ ἀπλῶς δυνάμει ὂν [*](208) μόνον, ἐνεργείᾳ δὲ οὐδὲν ἄν κινηθείη ποτ’ ἄν. διὰ τοῦτο οὐδὲ ἡ ὕλη κινεῖται καθ’ ἑαυτήν, ὅτι μηδὲ ἔστι καθ’ ἑαυτὴν ἐνεργείᾳ. δεῖ οὖν ἐνεργείᾳ τι εἶναι καὶ ἐνεργεῖν οὐ καθό τί ἐστιν, ἀλλὰ καθὸ δύναται εἶναι ἄλλο τι, λέγω δὲ τὸ ‘καθὸ δύναται᾿ τοῦτον τὸν τρόπον· ἔστι γὰρ ὁ χαλκὸς δυνάμει ἀνδριάς, ἀλλ’ ὅμως οὐχ ἡ τοῦ χαλκοῦ ἐντελέχεια, ᾗ χαλκός, κίνησίς ἐστιν (ἠρεμεῖ γὰρ καθὸ χαλκός), ἀλλ’ ἡ τοῦ δυνάμει αὐτῷ προσόγτος, ὑπάρχει δὲ αὐτῷ δυνάμει τὸ ἀνδριάντι γενέσθαι, ἡ δὴ τούτου ἐνέργεια κίνησίς ἐστιν. οὐδὲν δὲ κωλύει καθὸ μὲν χαλκός ἐστιν, ἠρεμεῖν, καθὸ δὲ δυνάμει ἀνδριάς, κατὰ τοῦτο κινεῖσθαι· οὐ γὰρ ταὐτὸν ἁπλῶς χαλκῷ τε εἶναι καὶ δυνάμει ἀνδριάντι· ἦν γὰρ ἄν καὶ τῷ λόγῳ ταὐτόν, νῦν δὲ ἕτερα ταῦτα κατὰ τὸν λόγον, εἰ καὶ κατὰ τὸ ὑποκείμενον ἕν. καὶ τοῦτο δέδεικται μέν, οὐδὲν δὲ κωλύει καὶ νῦν ἔτι σαφέστερον ἐπιδεῖξαι. οὐκ ἔστι ταὐτὸν τῷ λόγῳ σώματί τε εἶναι καὶ δύνασθαι ὑγιαίνειν ἢ καὶ δύνασθαι νοσεῖν· τὸ μὲν γὰρ σῶμα ἓν καὶ ταὐτὸν ἑαυτῷ, τὸ δὲ δύνασθαι ὑγιαίνειν καὶ δύνασθαι νοσεῖν οὐ μόνον ἕτερα ἀλλήλων. ἀλλὰ καὶ ἐναντία· καὶ γὰρ αἱ ἐνέργειαι αὐτῶν ἐναντίαι. εἰ δὲ ταὐτὸν ἦν τὸ σῶμα ταῖς δυνάμεσιν, ἦσαν ἄν αἱ αὐταὶ καὶ αἱ δυνάμεις ἀλλήλαις. πάλιν οὐκ ἔστι ταὐτὸν τῶ λόγῳ χρώματί τε εἶναι καὶ ὁρατῷ εἶναι | χρῶμα μὲν γάρ ἐστι τὸ [*](209) κινητικὸν τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, ὁρατὸν δὲ τὸ συμβεβηκὸς τῷ χρώματι ἢ ὃ οἷόν τε ὁραθῆναι † καὶ τὸ ὁρατόν) οὐδὲ μὴν ψόφῳ καὶ ἀκουστῷ οὐδὲ δὴ θερμῷ καὶ ἁπτῷ· οὐδὲ ἁπλῶς τῷ κατ’ ἐνέργειαν ὄντι τὰ δυνάμει αὐτῷ προσόντα. δῆλον οὖν ὡς οὐδὲν ψεῦδος, οὐδὲ ταὐτὸν ἄρα ἠρεμεῖν μὲν καθό ἐστιν ἐνεργείᾳ, κινεῖσθαι δὲ καθό ἐστι καὶ δυνάμει. ὅτι δέ ἐστι τοιαύτη τις ἐνέργεια σῴζουσα τὸ δυνάμει, δῆλον ἐντεῦθεν. ἐνδέχεται γὰρ ἕκαστον ὁτὲ μὲν ἐνεργεῖν καθὸ δύναται, ὁτὲ δὲ μηδέ πω, οἷον τὸ οἰκοδομητὸν ὅ ἐστι δυνάμει, ποτὲ μὲν ἐνεργεῖν ὡς οἰκοδομητόν, ὅταν [*](2 ἄν (post οὐδὲν) M: om. BL: ὃν W οὐδέ ἡ MWB: γὰρ οὐδὲ L 3 καθ’ αὑτήν L (ut v. 6) οὖν MW: οὖν καὶ BL 5 καθὸ MBL: καθότι W 8 ἀνδριάντα W 10 κινεῖσθαι WBL: γενέσθαι M ταὐτὸν ἀπλῶς] τὸ αὐτὸ τὸ I Aristot. 201a 31: τὸ αὐτῷ τῷ F: τὸ αὐτὸ E (cf. Diels Zur Textgesch. p. 30 11 χαλκοῦν B τε om. W 12 τὸ om. M 13 ἐπιδεῖξαι MWB: ἀποδεῖξαι L 14 σώματί τε ΜWB: σώματι μέν L 15 δὲ δύνασθαι MWB: δύνασθαι δὲ L 18 πάλιν κτλ.] cf. Philop. 352,23 sqq. 19 χρῶμα—(21) ὁραθῆναι] cf. Simpl. 425,19 sqq. et Philop. 358,5 sq. (Aristot. de anima II 7 418a 31) 21 χρώματι M in marg. BL, Simpl.: σώματι M text. W ἢ del. Spengel καὶ τὸ ὁρατὸν del. Spengel: at coll. Aristot. l. c. 418a 26 οὗ μὲν οὖν) ἔστιν ἡ) ὄψις, τοῦτ’ ἔστιν ὁρατόν fortasse scribendum ἢ ὃ οἷόν τε ὁραθῆναι, τοῦτο ὁρατόν ψήφῳ Μ 22 ante ἁπλῶς ins. δὴ W τὸ κατ’ ἐνέργειαν L 25 ἐντεῦθεν δῆλον L; δῆλον FI Aristot. 201b 7, φανερὸν E (cf. Diels Zur Textgesch. p. 14) 25.26 ἐνδέχεται—(72,2) τεχνίτου] exscr. Simpl. 1132,27 sqq. τοῦ Θεμιστίου τὴν παράφρασιν) 26 μὲν γὰρ F Arist. 201b 7 μήπω Simpl. 27 τὸ—(72,2) ὑπό του (!)] exscr. Simpl. 427,8 sqq. τὸν L ἐνεργεῖν F Simplicii p. 1132: ἐνεργεῖ ἄν MW: ἐνεργεία Β: ἐνεργῇ ἄν L (ut E Simplicii p. 427): ἐνεργεῖς M Simplicii p. 1132: ἐνεργοῖ ἂν aF Simplicii p. 427 ἐνεργοίη ἄν Victorius in Them.) ὡς] cf. Diels Zur Textgesch. p. 14 27. 72,1 ὅταν οἰκοδομεῖται W)
72
οἰκοδομῆται, ποτὲ δ’ οὔ, οἷον εἰ κέοιντο ἀπλῶς οἱ λίθοι καὶ ὁ πηλὸς [*](209) μηδέπω κινούμενοι ὑπὸ τοῦ τεχνίτου. ἔστιν οὖν τις αὐτοῦ ἐνέργεια ἡ φυλάσσουσα αὐτὸ οἰκοδομητὸν ἔτι. αὕτη δέ ἐστιν οἰκοδόμησις· εἰ γὰρ μὴ αὕτη, τίς ἄλλη; οὐ γὰρ δὴ τὴν οἰκίαν εἴποι τις ἄν· οὐ γὰρ ἔτι οἰκοδομητὸν αὕτη λαβοῦσά γε ἅπαξ τὴν μορφήν, ἤν, ἡ δὲ οἰκοδόμησις σῳζομένου τοῦ οἰκοδομητοῦ γίνεται. ὥστε αὕτη ἐστὶν ἡ ἐνέργεια τοῦ οἰκοδομητοῦ. ἀλλ’ αὕτη ἡ ἐνέργεια κίνησις οὔτε οὖν πρότερον, ἡνίκα μόνον οἰκοδομητὸν ἦν, ἐκινεῖτο οὔτε ὕστερον ἡνίκα ᾠκοδομήθη, ἀλλ’ ἐν τῷ μεταξὺ χρόνῳ, ἡνίκα ἐκ τοῦ δυνάμει ἐπὶ τὴν ἐντελέχειαν ἐπορεύετο.

2. Ὅτι δὲ καλῶς ἐν τῇ τοῦ δυνατοῦ καθὸ δυνατὸν ἐνεργείᾳ τὴν κίνησιν ἐθέμεθα, δῆλον καὶ ἐξ ὧν ἕτεροι λέγουσιν, ἑτερότητα καὶ ἀνισότητα καὶ τὸ μὴ ὂν φάσκοντες εἶναι τὴν κίνησιν, ὧν εἴπερ τις κίνησις | ἦν, οἷς τι τούτων ὑπῆρχε, τούτοις ἄν προσῆν πάντως καὶ ἡ κίνησις. [*](210) πολλὰ δὲ ἕτερα μέν ἐστιν ἀλλήλων, οὐ κινεῖται δὲ διὰ τοῦτο· ἐμοὶ γὰρ ἑτερότης ὑπάρχει πρὸς τὸν ἵππον καὶ οὐ διὰ τοῦτο κινοῦμαι. ἀλλὰ καὶ ἄνισα τὰ δέκα τοῖς πέντε καὶ ὅμως οὐ κινεῖται διὰ τὸ ἄνισον. ‘ναί᾿, φησίν, ‘ἀλλὰ τὴν ἐν αὐτῷ ἑτερότητα κίνησιν λεγόμεν’. ἀλλὰ καὶ ἐν αὐτῷ ἑτερότης μὲν πάντως, κίνησις δὲ οὔ. ἑτερότης γὰρ ἐν τοῖς μορίοις ἑκάστου καὶ πρὸς ἄλληλα καὶ ἔστιν ἑτερότης καὶ ἐν τῷ δυνάμει ἑκάστου καὶ ἐνεργείᾳ, ἀλλ’ ὅμως οὐκ εὐθὺς οὔτε ὧν τὰ μόρια πλείω, ταῦτα κινεῖται, οὔτε κατ’ ἄλλο μὲν δυνάμει ὄν, κατ’ ἄλλο δὲ ἐνεργείᾳ, ὡς χαλκός δυνάμει μὲν ἀνδριάς, ἐνεργείᾳ δὲ χαλκός, ὅμως ὅπερ εἶπον οὐδὲν τούτων, ἐπειδὴ ἐν αὐτῶ ἔχει τὴν ἑτερότητα, εὐθέως κινεῖται, ‘νὴ Δία, ἀλλὰ τὴν ἑτερότητα τὴν ὡς ἑτεροίωσιν λέγουσιν᾿. οὐκοῦν οὐδὲν ἄλλο ἢ τὴν κίνησιν διὰ κινήσεως ἀποδιδόασιν. ἡ γὰρ ἑτεροίωσις τί ἂν ἕτερον σημαίνοι; ἢ γὰρ ἀλλοίωσιν, εἴπερ ταὐτὸν σημαίνει τὸ ἕτερον καὶ τὸ ἄλλο ἢ μεταβολήν τινα. ἡμῖν δὲ ἡ ἐντελέχεια καὶ ἡ ἐνέργεια γένος ἐστὶ τῆς κινήσεως. οἱ δὲ τὸ μὴ ὂν φάσκοντες εἶναι τὴν κίνησιν οὗτοι δὲ ἄν εἶεν οἱ Πυθαγόρειοι) μᾶλλον <ἂν> αὐτῆς λαμβάνοιντο, εἰ μὴ ὂν αὐτὴν οὕτω λέγουσιν, οὐχ ὡς μηδαμῶς ὄν, ἀλλ’ ὡς τοῦ κινουμένου μηδέπω τούτου κατ’ ἐνέργειαν ὄντος, [*](1 οἷον ἐν κτλ.] cf. Philop. 351,5 sqq. et 358,24 sqq. ἡ πηλὸς WB1: om. artic. M Simplicii p. 1132 2 μηδέπω M: μήπω WBL, Simpl. utroque loco τις om. W 5 αὕτη ML: αὐτὴ WB 6 ἡ (post ἐστὶν) om. EF Arist. 210b 10 (babet Ι) τοῦ οἰκοδομητοῦ om. FI Arist. ib. 10 καθὸ] ᾗ W 11 λέγουσι M 12 Aristotelis verba 201b 17 καὶ ἐκ τοῦ μὴ ῥᾴδιον—(20) δύναιτ’ ἄν τις nec Themistius reddidit neque Alexander interpretatus est, qui ταύτην τὴν λέξιν (puto haec omnia; aliter Diels Zur Textgesch. p. 32) in multis codicibus non inveniri adnotavit (cf. Simpl. 429,23 sq.) τις MWB: τι L 16 ἄνισα κτλ.] cf. Philop. 359,32 sq. τὰ δέκα τοῖς ε M, τὰ ί τοῖς ε΄ W, τοῖς δέκα τὰ πέντε Β1 (ut vid.) 16. 17 ‘ναί,’ φησίν, ‘ἀλλὰ κτλ.] contra Platonicos haec dicta a Themistio, qui Alexandrum (cf. Simpl. 430,6 sqq.) sequitur 18 ἑτερότητα L1 κίνησιν L 19 καὶ ἐν τῷ ἐνεργείᾳ W 20. 21 οὔτε τὸ κατ’ ἄλλο L 22 ὅπερ MWB: ὥσπερ L 24 οὐδὲ L 25 σημαίνει B (in MW compend. scripturae) 28 μᾶλλον—(73,1.2) λέγομεν] exscr. Philop. 365,5 sqq. μᾶλλον ἄν ἅπτεσθαι Philop. 29 ἂν add. Spengel (an Victorius?) αὐτοῖς WBL1a εἰ] οἱ W λέγοιεν Philop. 30 ἀλλ’ ὡς—(73,1) δυνάμει] exscr. Simpl. 430,32 sq. τοῦτο Simplicii libri (em. Diels))

73
ἐφ’ ὃ κινεῖται, ἀλλ’ ἀτελοῦς ἔτι· τοιοῦτο γὰρ καὶ ἡμεῖς τὸ δυνάμει λέγομεν. [*](210) ἀλλ’ ὅμως ἀσαφῶς οὗτοι. δόξειε γὰρ ἂν συμβεβηκός τι μᾶλλον τῆ κινήσει λέγειν, ἢ ὅ τι ποτέ ἐστιν ἀποδιδόναι· συμβέβηκε γὰρ τῇ [*](211) κινήσει μὴ ὄν τί πὼς εἶναι, καθ’ ὃ τοῦ ὄντος ἐξίστησιν· ἀλλ’ οὐκ εἴ τινι συμβέβηκε μὴ ὄν τί πὼς εἶναι, εὐθὺς καὶ κινεῖται· οὕτω γὰρ πάντα ἦν ἐν κινήσει· ἕκαστον γὰρ τῶν ὄντων ἓν μέν ἐστιν, ἄπειρα δὲ οὐκ ἔστιν. ἀλλ’ εἴ τι μεταβάλλει, φήσουσιν, ἐξ ἑτερότητος εἰς ἑτερότητα μεταβάλλει, ἢ ἐξ ἀνισότητος εἰς ἀνισότητα. διὰ τί δὲ μᾶλλον οὐχὶ καὶ ἐκ ταὐτότητος εἰς ταὐτότητα; ἀπὸ γὰρ εἴδους εἰς εἶδος καὶ ἀπὸ χρώματος εἰς χρῶμα. αἴτιον δὲ αὐτοῖς τοῦ εἰς ἑτερότητα καὶ ἀνισότητα καὶ τὸ μὴ ὂν τιθέναι τὴν κίνησιν, ὅτι ἀόριστον δοκεῖ εἶναι ἡ κίνησις· ὅταν γὰρ ὁρισθῇ, παύεται. ἀόριστα δὲ αὐτοῖς καὶ τὰ προειρημένα πάντα ἐστὶν ἡ ἑτερότης ἡ ἀνισότης τὸ μὴ ὄν, καθάπερ γε καὶ αἱ ἄλλαι τῆς ἑτέρας συστοιχίας ἀρχαὶ πᾶσαι. πᾶσαι γὰρ κατὰ στέρησιν, οὐδὲν δὲ ὥρισται τῶν κατὰ στέρησιν λεγομένων, οὔτε ὡς τόδε, οὕτε ὡς τοιόνδε, οὔτε ὡς τοσόνδε, οὔτε ὡς ἄλλη τις κατηγορία. ὑπόκειται δὲ τῆς ἱστορίας ἕνεκεν τὸ διάγγαμμα ἑκατέρας τῆς συστοιχίας τῆς κατ’ εἶδος καὶ τῆς κατὰ στέρησιν. * * * * * * καὶ διὰ τοῦτο οὖν ἀόριστον ᾤοντο τὴν κίνησιν, καὶ ὅτι τῶν ὄντων διῃρημένων [*](212) εἰς τὸ δυνάμει καὶ ἐνεργείᾳ, ἐν οὐδετέρῳ τούτων ἡ κίνησις. οὔτε γὰρ τὸ δυνάμει ποσόν, οἷον τὸ πηχυαῖον, κινεῖται ἐξ ἀνάγκης καὶ αὔξεται, [*](1 ὁ in ras. M καὶ om. W 2 ante οὗτοι add. καὶ B, ante ἀσαφῶς WL 3 γὰρ ML: μὲν γὰρ WB 6. 7 ἀλλ’ ἔτι κτλ‘] ex Alexandro (cf. Simpl. 431,27 sqq.) 7 μεταβάλλει (ante ἢ)] μεταβάλλειν L1a 8 μᾶλλον om. W 11 τὴν κίνησιν om. FI Aristot. 201b 24; in E ‘post τιθέναι deletum nescio quid᾿ Bekk. τι Aristot. ib. (at cf. Philop. 364,21) τὴν κίνησιν W 12 ἀόριστος L 13 αἱ ἄλλαι αἱ L συστοιχίας Aristot. et Simpl.: συστοιχείας L (sic ubique) 14 post στέρησιν add. ἐστὶν L 15 τόδε, οὔτε] τόδε ὅτι M (sed δε et ὅ in ras.) τοσόνδε] sic I quoque Aristot. 201b 26 et Pbilop. 365,9: τοιόνδε EF Aristot. ἄλλη κατηγορία τις L 16 ὑπόκειται] ‘immo ὑποκείσθω᾿ Spengel ἐκκείσθωσαν Philop. 360,25) ἱστορίας χάριν Philop. ib. 17 κατὰ τὸ εἶδος καὶ τὴν L omissa est tabula in MW et Β text.; in Β marg. (ab ipso librario exarata) et in L haec leguntur: 20 καὶ διά τοῦτο κτλ.] ex Alexandro (cf. Simpl. 431, 33 sqq.) τὴν κίνησιν εἶναι καὶ W τῶν ὄντων κτλ.] cf. Philop. 361,18 sqq. 20. 21 διηρημένην τῶν ὄντων W 21 ἐν L, Simpl.: καὶ MWB 22 ποσόν] ποσὸν εἶναι E Aristot. 201b 30, εἶναι ποσόν FI τὸ om. BL)
74
οὔτε τὸ γενόμενον πηχυαῖον ἤδη, οὔτε τὸ δυνάμενον ἐλθεῖν Μέγαράδε [*](212) ἔρχεται ἐξ ἀνάγκης οὔτε τὸ ἐλθὸν ἤδη, οὔτε τὸ δυνάμει λευκὸν λευκαίνεται οὔτε τὸ λευκανθὲν ἤδη. ἀλλ’ οὔτε στέρησιν εἰπεῖν αὐτήν ἐστιν οἷόν τε· ἐν ὑπάρξει γάρ ἐστιν ἡ κίνησις, οὐ στερήσει, καὶ ἅμα οὐ πᾶν τὸ ἐστερημένον κινεῖται. διὰ τοῦτο δὲ χαλεπὸν ἐνομίσθη τὸ λαβεῖν αὐτὴν καὶ γνῶναι τί ἐστιν. εἰ γὰρ ἢ εἰς στέρησιν ἀναγκαῖον θεῖναι αὐτὴν ἢ εἰς δύναμιν ἢ εἰς ἐνέργειαν, τούτων δὲ οὐδὲν φαίνεται ἐνδεχόμενον τοῖς ἀπλῶς λέγουσιν, λείπεται ὁ προειρημένος τρόπος ἐνέργειαν μέν τινα εἶναι, τοιαύτην δὲ ἐνέργειαν οἵαν εἴπομεν χαλεπὴν μὲν ἰδεῖν, ἐνδεχομένην δὲ εἶναι. ποίαν οὖν εἴπομεν, ἀναμνησθῶμεν πάλιν· καὶ γὰρ δὶς καὶ τρὶς καὶ πολλάκις τοῦ σαφοῦς ἕνεκεν ταῦτα ῥητέον. διττὸν εἶδός ἐστιν ἐν ἑκάστῳ τῆς ἐνεργείας, ἓν μὲν ὅταν ἤδη τελειωθῇ καὶ ἀπολάβῃ τὴν αὑτοῦ φύσιν, οἷον ὀφθαλμός, ὅταν ἤδη γένηται ὀφθαλμός, ἐνέργειαν ἔχει τὴν ὅρασιν, αὕτη δὲ ἡ ἐνέργεια τῆς μορφῆς οὐδὲν διαφέρει· τοῦτο γάρ ἐστιν ὀφθαλμῷ εἶναι τὸ ὁρᾶν κατ’ ἐνέργειαν οὕτως. καὶ οὐ λέγω ταύτην τὴν ἐνέργειαν κίνησιν· μορφὴ γάρ ἐστι καὶ εἶδος καὶ ἠρεμίᾳ μᾶλλον προσέοικεν. ἄλλη | δέ ἐστιν ἐνέργεια [*](213) ἡ τοῦ δυνάμει ὄντος ἐν τῷ πράγματι σῴζουσα αὐτοῦ τὸ δυνάμει, οἷον ὄμματος ἡ περιαγωγὴ κόρης· καὶ γὰρ ὅταν περιάγηται, ἔχει τὴν δύναμιν τοῦ περιάγεσθαι. αὕτη δέ ἐστι καὶ ἀτελής (σπεύδει γὰρ ἐπὶ τὸ τέλος) καὶ τοῦ δυνάμει ἐστίν, πᾶν δὲ ἀτελὲς καθὸ δυνάμει. διότι μὲν ὅλως ἐκβέβηκε τὸ δυνάμει, διὰ τοῦτο ἐνέργειαν αὐτὴν λέγομεν, διότι δὲ συνεφέλκεται αὐτὸ καὶ συνδιατηρεῖ, διὰ τοῦτο ἐνέργειαν ἀτελῆ καὶ τὴν τοιαύτην ἐνέργειαν ἐθέμεθα εἶναι κίνησιν. ταύτῃ μὲν ἀποχρώντως.

πάλιν δὲ ἀναλαβόντες λέγομεν, ὅτι κινεῖται καὶ τὸ κινοῦν ὥσπερ εἴρηται, ἀλλ’ οὐ πᾶν, ἀλλ’ ὅσον δυνάμει κινητόν ἐστιν, τουτέστιν ὅσον ποτὲ καὶ οὐ κινεῖται, καὶ οὗ ἡ ἀκινησία ἠρεμία ἐστίν. οἷς γὰρ κίνησις ὑπάρχει, ταῦθ’ ὅταν μὴ κινῆται, ἠρεμεῖν λέγεται. εἰκότως δὲ τὸ τοιοῦτον κινοῦν καὶ κινεῖται· ἔχει γὰρ τὸ δυνάμει. δεῖ γὰρ αὐτὸ ἐξ ἐνεργείας μεταβάλλειν καὶ οὕτως ἐνεργῆσαι πρὸς τὸ κινητὸν ὑπ’ αὐτοῦ. διὰ τοῦτο οὖν ἀντικινεῖται. διὰ τοῦτο οὖν καὶ ἀντιπάσχει· καθὸ μὲν γάρ ἐστι ἐνεργείᾳ, ποιεῖ, καθὸ δὲ δυνάμει, πάσχει. τοῦτο δὲ ἐν ἀμφοτέροις τῷ τε κινοῦντι καὶ τῷ κινουμένῳ· ἐν ἀμφοῖν γὰρ τό τε ἐντελεχείᾳ καὶ τὸ δυνάμει, ὥσπερ ἴσα ἀντιδιδόντων κατὰ μὲν τὸ ἐντελεχείᾳ τὸ ἀντιποιεῖν, κατὰ [*](1 μέγαρά δε BL: με δέ M, μεγάλα δὲ W 2 ἐλθὸν WB: ἐλθεῖν ML 3 οὔτε] οὐδέ Spengel αὐτὴν εἰπεῖν W ἐστιν om. W 4 ἐστιν om. W 6 στέρησίν ἐστιν L θεῖναι M θ in ras.) 8 post λείπεται add. δὴ E Aristot. 202a 1, τοίνυν FI 9 εἴποιμεν L 10 εἴπαμεν Ε Aristot. 202a 2 καὶ γὰρ καὶ δὶς W 12 ὅταν M ὅ in ras. maioris spatii) ἀπολάβῃ WL: ἀπολαύῃ MB οἷον ὁ ὀφθαλμὸς L 13 αὕτη L: αὐτὴ MWB 18 περιάγεται W 20 πᾶν δὲ] καὶ L μὲν MWB: μὲν οὖν L 22 συνδιατηρῇ W 23 ἐνθέμεθα L μὲν MWB: μὲν οὑν L 27 κινεῖται W 27. 28 τοιοῦτον M: τοιοῦτο WBL 30 ἀντικινεῖται κτλ.] ex Alexandro (cf. Simpl. 434,35 sqq.) διὰ τοῦτο οὑν ἀντικινεῖται om. W οὖν alt.] δὲ L 32 τό τε δυνάμει καὶ ἐντελεχείᾳ W 33 ἶσα Β τῷ ἐντελεχεία Β)

75
δὲ τὸ δυνάμει τὸ πάσχειν. ἅπαντα μὲν οὖν τὰ κινοῦντα παραθίξει καὶ [*](213) ἁφῇ τῶν κινουμένων ἐνεργεῖ πρὸς αὐτά, ἀντικινεῖται δὲ μόνα ὅσα δυνάμει ἐστὶ κινητά. ἆρα οὖν ἔχει καλῶς ὁ τῆς κινήσεως ὁρισμὸς καὶ | πᾶσα ἡ [*](214) τοῦ δυνατοῦ καθὸ δυνατὸν ἐντελέχεια κίνησίς ἐστιν; ἤ τι προσδιοριστέον; φαίη γὰρ ἄν τις, ὅτι τὸ δυνάμει δεξιόν, ὅταν γένηται δεξιὸν ἐνεργείᾳ μεταστάντος ἐμοῦ πρὸς τὰ εὐώνυμα, μεταβάλλει μὲν εἰς ἐντελέχειαν ἐκ τοῦ δυνάμει, οὐ κινεῖται δέ. λέγεται μὲν οὖν καὶ τοῦτο καλῶς πρὸς τοὺς ἀποροῦντας, ὅτι τὸ δυνάμει εὐώνυμον ἐκινήθη, μία δὲ ἡ δύναμις τῶν πρός τι· αὕτη γὰρ ἡ σχέσις ἢ δύναμίς ἐστιν ἢ ἐνέργεια ἐν ᾗ καὶ τὸ δεξιὸν καὶ τὸ εὐώνυμον πρὸς ἄλληλα ἔστι τε καὶ λέγεται, ὥστε εἰ τὸ ἕτερον ἐκινήθη, πάντως που καὶ τὸ ἕτερον. ἐγὼ δέ φημι τὴν κατὰ πρός τι ἐνέργειαν μὴ διασῴζειν τὸ δυνάμει, ἀλλὰ ἀθρόαν γίνεσθαι μεταβολὴν ἐκ τοῦ δυνάμει εἰς ἐντελέχειαν. μία οὖν ἐνέργεια ἐπ’ αὐτῶν θεωρεῖται ἡ κυρίως τε καὶ ἀπλῶς, ἡ δὲ ἀτελὴς οὐκέτι· οὐ γὰρ κατ’ ὀλίγον δεξιὸν γίνεται τὸ δένδρον μετακινουμένου μου πρὸς τὰ εὐώνυμα, ἀλλὰ ἀχρόνως. κἀγὼ δὲ ἐπὶ τὰ ἀριστερὰ μεθιστάμενος κινοῦμαι μὲν κατὰ τόπον, οὐ κινοῦμαι δὲ κατὰ τὸ πρός τι· ὅλως γὰρ ἐπὶ τῶν τοιούτων δεικνύναι δεῖ πρῶτον τὴν ἐνέργειαν τὴν ἀτελῆ, κᾆθ’ οὕτως τὸν ὅρον ἐλέγχειν. ἀλλ’ ὅμως ἐπειδὴ τὸ δυνατὸν ἐν ἀπάσαις ταῖς κατηγορίαις ἐστίν, ἡ δὲ κίνησις οὐκ ἐν ἀπάσαις, μεταθῶμεν τὸ δυνατὸν εἰς τὸ κινητὸν καὶ ὁρισώμεθα αὐτὸ ‘ἐντελέχεια τοῦ κινητοῦ ᾖ κινητόν᾿, καὶ μὴ νομίσῃ τις ἡμᾶς δι’ ὁμοίως ἀδήλου τοῦ κινητοῦ τὴν κίνησιν πειρᾶσθαι δηλοῦν. μάλιστα μὲν γάρ, ἐπειδὴ ἡ κίνησις πρός τι κεῖται γὰρ καὶ τοῦτο ἐν τοῖς πάλαι προδιωρισμένοις), καὶ ἔστι πρὸς τὸ κινητόν, ἀδύνατον | αὐτὴν ἄλλως ὁρίσασθαι [*](215) μὴ πρὸς ὅ ἐστι παραλαβόντας, ὥσπερ οὐδὲ πατέρα χωρὶς υἱοῦ, οὐδὲ διπλάσιον χωρὶς ἡμίσεος· ἔπειτα καὶ γνωριμώτερον τὸ κινητὸν τῆς κινή- [*](1 πάσχειν MWB (cf. Sirapl. 436,6): ἀντιπάσχειν L (et Philop. 367, 26) 5 φαίη— (9) ἐνέργεια] leguntur haec aliquantum aucta apud Philop. 168,1 sqq. δεξιὸν (alt) om. L (et desideratur haec vox in L Philoponi) 6 ἐμοῦ MWB: ἐμοῦ φέρε L, Philop. 7. 8 πρὸς τοὺς codd. Them. et L Philoponi: πρὸς τοὺς τοῦτο cett. Philoponi 9 ἐν ᾗ— (11) ἕτερον] exscr. Philop. 368,13 sqq. 11 τὴν κατὰ—(18) ἐλέγχειν] paululum mutata exscr. Philop. 368,18 sq. ὁ Θεμίστιος); τὴν κατὰ—(13) ἐντελέχειαν, (14) οὐ γὰρ—(15) γίνεται, ἀλλ’ ἀθρόως, (17) δεικνύναι—(18) ἐλέγχειν exscr. Simpl. 437,11 sqq. ὁ Θεμίστιος) 11. 12 κατὰ πρός τι MWB et Kt Philoponi: κατὰ τὸ πρός τι L Them, et ML Philoponi: κάτα τὰ πρός τι Simpl. 12 ἀθρόαν] ἀθρόος Simpl.: ἀθρόον cod. M Philoponi 12. 13 ἐκ τῆς δυνάμεως εἰς τὴν ἐντελέχειαν Philop. 13 ἐντελέχειαν] ἐνέργειαν W (cf. quae apud Philop. ante ἀλλὰ ἀθρόαν inserta leguntur: ὥσπερ — — ἐν τῆ μεταβολῇ — — εἰς τὴν τελείαν ἐνέργειαν) ἐνέργεια ἐπ’ αὐτῶν M: ἐνέργεια post θεωρεῖται W, post ἐπ’ αὐτῶν BL et Philop. 15 τὸ δένδρον μετακινουμένου μου] τὸ ἀριστερὸν μετακινούμενον Philop. ἀχρόνως codd. Them. et Philop.: ἀθρόως Simpl. et Spengel 17 ὅλως γὰρ] πρῶτον οὖν Philop.; οὖν in Themistio Simplicius quoque legisse videtur δεῖ] δὴ M 18 κᾆθ’ MWB: καὶ L et Simpl.: εἶτα Philop. εἶθ᾿ L) 21 ἐντελέχειαν γ’ καὶ μὴ—(22) δηλοῦν] cf. Philop. 369,5 sqq. 22 μάλιστα—(21) κέχρηται] exscr. Philop. 369,7 sqq. 23 καὶ (ante τοῦτο) om. W 23. 24 προδιωρισμένοις Β: προσδιωρισμένοις MW (cf. v. 4): διωρισμένοις L ἐν τοῖς ἔμπροσθεν Philop.) ἄλλως αὐτὴν cod. L Philoponi 26 ἡμίσεος MWB et LM Philoponi: ἡμίσεως L (et Κ Philoponi))
76
σεως· οὐ γὰρ ταὐτὸν εἰδέναι ὅτι ἔστι κίνησις καὶ τί ἐστιν· τὸ μὲν γὰρ ὅτι ἔστιν, ἅπασι γνώριμον, τὸ δὲ τί ἐστι καὶ ἡμεῖς ζητοῦμεν. ἀλλὰ μὴν ὅτι ἔστι κίνησις ἀπὸ τῶν κινουμένων γνώριμον. ταῦτα δέ ἐστι τὰ κινητά, ὥστε ὁ τῷ κινητῷ πρὸς τὸν ὁρισμὸν τῆς κινήσεως χρώμενος τῷ γνωριμωτέρῳ πρὸς τὸ ἀγνωστότερον κέχρηται. εἶδος δὲ πάντως ἕξει τὸ κινοῦν ὅταν κινῇ ἢ κατ’ οὐσίαν ἢ κατὰ ποιότητα. ἢ κατὰ ἄλλην τινὰ τῶν κατηγοριῶν· τῷ γὰρ εἴδει κινεῖ καὶ τοῦτ’ ἔστιν ἀρχὴ τῆς κινήσεως.

3. Ζητητέον δ’ ἐφεξῆς, ὅταν ἕτερον ὑφ’ ἑτέρου κινῆται, πότερον ἐν τῷ κινοῦντι ἢ ἐν τῷ κινουμένῳ ἡ κίνησις. ἔστιν οὖν ἐν τῷ κινουμένῳ. τὴν γὰρ τοῦ κινητοῦ ἐντελέχειαν κίνησιν λέγω καὶ ὅλως ἐν τούτῳ ἐστὶν τὸ δυνάμει. οὗ κίνησις ἡ ἐνέργεια. ἐν τούτῳ μὲν οὖν ἐστιν, γίνεται δὲ ὑπ’ ἄλλου τοῦ γὰρ κινητικοῦ) καί ἐστι μία· οὐ γὰρ ἄλλη μὲν ὑπὸ τοῦ κινοῦντος γίνεται, ἄλλη δέ ἐστιν ἐν τῷ κινητῷ, ἀλλὰ ἡ ἐνέργεια τοῦ κινητικοῦ αὐτή ἐστιν ἐν τῷ κινητῷ. καὶ μία οὖσα ἅμα τε τὸ κινητικὸν κινοῦν ποιεῖ καὶ τὸ κινητὸν κινούμενον. μία μὲν ἀμφοῖν ἡ ἐνέργεια τοῦ κινοῦντος καὶ τοῦ κινουμένου, ὅταν τὸ μὲν κινῇ τὸ δὲ κινῆται, μία δὲ τῷ ὑποκειμένῳ. τῷ γὰρ λόγῳ δύο καὶ τὸ τί ἦν εἶναι, ὥσπερ τὸ ἄναντες καὶ τὸ κάταντες. ὡς γὰρ ἐπὶ τούτων τὸ μὲν αὐτὸ διάστημα, ἀλλ’ | ἔνθεν μὲν [*](216) ἀρχομένῳ ἄναντες, ἔνθεν δὲ κάταντες, καὶ διὰ τοῦτο τῷ λόγῳ δύο· οὕτως καὶ ἐπὶ τῆς κινήσεως κατὰ μὲν τὸ ὑποκείμενόν ἐστι μία ἡ ἐνέργεια τοῦ κινοῦντος καὶ τοῦ κινουμένου, ἀλλ’ ἀπὸ μὲν τοῦ κινοῦντος ἀρχομένοις ποίησίς ἐστιν, ἀπὸ δὲ τοῦ κινουμένου πάθησις· καὶ οὕτως ἄν εἶεν τῷ λόγῳ δύο, ἐπεὶ μὴ οὕτως τιθεμένοις ἔχει τινὰ λογικὴν ἀπορίαν. δεῖ μὲν γὰρ εἶναι ἐνέργειαν τοῦ κινητικοῦ, δεῖ δὲ εἶναι καὶ τοῦ παθητικοῦ, ὧν τὸ μὲν ποίησις τὸ δὲ πάθησίς ἐστιν. αὗται δὲ ὅτι διαφέρουσιν, δῆλον· καὶ γὰρ τὰ ἔργα αὐτῶν καὶ τὰ ἀποτελέσματα διαφέρει· τῆς μὲν γὰρ ποίημα ἀποτέλεσμα, τῆς δὲ πάθος. κείσθω τοίνυν ἑτέρας εἶναι τὰς ἐνεργείας. πῶς δὴ καὶ ἐν τίνι ἔσονται, σκεψώμεθα. ἡ τοίνυν ἄμφω ἐν τῷ ποιοῦντι ἢ [*](1. 2 γὰρ ὅτι ἔστιν] γὰρ om. Par. 1888 et L Philoponi: ὅτι om. Κ Philoponi: ὅτι ἔστιν om. M Philoponi 5 ἀγνωστότερον L et Philop.: γνωριμώτερον M: ἀγνωριμώτερον WB ad εἶδος add. τὶ FI Aristot. 202a 9 6 ἢ κατ’ οὐσίαν—κατηγοριῶν] ἡ τόδε ἡ τοιόνδε ἡ τοσόνδε FI Aristot. ib. (at ἡ τοσόνδε om. E) 8 ὑφ’] ἐφ’ Β 9 ἐν pr. (cf Simpl. 439,6 et Philop. 369,25. 26) om. BL 10 καὶ ὅλως—(11) ἐνέργεια] exscr. Philop. 369,30 sq. 11 τὸ δυνάμει (quae vocabula vix desideres) om. M οὗ ἡ κίνησις ἡ ἐνέργεια cod. Par. 1888: οὖ ἡ κίνησις ἐνέργειά ἐστιν Philop. 12 ὑπὸ] ἐπὶ B 14 καὶ μία οὖσα—(19) κάταντες] exscr. Philop. 370,4 sqq. 15. 16 τοῦ κινοῦντος— κινῆται] om. Philop. 17 τῷ γὰρ λόγῳ—εἶναι] οὐ τῶ λόγῳ ἀλλ’ Philop. τῷ τί ἦν εἶναι W (ut coni. Spengel) 18 ὡς γὰρ ἐπὶ τούτων τὸ μὲν] ἓν μέν ἐστι καὶ τὸ Philop. 19 ἀρχομένων L1 (ut Κ Philoponi): ἀρχομένοις cod. M Philoponi ἀρχόμενον L) 21 ἀρχομένοις] in M compendium scripturae non satis certum: variant codd. Philoponi ἀρχομένη,—ων, ἀρχόμενον) ἐνέργειαν ἄλλην FI Aristot. 202a 22 24 εἶναι ante καὶ om. L post τὸ μὲν add. γὰρ FI Aristot. 202a 23, δὴ E 25 διαφέρει L 26 αὐτῶν] fort, αὐτῶ in M scriptum ἀποτέλεσμα] cf. Philop. 376,12 τῆς] τοῖς L 26. 27 ποίημα ὡς ἀποτέλεσμα L 28 ἐν τίνι WB2L: ἕν τι MB1 ποιοῦντι] de κινοῦντι cogit. Spengel; at Themistium erravisse statuit Diels Zur Textgesch. p. 30 adn. 2)

77
ἄμφω ἐν τῷ κινουμένῳ ἢ ἡ μὲν ποίησις ἐν τῷ ποιοῦντι, ἡ δὲ πάθησις [*](216) ἐν τῷ πάσχοντι· ἀνάπαλιν γὰρ οὐκ ἐνδέχεται, οἷον τὴν ποίησιν ἐν τῷ πάσχοντι εἶναι, εἰ μή τις τὴν τοῦ πάσχοντος ἐνέργειαν ὁμωνύμως ποίησιν ὀνομά·ζειν ἐθέλοι. ἔστω δὴ πρῶιον ἡ μὲν ποίησις ἐν τῷ ποιοῦντι, ἡ δὲ πάθησις ἐν τῷ πάσχοντι. οὐκοῦν ὥσπερ τὸ κινούμενον ἔχει κίνησιν ἐν ἑαυτῷ τὴν ἰδίαν ἐνέργειαν, οὕτω καὶ τὸ κινοῦν ἕξει κίνησιν ἐν ἑαυτῷ τὴν ἰδίαν ἐνέργειαν. ὁ γὰρ αὐτὸς λόγος ἐπ’ ἀμφοῖν, ἀλλ’ εἰ τοῦτο, δυοῖν ἀτόποιν θάτερον ἀναδεξόμεθα· ἢ γὰρ ἅπαν τὸ κινοῦν καὶ κινήσεται ἤ τι ἔχον κίνησιν οὐ κινήσεται. εἶεν. ἀλλ’ ἔστω ἄμφω ἐν τῷ κινουμένῳ καὶ πάσχοντι ἡ ποίησις καὶ ἡ πάθησις, οἷον καὶ ἡ δίδαξις καὶ ἡ μάθησις ἐν τῷ μανθάνοντι. πρῶτον μὲν τοίνυν ἄλογον | τὸ τὴν ἑκάστου ἐνέργειαν [*](217) μὴ ἐν ἑκάστῳ εἶναι τῷ ἐνεργοῦντι, ἔπειτα θαυμαστόν, ὅπως τὸ πάσχον δύο κινήσεις διαφερούσας κινήσεται. τίνες γὰρ ἔσονται αὗται, χαλεπὸν ἐξευρεῖν μάλιστα καθ’ ἓν εἶδος κινήσεως τοῦ πάσχοντός που κινουμένου. τὰ αὐτὰ δὲ καὶ ἔτι πλείω τὰ ἄτοπα ἀκολουθήσει, εἰ θείημεν ἐν τῷ κινοῦντι τὰς δύο κινήσεις ὑπάρχειν· προσέσται γὰρ καὶ τὸ μὴ κινεῖσθαι τὸ κινούμενον ἐν τῶ κινοῦντι τῶν δύο οὐσῶν κινήσεων. ταῦτα μὲν οὖν τὰ ἄτοπα ἠκολούθησεν ἑτέρας εἶναι τὰς κινήσεις ὑποθεμένοις, ὅθεν καὶ τῆς ὑποθέσεως ταύτης ἀποστατέον. ἔστω τοίνυν μία ἀμφοῖν ἡ ἐνέργεια τοῦ τε κινοῦντος καὶ τοῦ κινουμένου· τοῦτο γὰρ τὸ λοιπόν. ἀλλ’ ἄτοπον δύο διαφερόντων κατ’ εἶδος τοῦ τε ποιοῦντος καὶ τοῦ πάσχοντος μίαν ἐνέργειαν εἶναι· ὡς γὰρ οὐκ ἔστι λευκοῦ καὶ μέλανος μία ἐνέργεια, οὕτως οὐδὲ ποιοῦντος καὶ πάσχοντος. καὶ εἴπερ τοῦτο ἀληθές, ἔσται ἡ μάθησις καὶ ἡ δίδαξις τὸ αὐτὸ καὶ τὸ διδάσκειν τῷ μανθάνειν καὶ τῷ ποιεῖν τὸ πάσχειν, ὥστε τὸν διδάσκοντα ἀνάγκη ἔσται μανθάνειν ἐν αὐτῷ τῷ διδάσκειν καὶ τὸν ποιοῦντα πάσχειν ἐν αὐτῷ τῷ ποιεῖν. ποῦ δὲ ἔσται ἡ μία αὕτη ἐνέργεια; κατὰ μὲν γὰρ τὸν ὁρισμὸν ἐν τῷ κινουμένῳ· ἡ γὰρ κίνησις ἐντελέχεια τοῦ κινητοῦ ἦν. καὶ τοῦτο ἄτοπον τὸ τὴν τοῦ ποιοῦντος ἐνέργειαν μὴ ἐν τῷ ποιοῦντι εἶναι. οὐδὲν οὖν ὁ λόγος εὐπορώτερον ἀπαλλάττει μίαν ὑποθέμενος εἶναι τὴν ἀμφοτέρων ἐνέργειαν, ὥστε εἰ μήτε ἕτεραι μήτε μία, τάχα ἂν καὶ μία καὶ ἕτεραι. οὕτω δὲ καὶ ἐξ ἀρχῆς [*](2 ἀνάπαλιν γὰρ οὐκ ἐνδέχεται] exscr. Philop. 370,25; ἀνάπαλιν—(4) ἐθέλοι] exscr. Simpl. 442,4 sqq. ὁ πιθανὸς Θεμίστιος) γὰρ s. v. M 4 ἐθέλοι MWB et Simpl.: θέλει L 5 ὥσπερ—(6) ἐνέργειαν] exscr. Philop. 370,28 sqq. 9 οὐ κινηθήσεται M 12 ἑκάστῳ scripsi sec. Aristot. 202a34: ἑαυτῷ MWB: αὐτῷ L ἐν τῷ ἐνεργοῦντι αὐτὴν Simpl. 442,27) 13 διαφερούσας M et Philop. 371,7: ἄμα διαφερούσας BL: ἅμ διαφόρους W: διαφόρως καὶ ἐναντίας ἄμ Simpl. 492,29: ἅμ Aristot. 202a 34 14 in M inter ἐξευρεῖν et μάλιστα litterae αχρ in unum signum contractae leguntur πάσχοντός που scripsi: πάσχοντος τοῦ MB: πάσχοντος καὶ τοῦ W: πάσχοντος L 15 τὰ ante ἄτοπα del. Spengel 18 ὑποθεμένας L 19 ἔστω MWB: ἔσται L 23. 24 ἡ μάθησις καὶ ἡ δίδαξις M et FI (nisi quod in I alteram ἡ om.) Aristot. 202b 2: ἡ δίδαξις καὶ ἡ μάθησις WBL et E Aristot. 24 τὸ αὐτὸ] sic F quoque Aristot. ib.; ταὐτὸ EI τῷ ποιεῖν τὸ πάσχειν MB: τὸ ποιεῖν τῷ πάσχειν WL et Aristot. 202b 4 25 ἔσται WBL et Aristot. 202b 5: ἐστὶ M αὐτῷ WL: ἑαυτῷ MB 26 δὲ ἔσται MW2B: δὲ καὶ ἐστιν L 28 καὶ MBL: ἀλλὰ καὶ W 31 δὲ] δὴ Par. 1888 (in W scriptura incerta))
78
ἐλέγετο, ὅτι μία μὲν τῷ ὑποκειμένῳ, | τῷ λόγῳ δὲ διαφέρουσαι, καὶ [*](218) οὐδὲν ἄτοπον ὑπομένουσιν. οὔτε γὰρ ἀποτμηθήσεται ἡ τοῦ κινοῦντος ἐνέργεια μία οὖσα κατὰ τὸ ὑποκείμενον ἐν ἀμφοτέροις καὶ γινομένη ἐν τῷ κινουμένῳ, ὥσπερ καὶ ἐκ τῇς ἐναργείας ὁρῶμεν· τοῦ γὰρ διδάσκοντος κινουμένου πρὸς τὸν μανθάνοντα οὐκ ἀποτεμνομένη ἡ δίδαξις τοῦ διδάσκοντος γίνεται ἐν τῷ μανθάνοντι, ὥστε τὸν μὲν ἀνενέργητον εἶναι, τὸν μανθάνοντα δὲ ἐνεργεῖν μόνον, ἀλλὰ τοῦ διδάσκοντος παρόντος καὶ ἐνεργοῦντος τοσοῦτον ἐνεργεῖν καὶ ποιεῖν τοῦτο ὃ πάσχει ὁ μανθάνων, οὕτως ἡ τοῦ μανθάνοντος ἐνέργεια γίνεται. οὐδὲν δὲ κωλύει μίαν εἶναι τὴν ἐνέργειαν τῶν διαφόρων κατ’ εἶδος κινήσεων ποιήσεως καὶ παθήσεως. κατὰ γὰρ τὸ ὑποκείμενον μόνον ἔσονται μία, ὅτιπερ ἕν εἰσιν ἄμφω· ταὐτὸν γὰρ καὶ ἓν τὸ θεώρημα, ὃ διδάσκει ὁ διδάσκων καὶ ὃ μανθάνει ὁ μανθάνων, καὶ ἡ δίδαξις οὐκ ἄλλο τί ἐστιν ἢ τὸ ἐκ τοὐ διδάσκειν καὶ μανθάνειν γινόμενον. ὁμοίως δὲ καὶ ἡ μάθησις. ἀλλὰ ταῦτα ὡς ἔφαμεν τῷ μὲν ὑποκειμένῳ ταὐτόν, οὐ ταὐτὸν δὲ τῷ λόγῳ· ἀλλὰ δίδαξις μὲν ἐπιστήμης δόσις, μάθησις δὲ ἐπιστήμης λῆψις καὶ ἄγεται ἡ τοῦ μανθάνοντος δύναμις ὑπὸ τοῦ διδάσκοντος εἰς ἐνέργειαν. οὐκ ἔστιν οὖν τὸ διδάσκειν τῷ μανθάνειν ταὐτόν, εἰ καὶ περὶ ταὐτὸ θεώρημα ἄμφω· οὐδὲ γὰρ τὸ ἀνιέναι τῷ κατιέναι, εἰ καὶ περὶ τὴν αὐτὴν ὁδὸν ἄμφω διάφοροι γὰρ αὐτῶν οἱ λόγοι καὶ τὸ τί ἦν εἷναι), καὶ ὥσπερ ἔνθεν μὲν βαδίζειν ἀρχομένοις ἄναντες, ἔνθεν δὲ κάταντες, ἓν δὲ μεταξὺ τὸ διάστημα, οὕτως ἀπὸ τοῦ διδάσκοντος μὲν ἀρχομένοις δίδαξις, ἀπὸ δὲ τοῦ μανθάνοντος μάθησις, ἓν δὲ ἐν | ἀμφοῖν 219 τὸ θεώρημα. δεῖ γὰρ οὐχ ἁπλῶς τὰ αὐτὰ εἶναι, οἷς τὰ αὐτὰ μέλλει πάντα ἀκριβῶς ἀκολουθήσειν, ἀλλὰ τῷ λόγῳ καὶ τῷ ὁρισμῷ, ἐπεὶ καὶ τὸ Ἀθήναζε ἐκ Θηβῶν καὶ τὸ εἰς Θήβας Ἀθήνηθεν ἀπιέναι οὐ ταὐτὸν οὐδὲ ἅμα ἄν τῳ ὑπάρξει, καίτοι μία γε ὁδὸς καὶ τὰ αὐτὰ ὄρη καὶ αἱ αὐταὶ καταλύσεις. ἀλλ’ ἐκ περιόντος ἔστω καὶ δίδαξις μαθήσει ταὐτόν. ἀλλ’ οὐδὲ οὕτως ἀκολουθήσει ταὐτὸν εἶναι καὶ τὸ διδάσκειν καὶ τὸ μανθάνειν, ἐπεὶ καὶ ἡ διάστασις ἡ αὐτὴ ἐνθένδε ἐκεῖσε, κἀκεῖθεν δεῦρο, ἀλλ’ οὐ ταὐτὸν τό τε ἔνθεν ἐκεῖσε καὶ τὸ ἐκεῖθεν δεῦρο διίστασθαι. ἀλλ’ οὔτε ἡ δίδαξις τῇ μαθήσει ταὐτὸν οὔτε ἡ ποίησις τῇ παθήσει, ἀλλὰ ἐκεῖνα οἷς ταῦτα ὑπάρχει, ἡ κίνησις καὶ ἡ ἐνέργει, ἥτις κατὰ μὲν τὸ ὑποκείμενον [*](4 ὥσπερ καὶ MB: ὥσπερ L: ὡς W ἐναργείας B: ἐνεργείας MWL 5 ἀποτετμημένως in nonnullis Aristotelis libris invenit Alexander (cf. Simpl. 446,12 et Diels Zur Textgesch. p. 31) 7 ἐνεργεῖν ῆ super εἰν) B παρόντος] cf. Simpl. 445,27 et Philop. 381,15 (qui mirum in modum de discipulo praesente loquitur) 8 τοσοῦτον M: τῶ τοῦτον W: τὸ τοῦτον BL; locus non sanus, cui fortasse inserto ὥστε post τοσοῦτον medendum 11 ταὐτὸ W 13 καὶ τοῦ μανθάνειν W 17 πρὸς ἐνέργειαν Β1 18 ταὐτὸ θεώρημα L 19 οἱ] superscr. B: ἱ in ras. M 23 ἁπλῶς] ὁπωσοῦν Spengel (sec. Aristot. 202b 15); at cf. Simpl. 445,4 23. 24 πάντα μέλλει W 24 ἀκολουθήσειν MB et (compendio paululum obscuro) W: ἀκολουθῆσαι L 26 ἄν τὼ MB: οὕτω W: αὐτῷ L ὑπάρξῃ L μία γε MW: μία γε ἡ B, γε μία ἡ L ὅρη a 27 ἐκ τοῦ περιόντος W; ἐκ περιουσίας Alexander apud Simpl. 448,23 28 καὶ τὸ διδάσκειν M: τὸ διδάσκειν WBL 29 (et 30) ἐκεῖσεν L 30. 31 ἡ ante δίδαξις superscr. Β 31 οὔτε ἡ ποίησις τῷ παθήσει om. L)
79
μία, κατὰ δὲ τοὺς λόγους διάφορος. τί μὲν οὖν ἐστι κίνησις καὶ καθόλου [*](219) καὶ κατὰ μέρος, εἴρηται κατὰ δύο λόγους, καθ’ ἐν μὲν ἐντελέχεια τοῦ δυνάμει ἡ τοιοῦτον, καθ’ ἕτερον δὲ ἐντελέχεια τοῦ κινητοῦ ᾗ κινητόν. καὶ οὐ χαλεπὸν ἀποδοῦναι λοιπὸν καὶ τὰς κατ’ εἶδος ἀλλήλων διαφερούσας· ἀλλοίωσις μὲν γὰρ ἐντελέχεια τοῦ ἀλλοιωτοῦ ᾗ ἀλλοιωτόν, αὔξησις δὲ ἐντελέχεια τοῦ αὐξητοῦ ᾗ αὐξητόν. εἰ δὲ δεῖ καὶ τρίτον λόγον προσθεῖναι, τοῖς νῦν εἰρημένοις προσχρώμενοι οὐκ ἀπορήσομεν· ἡ γὰρ τοῦ δυνάμει ποιητικοῦ καὶ τοῦ δυνάμει παθητικοῦ πρὸς ἄλληλα ἐντελέχεια κίνησίς ἐστιν. ἁρμόσει δὲ καὶ οὗτος ὁ λόγος καὶ ἐπὶ τὰς καθ’ ἕκαστον κινήσεις μεταφέρεσθαι, οἷον οἰκοδόμησιν αὔξησιν ἰάτρευσιν. | δήλη δὲ ἡ μετάθεσις μεταλαμβανομένου [*](220) τοῦ δυνάμει καθ’ ἕκαστον εἶδος. περὶ μὲν οὖν κινήσεως ἀρκείτω τέως τὰ εἰρημένα.

4. Ἐπεὶ δέ ἐστιν ἡ περὶ φύσεως ἐπιστήμη περὶ μεγέθη καὶ κίνησιν καὶ χρόνον, τούτων δὲ ἕκαστον ἀναγκαῖον ἢ πεπερασμένον ἢ ἄπειρον εἶναι οὐ γὰρ ὡς πάθος ἢ στιγμὴ ταῦτα λέγεται), ἀκόλουθον ἄν καὶ περὶ ἀπείρου ποιήσασθαι λόγον, εἰ ἔστιν ἢ μὴ καί, εἰ ἔστι, τί ἐστιν. σημεῖον δὲ ὅτι ταύτης τῆς ἐπιστήμης οἰκεία ἡ θεωρία· ἅπαντες γὰρ ὅσοι τῆς τοιαύτης ἥψαντο φιλοσοφίας ἀξίως λόγου, εἰρήκασί τι περὶ ἀπείρου καὶ πολλοί γε αὐτὸ καὶ ὡς ἀρχὴν ἀπεσέμνυναν. οἱ μὲν οὖν Πυθαγόρειοι καὶ Πλάτων’ ὡς οὐσίαν τινὰ καὶ φύσιν καθ’ ἑαυτὴν οὕτως ἀρχὴν ποιοῦσι τὸ ἄπειρον, οὐ γῆν ἄπειρον ἢ ὕδωρ ἢ ἄλλο τι σῶμα λέγοντες, ἀλλ’ αὐτήν τινα φύσιν ἄπειρον οὐσιωμένην ἐν τῷ ἀπείρῳ, διαφέρονται δὲ ἀλλήλοις ὅμως κατὰ πολλά. οἱ μὲν γὰρ Πυθαγόρειοι τὸν ἀριθμὸν τὸ ἄπειρον λέγουσιν, ἀριθμὸν δὲ οὐ χωριστὸν οὐδὲ ἀσώματον, ἀλλὰ ὡς ἀρχὴ τῶν αἰσθητῶν ἐστι κατ’ ἐκείνους. πάντα γὰρ ἐκ τῶν ἀριθμῶν παράγουσι τὰ αἰσθητά, κἀντεῦθεν τῷ ἀριθμῷ δὲ πάντ’ ἐπέοικε καὶ ἡ πηγὴ τῆς φύσεως ἡ τετρακτύς, εἶναι δέ τι καὶ ἔξω τοῦ οὐρανοῦ προστερατεύονται ἄπειρον οὕτε ὁποῖον οὔτ’ εἰς ὅ τι χρήσιμον διορίζοντες· Πλάτων’ δὲ ἔξω μὲν τοῦ οὐρανοῦ οὔτε σῶμα οὐδὲν οὔτε ἀσώματον ὑπολαμβάνει· οὔτε γὰρ τὰς ἰδέας ἔξω τί|θησι [*](221) [*](3. 4 ante καὶ οὐ χαλεπὸν add. ἔστι L 9 καὶ ante οὗτος om. W καθ’ ἕκαστα W et Philop. 386,8 10 δήλη MWBL2 (compendium scripturae in L1): δῆλον a: διττὴ Spengel 10. 11 μεταλαμβανομένου] cf. Alexander apud Simpl. 450,30 12 τέως τὰ εἰρημένα om. L 13 τε καὶ κίνησιν F Aristot. 202b 31 15 ἄν om, M: ἄν εἴη WBL (ex Aristot. 202b 34) 17 ταύτης post θεωρία leg. in Ε Aristot. 203a 1: ἡ θεωρία ἡ ἡ om. F) περὶ αὐτοῦ FI ἄπαντες—(18) ἀπείρου] cf. Philop. 387,11 sq. 18 περὶ τοῦ ἀπείρου Philop. et FI Aristot. 203a 3 τοῦ om. Ε); cf. Simpl. 452,25 19 καὶ ante ὡς om. L ἐπεσέμνυναν Β οἱ μὲν οὑν Πυθαγόρειοι—(80,3) νοητῶν] exscr. Philop. 387,24 sqq. 20 τινὰ in marg. add. B καθ’ αὑτὴν L 23 Πυθαγόρειοι] ἐκ Πυθαγόρου L 26 δὲ] δὴ W: om. Laur. 85,18 τῷ—ἐπέοικε] cf. Nauck in epimetro ad Jamblichi vit. Pythag. p. 234 sq.: τὸ (sic cod. M Philop.) ἀριθμῷ δέ τε πάντ’ ἐπέοικε Spengel; at Themistium numeros quoque, non verba tantum, adferre voluisse nullatenus constat ἡ ante πηγὴ om. B πηγὴ—τετρακτύς] cf. carm. aur. ν. 47 27 τι καὶ] καὶ Laur. 85,18: τὸ EI Aristot. 203a 7: δὲ τὸ ante ἄπειρον collocato) F: δὲ καὶ τὸ Spengel προστερατεύονται BL: προτερατεύονται M: τερατεύονται W post ἄπειρον add. δὲ W)

80
τοῦ οὐρανοῦ· οὔτε γὰρ ὅλως ἐν τόπῳ, τὸ μέντοι ἄπειρον οὐ μόνον ἐν τοῖς [*](221) αἰσθητοῖς ὡς ἐκεῖνοι, ἀλλὰ καὶ ἐν τοῖς νοητοῖς εἶναι ἀρχήν· ἀρχὴ μὲν γὰρ ὁ ἀριθμὸς αὐτῷ καὶ αἰσθητῶν καὶ νοητῶν· ποιεῖ δὲ τὰς ἰδέας ἀριθμούς· ἀρχὴ δὲ ἀριθμοῦ δυάς, δυάδος δ’ αὖθις ἀρχαὶ τὸ μέγα καὶ τὸ μικρόν, καὶ τὸ διπλάσιον καὶ τὸ ἥμισυ, καὶ πλῆθος καὶ ὀλιγότης, καὶ ὑπεροχὴ καὶ ἔλλειψις, οἷς ἅπασι τὸ ἄπειρον εὐθὺς ἐμφαίνεται καὶ τὸ ἀτερμάτιστον καὶ ἀόριστον κατά γε τὰς τῶν σωμάτων τομὰς καὶ τὴν αὔξησιν τῶν ἀριθμῶν. διαφέρονται δὲ καὶ ταύτῃ πρὸς τὸν Πλάτωνα οἱ Πυθαγόρειοι, οἳ τὸν ἀριθμὸν οὐχ ἅπαντα ἄπειρον λέγουσιν, ἀλλὰ τὸν ἄρτιον μόνον· τοῦτον γὰρ εἶναι τῆς εἰς τὰ ἴσα τομῆς αἴτιον ὅτι ἄπειρος. καὶ τὸ μὲν αὐτοῦ φύσει γεννητικὸν ἀπειρίας τὸ ἄρτιον εἶναι ἐν οἷς ἂν ὑπάρξῃ, περαίνεσθαι δὲ ὑπὸ τοῦ περιττοῦ· τοῦτον γὰρ κωλύειν τὴν εἰς ἴσα διαίρεσιν προστιθέμενον τῷ ἀρτίῳ. φέρουσι δὲ καὶ ἄλλο σημεῖον τοὐ πέρατος μὲν εἶναι αἴτιον τὸν περιττόν, ἀπειρίας δὲ τὸν ἄρτιον· λαβόντες γὰρ μονάδα τοὺς ἐφεξῆς αὐτῇ περισσοὺς ἐπισυντιθέασι χωρὶς ἕκαστον, οἶον γ καὶ ε καὶ ζ καὶ θ. καὶ ἑκάστη τοίνυν τούτων ἐπισύνθεσις τὸ συναγόμενον ἀεὶ τετράγωνον διαφύλαττει δ θ ις καὶ κε. διὰ τοῦτο γνώμονας καλοῦσιν οἱ ἀριθμητικοὶ τοὺς περιττούς, ὅτι φυλάττουσι τὸ εἶδος τοῦ τετραγώνου οἱ ἐφεξῆς τοῖς πρώτοις περιτιθέμενοι ὥσπερ οἱ γραμμικοί. πάντως δὲ ὅ τι πότ’ ἐστι γνώμων, ἐν γεωμετρίᾳ γινώσκεις· οὐ γὰρ ἀμαθέσι παντελῶς ταῦτα συγγράφεται. οὕτω μὲν οὖν οἱ περιττοὶ | φυλακτικοὶ τοῦ εἴδους εἰσὶ καὶ τὸ ἓν [*](222) τηροῦσιν, οἱ δὲ ἄρτιοι προστιθέμενοι τῇ μονάδι κατὰ τοὺς ἐφεξῆς ἀεί τι καινὸν εἶδος ποιοῦσι καὶ ἡ διαφορὰ πρόεισιν εἰς ἄπειρον τρίγωνον, εἶτα ἑπτάγωνον, εἶθ’ ὅ τι καὶ τύχοι. οὕτως οὖν τοῖς Πυθαγορείοις ὁ ἄρτιος μόνος ἀριθμὸς ἄπειρος γίνεται. Πλάτων δὲ δύο ποιεῖ τὰ ἄπειρα τὸ μέγα καὶ τὸ μικρόν· ἄμφω γὰρ ἐπ’ ἄπειρον ἐν τῇ τῶν σωμάτων τομῇ τὸ μὲν καθαιρεῖται, τὸ δὲ αὔξεται. τῶν δὲ φυσικῶν οἱ περὶ ἀπείρου διαλεχθέντες συμβεβηκὸς ποιοῦσιν τὸ ἄπειρον ἑτέρᾳ φύσει, ταύτην δὲ ἡ πῦρ ἢ ἀέρα ἢ μῖγμα τούτων ὑπολαμβάνουσι, διαφερόμενοι δὲ πρὸς ἀλλήλους ἐν ταῖς ἀρχαῖς εἰς μίαν ἅπαντες δόξαν συναπαρτίζουσι περὶ τῆς θέσεως τοῦ ἀπείρου. τῷ μεγέθει γὰρ πάντες τὸ πᾶν ἄπειρον ποιοῦσιν, οἱ μὲν μίαν τὴν [*](1 οὐ] μὴ (vel καὶ) Philoponi libri 2 μὲν om. L 3 δὲ] γὰρ καὶ L 5 διπλάσιον κτλ.] e Porphyrio; cf. Simpl. 454,11 sqq. 7 κατά γε BL: κατά τε MW 10 ὅτι ἄπειρος M: ἥτις WBL τὸ μὲν M: τῇ μὲν WBL 11 γενητικὸν a τὸ ἄρτιον M: τὸν ἄρτιον WBL περαίνεσθαι—(12) ἀρτίῳ] cf. Simpl. 453,23 sq. 12 εἰς ἴσα WL et Ea Simplicii 455,34: ἴσα MB et F Simplicii Β: εἰς τὰ ἴσα Par. 1888 et Simpl. 455,24; fortasse legendum τὴν ἀεὶ διαίρεσιν (cf. Simpl. 455,29) 12. 13 προστιθέμενον WL: προτιθέμενον MB 13 εἶναι αἴτιον M: αἴτιον εἶναι WBL 14 μονάδα BL: μόνους MW τοὺς—(15) περιττοὺς W: τὰ—περισσὰ Β 15 γ΄ ε΄ ζ΄ θ΄ καὶ ter om.) W 16 καὶ ἑκάστη M: ἑκάστη WBL 17 καὶ κέ M: κε WBL διὰ τοῦτο—(19) περιτιθέμενοι] cf. Philop. 392,25 20. 21 συγγράφεται MWB: γράφεται L 23 κενὸν W1 εἶτα M(?)WB: εἶτα καὶ L (e Philop. 394,12) 25 ἄπειρος om. M 28 συμβεβηκὸς MWB συμβεβηκέναι L ταὐτὴ L ταύτην a) 30 συναπαντίζουσι L)
81
ἀρχὴν ὑποτιθέμενοι καὶ ταύτην ἄπειρον καὶ πάνυ σαφῶς, οἱ δὲ πλείους [*](222) μέν, οὐ πεπερασμένας δὲ τῷ ἀριθμῷ ἀλλ’ ἀπείρους, καθάπερ Ἀναξαγόρας τε καὶ Δημόκριτος ὁ μὲν κατὰ τὰς ὁμοιομερείας, ὁ δὲ κατὰ τὰ σχήματα. † τοιούτοις δὲ ἀκολουθεῖ καὶ αὐτὸς Δημόκριτος ἄρχεσθαι μὲν ἐκ τοὐ κατ’ ὁ ἀριθμὸν ἀπείρου, τελευτᾶν δὲ εἰς τὸ κατὰ μέγεθος ἄπειρον. τῇ γὰρ τῶν ἀπείρων κατὰ τὸ πλῆθος πρὸς ἄλληλα ἁφῇ καὶ συνθέσει τὸ πᾶν ἐξ αὐτῶν ἄπειρον γίνεται κατὰ μέγεθος, ἐπεὶ ὅσοι πλείους μὲν τὰς ἀρχάς, πεπερασμένας δὲ τίθενται, οὐδεμίαν χώραν τῷ ἀπείρῳ καταλείπουσιν οὔτε ἐν ταῖς ἀρχαῖς πῶς γὰρ ἅμα τε τρεῖς ἢ τέτταρες καὶ μία ἄπειρος ἢ δύο ἢ πόσαι;) οὔτε μετὰ τὰς ἀρχάς· τὸ | γὰρ ἐκ πεπερασμένων καὶ πλήθει καὶ μεγέθει [*](223) πεπερασμένον. τούτοις μὲν οὖν ταῦτα ἀκολουθεῖ.

εὐλόγως δὲ καὶ ἀρχὴν αὐτὸ τιθέασιν οἱ τιθέμενοι. εἰ γὰρ ἔστιν, ὅλως οὐδὲν ἄλλο ἐστίν· οὔτε γὰρ ἐξ ἀρχῆς· ποίας γάρ; εἶδος μὲν γὰρ ἄπειρον οὐκ ἔστιν, ὕλης δὲ οὐδέποτε πλέον τὸ ἐξ αὐτῆς. ἀλλ’ οὐδὲ μάτην, τί γὰρ ἄλλο ἕνεκά του λοιπόν, εἰ τοῦτο μάτην; εὐλόγως δὲ καὶ ἄφθαρτον καὶ ἀγένητον. εἴτε γὰρ γέγονέ ποτε, ἀρχὴν ἔσχε τὴν κατὰ μέγεθος· οὐ γὰρ δὴ ἀθρόον ἐφάνη, καθάπερ τὰ ἀλλοιούμενα· εἴτε φθαρήσεταί ποτε, πέρας ἕξει τι κατὰ μέγεθος εἰς ὃ ἡ φθορὰ ἀπολήξει. διὰ τοῦτο ἀρχὴν τὸ ἄπειρον καὶ ἀίδιον καὶ περιέχειν αὐτὸ πάντα φασὶ καὶ κυβερνᾶν καὶ τοῦτό γε εἶναι τὸ θεῖον Ἀναξίμανδρός τε καὶ ἄλλοι τινὲς διατείνονται, ὅσοι μὴ νοῦν ἢ φιλίαν ἢ ἑτέραν τινὰ ποιητικὴν αἰτίαν ἐφιστᾶσι τοῖς γινομένοις. ὅτι μὲν οὖν ἀναγκαῖος ὁ λόγος τῷ φυσικῷ, ταῦτα ἀποχρώντως διδάσκει.

Λέγομεν δὲ ἑξῆς εἰ ἔστι καὶ πρῶτόν γε ἐκ πόσων ἂν δόξειεν εἶναι. συμβαίνει δὲ ἐκ πέντε μάλιστα σκοποῦσι, πρῶτον μὲν ἐκ τοῦ χρόνου· οὗτος γὰρ ἄπειρος. δεύτερον δὲ ἐκ τῆς ἐν τοῖς μεγέθεσι διαιρέσεως· χρῶνται γὰρ καὶ οἱ μαθηματικοὶ τῷ ἀπείρῳ ὡς ἀρχῇ καὶ ὑποθέσει. τρίτον ὅτι οὕτως ἄν μόνως ἀνεπίλειπτος ἡ γένεσις εἴη, εἰ ἐξ ἀπείρου ποθὲν χορηγοῖτο, ὅθεν ἀφαιρεῖται τὸ γινόμενον. τέταρτον ᾧ καὶ τῶν ὑστέρων τινὲς κατεχρήσαντο, ὅτι τὸ πεπερασμένον πρός τι περαίνειν ἀνάγκη, ὥστε μηδὲν εἶναι τὸ πέρας, εἰ τὸ λαμβανόμενον ἀεὶ πρὸς ἕτερον | περατοῦται. πέμπτον ὃ καὶ [*](224) τοῖς προειρημένοις παρέχει τὴν πιθανότητα τὸ τὴν νόησιν ἡμῶν μὴ προσίεσθαι [*](4 τοιούτοις M: τούτῳ W: τούτοις BL; emendatio incerta, quoniam excidisse manifestum est paraphrasin eorum, quae de Anaxagorae doctrina exposuit Aristoteles 203a 203a23—33 τούτοις δὲ ἀκολουθεῖ καὶ αὐτοῖς ἄρχεσθαι coni. Spengel) ἄρχεσθαι—(5) ἄπειρον] exscr. Philop. 396,17 sq. ἄρχεται L 5 τελευτᾷ L2a 6 ἄπειρον—(7) κατὰ μέγεθος om. B πᾶν] παρὸν W 9 τέσσαρες W 11 ταῦτα MWB: τοιαῦτα L 12 αὐτῶ Β 16 ἀγένητον MW2a (E Aristot. 203b 8): ἀγέννητον W1BL (FI Aristot.) 18 καταλήξει W ἄπο super κάτα) et Mt Philoponi 407,6 διὰ τοῦτο M: διὰ τοῦτο οὖν WBL 20 ὁ Ἀναξίμανδρος EF Aristot. 203b 14 ὁ om. 1) 21 μὴ νοῦν WBL: μὲν οὖν M 23 λέγομεν ML: λέγωμεν WB 27 ἀνεπίλειπτος M2W (sic vel ἀνέκλειπτος Spengel e coni.): ἀνεπίληπτος M1B: ἀνεπείληπτος L; cf. praeterea Simpl. 465,8 διὰ τὴν ἀνεπίλειπτον τούτου χορηγίαν et Philop. 405,5 ἡ om. EI Aristot. 203b 19 (habet F) 29 τὸ om. F Aristot. 203b 20; cf. Philop. 405,8 sqq. ὥστε ἀνάγκη Aristot. 203b 21 μηδὲ Ε ib.) 30 λαμβανόμενον τὸ om.) L1: ἕτερον Aristot. ib. ὃ καὶ—(82,4) ἢ σῶμα] exscr. Philop. 405,15 sqq.)

82
πέρας καὶ τέλος, ἀλλ’ ἀεὶ τοῦ νοουμένου πλέον τι προσφαντάζεσθαι· διὰ [*](224) γὰρ τοῦτο καὶ τὸν ἀριθμὸν ἄπειρον ὑπολαμβάνομεν καὶ τὴν τῶν σωμάτων τομὴν καὶ τὸ ἔξω τοῦ οὐρανοῦ· οὐ γὰρ ἔχει στάσιν ἡ φαντασία, ἀλλ’ ὅταν ὑπερβῇ τὸν οὐρανόν, ζητεῖ κενὸν ἄπειρον ἔξωθεν ἢ σῶμα, μᾶλλον δὲ σῶμα· καὶ γὰρ εἰ κενὸν ἄπειρον εἴη, ἀκολουθεῖ τὸ καὶ σῶμα ἄπειρον εἶναι· εἰ γὰρ κενόν ἐστιν ὃ δύναται δέξασθαι σῶμα, τὸ ἄπειρον κενὸν ἄπειρον ἄν δέξαιτο σῶμα, ὥστε καὶ δέδεικται ἤδη οὐ γὰρ ἐπειδὴ δύναται δέξασθαι, ἐνδέχεται αὐτὸ καὶ μὴ δέξασθαι· τοῦτο γὰρ ἐπὶ τῶν φθαρτῶν ἐγχωρεῖ, καὶ τὸ ἐνδεχόμενον οὐ πάντως ἄν γένοιτο ἐξ ἀνάγκης προαπολλυμένου πολλάκις ᾧ ὑπάρξαι εἶχεν ἐπιτηδείως, ἐφ’ ὧν δὲ οὐδὲ περιώρισται τὸ εἶναι ὑπὸ τοῦ χρόνου ἀλλ’ ἔστιν ἀεί, δεῖ γενέσθαι ποτὲ ἐξ ἀνάγκης τὸ ἐνδεχόμενον, ὡς εἰ μηδέποτε γένοιτο, οὐδ’ ἐνδεχόμενον ἔτι, διόπερ οὐδὲ κυρίως ἐπὶ τῶν ἀιδίων τὸ ἐνδεχόμενον· οὐ γὰρ ἔχει τὴν ἐπ’ ἄμφω ῥοπήν, ἀλλ’ ἐξ ἀνάγκης ἔσται ποτέ, μᾶλλον δ’ ἔστιν ἐξ ἀνάγκης. τὸ γὰρ ἐνδέχεσθαι ἐπὶ τούτων τοῦ εἶναι οὐδὲν διαφέρει· οὐ γὰρ ἔχει τὸ ἄλλο τε ἄλλως, ὥστε εἰ ἄπειρον κενόν, ἄπειρον καὶ σῶμα. ἀμέλει καὶ λέγουσιν οὕτως ἀπείρους εἶναι τοὺς κόσμους καὶ πανταχοῦ εἶναι τοῦ κενοῦ, τί γὰρ μᾶλλον ἐνταῦθα; ὥσπερ εἴπερ ἐνταῦθα, ·καὶ πολλαχοῦ. ἔχει δὲ ὄντως ἀπορίαν ἡ τοῦ ἀπείρου θεωρία· καὶ γὰρ μὴ εἶναι τιθεμένοις αὐτὸ πολλὰ ἄτοπα ἀκολουθεῖ· ἀναιρεῖται γὰρ τὰ μαθήματα, ἀναιρεῖται ἡ αὔ|ξησις τοῦ [*](225) ἀριθμοῦ, ἀναιρεῖται ἡ αὔξησις τοῦ χρόνου. ταῦτα δὲ ὁ κινῶν οὐ τῶν κρασπέδων ἅπτεται τῆς φύσεως, ἀλλ’ αὐτοῦ τοῦ κόσμου τὴν ἀφθορίαν διασαλεύει· οὐ γὰρ δὴ σῳζομένου τοῦ οὐρανοῦ κωλυθήσεται ἐπ’ ἄπειρον αὔξεσθαι χρόνος. ταῦτα μὲν οὖν ἀναιροῦσι, τιθεμένοις δὲ ἕτερα ἀπορώτερα, ὡς ἔσται δῆλον προιούσης τῆς ζητήσεως. ἄξιον οὖν ἐπισκέψασθαι εἴτε ἔστιν εἴτε μὴ καὶ πῶς ἐστιν, εἰ ἔστιν· ἆρα ὡς οὐσία τις ἢ ὡς συμβεβηκὸς καθ’ αὑτὸ φύσει τινὶ ἢ ἕτερον τρόπον; μάλιστα δὲ φυσικοῦ ἐπισκέψασθαι, εἰ ἔστιν αἰσθητὸν μέγεθος ἄπειρον.

Ἀρχὴ δὲ οἰκειοτάτη διελεῖν πρῶτον, ποσαχῶς τὸ ἄπειρον λέγεται. λέγεται τοίνυν ἄπειρον ἕνα μὲν τρόπον τὸ μηδὲ ὅλως ποσὸν τῷ μὴ πεφυκέναι διεξοδεύεσθαι, ὡς καὶ τὴν φωνὴν ἀόρατον λέγομεν ἐν τῷ μὴ πεφυκέναι ὁρᾶσθαι· οὕτως ἡ στιγμὴ ἄπειρος καὶ ἡ ποιότης, ὅτι μηδὲ ὅλως [*](1 πλεῖον W προσφαντάζεται M: φαντάζεσθαι W (ut Philop.) 2 ἀπολαμβάνομεν L 4 ἄπειρον ἔξωθεν MWB: ἔξωθεν ἄπειρον L (ut Philop.) 7 δέδεκται W 8 ἐπὶ MWB: ἐπὶ μὲν L 12 ὡς—(17) κόσμους] exscr. Philop. 406,10 sqq. ἔτι MB: ἔστιν WL 14 ἐνδ. γὰρ τὸ om.) E Aristot. 203b 30 15 τοῦ] ἡ E Aristot. ib. 16 εἰ om. M εἰ ἄπειρον τὸ κενόν Simpl. 467,24) 18 ἐνταῦθα; ὥσπερ] ἐνταῦθα ἢ ἐνταῦθα, ὥστε W πολλαχοῦ MW: ἀλλαχοῦ BL πανταχοῦ Aristot. 203b 28) ὄντως MWB: οὕτως L 22 ἀφθορίαν MWB: ἀφθαρσίαν L 24 ὁ χρόνος L 26 ἢ om. E Aristot. 203b 33 27 φυσικοῦ WL: φυσικῶς MB 28 ἐπισκέφασθαι MBL Simpl. 469,14: ἐστιν ἐπισκέψασθαι W: ἐστὶ σκέψασθαι Aristot. 204a 1, Philop. 408,22 (cf. Diels Zur Textgesch. p. 6) 29 λέγεται κτλ.] cf. Philop. 409, 17 sqq. 30 τῳ] τὸ Β1 31 ἐν om. W, del. Spengel)

83
ποσά. ἄλλον δὲ τὸ διέξοδον ἔχον ἀτελεύτητον ἐφ’ ὃ μάλιστα καταφερόμεθα [*](225) σημαινόμενον. ἄλλον δὲ τὸ μόλις καὶ χαλεπῶς· οὕτως ἄπειρος ἡ ὁδὸς μακρά. ἄλλον δέ, ὃ τῇ μὲν αὐτοῦ φύσει διεξίτητόν ἐστιν καὶ ὥρισται τῷ μεγέθει, ἡμῖν δὲ ἀδύνατος ἡ διέξοδος· οὕτως ἄπειρον τὸ βάθος τοῦ πελάγους. ἄλλον δὲ τῇ ἀεὶ προσθέσει, ὡς ἀριθμός. ἄλλον δὲ τῇ ἀεὶ ἀφαιρέσει, ὡς τὸ συνεχές. καὶ ἀμφοτέρως· τεμνομένου γὰρ τῷ μὲν ἀεὶ προστίθεται μέρει, τοῦ δὲ ἀφαιρεῖται.

5. Τούτων οὖν προδιωρισμένων ἐπισκεψώμεθα πρῶτον, εἰ δύναται ἄπειρον εἶναι κεχωρισμένον του|τωνὶ τῶν σωμάτων τῶν αἰσθητῶν αὐτό [*](226) τι καθ’ αὑτὸ ἄπειρον ὄν, ὁποῖον αὐτὸ οἱ Πυθαγόρειοι λέγουσι. τοῖς οὗν οὕτως αὐτὸ τιθεμένοις ἀνάγκη ποιεῖν τὸ ἄπειρον ἀδιαίρετον· εἰ γὰρ διαιρεθήσεται, ἢ κατὰ μέγεθος ἢ κατὰ πλῆθος διαιρεθήσεται, οὕτως δὲ ἔσται μέγεθος ἢ πλῆθος καὶ ποσόν, οὐκ οὐσία καθ’ αὑτήν. ἔσται ἄρα αὐτοῖς τὸ ἄπειρον ἀδιαίρετον, εἴγε βούλοιντο τὴν ὑπόθεσιν διασῴζειν. εἰ δὲ ἀδιαίρετον, οὐκ ἄπειρον, εἰ μὴ ὡς στιγμὴ τῷ μὴ πεφυκέναι καὶ ὡς ἡ φωνὴ ἀχρωμάτιστος. ἀλλὰ τὸ οὕτως ἄπειρον οὔτε ἐκεῖνοί φασιν οὔτε ἡμεῖς ζητοῦμεν, ἀλλὰ τὸ ὡς ἀδιεξίτητον καὶ ἀτελεύτητον. εἰ δ’ ἄλλῃ φύσει τὸ ἄπειρον ἐροῦσιν συμβεβηκέναι, οὐκέτι ἄν εἴη στοιχεῖον τῶν ὄντων τὸ ἄπειρον, ἀλλ’ ἐκείνη ἡ φύσις, ᾗ συμβέβηκε τὸ ἄπειρον, ὥσπερ οὐδὲ τὸ ἀόρατον στοιχεῖον τῆς διαλέκτου, ἀλλ’ ἡ τῶν γραμμάτων δύναμις, ᾗ συμβέβηκε τὸ ἀόρατον. ἀλλ’ ὡς στοιχείου καὶ ἀρχῆς ἐδεήθησαν τοῦ ἀπείρου. θαυμαστὸν δὲ ἀριθμὸν μὲν καὶ μέγεθος μὴ εἶναι καθ’ αὑτὰ χωριστὰ τῆς οὐσίας, τὸ δὲ τούτοις συμβεβηκός, εἰ ἄρα καὶ συμβέβηκε, (τὸ λέγω) καθ’ αὑτό τι εἶναι καὶ χωριστόν. ὅλως δὲ ἀμήχανον οὕτως εἶναι τὸ ἄπειρον ὡς ἐνέργειαν καὶ οὐσίαν καὶ ὡς ἀρχήν, ἁπλῆν τινα φύσιν αὐτὸ τοῦτο ἄπειρον μόνον, οὐδὲν ἔχουσαν ὑποκείμενον, οἵαν τὴν ψυχὴν λέγομεν ἢ τὸν νοῦν, ὡς ταὐτὸν εἶναι κατὰ τὸν λόγον τό τε ἀπείρῳ εἶναι καὶ ἄπειρον [*](1 ἐφ’ ὃ—(2) σημαινόμενον] cf. Simpl. 470,22 2 μόγις FI Aristot. 204 a 5 2. 3 ἡ ὁδὸς μακρά MB: ἡ μακρὰ ὀδὸς W: ὀδὸς ἡ μακρὰ L 3 διεξήτητόν M (cf. praeterea Simpl. 470,28) 4 διέξοδος] ὡς ὁ λαβύρινθος M in marg. m. 1, quae verba fortasse genuina sunt. Alexandium quoque in quarto mode illustrando hoc exemplo usum esse testatur Simplicius (470,29 sq.), qui ipse (sicut Philop. 410,3) in tertio collocat 5 ὡς ὁ ἀριθμός W 6 ἀφαιρέσει] cf. Simpl. 471,9 καὶ] ἢ W τεμνομένου] cf. Philop. 410,26 sq. 8 προδιωρισμένων L: προσδιωρισμένων MWB 9 κεχωρισμένων L —ον a) ante τουτωνὶ add. ἀεὶ L 10 ὄν L: om. MWB 11 εἰ γὰρ κτλ.] Themistii verba magis lectioni codd. FI apud Aristot. 204 a 11 respondent, quam cod. E 13 τὸ ante μέγεθος add. B 15 ἡ om. B 16 ἀλλὰ—(17) ἀτελεύτητον] exscr. Philop. 411,11 sq. 17 ἀδιεξίτητον] sic E quoque Aristot. 204a 14 ἀδιέξοδον FI, cf. Simpl. 471,15) εἰ δὲ] sic FI Aristot. ib.: ἔτι εἰ Ε (cf. Diels Zur Textgesch. p. 17) 18. 10 τὸ ἄπειρον WBL et Philop. 414,2: ἄπειρον M: ᾖ ἄπειρον Aristot. 204a 16 19 οὐδὲ om. E Aristot. ib. 22 θαυμαστὸν κτλ.] ex Alexandre; cf. Simpl. 472,36 καθ’ αὑτό FI Aristot. 204a 19 χωριστὰ scripsi: ἀχώριστα MWB: ἀχώριστα γὰρ L 24 λέγω] ’fort. λέγειν᾿ Spengel 25 ἐνεργεία ὃν Aristot. 204a 21; idque in Themistio restituendum esse censet Spengel ἀπλῆν τινα κτλ.] cf. Simpl. 474,16 sqq. 27 νοῦν] cf. Philop. 414,19 τῷ τε ἀπείρῳ W)

84
(αὕτη γὰρ ἡ φύσις τῶν ἁπλῶν ἀκριβῶς) μηδὲ τῷ λόγῳ διῃρῆσθαι εἰς [*](226) πλείονα (ἣ τοῖς συνθέτοις οὐδὲ ὅλως ὑπάρχει· οὐ γὰρ ταὐτὸν λευκόν τε καὶ | λευκῷ εἶναι, ἀλλὰ λευκὸν μὲν σῶμα λελευκωμένον, τὸ λευκῷ δὲ εἶναί [*](227) ἐστιν τὸ χρώματι εἶναι διακριτικῷ ὄψεως)· ἀλλ’, ὅπερ ἔφην, εἰ τοιαύτη φύσις [τὸ ἄπειρον] ἁπλὴ καὶ ἀσύνθετος, ἄπειρος μόνον, πᾶν αὐτῆς μέρος ἄπειρον ἔσται. σκέψαι γὰρ ἐξ ἀρχῆς. τὸ μέρος τῆς τοιαύτης οὐσίας ἢ τὸν αὐτὸν δέξεται λόγον ἢ ἕτερον· ἀλλ’ εἰ μὲν τὸν αὐτόν, ἔσται καὶ τῷ μέρει ταὐτὸν τό τε εἶναι καὶ ἀπείρῳ εἶναι· εἰ δὲ ἕτερον, ἀνομοιομερὲς ἔσται τὸ ἄπειρον, οὐκοῦν οὐδὲ ἀπλοῦν οὐδὲ ἀρχή. εἰ μὲν οὖν τις ἀριθμὸν ἄπειρον λέγει ἢ μέγεθος ἄπειρον, οὐκ ἀκολουθήσει τούτῳ καὶ τὰ μέρη τούτων ἄπειρα ποιεῖν. ὑποτίθησι γὰρ τῷ ἀπείρῳ ἑτέραν φύσιν καὶ οὐδὲν κωλύει τὸ μέρος τὸ τοῦ ἀριθμοῦ ἀριθμὸν μὲν εἶναι, ἄπειρον δὲ μή. οὐ γὰρ ταὐτὸν ἀριθμῷ τε εἶναι καὶ ἀπείρῳ εἶναι. ἀριθμὸς μὲν γάρ ἐστιν τὸ ἐκ μονάδων συγκείμενον πλῆθος, ἄπειρον δὲ ποσὸν ἀδιεξίτητον. ὅστις δὲ οὕτως οὐσίαν τὸ ἄπειρον λέγει, ὡς ἐν τῷ λόγῳ τοῦ ἀπείρου τὸ εἶναι ἔχουσαν, τούτῳ πῶς οὐκ ἂν εἴη καὶ τῶν μερῶν ἕκαστον [οὐχ ὁρῶ] ἄπειρον; ὡς γὰρ τὸ μέρος τοῦ ὕδατος ὕδωρ ἐστίν, ἐπειδὴ τὸν αὐτὸν ἔχει λόγον, οὕτω καὶ τοῦ ἀπείρου τὸ μέρος ἄπειρον. ὁ γὰρ αὐτὸς λόγος ὅλου τε καὶ μέρους, ὡς προειρήκαμεν. πολλὰ οὖν ἄπειρα ἔσται τὸ ἄπειρον, εἴγε πολλὰ μέρη· εἴτε ταύτας φεύγοντες τὰς ἀπορίας ἀδιαίρετον αὐτὸ ποιήσουσι, τοῦτο ἐκεῖνο πάλιν ὑπομένουσι στιγμὴν ὑπολαμβάνειν τὸ ἄπειρον. βούλονται μὲν οὖν, ὅτι λέγουσιν ἄπειρον, οἱ Πυθαγόρειοι τὸ ἄπειρον οὐσίαν ποιεῖν, οὐ φυλάττουσι δέ, ἀλλ’ ἀποκλίνουσιν εἰς τὸ | συμβεβηκὸς αὐτὸ λέγειν. τὸ [*](228) γὰρ ἄρτιον ἄπειρον λέγουσιν, ὥστε ἐν ἀριθμῷ τινι τὸ ἄπειρον τιθέασι καὶ μερίζουσι δὲ αὐτό. πλῆθος οὖν, οὐκ οὐσία τὸ ἄπειρον. ἀλλὰ τὸ μὲν εἰ τοιοῦτόν ἐστιν ἄπειρον ζητεῖν οὐδὲν διαφέρει τοῦ ζητεῖν, εἰ νοητόν ἐστιν ἄπειρον (τοιοῦτον γὰρ τὸ ἄνευ ὑποκειμένου) καὶ εἰ δύναται κἀν τοῖς εἶναι καὶ ἐν ταῖς ἰδέαις, ἥ τις ἔξω τῆς προκειμένης μεθόδου σκέψις ἐστίν· εἰ δή τοι σῶμα αἰσθητὸν ἄπειρόν ἐστιν κατὰ μέγεθος, ἐπισκεἁπλῶς [*](1 M τῷ λόγῳ—πλείονα] cf. Philop. 414,25 2 ἡ scripsi (scil. φύσις): ἢ M: ὃ WBL 4 τὸ WL: τῷ MB ὅπερ MWL: ὥσπερ B εἰ WBL: ἡ M; fort, εἰ ἡ 5 τὸ ἄπειρον ut glossema delevi; εἰ τοίνυν τοιαύτη ἐστιν ἡ τοῦ ἀπείρου φύσις Philop. 414,25 sq. ἄπειρος del. Spengel 6 et 7 ἢ—ἢ WBL: εἰ—εἰ M 9 εἰ—(19) ἄπειρον] exscr. Philop. 415,4sqq.; εἰ—(14) ἀδιεξίτητον exscr. Simpl. 474,11 sqq. 10 ἄπειρον λέγοι W: λέγει ἄπειρον L: ποιεῖ ἄπειρον Philop.: λέγοι τὸ ἄπειρον Simpl. 12 κωλύει M, Philop., Simp!.: κωλύσει WBL τό μέρος WBL, Philop., Simpl.: τὸ μέγεθος Spengelii editio: om. haec verba M 14 ὅστις—(17) ἄπειρον] cf. Simpl. 474,19 sqq. 16 οὐκ om. M 16. 17 ἄπειρον (cum signo interrogationis) Philop.: οὐχ ὁρῶ ἄπειρον M: ἄπειρον οὐχ ὀρῶ WBL; fort, cum M πῶς ἄν εἴη—οὐχ ὅλως ἄπειρον; scribendum τὸν αὐτὸν] ταὐτὸν L 19 μέρους MWB et Philop.: τοῦ μέρους L τὸ ἓν ἄπειρον Philop. 20 εἴτε] ’f. εἰ δέ’ Spengel 21 ὑπομενοῦσι tacite Spengel 22 ποιεῖν] εἰπεῖν L 24 ἄρτιον WBL: αἴτιον M 25 μερίζουσι δὲ scripsi: μερίζουσί τε libri: μερίζουσιν Spengel 26 εἰ] ἡ M: ἢ εἰ Laur. 85,18 28 ἐν ταῖς ἰδέαις] ex Alexandre; cf. Simpl. 476,1 29 εἰ δή τοι M: εἰ δή τι WBL: ᾖ εἰ δή τι Spengel)
85
πτέον, ἐπειδὴ κοινῶς τε καὶ φυσικῶς ἐξετάζων καὶ οὕτως ἄν ἐπιχειρήσαις. [*](228) πᾶν σῶμα ὥρισται ἐπιπέδῳ, οὗτος δὲ σώματος λόγος, τὸ δὲ ἄπειρον ἀόριστον· οὐδὲν ἄρα σῶμα ἄπειρον οὐδὲ νοητὸν οἷον τὸ μαθηματικόν, οὔτε αἰσθητὸν οἷ τὰ φυσικά. πᾶς ἀριθμὸς ἀριθμητὸς ὅ τε ἐν ταῖς μονάσιν αὐταῖς ὅ τε ἐν ἵπποις ἡ ἐν ὄνοις, πᾶν δὲ τὸ ἀριθμητὸν ἐνδέχεται διελθεῖν, τὸ δὲ ἄπειρον οὐκ ἐνδέχεται διελθεῖν· οὐδεὶς ἄρα ἀριθμὸς ἄπειρος. ἀλλ’ ὅπερ εἶπον, φυσικῶς μᾶλλον ἐπισκεπτέον. ἀνάγκη τοίνυν εἰ ἔστιν ἄπειρον, ἤτοι σύνθετον αὐτὸ ἢ ἀπλοῦν εἶναι, ἀλλ’ οὔτε σύνθετον οὔτε ἁπλοῦν † ἄπειρον ἄρα. σύνθετον μὲν οὐκ ἔστι διὰ τάδε, εἴγε πεπερασμένα ἐστὶ κατὰ ἀριθμὸν τὰ στοιχεῖα. ἡ γὰρ ἐκ πάντων ἀπείρων ἔσται τὸ σύνθετον ἢ τῶν μὲν τῶν δ’ οὓ ἢ τό γε ἔσχατον ἐξ ἑνός. ἐξ ἑνὸς μὲν οὖν ἀδύνατον. διὰ τί; ὅτι πᾶν σῶμα φυσικὸν δύναμιν ἔχει σύμφυτον ἐν ἑαυτῷ, θερμότητα ἢ ψυχρότητα ἢ ὑγρότητα ἢ ξηρότητα. τῶν μὲν οὖν πεπερασμένων πεπερασμέναι καὶ αἱ δυνάμεις, τῶν ἀπείρων δὲ ἄπειροι, πᾶσα δὲ ἄπει|ρος δύναμις μείζων τῆς πεπερασμένης καὶ φθαρτικὴ ὡς [*](229) μείζων τῆς ἐλάττονος, ὥστε εἴπερ ἓν ἄπειρον εἴη ἐν τῷ συνθέτῳ, διαφθείρει τὰ ἄλλα στοιχεῖα, τὰς δὲ δυνάμεις αὐτῶν διαφθεῖραν ποιήσει τὸ ἄπειρον οὐκέτι σύνθετον, ἀλλ’ ἁπλοῦν ὅπερ ὅτι μηδὲν ἧττον ἀδύνατον, ἑξῆς ἐπιδειχθήσεται· ἀλλ’ ὅ γε πρὸς τοῦτον τὸν λόγον ἴσως ἄν τις ὑπολάβοι, πρότερον διαλύομεν. φαίη γὰρ ἄν τις ὡς οὐδὲν κωλύει τὸ ἄπειρον σῶμα τῷ μὲν ὄγκῳ μέγιστον εἶναι, τῇ δυνάμει δὲ ἔλαττον τῶν πεπερασμένων, ἐπεὶ καὶ ἀέρος ὄγκον, εἰ πολλῷ πλείονα λάβοις, πυρὸς δὲ ἐλάττω, ἥ γε δύναμις ἡ τοῦ πυρὸς ἔσται πολλῷ πλείων, καίτοι κατὰ τὸν ὄγκον ὄντος ἐλάττονος. ἀλλὰ τοῦτο ὅταν μὲν ἀμφότερα ᾖ πεπερασμένα τὰ σώματα, γένοιτο ἂν ἀληθές· ὅταν δὲ τὸ μὲν τὸ δὲ μή, λόγον οὐκ ἔχει. πῶς; ὅτι κἂν πολὺ τοῦ πυρὸς ἰσομεγέθης ὁ ἀὴρ ἀσθενέστερος ᾖ, παραύξοντάς τε αὐτοὺς εἰς τὸ πολλαπλάσιον μέγεθος ἔσται ποτὲ ἀντανισῶσαι τὴν δύναμιν, εἰ δὲ τοῦτο, καὶ μείζω ποιῆσαι ἐνούσης γε ἡμῖν τῆς παραυξήσεως, καὶ εἴγε μηδέποτε ὑπολείποι, καὶ ἀπείρῳ μείζω. τί οὖν ἐνταῦθα ὠφελεῖ, εἰ τὸ ἴσον πυρὸς τοῦ ἴσου ἀέρος ἰσχυρότερον; ἔστω γὰρ ἰσχυρότερον καὶ δεκα- [*](1 ἐπειδὴ MW: ἐπεὶ BL καὶ οὐ φυσικῶς L καὶ ante οὕτως om. W 2 δὲ] γάρ W 3 οὔτε MWB: οὐδὲ L (v. 18 et 14 οὔτε—οὔτε coni. Spengel) 4 πᾶς—(6) ἄπειρος] exscr. Philop. 417,6 sqq. (cf. 428,17 et 21) 5. 6 διελθεῖν libri et F Aristot. 204b 9: διεξελθεῖν EI Aristot. et Philop. 6 τὸ δὲ ἄπειρον οὐκ ἐνδέχεται διελθεῖν om. M; certe memorabile est idem membrum deesse apud Philop. 428,23 7 ἀνάγκη —(9) ἄρ] cf. Philop. 417,29sqq. 9 ἄπειρον MW: οὐδ’ ἄπειρον Laur. 85,14: οὔτε ἄπειρον BL: οὐκ ἄπειρον Spengel. mihi aut ἄπειρον ἄρα <εἶναι ἀδύνατον> aut <ἔνδέχεται εἶναι· οὐδ᾿> ἄπειρον ἄρα supplendum esse videtur τάδε] 12 διὰ τί] διότι a (in L compendium scripturae) πᾶν—(13) ὑγρότητα] exscr. Philop. 418,17 13 ante θερμότητα add. ἢ Philop. ὑγρότητα ἢ ξηρότητα MW: ξηρότητα ἢ ὑγρότητα BL 15 μείζων WBL: μείζω M (foitasse hoc vocabulum ut superfluum delendum) 16. 17 διαφθερεῖ W 20 διαλύωμεν W (ut coni. Spengel) φαίη κτλ.] cf. Simpl. 478,32 sqq, 26 τε om. W 29 εἰ om. ML, 30 πυρὸς] πῦρ W καὶ scripsi: κατὰ libri (῾fort. δεκαπλάσιον vel κατὰ delendum' Spengel))
86
πλσίῳ· πάντως γάρ τινα ἀριθμὸν δώσεις τῇ τῆς δυνάμεως ὑπερβολῇ. ὁ [*](229) δὴ χιλιοπλάσιος ὄγκος ὁ τοῦ ἀέρος ἰσοστάσιος ἔσται κατὰ τὴν δύναμιν τῷ πυρί· μείζων οὖν ὁ μυριοπλάσιος, πολλῷ δὲ μείζων ὁ ἑκατοντάκις τοσοῦτος καὶ χιλιάκις, ὁ δὲ ἄπειρος ὑπὲρ πάντα λόγον. φθείρει τοίνυν οὐδὲν ἧττον τὸ πῦρ τὸ πεπερασμένον ὁ ἄπειρος ἀήρ, ὥσπερ ἐξ ἀρχῆς ἐρρέθη· δεῖ γὰρ | ἰσάζειν τὰς δυνάμεις τῶν ἐναντίων, εἰ μέλλοι τὸ σύνθετον σῴξεσθαι. [*](230) τὸ μὲν οὖν ἐξ ἑνὸς διὰ ταῦτα ἀμήχανον. ἐκ πλειόνων δὲ <ἢ> πάντων ἀμηχανώτερον ἔτι. πῶς γὰρ ἀλλήλοις ὑπολείψει χώραν ἕκαστον αὐτῶν πᾶσαν κατειληφός; τοῦτο δὲ παρῆλθε καὶ ἐπὶ τοῦ ἑνὸς ὑπομνῆσαι. εἰ γὰρ ἓν ἄπειρον ἐν τῇ συνθέσει, ποῦ τὰ ἄλλα ἔσται; ὅτι μὲν οὖν οὐχ οἷόν τε ἄπειρον εἶναι > σῶμα, ἐκ τούτων δεδείχθω, ὅτι δὲ μηδὲ ἀπλοῦν, οὕτως μάθοιμεν ἄν. ἤτοι γὰρ ἕν τι τῶν στοιχείων ἐστίν, οἷον ἀὴρ ὕδωρ ἢ πῦρ ἤ τις ἑτέρα φύσις ὡς Ἀναξίμανδρος οἴεται. οὗτος γὰρ ἦλθεν ἐπὶ τὴν ὑπόνοιαν ἐξορίσαι τῶν στοιχείων τὸ ἄπειρον, ὅπως μὴ δι’ ἑνὸς ὄντος ἀπείρου τὰ λοιπὰ φθείρηται αὐτῷ ὑπὸ τῆς ἐν τῷ ἀπείρῳ δυνάμεως, ἐπειδὴ ἐν τοῖς στοιχείοις εἴη πρὸς ἄλληλα ἐναντίωσις. ὁ μὲν γὰρ ἀὴρ ψυχρός, τὸ δὲ ὕδωρ ὑγρόν, τὸ δὲ πῦρ θερμόν, ὡς εἴπερ ἦν ἄπειρον ἕν, ἔφθαρτο ἂν ἤδη τὰ ἄλλα. διὰ τοῦτο οὖν ἑτέραν φύσιν τὴν ἄπειρον λέγει, ἐξ ἧς τὰ στοιχεῖά τε καὶ τὰ λοιπά. διττῆς οὔσης περὶ τούτου τῆς σκέψεως, πρῶτον μὲν εἰ ἔστιν ὅλως τοιαύτη τις φύσις ἔξω τῶν λεγομένων στοιχείων, ἔπειτα εἰ καὶ ἄπειρος, δοκεῖ μοι περὶ μὲν τούτου κοινῷ τινι χρήσασθαι λόγῳ, ὃς οὔτε τῶν στοιχείων οὔτε ἔξω τι τῶν στοιχείων ἄπειρον εἶναι διδάξει, πρότερον δὲ ἐπιδεῖξαι, ὅτι ἀδύνατον εἶναί τινα φύσιν ἑτέραν παρὰ τὰ καλούμενα στοιχεῖα. ἅπαν γάρ, ἐξ οὗ ἐστιν, καὶ διαλύεται εἰς τοῦτο· τὰ μὲν ἐκ γαίης φύντα εἰς γαῖαν, φησὶ καὶ ἡ τραγῳδία, τὰ δὲ ἀπὸ 1 αἰθερίου βλαστόντα γονῆς εἰς αἰθέρα. διὰ τί οὖν οὐχ ὁρῶμεν διαλυόμενον [*](231) εἴς τι τοιοῦτον σῶμα τῶν γιγνομένων, ὃ μήτε πῦρ μήτε ἀὴρ μήθ’ ὕδωρ ἐστίν; ὅλως γὰρ ἕν τι στοιχεῖον ὑποτίθεσθαι οὐ μόνον ἕτερόν τι τῶν τεσσάρων, ἀλλὰ καὶ εἰ τούτων αὐτῶν, λῆρος πολύς· ἓν δὲ στοιχεῖον ὡς σῶμα ὂν ἤδη κατ’ ἐνέργειαν· τοῦτο γὰρ ἄτοπον εἶναί φημι, κἄν ἄπειρόν τις αὐτὸ κἄν πεπερασμένον ποιῇ, ὥσπερ Ἡράκλειτος τὸ πῦρ οἴεται [*](1 δώσει L2a 2 τὴν om. L 3.4 τοσοῦτον L 6 μέλλοι MW: με B: μέλλει L 7 ἡ addidi 8 ῾fort. ἀμηχανώτατον᾿ Speugel ἔτι MW et fort. Β2: ἔστι Β1: ἐστιν L 9 ῾fort. παρῆλθον᾿ Speugel 11 σύνθετον add. Spengel; ἄπειρον εἶναι ἀπλοῦν σῶμα L 12 μάθοιμεν ἂν W, Spengel e coni.: μάθωμεν ἂν MBL 14 post ὑπόνοιαν add. ταύτην WBL ὅπως—(16) ἐναντίωσις] cf. Simpl. 480,2 sqq. 14. 15 μὴ δι’ ἑνὸς Hcripsi: μηδενὸς MWBL1: μὴ ἑνὸς L2a 15 ἐν τῷ ἀπείρῳ WL: ἐν τῇ ἀπείρῳ MB 17 ὡς] ὧν Aristot. 204b28 19 λέγει L: λέγειν MWB ἐξ ἧς WL: ἑξῆς MB διττῆς—(21) ἄπειρος] cf. Philop. 433,12 διττῆς M et Philop.: διττῆς οὖν WBL 20 πρῶτα μὲν εἰ ἔστι τις ὅλως τοιαύτη φύσις W 21. 22 κοινῷ τινι χρήσασθαι λόγῳ] cf. Philop. 427,13 24 τὴν καλουμένην L καλούμενα στοιχεῖα FI quoque Aristot. 204b33: στοιχεῖα καλούμενα E ἅπαν I Aristot. ib.: ἅπαντα F: ἅπαν μὲν Ε 25 τὰ μέν κτλ.] Euripides Chrysipp. fragm. 839 ed. Nauck2 γαῖαν Β: γέα ML: γαίην W)
87
μόνον στοιχεῖον καὶ ἐκ τούτου γεγονέναι τὸ πᾶν. ἐντεῦθεν γὰρ ἡμᾶς καὶ [*](231) δεδίττεται συφλεγήσεσθαί ποτε τὸ πᾶν ἀπειλῶν, ἐπειδὴ διαλυθήσεται εἰς τοῦτο, ἐξ οὗ καὶ γέγονε. καὶ γὰρ οὗτος ἁλίσκεται τῷ αὐτῷ λόγῳ τὰς τῆς γενέσεως ὑποθέσεις προιέμενος, ὥσπερ γε καὶ Ἀναξίμανδρος. ᾿ Αναξιμάνδρῳ γάρ, ἐπειδὴ πρὸς οὐδὲν ἐναντίωσιν ἔχει τῶν τεσσάρων, ἐκεῖνο τὸ μεταξὺ οὐδ’ ἂν εἰς ἓν τούτων μεταβάλλοι. οὕτως δὲ οὐδ’ ἄν γένοιτο ἐξ αὐτοῦ ἢ ταῦτα ἢ καὶ ἄλλο τι, εἰ ποιεῖν δεῖ καὶ τὰ τέσσαρα ἐξ ἐκείνου. τί οὖν ἔτ’ αὐτοῦ δεήσεται οὕτως ὄντος ἀχρείου πρὸς τὰς γενέσεις; τὸ δὲ Ἡρακλείτου πῦρ ἢ εἴ τι ἄλλο στοιχεῖον τῶν γενομένων σῶμα ὂν κατ’ ἐνέργειαν ὑποτιθοῖτο, ἕξει μὲν ἐν αὑτῷ πάντως ἐναντιότητα καὶ οὕτω γε οὐδὲν αὐτὸ κωλύει μεταβάλλειν εἰς τοὐναντίον, ἀλλ’ ἤτοι φυλάξει τὴν ἐναντίωσιν ἐν τῇ μεταβολῇ καθ’ ἥν ἐστιν, οἷον εἰ πῦρ εἴη, διατηρήσει τὴν θερμότητα ἐν τοῖς ἐναντίοις, ὅπερ ἀδύνατον, ἢ ταύτην ἀπολιπὸν δέχοιτο ἄν τὴν ψυχρότητα, οὕτως δὲ οὐκέτι ἄν σῴζοιτο πῦρ. δεῖ δὲ σῴζεσθαι τὸ στοιχεῖον. διὰ τί δὲ οὐ τὸν ἀέρα στοιχεῖον | οὕτως ἐροῦμεν, ἀλλὰ τὸ πῦρ; [*](232) καὶ γὰρ οὗτος ὁμοίως εἰς ἐκεῖνο ἄν μεταβάλλοι. τάχα οὖν ἄν τις εἴποι, ὅτι καὶ ἡμεῖς τοῖς Ἀναξιμάνδρου περιπίπτομεν ἀτόποις τὴν ὕλην ἄνευ τινὸς ἐναντιώσεως ποιοῦντες ἢ πολὺ τὸ διάφορον αὐτό τι μεταβάλλειν καὶ ἐν αὐτῷ γίνεσθαι τὰς μεταβολάς; αὐτὸ μὲν οὖν τι μεταβάλλειν οὐχ οἷόν τε, εἰ μή τινα ἔχει καὶ ἐναντίωσιν, ἐν αὐτῷ δὲ γίνεσθαι τὰς μεταβολὰς τῶν ἐναντίων εἰς τὰ ἐναντία τίς κωλύει λόγος; οὕτω δὲ ἡμῖν καὶ μία οὖσα ἡ ὕλη ἐνυπάρχει παντὶ τῷ γινομένῳ, ὅπερ τοῖς ἓν τῶν στοιχείων ὑποτιθεμένοις οὐ σῴζεται. ἀλλὰ ταῦτα μὲν ὁδοῦ, φασίν, πάρεργον εἰρήσθω. ἐπανιτέον δὲ ὅθεν ἐξέβην, ὅτι μηδὲν ἄπειρον σῶμα. πέφυκε τοίνυν ἅπαν τὸ αἰσθητόν, ὅπερ γέ ἐστιν ἐν γενέσει καὶ φθορᾷ (νῦν γὰρ εἴ τι τοιοῦτον ἄπειρον, ζητοῦμεν) ἐν τόπῳ εἶναι καὶ ἔστι τις τόπος οἰκεῖος ἑκάστου καὶ ὁ αὐτὸς τοῦ τε μορίου καὶ ἅπαντος, οἷον ὅλης τε τῆς γῆς καὶ μιᾶς βώλου καὶ πυρὸς καὶ σπινθῆρος. ὁ αὐτὸς δὲ οὐ τῷ ποσῷ, ἀλλ’ ὅτι ἀμφοῖν ἢ ἄνω ἢ κάτω. τούτου τοίνυν ὄντος ἐναργοῦς οὕτως τὸ ἄπειρον σῶμα ἤτοι ὁμοειδές ἐστιν ἢ ἀνομοιοειδές. ἔστω δὴ πρῶτον ὁμοειδές. ὁμοειδὴς τοίνυν αὐτοῦ καὶ ὁ τόπος καὶ ὁ αὐτὸς ὅλου τε καὶ τῶν μορίων καὶ οὕτως ἄπειρος. τὸ δὴ μόριον τοῦ ἀπείρου, φέρε βῶλος ἢ τοσονδὶ ὕδωρ, πότερον ἀκίνητον ἔσται ἢ κινηθήσεται; κινεῖσθαι μὲν γὰρ αὐτὸ ἀδύνατον. τί γὰρ [*](4.5 ἀναξιμάνδρῳ WL: ἀναξίμανδρος M: in Β compendium scripturae 5 γὰρ] δὲ Β 8 οὕτως ὄντος MWB: ὄντως L 9 ἢ εἴ τι ἄλλο Μ1: ἢ εἴ τι ἄλλο τι Μ2Β et εἴ τι superser.) W: ἢ εἴ τις ἄλλο τι L; cf. Philop. 434,10 γινομένων W 10 αὐτῷ MB καὶ οὕτω—(14) σῴζεσθαι] cf. Philop. 434,11 sqq. οὕτω γε MBL: οὕτως W 13 τὴν θερμότητα ἐν τῇ εἰς ἀέρα μεταβολῇ ψυχρὸν ὄντα καὶ εἴη ἄν ἅμα ἐν τοῖς ἐναντίοις Philop. 16 οὗτος WL: οὕτως MB (fortasse recte) τάχα—(23) σῴζεται] exscr. Philop. 435,4 sqq. 19 τι om. W 20 ἔχει MB et M Philoponi: ἔχοι WL et LK Philoponi 21 κωλύει M: κωλύσει WBL et Philop. 23 φασὶν ὁδοῦ Β 25 ἐν γενέσει—(26) ζητοῦμεν] cf. Philop. 441,15 γὰρ εἴ τι] γάρ τι W 26 τόπος τις L 27 μιᾶς βώλου] sic FI quoque Aristot. 205a 12: βώλου μιᾶς E 29 οὕτως ante ὄντος coll. Β: om. L 30 ἀνομοιοειδές M: ἀνομοειδές WBL 31 τοίνυν om, Β)
88
μᾶλλον ἄνω ἢ κάτω; συγχωρείσθω γὰρ αὐτοῖς ἐν τῷ ἀπείρῳ καὶ ἄνω καὶ [*](232) κάτω. πᾶς γὰρ τόπος οἰκεῖος αὐτῷ καὶ οὐδὲν μᾶλλον οὗτος ἐκείνου. πότερον οὗν ἐπὶ πάντας ὁμοῦ κινήσεται καὶ πάντας ὁμοῦ πληρώσει ἢ | διασπασθήσεται ἀπανταχοῦ; πῶς δὲ καὶ στήσεται κινηθὲν ἅπαξ; πῶς δὲ [*](233) καὶ ἠρεμήσει; οὐ γὰρ ὅταν [τε] εἰς τὴν οἰκείαν παραγένηται χώραν· γὰρ ἣν ἀπέλιπεν, ὁμοίως εἶχεν οἰκείαν. τοῖς μὲν οὖν μορίοις ἀμήχανον οὕτως ἡ κίνησις. ὅλως τε ἄπειρόν τε ἅμα καὶ κινούμενον καὶ Μέλισσος ἀπεγίνωσκεν. οὐκ εὖ δέ, ὅτι πᾶσαν κίνησιν· ἀλλοιοῦσθαι γὰρ ἴσως ἐνδέχεται. ἀλλὰ οὐδὲ οὕτω κινεῖσθαι τὸ ὅλον ἐγχωρεῖ, ὡς ἡ σφαῖρα ἐν ταὐτῷ τόπῳ κατὰ τὰ μόρια. πρῶτον μὲν γὰρ ἐχρῆν, εἴπερ ὁμοιοειδές, καὶ τὰ μόρια πάντα κύκλῳ κινεῖσθαι, οὐχ ὁρᾶται δὲ οὕτως, ἀλλὰ ἐκεῖνα καὶ ἐπ’ εὐθείας, οἷον γῆ ὕδωρ. ἔπειτα εἰ κύκλῳ, καὶ πεπέρανται· σχῆμα γὰρ ἕξει. μένει τοίνυν ἀκίνητον τό τε ὅλον καὶ τὰ μόρια. ἐγὼ δὲ τοῦτο μὲν οὐ λέγω, ὅτι καὶ μονὴ τῆς φορᾶς οὐδὲν ἧττον ἀδύνατος· ὥσπερ γὰρ κινεῖσθαι ἐφ’ ἕνα τόπον ἀμήχανον τοῦ παντὸς ὁμοίως ὄντος οἰκείου, οὕτως καὶ ἠρεμεῖν ἐν ἑνὶ τόπῳ μηδὲν μᾶλλον ἑτέρου προσήκοντι. ἀλλ’ ἔστω, δεδόσθω μένειν. καὶ καθ’ ὅλον καὶ κατὰ μόρια τοίνυν ἡ κίνησις οὐκ ἔσται, πρᾶγμα οὕτως ἐναργὲς καὶ οὐδὲ λόγου δεόμενον, εἰ μὴ πρὸς ἀκινήτους γε ὄντως δεόμεθα λόγου.

Ἔστω δὴ πάλιν ἀνομοιοειδὲς τὸ ἄπειρον καὶ οὐχ ἁπλοῦν. σύνθετον ἄρα καὶ τῷ ἅπτεσθαι ἕν. οὐκοῦν οὐδὲ εἷς αὐτῷ κατὰ φύσιν τόπος, ἀλλ’ ἑκάστῳ τῶν σωμάτων οἰκεῖος τόπος, ἐξ ὧν σύγκειται τὸ ὅλον. καὶ | κίνησις μὲν δὴ σῴζοιτ’ ἄν· ὅρα δὲ τὰ λοιπά. τὰ ἀνομοιοειδῆ ταῦτα [*](234) πότερον ἄπειρα ἢ πεπερασμένα; ἀλλ’ εἰ μὲν πεπερασμένα κατ’ ἀριθμόν, ἕν τι ἐξ αὐτῶν ἄπειρον ἔσται κατὰ μέγεθος ἢ καὶ πλείονα· οὕτω γὰρ ἄν τὸ ὅλον ἄπειρον εἴη. ἥξουσι τοίνυν αὐτοῖς οἱ πρότερον λόγοι, οὓς ἄρτι λέγοντες ἐπαυσάμεθα. προσέτι δὲ οὐδὲ οἷόν τε ἓν τῶν στοιχείων ἄπειρον εἶναι ἐν τῇ συνθέσει ὂν πῦρ ἢ γῆ. ὥρισται γὰρ ἑκάστου τούτων ὁ τόπος, καὶ οὐ πᾶς οἰκεῖος ἅπαντι, ἀλλὰ τῷ μὲν ἄνω τῷ δὲ κάτω· καὶ διὰ τοῦτο οὐδεὶς τῶν φυσιολόγων πῦρ τὸ ἄπειρον ἐποίησεν ἢ γῆν, ἀλλ’ ὕδωρ ἢ ἀέρα, ὅτι ἐκείνων μὲν ὁ τόπος ἑκάστου δῆλός ἐστι, τούτων δὲ ἐπαμφοτερίζει τῷ [*](1 ἄνω ἢ κάτω MW et Simpl. 483,14: κάτω ἢ ἄνω WBL 4 πανταχοῦ BL δὲ pr.] δὴ W 5 τε delevit Spengel et om. Laur. 85,14 (ortum puto ex ὅταν): γε W 6 οἰκείαν] οἰκείως L ἀμήχανον M: ἀμήχανος WBL 7.8 Μέλισσος ἀπεγίνωσκεν] cf. Philop. 438,12 sq. 10 post μόρια add. πάντα κύκλῳ κινεῖσθαι L2a (in L1 πάντα— μόρια om.); ῾fort. κινεῖται᾿ Spengel 11 ἐπ’ WL: ἀπ’ MB 12 post ἔπειτα add. δὲ L (in L1 εἰ om.) 13 ἕξει Laur. 85,18: ἕξειν MWBL 14 ἀδύνατον L 16 μᾶλλον μηδὲν L 17 ὅλον] ῾ immo ὅλου᾿ Spengel 18 πρᾶγμα—δεόμενον] exscr. Philop. 438,15 οὕτως BL et Philop.: οὔτε MW 19 λόγους Β 20 ἀνομοειδές WL 22 ἑκάστῳ] ἔστω L 23 κινήσεις et σώξοιντ᾿ L ἀνομοιοειδῆ MWB: ἀνομοειδῆ L 25 ἄν om. M (quae particula fortasse post ἄπειρον aptius inseratur) 29 οὐ πᾶς] οὔπω B 30 τὸ ἓν καὶ ἄπειρον EI Aristot. 205a26: τὸ ἄπειρον καὶ ἓν F ἀλλ’] sic E quoque Aristot. 205 a 205a27: ἀλλ’ ἢ FI ἐκείνων] ἐκείμ (sic) M 31 τῷ W: τῶν MBL)

89
ἄνω καὶ κάτω. ἄπειρα ἄρα κατὰ ἀριθμὸν τὰ ἀνομοιοειδῆ μόρια τοῦ [*](234) ἀπείρου. ἄπειροι ἄρα καὶ οἱ τόποι. ἀλλὰ τοῦτο ἀδύνατον· πεπερασμένοι γὰρ οἱ τόποι καὶ αἱ τῶν τόπων διαφοραί· ὁ γὰρ ἄνω καὶ κάτω, καὶ εἰς δεξιὰ καὶ εἰς ἀριστερά, ἔμπροσθεν καὶ ὄπισθεν. πεπερασμένα ἄρα τὰ στοιχεῖα κατ’ ἀριθμόν· οὐ γὰρ δὴ πλειόνων ὁ αὐτὸς τόπος· οὐκέτι γὰρ ἐκεῖνα κατ’ εἶδος διοίσει οἷς ὁ αὐτὸς ἀφώρισται τόπος, εἰ μὴ ὥσπερ Δημόκριτος. οὕτω δὲ ὁμοειδὴς ἡ κίνησις, οὕτω δὲ ὁμοειδῆ τὰ στοχεὶα, οὕτω δὲ καὶ ἑκάστῃ τῶν ἀτόμων οἰκεῖος ὁ τοῦ παντὸς ἔσται τόπος. καὶ ταῦτα ἡ ἄτομος ὑπομενεῖ, ἅπερ, εἰ τῇ ἰδέᾳ πεπερασμένα κατ’ ἀριθμὸν καὶ κατὰ μέγεθος, πῶς τὸ ἐξ αὐτῶν ἄπειρον ἔσται; ὅτι δὲ ἀναγκαίως ἀκολουθεῖ τῷ πεπεράνθαι | τοὺς τόπους πεπερᾶσθαι καὶ τὰ σώματα, τίς [*](235) οὐκ οἶδε; συναπαρτίζειν γὰρ τοῖς τόποις αὐτὰ ἀναγκαῖον· οὕτε γὰρ ὁ τόπος μείζων ἢ [ἀναγκαὶον] ὅσον ἐνδέχεται τὸ σῶμα εἶναι (καὶ ἅμα μείζων ὁ τόπος, οὐκ ἄπειρον τὸ σῶμα) οὔτε τὸ σῶμα μεῖζον ἢ ὅσος ἐστὶν ὁ τόπος· εἰ γὰρ ὑπερβάλλει τὸν τόπον, ἢ ἐν κενῷ ἔσται ἢ οὐδαμοῦ, ὧν τὸ μὲν οὐκ εἰς μακρὰν λόγου τεύξεται, τὸ δὲ αὐτόθεν ἐστὶν καταγέλαστον· οὔτε γὰρ κινεῖσθαί τι δυνατὸν οὔτε ἠρεμεῖν ἄνευ τόπου. ᾿ Αναξαγόρας δὲ ἄτοπον αἰτίαν ἀποδώσει τοῦ μένειν καὶ ἀκίνητον εἶναι τὸ ἄπειρον μίγμα· περιέχεσθαι μὲν γὰρ ὑπ’ οὐδενὸς ἄλλου διότι ἄπειρον, στηρίζειν δὲ ἐν αὑτῷ καὶ ἐπερείδεσθαι καὶ ἀντιβαίνειν, διὰ τοῦτο δὲ αὐτῷ καὶ κατὰ φύσιν εἶναι τὴν μονήν. τοῦτο δὲ οὐκ ἀληθές. οὐ γὰρ ὅπου τι ἂν ᾖ, ἐκεῖ πάντως καὶ πέφυκεν εἶναι· εἴη γὰρ ἄν πού τι καὶ βίᾳ καὶ ὅπου οὐ πέφυκεν εἶναι, ὡς ὁ λίθος ἐκ τοῦ παττάλου κρεμάμενος, τὸ δὲ στηρίζειν ἐν ἑαυτῷ καὶ ἐπερείδεσθαι βιαίου μονῆς αἰτία μᾶλλον ἢ τῆς κατὰ φύσιν ἐστίν· τόπου γὰρ ἀπορίαν ὑποδηλοῖ καὶ τὸ μὴ ἔχειν ὅπου κινήσεται, ἄδηλον δὲ εἰ παρούσης χώρας ἠρέμησεν ἄν, ὥσπερ τὰ πεφυκότα. μένειν γοῦν οὐ πέφυκε. διὰ τοῦτο γὰρ καὶ τῇ γῇ τὸ μένειν κατὰ φύσιν ἐστίν, ἐπειδὴ καὶ τόπου ὑπάρχοντος ὅμως οὐ κινεῖται, διότι πέφυκεν ἐν τῷ μέσῳ μένειν, [*](1 ἀνομοιοειδῆ MW: ἀνομοειδῆ BL 2 ἄπειροι—(4) ὄπισθεν] cf. Philop. 440,5 sqq. ἄπειρα W 3 ὁ γὰρ τόπος ἄνω vel εἰσὶ γὰρ ἄνω et v. 18 καὶ ἔμπροσθεν scribendum (vel καὶ ante ὄπισθεν delendum) esse censet Spengel 4 ἄρα MB: ἄρα καὶ WL 6 ἀφορίζεται W: ἀφόρισται L 1 δὲ pr. MWB: δὲ καὶ L 9 ὑπομενεῖ Spengel: ὑπομένει libri 11 τῷ WL: τὸ MB πεπεράνθαι MWB: πεπεράσθαι L πεπερᾶσθαι MB: πεπεράσθαι WL πεπεράνθαι Paris. 1888). librorum optimorum scripturam πεπερᾶσθαι et hie et alibi non attigi, quoniam posterioris aetatis Graecos τὸ περῶ τὸ τελειῶ pro περαίνω adhibuisse plus uno etymologicorum testimonio constat, idem de πεπέρασται valet 13 μείζων WBL: μεῖζον M (ut M Philoponi 448,10) ἀναγκαῖον del. Spengel (et Laur. 85,14): ἀναγκαίως W. nescio an in ἀναγκαῖον, quae vox in libris pbilosophicis per compendium (ἀν) scribi solet, vestigium lateat vocabuli ἅμα, quod in Aristot. 205 a 34 inter σῶμα et εἶναι legitur ἅμ’ εἰ W: ἅμα MBL 14 οὗτε ΜWBL1: οὔτε γὰρ L2a 15 κοινῷ M1 18 ἀποδίδωσι Spengel (ut Philop. 448,15) 18 περιέχεσθαι] cf. Simpl. 485,25 ὑπ’] ἀπ’ L 20 ἐπ’ αὐτῷ L αὐτῷ M (sic saepe) 23 λίθος—κρεμάμενος] cf. Simpl. 485,31 sq. 24 βιαίου μονῆς] cf. Philop. 449,13 25 τόπου—(90,1) ἔχει] exscr. Philop. 449, 13 sqq. 26 ῾fort. πεφυκότα μένειν. <μένειν> γοῦν᾿ Spengel οὐ L: οὐ MWB 28 ante πέφυκεν add. οὐ Fl Aristot. 205 b 13)
90
διότι ἄπειρος ἦν καὶ ἐστήριξειν ἐν ἑαυτῇ, ἔμενεν, ἀλλ’ ὅτι μένειν ἐν τῷ μέσῳ βάρος ἔχουσα | ἐπεφύκει. λεκτέον οὖν τοῦ τὸ ἄπειρον μένειν αἰτίαν [*](236) φυσικήν· ἣν γὰρ λέγει νῦν αἰτίαν, οὐκ ἐκ τῆς φύσεως τοὐ μίγματός ἐστιν ἢ ὅπερ ἄν τις ὑπόθηται σῶμα, ἀλλ’ ἐκ τοῦ μεγέθους, ἐπεὶ ποτ’ ἐρεῖ περὶ τῶν μορίων τοῦ μίγματος; εἰ μὲν γὰρ καὶ τούτων ἑκάστῳ κατὰ φύσιν ἐστὶ τὸ στηρίζειν ἐν ἑαυτῷ, πάντα ἀκίνητα μένειν, ὅπερ οὐδὲ αὐτὸς ἄν ἐθελήσειεν· εἰ δὲ διότι πεπέρανται, διὰ τοῦτο οἷά τε καὶ κινεῖσθαι, οὐ κατὰ τὴν φύσιν ἄρα τοῦ σώματος τὸ ἀκίνητον [εἶναι] ὑπῆρχε τῷ ὅλῳ, ἐπεὶ καὶ τοῖς μορίοις ἂν τοῦτο ὑπῆρχεν, εἴπερ ὁμοειδὲς τὸ μίγμα, διόπερ καὶ πᾶν ἐν παντί, ἀλλὰ διὰ τὸ ποσὸν καὶ τὸ μέγεθος. ὅλως δὲ εἴπερ μὴ ἐξ ἀνάγκης, ἀλλὰ πέφυκεν εἶναι τὸ ὅλον ἐν ἑαυτῷ καὶ τόπον ἔχειν ἑαυτῷ, διὰ τί οὐ καὶ τῶν μορίων ἕκαστον; ὁμοειδεῖς γὰρ οἱ τόποι τοῦ τε ὅλου καὶ τοῦ μέρους, ὅλου τε τοῦ ὕδατος καὶ κυάθου καὶ πυρὸς καὶ σπινθῆρος. εἰ τοίνυν τοῦ ἀπείρου τόπος τὸ ἐν αὑτῷ μένειν, ἄρα καὶ τὸ ὅλον καὶ τὰ μόρια. παρῄρηται οὖν καὶ οὕτως τὴν κίνησιν ὁμοίως τοῖς ἄλλοις, ὅσοι καὶ ἐξ ἀρχῆς ἀκίνητον εἶναι τὸ πᾶν ὑποτίθενται. ἁπλῶς δὲ ἀδύνατον ἄπειρόν τι λέγειν σῶμα καὶ ἐν τόπῳ εἶναι. εἰ γὰρ πᾶν σῶμα αἰσθητὸν ἢ βάρος ἔχει ἢ κουφότητα καὶ κατὰ τὰς ῥοπὰς ταύτας ἐπὶ τοὺς οἰκείους φέρεται τόπους, ἀδύνατον δὲ τὸ ἄπειρον σῶμα ἢ βαρὺ ἡ κοῦφον εἶναι, ἀδύνατον ἄρα καὶ τόπον αὐτῷ προστιθέναι. ἤτοι γὰρ πᾶν βαρὺ καί ἐστιν ἐν μόνῳ τῷ κάτω, ὁ δὲ ἄνω αὐτοῦ περιττεύσει, ἢ πᾶν κοῦφον καὶ ἔσται μόνον ἐν τῷ ἄνω, ὁ δὲ κάτω αὐτοῦ ὑπερβαλεῖ, ἢ τὸ | μὲν ἥμισυ βαρὺ [*](237) τὸ δὲ ἥμισυ κοῦφον. καὶ πρῶτον μὲν πῶς τὸ ἄπειρον διαιρεῖν; ἔπειτα εἰ τὸ μὲν ἐν τῷ ἄνω τε καὶ ἐσχάτῳ, τὸ δὲ ἐν τῷ κάτω τε καὶ μέσῳ, περανθήσεται ὑπὸ τῶν τόπων· τὸ γὰρ ἔσχατον καὶ τὸ μέσον περάτων ἐστίν ὀνόματα. καὶ γὰρ εἰ ἐν τόπῳ ἄπειρον, τούτου δὲ διαφοραὶ τὸ ἄνω καὶ κάτω, καὶ ἔμπροσθεν καὶ ὄπισθεν, καὶ δεξιὸν καὶ ἀριστερόν, ἀνάγκη καὶ τοῦ ἀπείρου ταύτας εἶναι τὰς διαστάσεις· ἀλλὰ πεπερασμένων αἰ διαστάσεις αὗται καὶ αἱ διαφοραί. οὐδὲ γὰρ ἐκεῖνό ἐστιν εἰπεῖν, ὡς αἱ διαφοραὶ τοῦ τόπου τὸ ἄνω καὶ κάτω καὶ τὰ λοιπὰ κατὰ τὴν πρὸς ἡμᾶς εἰσι σχέσιν, οὐκ ἐν αὐτῇ τῇ φύσει τοῦ τόπου· καὶ γὰρ τοῦτο μικρὸν ὕστερον ἐπιδείξομεν, ὅτι διχῶς ἕκαστον τούτων καὶ πρὸς ἡμᾶς καὶ τῇ φύσει. καὶ τὰς [*](1 κειμένει (sic) M 4 ἣν—(15) μένειν] exscr. Philop. 450,2 sqq. φύσεως ἐστιν τοῦ μίγματος L 7 ῾fort. μένει᾿ Spengel 8 καὶ om. M 9 εἶναι om. Laur. 85,18 10 ἄν om. L τοῦτο] αὐτοῦ L 12 ἔχειν ἑαυτῶ MB: ἔχειν ἐν ἑαυτῷ WL ἑαυτὸ L1); cf. αὐτὸ ἑαυτοῦ εἶναι τόπος apud Philop. 450,17.18 13 διὰ τί] διότι a (in L comp.) ῾ malim μένειν, ἐν αὐτῷ μενεῖ> ἄρα᾿ Spengel 16 παρῄρηται scripsi: προείρηται MB: περιῄρηται WL οὕτως] οὗτος WL 17 ὅσαι M 18 εἰ γὰρ—(25) τόπων] exscr. Simpl. 488,7 sqq. 23 ἐν μόνῳ τῷ ἄνω W 24 καὶ] ἡ L πῶς L: πρὸς MWB διαιρεῖν MWB: διαιρεῖ L 24. 25 εἰ τῶ μὲν M 25 τὸ—(26) ἀνόματα] cf. Simpl. 488,34 sq. 27 ante ἄπειρον add. τὸ L 27. 28 καὶ κάτω MWB et E Aristot. ib.: καὶ τὸ κάτω L et F Aristot. (τὸ κάτω I Aristot.) 28 καὶ τὸ ἔμπροσθεν FI Aristot. (πρόσθεν Ι) 30 αἱ post καὶ om. L 33 τὴν φύσιν L τὰς L: τάς τε MWB; an τάσδε? τὰς τοῦ τόπου ταύτας διαφορὰς apud Simpl. 489, 20, qui ex Alexandro haec sumpta esse testatur)
91
τοῦ τόπου διαφοράς, ἐν ᾧ τὸ ἄπειρόν ἐστιν, εἰ ἄρα ἔστιν, ἀνάγκη τῇ [*](237) φύσει εἶναι, οὐ τῇ σχέσει τῇ πρὸς ἡμᾶς. νῦν δ’ ἔτι κἀκεῖνο προσκείσθω, ὡς εἰ ἀδύνατον ἄπειρον εἶναι τόπον, ἐν τόπῳ δὲ πᾶν σῶμα, ἀδύνατον ἄπειρον εἶναι σῶμα· τὸ πρῶτον δέ, τὸ ἄρα δεύτερον. ἀλλὰ μὴν τὸ ἐν τόπῳ καὶ ἔν τινι τόπῳ· εἰ γὰρ ἐν μηδενί, οὐδὲ ἐν τόπῳ, ὥσπερ οὐδὲ ποσόν, ὃ μήτε δίπηχυ μήτε τρίπηχυ μηδὲ κατ’ ἄλλον τινὰ ἀριθμόν. εἰ δὲ ἔν τινι τόπῳ, πάντως ἢ ἐν τῷ ἄνω ἢ ἐν τῷ κάτω ἤ που ἀλλαχοῦ, τοῦτο δὲ ἤδη πολλάκις ἀδύνατον ἀπεδείξαμεν. ὅτι μὲν οὖν ἐνεργείᾳ οὐκ ἔστι σῶμα ἄπειρον, φανερὸν ἐκ τούτων.

6. Ὅτι δὲ καὶ ἁπλῶς ἀναιροῦσι τὸ ἄπειρον πολλὰ | ἀδύνατα συμβαίνει, [*](238) εἴρηται μὲν καὶ πρότερον ἤδη, λεγέσθω δὲ καὶ νῦν. τοῦ τε γὰρ χρόνου ἔσται τις ἀρχὴ καὶ τελευτή, πρᾶγμα τῶν πάντων ἀμηχανώτατον· τὸ γὰρ λέγειν, ὡς ἤρξατό ποτε γίνεσθαι χρόνος, οὐδὲν ἄλλο ἐστὶν ἢ ὅτι χρόνος ἦν, ὅτε χρόνος οὐκ ἦν. πᾶν γὰρ τὸ γινόμενον ἐν χρόνῳ γίνεται, καὶ τὸ ῾ποτέ᾿ χρόνου κατηγορεῖται, δείκνυται δὲ καὶ ἡ κίνησις οὖσα ἀίδιος, ἧς παρακολούθημα ὁ χρόνος. ἓν μὲν οὖν τοῦτο ἄτοπον μὴ παραδεχομένοις τὸ ἄπειρον. ἕτερον δὲ ἡ τῶν συνεχῶν διαίρεσις ἱσταμένη καὶ πάλιν ἡ αὔξησις τοῦ ἀριθμοῦ. ὅταν δὲ μήτε εἶναι μήτε μὴ εἶναι τιθεμένοις αὐτὸ ὁ λόγος εὐοδῇ, τοῦ διαιτήσοντος χρεία καὶ δῆλον ὅτι πὼς μὲν ἔστι, πὼς δ’ οὔ. λέγεται δὴ τὸ μὲν δυνάμει τὸ δὲ ἐντελεχείᾳ καὶ αὕτη ἡμῖν ἡ διαίρεσις τῶν ὄντων πολλαχοῦ δέδεικται, ὥστε εἴπερ εἶναι μὲν τὸ ἄπειρον ἀνάγκη καὶ προσθέσει διὰ τὸν ἀριθμὸν καὶ τὸν χρόνον καὶ διαιρέσει διὰ τὴν τομὴν τῶν μεγεθῶν, οὐκ ἔστι δὲ ἐνεργείᾳ διὰ τοὺς ἔμπροσθεν λόγους, λείπεται αὐτὸ εἶναι δυνάμει. καὶ τοίνυν τοῦ σώματος τοῦ συνεχοῦς εἰ ἀνάγκη ἄπειρον εἶναι τὴν τομήν, (τὸ γὰρ ἀνελεῖν τὰς ἀτόμους γραμμὰς χαλεπόν) ἔσται δυνάμει ἄπειρον, οὐκ ἐνεργείᾳ· τοῦτο γὰρ ἀμήχανον παντελῶς τὸ γὰρ ἐνεργείᾳ τὴν διαίρεσιν εἰς ἄπειρα ὑποτίθεσθαι καὶ τὴν σύνθεσιν ἐξ ἀπείρων ἐστὶ ποιεῖν· εἰς ὅσα γὰρ διαιρεῖται τὸ συνεχές, ἐκ τοσούτων δήπου καὶ σύγκειται· τὸ δὲ ἐξ ἀπείρων συγκείμενον ἄπειρόν ἐστι κατὰ μέγεθος, τοῦτο δὲ ἀδύνατον ἐπιδεικνύντες ἄρτι πεπαύμεθα. ὅταν δὲ λέγωμεν τὸ ἄπειρον εἶναι δυνάμει, οὐχ οὕτω λέγομεν, | ὡς τὸν χαλκὸν [*](239) ἀνδριάντα εἶναι δυνάμει, ὅτι κἄν γένοιτό ποτε ἀνδριὰς ἐνεργείᾳ, ἀλλ’ ἐπὶ [*](2 δ’ ἔτι L: δέ τι MWB 3 τόπον ἄπειρον εἶναι E Aristot. 206a1: τόπον εἶναι ἄπειρον F et τὸ (τὸ τόπον) I εἶναί τι σῶμα EI Aristot. 206a2: τι εἶναι σῶμα F 4 τὸ ἐν om. E Aristot. 206 a 5 5 γὰρ om. a οὐδὲ MWB: οὔτε L 6 τρίπηχυ ἢ δίπηχυ E Aristot. 206a4 (idem paulo post κάτω ἡ ἄνω) 11 καὶ ante πρότερον om. L καὶ νῦν δὲ Β 12 πρᾶγμα τῶν L: πραγμάτων MWB 13 τὸ γὰρ λέγειν—(19) χρεία] exscr. Philop. 456,.5sqq. ἐστίν MB: ἐστὶ λέγειν W: λέγειν ἐστίν L et Philop. 15 ἡ M: om. WBL et Philop. ἧς] libri et Lt Philoponi: ἢ KM Philoponi: ἦ scripsit Vitelli 16 οὖν MWB et Philop.: om. L 19 εὐώδη Β: εὐδῆ a πὼς WL: πᾶς M: πῶς B (item postea) 21 πολλαχῆ W 22 διαιρέσει] sic F quoque Aristot. 206a15: ἀφαιρέσει EI 24 αὐτὸ] αὐτῷ Β 27 τὴν] τῆ (sic) B 28 σύνθεσιν M (pr. σ in ras.) γὰρ om. W 31 λέγομεν a οὐχ οὕτω — (92,4) λέγεται] exscr. Philop. 459,18)

92
μὲν τοῦ χαλκοῦ καὶ τοῦ ἀνδριάντος παύεται ἡ δύναμις ἐπελθούσης τῆς [*](239) ἐνεργείας. ὁ γὰρ γενόμενος ἀνδριὰς οὐκέτ’ ἔχει δύναμιν ἀνδριὰς γενέσθαι. λέγεται οὖν ἐπὶ τῶν τοιούτων τὸ δυνάμει πρὸς τὴν ἐνέργειαν, διόπερ οἷόν τε αὐτὸ καὶ προελθεῖν εἰς ἐκείνην πρὸς ἣν καὶ λέγεται, ἐπὶ δὲ τοῦ ἀπείρου ταὐτόν ἐστιν ἐνέργεια ὡς ἀπείρου τοῦ δυνάμει καὶ ἐνεργείᾳ. ἡ γὰρ τοῦ ἀπείρου ἐνέργεια ὡς ἀπείρου τὸ δύνασθαι ἀεί τι πλέον, ἐπεὶ εἴγε τοιαύτην τις ἐντελέχειαν ἐπιζητοίη, οἷον στάσιν τινὰ καὶ μορφὴν καὶ εἶδος, οὗτος οὐδὲν ἄλλο ἢ πέρας τι ζητεῖ τοῦ ἀπείρου, μᾶλλον δὲ φθορὰν τοῦ ἀπείρου, τοῦτο δὲ ἀμήχανον. πᾶσα γὰρ ἐντελέχεια σῴζειν ὀφείλει τὸ ὑποκείμενον. ὥσπερ τοίνυν τὴν τοῦ κινητοῦ ἐντελέχειαν ᾗ κινητὸν φυλάττουσαν ἐπιδείκνυμεν τὴν δύναμιν τοῦ κινεῖσθαι, οὕτως ἐντελέχεια τοῦ ἀπείρου καὶ τελειότης τὸ δύνασθαι ἀεὶ πορρωτέρω. εἰ δὲ παύσαιτό ποτε ἡ δύναμις αὕτη, παύεται παραχρῆμα † τοῦ καὶ ἄπειρον εἶναι. καθάπερ γὰρ οἷς ἐν τῷ γίνεσθαι τὸ εἶναί ἐστιν, ταῦτα παυσάμενα τοῦ γίνεσθαι οὐδὲ ἔστιν ἔτι, ὡς ἀγὼν καὶ ἡμέρα καὶ χρόνος καὶ φλόξ, οὕτως οἷς τὸ εἶναι ἐν τῷ δύνασθαι, ταῦτα ἀπολέσαντα τὸ δύνασθαι συναπόλλυσιν εὐθὺς καὶ τὸ εἶναι. ἀλλ’ εἴ τις ἄρα καὶ τὴν τοιαύτην δύναμιν τοῦ ἀπείρου ζητεῖ, ἣ πρὸς τὴν ἐνέργειαν λέγεται, καὶ αὐτὴν αὐτῷ δεικτέον ἐπὶ τῆς τομῆς τῶν μεγεθῶν· ὅτε γὰρ μήπω διαιρεῖται, | τότε ἐστὶν οὕτως ἄπειρα τῇ διαιρέσει, ὡς καὶ [*](240) ὁ χαλκὸς ἀνδριάς. ἔλθοι γὰρ ἄν εἰς τὸ κατ’ ἐνέργειαν εἰς ἄπειρα διαιρεῖσθαι, πλὴν διαφέρει. τοῦτο μὲν γὰρ ἀδύνατον καὶ ἑαυτὸ ἀνατρέπει. εἰ γὰρ μὴ διῄρηται οὐκ εἰς ἄπειρα πάντως· πῶς γὰρ ἂν ἔληξεν ἡ τομή; τὸ δὲ διαιρεῖσθαι εἰς ἄπειρα οὐδὲν κωλύει ἀεὶ δυναμένου τέμνεσθαι τοῦ λειπομένου. μηδεὶς οὖν ἀθρόαν ζητείτω τὴν ἐντελέχειαν τοῦ ἀπείρου, ὥσπερ οἰκίας ἢ κλίνης, ἀλλ’ ὥσπερ τὸν ἀγῶνά φαμεν ἐνεργείᾳ παρεῖναι καὶ τὴν ἡμέραν καὶ ὅλως τὸν χρόνον οὔτε τῶν ᾿ Ολυμπίων ἀθρόων δυναμένων [*](4 αὐτὸ MWL (τὸ δυνάμει Pbilop.): αὐτῶ L 5 ἐνέργεια Wa: ἐνεργεία MBL τοῦ δυνάμει MWBL1: τὸ δυνάμει L2a ἡ γὰρ—(11) ἀπείρου, (13) καθάπερ—(14) ἔτι, (15) οὕτως—(17) ζητεῖ] cf. Simpl. 493,20 sqq. 6 τὸ] τοῦ Β1: cm. L εἴγε — (16) εἶναι] exscr. Philop. 460,5 sqq. εἴτε M 7 τις om. W 8 τι ζητεῖ] ἐπιζητεῖ Sifflpl. 12 τελειότητα a (in L compendium scripturae) πορρωτέρω W (et Spengel e coni.): προτέρω MB: προσωτέρω L et Philop. 13 τοῦ καὶ libri: τὸ καὶ Speugel: καὶ τὸ Philop.; puto παραχρῆμά που καὶ scripsisse Themistium 15 οὕτω M 17 ἣ WL: ἢ MB 18 τῆς τομῆς τῶν μεγεθῶν scripsi: τῶν τῆς τομῆς μεγεθῶν libri; τῆς τῶν μεγεθῶν τομῆς Spengel 19 ὅτ M ὅταν?) ὅτε—(20) ἀνδριάς] exscr. Philop. 461,5 sqq. 21 post διαφέρει in L haec inserta leguntur: ὅτι, καίτοι διαιρεῖσθαι εἰς ἄπειρα δύναται τὰ μεγέθη, οὐχ ὅμως δύναται ἐνεργείᾳ εἰς ἄπειρα διαιρεῖσθαι διῄρεισθαι L2a), quae verba nihili sunt: significare studuit Themistius vocabulis πλὴν διαφέρει ea, quae Philoponus pluribus circumscripsit 461, 8 sqq. 22 μὴ om. Philop. 460,25, qui totum hunc Themistii locum adeo discerptum reddidit, ut vix disiecti scriptoris membra agnoscas. quae res fortasse eo excusatur, quod Themistius, si quid video, in loco Aristotelis (cuius duplex in libris manuscriptis fertur recensio; cf. Diels Zur Textgesch. p. 33) peculiarem quandam verborum conformationem secutus est ex utraque recensione conflatam 22. 23 τὸ δὲ—(23. 24) λειπομένου] exscr. Philop. 461,2 sqq. 24 μηδεὶς—(26) χρόνον] exscr. Philop. 461,10 sqq. post ὥσπερ add. ἣ BL 25 οἰκείας B1 25. 26 τὴν ἡμέραν] ἡ ἡμέρα I Aristot. 206b31: ἡ om. EF)
93
φαίνεσθαι οὔτε ἡμέρας οὔτε ὅλως χρόνου, ἀλλ’ ὅτι γίνεταί τι αὐτῶν ἀπὸ [*](240) μέρους· οὕτω δὴ καὶ τὴν εἰς ἄπειρα διαίρεσιν, οὐχ ὡς ἀθρόαν οὐδ’ ὡς ἅμα δυναμένην γίνεσθαί ποτε, ἀλλὰ καὶ ὅτι γίνεται ἀπὸ μέρους, ἀεί τινος ὑπολειπομένου πάντως μεγέθους. τὸ μὲν οὖν εἶναι ὅμοιον τῷ τε χρόνῳ καὶ τῆ εἰς ἄπειρα διαιρέσει (ἀμφοτέροις γὰρ ἐν τῷ γίνεσθαι καὶ ἐκ μέρους εἶναι καὶ μὴ ἀθρόοις, ἀλλὰ καὶ τὸ ἄπειρον ἐν ἀμφοτέροις ὁμοίως· τὸ γὰρ ἄλλο καὶ ἄλλο ἀεὶ τὸ λαμβανόμενον εἶναι καὶ τοῦτό γε πεπερασμένον), διαφέρουσι δὲ ὅτι ἐπὶ μὲν τοὐ χρόνου τὸ ληφθὲν ἀεὶ μέρος ἐφθάρη (ἀεὶ γὰρ τὸ παρελθὸν ἔφθαρται), ἐπὶ δὲ τῆς διαιρέσεως ἀεὶ τὸ τμηθὲν ὑπομένει, οὔτε δὲ χρόνον ὑπολιπεῖν πρὸς γένεσιν οὔτε τὸ μέγεθος πρὸς διαίρεσιν. μὴ λανθανέτω δὲ ἡμᾶς, ὡς ἐν τοῖς μεγέθεσιν οὐ κατὰ διαίρεσιν μόνον τὸ ἄπειρον, ἀλλὰ καὶ κατὰ | πρόσθεσιν· ἐν γὰρ τῷ πεπερασμένῳ μεγέθει, [*](241) ἐφ’ ὅσον κατὰ θάτερον ἡ διαίρεσις γίνεται, ἐπὶ τοσοῦτον ἡ πρόσθεσις κατὰ θάτερον. εἰ οὖν ἡ διαίρεσις ἐπ’ ἄπειρον, καὶ ἡ πρόσθεσις, ἀλλ’ ἀντεστραμμένως· ὃ γὰρ ἀφαιροῦμεν ἐκείνου, τούτῳ προστίθεμεν. οὐ πᾶσα δὲ διαίρεσις ἐπ’ ἄπειρον οὐδὲ πρόσθεσις· ἄν γὰρ ἴσα τις ἀλλήλοις ἀεὶ τὰ μεγέθη λαμβάνῃ, διαιρῶν ποτε ἀναλώσει τὸ ὅλον ὁπηλίκον ἄν ᾖ· ἀλλὰ χρὴ ποιεῖσθαι τὴν τομὴν τῷ αὐτῷ μὲν λόγῳ, οὐ τῷ αὐτῷ δὲ μεγέθει. ἐὰν γὰρ ἐξ ἀρχῆς εἰς ἥμισυ διαιρῶν ἀεὶ τὸ ἥμισυ λαμβάνῃς, τοῦ λειπομένου τὸν μὲν αὐτὸν φυλάξεις λόγον ἐν τῇ τομῇ, οὐ τὸ ἴσον δὲ μέγεθος, καὶ μόνως οὕτως ἡ διαίρεσις οὐχ ὑπολείψει· οὕτω δὲ οὐδὲ ἡ πρόσθεσις. καὶ τὸ ἄπειρον ἔστι μὲν ἐν ἀμφοτέροις δυνάμει, διαφέρει δέ, ὅτι διαιροῦντας μὲν ἔστιν ἔλαττον ἀεὶ λαβεῖν παντὸς ὡρισμένου μεγέθους, προστιθέντας δὲ οὐ παντὸς μεῖζον μεγέθους· οὐ γὰρ παντός ἐστιν μεῖζον, οἷον τοῦ οὐρανοῦ, ἀλλ’ ἐκείνου δυνατοῦ μόνον, ὃ τὴν αὔξησιν εἶχεν ἐκ τοῦ τέμνεσθαι τὸ ἕτερον μέρος, ἐπεὶ εἴγε οἷόν τε ἦν παντὸς μεγέθους μεῖζον λαβεῖν, ἦν ἄν τι σῶμα ἄπειρον ἐντελεχείᾳ, ὁποῖον λέγουσιν οἱ φυσικοί. ὅτε δὲ οὐ δυνατὸν εἶναι σῶμα τοιοῦτον, οὐ δυνατὸν οὐδὲ κατὰ πρόσθεσιν ἄπειρον εἶναι, ἀλλ’ ἄπειρον μὲν πρόσθεσιν οἷόν τε εἶναι, ἐπεὶ καὶ διαίρεσιν· ἄπειρον δὲ κατὰ πρόσθεσιν οὐκέθ’ οἷόν τε. διὰ ταῦτα μέντοι καὶ Πλάτων’ δύο ἐποίησε τὰ ἄπειρα, τὸ μέγα καὶ τὸ μικρόν, τὸ μὲν τῇ προσθέσει, τὸ δὲ τῇ διαιρέσει προσομοιῶν καὶ ἐκ τούτων † ἐνεῖναι ὑπαινιττό- [*](3 ἀλλὰ καὶ M: ἀλλὰ WBL 6. 7 τὸ γὰρ ἄλλο MB: τῷ γὰρ ἄλλο WL; cf. Simpl. 494,18 sqq. 7 γε om. W 9 τμηθὲν] ληφθὲν Laur. 85,18 e Simpl. 494,28 10 τὸ om. L 11 δὲ om. B 11. 12 μόνον ὃν τὸ ἄπειρον Spengel (recte puto) 12 ἐν M2W: εἰ M1BL 13 ἐφ’ ὅσον—(15) προστίθεμεν] exscr. Philop. 469,4sqq.; cf. praeterea Simpl. 495,26 15 τοῦτο Β et Laur. 85,14 (ut KM Pbiloponi) 16 τις] τοῖς Β 16. 17 τὰ μεγέθη ἀεὶ L 19 λαμβάνῃς WL: λαμβάνοις M (quod vix quisquam commendet): λαμβάνεις Β 20 φυλάξῃς M 21 ἡ διαίρεσις οὐχ ὑπολείψει] cf. Simpl. 496,4sq.; Philop. 470,4 21 δὴ W (ut vid.) οὐδὲ om. Β 23 ἐστιν — μεγέθους] cf. Simpl. 498,24; Philop. 472,20 28 ὅτε] ὅτι W πρόσθεσιν M σθ in ras.) 31 δύο τὰ ἄπειρα ἐποίησε E Aristot. 206 b 28; ἄπειρα δύο ἐπ. FI 32 ἐνεῖναι M: ἐκεῖναι Β.. ἐκεῖνα WL. in loco difficiilimo tractando iuvat mentionem facere Asclepii in Metaph. 987b25 ὁ δὲ Πλάτων δυάδα, εἴγε τὸ ἄπειρον ἐκ μεγάλου καὶ μικροῦ, τὴν ὕλην αἰνιττόμενος διὰ τὸ ἀόριστον αὑτῆς, quocum comparanda sunt Simplicii verba 499,4 δυάδα ποιῆσαι τὸ ἄπειρον, αἰνιττόμενον τὸ ἀορίστως. unde ὕλην Themistio reddiderim ἓν εἶναι Diels coll. Metapb. 987b21. 1083b23 al.) cf. praeterea Philop. 473,7 sq. 1 οὐδ’ ἑτέρῳ MBj οὐδετέρῳ—(5) ἀνακυκλεῖσθαι] exscr. Philop. 473,13 sq. 2 δὲ] γὰρ B οὔτε] οὕτε γὰρ Spengel: οὐκ ἔστι δὲ Philoponus. male intellexit haec Simplicius 499, 12sq., qui ἐδύνατο θεωρεῖν addidit 3 ἵστανται MWB: ἵσταται L 4 μονάδας L Par. 1888 et Vindob. (fortasse W quoque) αὔξει γὰρ αὐτούς] aut haec verba delenda aut μέχρι δεκάδος inserenda esse censet Spengel γὰρ alt. om. Vatic. 1025 et F Aristot. 206b32 7 παύηται L 8 ἄπειρον εἶναι] ἄπειρον Par. 1888 et Vindob.: εἶναι ἄπειρον Aristot. 206b 33 (cf. Diels Zur Textgesch. p. 6) ἣ om. E Aristot. ib. 9 ἡμεῖς—λαβεῖν om. L 10 ἡμῖν om. L συνήθεια] cf. Simpl. 500,15; Philop. 474,3 11 ἐστὶν ἄλλο ἔξω λαβεῖν M: ἄλλο ἐστὶν ἔξω λαβεῖν WBL ἄλλο ἔξω λαμβάνειν ἐστιν E Aristot. 207a3: ἔστιν ἔξω λαμβάνειν I: ἔξω ἔστι λαμβάνειν F; λαβεῖν leg. in FI Aristot. 207a8) τοῦτο—(14) κύκλους] cf, Philop. 474,11 sqq. 12 δεῖ] δὴ Β 13 ὄντων ἄπειρον MWB: ὄντως ἀπείρων L 14 ὑπ’ scripsi sec. Simpl. 500,22: ὑπὲρ libri στροφαί WBL: γραφαί M 15 ποσὸν] sic EF quoque Aristot. 207a7: τὸ ποσὸν I et Simpl.; cf. Diels Zur Textgesch. p. 19 16 λαμβάνειν Ε Aristot. 207 a 8 17 ἀεὶ—(21) σώματα] cf. Philop. 477,4 sqq. 19 πεπέραται Laur. 85,18; πεπέρανται Spengel 20 ἐπιφάνειαι L (e Philop.) 22 μᾶλλον ἂν εἴη Μ: ἄν εἴη μᾶλλον WBL 24 συμπλήρωσιν συντελούντων] cf. Philop. 478,6 κιβωτὸν E Aristot. 207a10 ἦν] om. W: εἶναι Spengel)
94
μένος, ἀλλ’ ὅμως δύο ποιήσας οὐδετέρῳ χρῆται ἐν ταῖς ἀρχαῖς | (ἀρχαὶ [*](242) δὲ κατ’ αὐτὸν οἱ ἀριθμοί)· οὔτε τὸ κατὰ διαίρεσιν ἄπειρον ἐν τοῖς ἀριθμοῖς οὔτε τὸ κατὰ πρόσθεσιν, ἀλλὰ τὸ μὲν οὐκ ἔχουσιν (ἵστανται γὰρ μονάδα), τὸ δὲ αὐτὸς οὕ φησιν· αὔξει γὰρ αὐτούς· μέχρι γὰρ δεκάδος φησὶν εἶναι τὸν ἀριθμόν, ἐντεῦθεν δὲ αὐτὸν ἀνακυκλεῖσθαι.

Εἱ δὲ καὶ καλῶς ἡμεῖς λέγομεν καὶ τὸ ἄπειρον κατὰ μόνην τὴν διαίρεσίν ἐστι τῶν σωμάτων, ὅταν μὴ παύσηται ἡ τομή, συμβαίνει τοὐναντίον ἄπειρον εἶναι ἢ ὥς τινες βούλονται λέγειν· οἱ μὲν γὰρ ἄπειρον λέγουσιν, οὗ μηδὲν ἔστιν ἔξω λαβεῖν, ἡμεῖς δὲ οὗ ἀεί τι ἔστιν ἔξω λαβεῖν. μαρτυρεῖ δὲ ἡμῖν καὶ ἡ συνήθεια· καὶ γὰρ δακτυλίους ἀπείρους λέγουσι τοὺς μὴ ἔχοντας τὴν σφενδόνην, ὅτι ἀεί τι ἔστιν ἄλλο ἔξω λαβεῖν. τοῦτο δὲ ἔοικε μὲν τῷ ἀπείρῳ, διαφέρει δέ· οὐ γὰρ μόνον ἀεί τι δεῖ λαμβάνειν ἕτερον ἐπὶ τῶν ὄντων ἄπειρον, ἀλλὰ καὶ μηδέποτε ταὐτόν, ὅπερ οὐχ ὑπάρχει τοῖς κύκλοις· διὰ τοῦτο γὰρ καὶ ὑπ’ ἀριθμὸν πίπτουσιν αἱ στροφαί. ὡς οὖν οἷόν τε καὶ ἀφορίσασθαι τὸ ἄπειρον, τοῦτ’ ἄν ἄπειρον εἴη, οὗ κατὰ ποσὸν λαμβάνουσιν ἀεί τι λαβεῖν ἔστιν ἔξω, ποσὰ δὲ ἀριθμῷ καὶ μεγέθει, ἐν ἀμφοῖν δὲ οὕτως τὸ ἄπειρον· ἀεὶ γὰρ ἔστιν ἔξω λαβεῖν ἀριθμὸν πλείονα ἢ τομήν. τὸ δὲ κατὰ ποσδν λαμβάνουσι προσθεῖναι ἦν ἀναγκαῖον, ὅτι κατὰ τὸ εἶδος ἐν τῇ διαιρέσει πεπέρασται τὰ συνεχῆ· τὸ γὰρ αὐτὸ εἶδός ἐστιν ἐν τῆ διαιρέσει, εἰ καὶ μὴ τὸ αὐτὸ ποσόν· | γραμμαὶ γὰρ ἢ ἐπιφάνεια ἢ [*](243) σώματα ἄμφω. τὸ μὲν οὖν ἄπειρον τοιοῦτόν ἐστιν.

Οὗ δὲ μηδὲν ἔστιν ἔξω λαβεῖν, τοῦτο τέλειον μᾶλλον ἄν εἴη καὶ ὅλον· οὕτω γὰρ καὶ ὁριζόμεθα τὸ ὅλον, οὗ μηδὲν ἄπεστι τῶν πρὸς τὴν οἰκείαν αὐτοῦ συμπλήρωσιν συντελούντων, οἷον ἄνθρωπον ὅλον ἢ κιβώτιον ὅλον ἦν,

95
οἷς ἄν οὐδὲν εἰς τὴν μορφὴν ἐλλείπῃ. ὥσπερ δὲ ἐπὶ τούτων τῶν κατὰ [*](243) μέρος, οὕτως ἕξει κἀπὶ τοῦ κυρίως ὅλου· ἔστι γὰρ κυρίως καὶ ἁπλῶς ὅλον οὗ μηδὲν ἄπεστιν, τοῦτο δὲ καὶ τέλειον ἀκριβῶς· ἔοικε γὰρ τὰ δύο ταῦτα ὀνόματα τό τε ὅλον καὶ τὸ τέλειον ἢ ταὐτὸν σημαίνειν ἢ σύνεγγυς εἶναι· ὅλον μὲν γὰρ λέγομεν πρὸς τὰ μόρια ἀναφέροντες, ὅταν μηδὲν ἐκείνων ἐλλείπῃ, τέλειον δὲ τὸ ἔχον πέρας καὶ τέλος, λέγεται δὲ ἀμφοῖν κατὰ πράγματος τοῦ αὐτοῦ. εἰ δὴ τέλειον τὸ πέρας ἔχον, καὶ ὅλον ἄν εἴη τὸ πέρας ἔχον. ἄμεινον οὖν Παρμενίδης Μελίσσου τὸ ὅλον πεπερασμένον ποιῶν ῾ μεσόθεν ἰσοπαλές᾿, ὁ δὲ τὰ ἀσύνθετα συντάττει καὶ οὐ λίνον λίνῳ κατὰ τὴν παροιμίαν τὸ ῾ πάωθ᾿ ὁμοῦ᾿ καὶ ἄπειρον λέγων. εἰ γὰρ πᾶν ἐστιν οὗ μηδὲν ἔξωθεν ἄλλο, ἄπειρον δέ, οὗ ἀεί τι ἔξωθεν ἄλλο, οὐκ ἄν εἴη ῾ πάνθ᾿ ὁμοῦ᾿ τι καὶ ἄπειρον. διὰ ταύτην δὲ τὴν πλάνην, καθ’ ἣν οἴονται ἐμφερῶς ἔχειν τὸ ὅλον καὶ τὸ πᾶι καὶ τὸ ἄπειρον, ἤδη καὶ σεμνύνουσι τὸ ἄπειρον, ἃ τῷ ὅλῳ προσήκει καὶ τῷ παντί, ταῦτα ἐπὶ τὸ ἄπειρον μεταφέροντες, τὸ πάντα περιέχειν καὶ τὸ πάντα ἔχειν ἐν ἑαυτῷ. ταῦτα δὲ κατὰ μὲν ὅλου κυρίως λέγεται, κατὰ | δὲ τοῦ ἀπείρου, ὅτι τὸ ἄπειρον [*](244) ὕλη ἐστὶν τοῦ ὅλου τε καὶ τελείου, ὅ ἐστι μετὰ εἴδους ἤδη καὶ συναμφότερον· ἡ γὰρ ὕλη κατὰ μὲν τὸν αὑτῆς λόγον ἄπειρος ἔσται καὶ ἀόριστος, δυνάμει δέ ἐστιν ὅλον τε καὶ πᾶν· δεκτικὴ γὰρ τοῦ εἴδους καὶ αὐτῆς τε καὶ τοῦ εἴδους τὸ σύνθετον. ὃ τοίνυν δυνάμει εἶχε, λέγω δὲ τὸ ὅλον, τοῦτο ἀπλῶς αὐτῆς κατηγοροῦσι καὶ οὕτως ἃ τῷ ὅλῳ προσήκει, ταῦτα τῶ ἀπείρῳ προσάπτουσι. ὅτι δ’ ἐν τῇ ὕλῃ τὸ ἄπειρον, δῆλον. καὶ γὰρ ἡ τῶν μεγεθῶν καθαίρεσις ἡ ἐπ’ ἄπειρον καὶ ἡ πρόσθεσις ἡ ἀντίστροφος κατὰ τὸ ὑποκείμενον οὐ κατὰ τὸ εἶδός ἐστιν, ὥσπερ ἔφην· μένει γὰρ τὸ εἶδος ταὐτό, καὶ ἄλλως τὸ πέρας αὐτῇ καὶ τὸ ὅλον οὐ καθ’ αὑτήν, ἀλλὰ ἐκ τοῦ εἴδους ὑπάρχει καὶ ἀεί τι περιέχεται ὑπ’ ἄλλου καὶ ἀεί τι αὐτῆς ἔστιν ἔξω λαβεῖν τό τε εἶδος καὶ τὴν μορφήν. διὰ ταῦτ’ οὖν ἄπειρος, εἰκότως δὲ καὶ ἄγνωστος κατὰ τὴν ἑαυτῆς φύσιν· τὸ γὰρ ἄπειρον ἄγνωστον. εἰς τί δὴ περιελήλυθεν ἡμῖν ὁ λόγος ἐκ τῶν εἰρημένων; ἔστι μὲν γὰρ ἄγαν [*](5 οἷς ἄν MWB: ἄν οἷς L ἐλλείπῃ Spengel: ἐλλείπει MBL: ἐλλείποι W 4 τὸ ὅλον FI Aristot. 207a13; τὸ om. E τὸ ante τέλειον om. L 5 μὲν om. L ὅταν—(6) ἐλλείπῃ] cf. Philop. 478,13 6 ἄμφω W et Laur. 85,14 (de M ambigo) 7 δὴ] ἤδη W 8 οὖν om. Β 9 μεσόθεν M (W?)BL, Ε Aristot. 207a17, Simpl. 502,6: μεσσόθεν Spengel (ut FI Aristot. et Philop. 475,3) ἀσύνθετα MWB: ἀσύναπτα L συντάττει M: συνάπτει WBL (ex Aristot. 207a17; cf. Simpl. 502,9 τὰ ἀντικείμενα συνάγει) λίνον λίνῳ M: λίνῳ λίνον Β 10 παροιμίαν] cf. Philop. 478,21 et Simpl. 502,10 τὸ πάνθ’ MWB: πάνθ’ L; τὸ πᾶν Spengel 11 μηδὲν MWB: μηθὲν L ἀεί τι MWB: ἀεὶ τὸ L πάνθ’ MW: πᾶν Spengel 12 τι] τε W et Spengel e coni. 13 σεμνύνουσι] cf. Simpl. 502,15 sq. 15 περιέχον FI Aristot. 207a19 καὶ—ἑαυτῶ om. E Aristot. ib. 16 ὅλου MBL: τοῦ ὅλου W 17 ante τελείου ins. τοῦ Laur. 85,14 (et fort. M) 18 ἡ γὰρ—(23) ἀντίστροφος] exscr. Philop. 479,12 sqq. 19 δεκτικὸν L αὐτῆς M: ἑαυτῆς WL: ἐξ αὐτῆς L 20 λόγῳ M 21 αὐτῆς κατηγοροῦσι MWB: κατηγοροῦσιν αὐτῆς L. cf. praeterea Philop. 475,28 et Simpl. 502,28 24 ἔφη Β 26 ὐπ’] ἀπ’ L 28 ἄγνωστον] sic F quoque Aristot. 207a25. 26; ἄγνωστον ᾖ ἄπειρον EI)
96
παρὰ τὴν δόξαν, ἀληθέστατον δέ, τὸ ἄπειρον μόριον εἶναι μᾶλλον τοῦ ὅλου [*](244) ἢ ὅλον. ἡ γὰρ ὕλη μόριον τοῦ συναμφοτέρου, καθάπερ ὁ χαλκὸς τοῦ Διαδουμένου. τοῦτο γὰρ ἴσως εὐλογώτερον ἡ τὸ μέγα καὶ τὸ μικρὸν ἄπειρά τε ποιοῦντας καὶ ὕλην αἰσθητῶν τε καὶ νοητῶν, προσαναγκάζεσθαι συγχωρεῖν περιέχεσθαι καὶ τὰ νοητὰ ὑπὸ τῆς ὕλης, εἴγε ἅπαντα ὑπὸ τοῦ ἀπείρου περιέχεσθαι βούλονται. οὕτως γὰρ ὑπὸ τοῦ ἀορίστου τε καὶ ἀγνώστου τὰ γνωστά τε καὶ ἐπιστητὰ περιέχοιτό τε καὶ ὁρίζοιτο. ἡμῖν δὲ τὸ ἄπειρον ὑπὸ τοὐ | ὅλου περιέχεσθαι τιθεμένοις, λέγω δὲ τὴν ὕλην, [*](245) κατὰ λόγον συμβαίνει ἔλαττον μὲν δύνασθαι παντὸς ὡρισμένου μεγέθους λαβεῖν, μεῖζον δὲ μή· ἡ γὰρ ὕλη ἔνδον ἐμπεριέχεται τῷ τεμνομένῳ μεγέθει.

7. Σμικρότερον μὲν οὖν αὐτὸ ποιεῖν βουλομένοις δίδωσι τὴν χορηγίαν ἐνυπάρχουσαν τῆς ἀπειρίας, μεῖζον δὲ οὐκέτι· δεῖ γὰρ τῆς ἔξωθεν προσθήκης, ἐνδέχεται δὲ μηδὲν ἕτερον ἔξωθεν εἶναι, καὶ εἰ περιέχει τὸ εἶδος, ἀνάγκη εἰς τοῦτο στῆναι τὴν αὔξησιν. εὐλόγως δὲ καὶ ἐν μὲν τοῖς ἀριθμοῖς ἐπὶ τὸ ἐλάχιστόν ἐστι πέρας, ἐπὶ δὲ τὸ πλεῖστον οὐκέτι· ἐν δὲ τοῖς μεγέθεσι τὸ ἀνάπαλιν διαιροῦσι μὲν οὐκ ἔστιν, προστιθοῦσι δ’ ἔστι. τί ποτ’ οὖν δὴ τοῦτο; ὁ μὲν ἀριθμὸς ἐκ μονάδων οἶμαι σύγκειται· οὐδὲ γὰρ ἄλλο ἐστὶν ἀριθμὸς ἢ πλείους μονάδες· τὸ γὰρ δύο καὶ τρία πλειόνων μονάδων ἐστὶν ὀνόματα, ἕκαστον δέ, ἐξ ὧν σύγκειται, εἰς ἐκεῖνα καὶ διῄρηται. διαιρεῖται οὖν καὶ ὁ ἀριθμὸς εἰς τὰς μονάδας,, αὗται δὲ καθὸ μονάδες ἀδιαίρετοι. πᾶι γὰρ ἓν καθὸ ἓν ἀδιαίρετον ὡς εἷς ἄνθρωπος καθὸ ἄνθρωπος ἀδιαίρετος· οὐ γὰρ εἰς ἀνθρώπους, εἰ δὲ εἰς μόρια, ἀλλ’ οὐ κατὰ τοῦτο εἷς ἦν. ἡ δὲ μονὰς παντελῶς ἕν· οὐδὲ γὰρ ὕλη αὐτῇ ὑπόκειται, ὥστ’ ἀνάγκη στῆναι τὴν διαίρεσιν εἰς ταύτην ἐλθοῦσαν, τὸ δὲ μέγεθος οὐκέτι σύγκειται ἐξ ἑνάδων, ἀλλ’ ἐκ μεγεθῶν. οὐ καταντᾷ οὖν εἰς ἀδιαίρετα ἡ διαίρεσις. διὰ ταύτην δὲ καὶ ἀριθμὸς ἐπ’ ἄπειρον αὔξεται, ὅτι καὶ ἡ διαίρεσις ἀριθμητὴ καὶ παντὸς ὡρισμένου πλήθους ὑπερβάλλει τὰ λαμβανό|μενα· οὐ γὰρ δὴ καθ’ αὑτὸν ὁ ἀριθμὸς τὸ ἄπειρον ἔχει, ἀλλὰ [*](246) [*](1 παρὰ] περὶ Β1 2. 3 τοῦ διαδιδομένου L 4 ποιοῦντες L προσανγκάζεσθαι L (et Laur. 85,14): προαναγκάζεσθαι MB: παραναγκάζεσθαι W 7 ’add. ἄν’ Spengel 10 ἔνδον κτλ.] cf. Philop. 481,2 12 Σμικρότερον—(13) ἀπειρίας] exscr. Simpl. 504,8 sqq. βουλομένου a 13 ἐνυπάρχουσαν MWB: ἐνυπαρχούσης L; ἐνυπάρχουσα κατὰ τὴν ἀπειρίαν ἡ ὕλη Simpl. 14 μηδὲν ἕτερον] μηδέτερον L 15 ἐν] ἓν Ε Aristot. 207 b 2 16 ἐπὶ μὲν τὸ ἐλάχιστον W (et E Aristot. ib.) τὸ πλεῖστον] τὸ πλεῖον EF Aristot. 207b3: τὰ πλείω I ἐπὶ δὲ τὸ μεῖζον οὐκ ἔστι Simpl. 504,26.27 17 προστιθοῦσι MWBI2a: προστιθεῖσι L1 Par. 1888 18 τοῦτο] τούτου τὸ αἴτιον W aute ὁ μὲν ins. ὅτι WL et Philop., qui 481,10sq. ὅτι— σύγκειται exscr. οἶμαι M in rasura angustioris spatii: om. Philop. οὐδὲ] οὐδὲν W 19 ἀριθμὸς om. Β 20 ἕκαστον—(24) εἴς ἦν] exscr. Philop. 481,11 sqq. 21 διαιρεῖται—(22) ἀδιαίρετοι] exscr. Simpl. 504,34 sqq. ὁ ἀριθμὸς M (nisi fallor) WB, Philop., Simp!.: ἀριθμὸς L 23 εἰς ἀνθρώπους BL: εἴς ἄνθρωπος MW. at fortasse sec. Philoponum εἰς ἀνθρώπους ὡς ἄνθρωπος scribendum est εἰ δὲ] εἰ διαιρετὸς οὐδέ W οὐδὲ postea corr. in εἶδέ) 27 διὰ ταύτην] ’fort, διὰ τοῦτο’ Spengel 29 οὐ γὰρ—(97,1) ὕλην] exscr. Philop. 481,29sq.)

97
καὶ οὗτος διὰ τὴν ὕλην, ὥστε πανταχοῦ τὸ ἄπειρον διὰ τὴν ὕλην. καλῶς οὖν [*](246) καὶ δυνάμει τὸ ἄπειρον, ἐνεργείᾳ δὲ οὔ· καὶ γὰρ ἡ ὕλη δυνάμει. καλῶς δὲ ἐν τῷ γίνεσθαι τὸ ἄπειρον, οὐκ ἐν τῷ εἶναι· καὶ γὰρ ἡ ὕλη ῥεὶ καὶ οὐχ ἵσταται. ὁ μὲν οὖν ἀριθμὸς διὰ τὴν ὕλην ἔχει τὸ ἄπειρον, διὰ δὲ τὸν ἀριθμὸν ἐν τοῖς μεγέθεσιν οὐκ ἔστι τὸ ἄπειρον ἐπὶ τὸ μεῖζον, ὅτι προχωροῦσιν ἐπὶ τὸ μεῖζον τὸ ὅλον ἀπαντᾷ καὶ πᾶν, ὥσπερ ἐν τοῖς ἀριθμοῖς ἡ ἑνάς. οὐ γάρ ἐστιν τὸ πᾶν αὔξεσθαι δυνάμενον· οὕτω γὰρ ἄν εἴη τι τοῦ οὐρανοῦ μεῖζον, ἀλλὰ τὸ ὅλον ὥρισται εἴπερ ὅλον. εἰ δέ τι ἦν δυνατὸν προστιθέναι παντὶ σώματι, οὐδὲν ἄν ἦν πᾶν οὐδὲ ὅλον, ἀλλ’ οἷον οἱ φυσικοὶ λέγουσι τὸ ἄπειρον, ἐνεργείᾳ αἰσθητόν τι σῶμα καὶ μέγεθος. ὅταν λέγωμεν τὸ ἄπειρον καὶ ἐν μεγέθει εἶναι καὶ ἐν κινήσει καὶ ἐν χρόνῳ, ἰστέον ὅτι οὐχ ὡς γένος οὐδὲ ὡς μίαν αὐτῶν φύσιν κατηγοροῦμεν, ἀλλ’ ὡς ἔχει τάξεως ταῦτα πρὸς ἄλληλα, οὕτω καὶ τὸ ἄπειρον τὸ ἐν αὐτοῖς. ὁ μὲν οὖν χρόνος ἄπειρος διὰ τὴν κίνησιν, ἐπειδὴ καὶ τὸ εἶναι ἀπ’ αὐτῆς ἔχει, ἡ κίνησις δὲ ἄπειρος διὰ τὸ μέγεθος· πᾶσα γὰρ κίνησις περὶ μέγεθος αὔξησις μείωσις ἀλλοίωσις ἡ κατὰ τόπον μεταβολή, τὸ μέγεθος δὲ πρώτως ἄπειρον ἤδη· διαιρεῖται γὰρ εἰς μεγέθη. νῦν μὲν οὖν χρώμεθα τούτοις, ὕστερον δὲ καὶ ἀποδείξομεν. οὐκ ἀφαιρεῖται δὲ ὁ λόγος οὐδὲ τοὺς μαθηματικοὺς τὴν θεωρίαν τὸ ἄπειρον ὑποδεικνὺς μὴ εἶναι ἐνεργείᾳ ἐπὶ τὴν αὔξησιν ἀδιεξίτητον· οὐδὲ γὰρ νῦν | δέονται τῆς οὕτως ἀπείρου γραμμῆς· ἀεὶ γὰρ κέχρηνται πεπερασμένῃ, [*](247) ἀλλ’ ὑπὲρ τοῦ ἔχειν ὅσην ἄν βούλωνται.

᾿ Απορεῖ δέ τις, πῶς τὸ πρῶτον ἀποδείξουσιν ἐν τοῖς στοιχείοις θεώρημα. δεδόσθω γὰρ αὐτοῖς ἡ τοῦ κόσμου διάμετρος, ἐφ’ ἧς δεῖ τὸ τρίγωνον συστήσασθαι· πῶς γὰρ ἕξουσι χώραν αἱ δύο πλευραὶ τοῦ τριγώνου; ἢ πρῶτον μὲν οὐ δίδως, ὁποῖον ᾔτησαν ἐξ ἀρχῆς; ᾔτησαν δὲ ἣν οἶόν τε καὶ ἐκβάλλειν, ἔπειτα τί διοίσει τῷ γεωμέτρῃ, εἰ μηδέν ἐστιν ἔξω τοῦ κόσμου; τῇ γὰρ ἐπινοίᾳ δύναται αὔξειν τὴν δοθεῖσαν γραμμήν, οὐκ ἀναγκαὶον δὲ αὐτῷ τίθεσθαι πᾶν τὸ νοούμενον ὡς ὂν ἐνεργείᾳ, καθ’ ἑαυτὸ κεχωρισμένον. ἴσω γὰρ οὐδὲ γραμμὴ τοιαύτη κεχώρισται ἐν τοῖς οὖσιν, ὁποίαν οὗτος νοεῖ, οὐδὲ σῶμα ἐπὶ τρία διεστὼς ἄνευ τινὸς ἀντιτυπίας, ἀλλ’ ὥσπερ οὐδὲν κωλύει πλάτει μήκει κεχρῆσθαι καὶ ἀδιαστάτῳ σημείῳ, [*](2 δὲ MWB: δὲ καὶ L 5 ὅτι—(6) ἑνάς] exscr. Simpl. 507, ISsqq. (qui iam inde a 506,26 hie vel illic singula Themistii verba vel sententias expilasse videtur) 8 εἰ— (10) σῶμα] exscr. Simpl. 507,21 sqq. προστεθῆναι aF Simplicii 8. 9 οὐδὲν ἂν] οὐδέ γ’ ἄν W 10 ὅταν δὲ λέγωμεν W (Spengel e coni.): ὅταν λέγομεν M 10. 11 ἐν μεγέθει καὶ κινήσει EI Aristot. 207 b 21: ἐν κινήσει καὶ μεγέθει F 12 ἀλλ’— (14) κίνησιν] cf. Pbilop. 482,9 sqq. 14 ἀπ’ αὐτῆς BL: ἀπ’ αὐτοῦ MW (nescio an recte, pro ἀπ’ αὐτοῦ τούτου) ἡ κίνησις κτλ.] cf. Simpl. 510,12 sq. 17 οὖν om. B ὕστερον κτλ.] cf. Philop. 482,17 ἀποδείξωμεν B1: πειρασόμεθα λέγειν FI Aristot. 207 b 25: ἐροῦμεν Ε 19 μὴ εἶναι] οὕτως εἶναι FI Aristot. 207 b 28: μὴ εἶναι οὕτως E αὔξησιν ἀδιεξίτητον] sic Ε quoque Aristot. 207 b 29: αὔξην ὡς (ὡς del. F2) ἀδιεξίτητον FI 20 κέχρηται Β; cf, praeterea Simpl. 511,3 22 ἀπορεῖ δέ τις (scil. Alexander; cf. Simpl. 611,30 sqq.) MWB: ἀπορήσειε δ’ ἄν τις L ἀποδείξουσιν Β οὐ in ras.) 24 πῶς MW: ποῦ BL 25 ὁποῖον MWB: ὁποίαν L 26 γεωμέτρει L 30 νοεῖ M νο in ras.))

98
ἃ καθ’ αὑτὰ μὲν οὐχ ὑφέστηκεν ἐνεργείᾳ, νοεῖσθαι δὲ οὐκ ἐξείργεται, οὕτω [*](247) κεχρήσθω καὶ τῇ αὐξήσει τῆς διαμέτρου τῇ κατ’ ἐπίνοιαν. εἰ δὲ μηδείς ἐστιν ἔξω τοῦ κόσμου τόπος, οὐδὲν ἄτοπον· οὐδὲ γὰρ τόπου δεῖται ὅλως ἡ τοιαύτη γραμμή· οὐ γὰρ φυσικόν ἐστι μῆκος ἅπαν τὸ ὃ δεῖται καὶ φύσει τόπου, ἀλλὰ μαθηματικόν, οὗ τόπος ἡ τοῦ θεωροῦντος διάνοια. τὸ γὰρ ἐξ ἀφαιρέσεως εἶναι τὰ μαθηματικὰ τοῦτό ἐστιν, ὅτι πάντα ἀφαιροῦντες ὅσα τοῖς φυσικοῖς σώμασιν ὑπάρχει, τόπον λέγω ποιότητα χρόνον τὸ ποιεῖν τὸ πάσχειν τὸ κινεῖσθαι τὰς ἄλλας κατηγορίας, αὐτὰ μόνα καθ’ | ἑαυτὰ τὰ [*](248) διαστήματα ἐξετάζομεν καὶ τὸ ποσὸν τὸ ὡς συνεχὲς ἐν αὐτοῖς. εἰ μὲν οὖν προσεχρώμεθα πρὸς τὴν καταγραφὴν τοὐ ἰσοπλεύρου τριγώνου τόπῳ τινὶ καὶ χώρᾳ γραμμῆς, ὁ τὸν τόπον αὐτοῦ ἀφαιρούμενος συναπαιροῖτο ἄν καὶ τὴν ἀπόδειξιν. νῦν δὲ οὐδαμοῦ λέγομεν, ἐπειδὴ κεῖται ἐνθάδε ἢ ἐνθάδε ἡ δοθεῖσα γραμμή, ἀνάγκη ταδὶ συμβαίνειν. ὥσπερ οὖν Δημόκριτος κατασκευάζειν ἐπιχειρῶν, ὅτι τὰ χρώματα οὐ συνυπάρχει φύσει τοῖς σώμασιν, ἀλλὰ νόμῳ καὶ τῇ θέσει τῇ πρὸς ἡμᾶς, οὐδὲν ἄν βλάπτοι γεωμετρίαν, ἐπεὶ μὴ χρῆται, οὕτως ὁ τὸν τόπον τὸν ἐπ’ ἄπειρον ἀναιρῶν, μᾶλλον δὲ εἴ τις καὶ ὅλως ἀναιρεῖ τόπον, οὐδὲν ἐμποδὼν γίνεται ταῖς γραμμικαῖς ἀποδείξεσιν· ἀφαιρεῖται γὰρ οὗ μὴ δέονται. ὅτι δὲ οὐκ ἔστιν ἐν τόπῳ τὰ μαθηματικά, φησὶν Ἀριστοτέλης ἐν τῷ ἐχομένῳ συγγράμματι· δηλοῖ γὰρ τὰ μαθηματικὰ οὐκ ὄντα γοῦν ἐν τόπῳ ὅμως κατὰ τὴν πρὸς ἡμᾶς σχέσιν. ἀλλὰ τίς ἄν βλάπτοι γεωμετρίαν τῶν περὶ φύσεως λόγων; ὁ τὰ ἀμερῆ καὶ ἐλάχιστα ἀρχὰς ὑποτιθέμενος καὶ στοιχεῖα· τὴν γὰρ εἰς ἄπειρον τομὴν ἀναιρεῖ. ᾗ συναναιρεῖται πολλὰ τῶν ἐν τοῖς μαθήμασιν νῦν προχείρως δεικνυμένων. ὅλως δὲ εἰ ταῦτα δυνατὸν καὶ ἐπὶ τῆς μείζονος γραμμῆς καὶ ἐπὶ τῆς ἐλάττονος ἀποδεῖξαι, καθάπερ καὶ ποιοῦσι καὶ λέγουσι, τί δέονται τῆς μεγίστης γραμμῆς; τέμνουσι γὰρ κατὰ τὸν αὐτὸν λόγον τήν τε μεγίστην καὶ τὴν ἐλαχίστην, ἣν οἴονται καὶ ἐκβάλλειν· οὕτω γὰρ καὶ ἄπειρον ὑποτίθενται οὐ τὴν ὡς ἀδιεξίτητον, ἀλλὰ τὴν οἷόν τε καὶ αὐξη|θῆναι. τὸ μὲν οὖν ἄπειρον οὕτως ἐστίν, ἀνάγεται δὲ ἐκ τῶν διῃρημένων [*](249) αἰτίων εἰς τὴν ὕλην ὡς προειρήκαμεν· αὕτη γὰρ τὸ ἄπειρον, εἰ μόνον λαμβάνοιτο καθ’ αὑτήν. ἐν στερήσει γάρ· καὶ ἡ ἀπειρία δὲ στέρη- [*](2 τῆ κατ’ MWB: τῆς κατ’ L 4 ἅπαν τὸ ὃ MWB: τὸ om. L 5 οὗ τόπος—(24) δεικνυμένων] paucis mutatis verbisque nonnullis (9 ἐν αὐτοῖς—11 γραμμῆς et 20 δηλοῖ— 21 λόγων) omissis exscr. Simpl. 512,21 sqq. 8 ἑαυτὰ MWB: αὑτὰ L τὰ om. M 11 συνφηρεῖτο W 15 τῇ om. Simpl. (in cuius cod. F διαθέσει legitur) post ἡμᾶς add. ἔχει τὸ εἶναι Simpl. 16 γεωμετρία codd. Simplicii post χρῆται ins. πρὸς τὰς ἀποδείξεις τοῖς χρώμασιν Simpl. τὸν—ἄπειρον] τὸν ἄπειρον τόπον Simpl. 17 ὅλως Spengel (cf. Simpl., qui pro verbis μᾶλλον—ἀναιρεῖ haec tantum habet καὶ ὅλως). ἄλλος libri ἀναιρεῖ MWB: ἀναιρῶν L 18 γραμματικαῖς Β γὰρ] γάρ τι Simpl. οὑ μὴ] μηδὲν W post δέονται add. οἱ ἀποδεικνύντες Simpl. δὲ] δὴ W: γὰρ Simpl. 19 φησὶν Ἀριστοτέλης] δειχθήσεται Simpl. 20 μαθηματικὰ L: μαθήματα MWB γοῦν scripsi: γὰρ MWB: om. L 24 ταὐτὰ MWB: τὰ αὐτὰ L 25 καὶ ante ποιοῦσι om. L 28 τὴν οἷόν τε] ἣν οἶόν τε Spengel; fort. τὴν, ἣν οἷόν τε vel τὴν οἵαν)
99
σις. οὐ μέντοι γε, εἰ τὸ ἄπειρον στέρησίς τε καὶ περὶ τὴν ὕλην, ἡ ὕλη [*](249) μόνη καθ’ αὑτὴν ὑπόκειται τῇ εἰς ἄπειρα διαιρέσει, ἀλλὰ τοῦτο ἤδη τὸ συνεχὲς σῶμα καὶ αἰσθητόν· δεῖ γὰρ ἐνεργείᾳ τὸ διαιρεθησόμενον εἶναι. πῶς οὖν λέγεται περὶ τὴν ὕλην τὸ ἄπειρον ἐν τῇ διαιρέσει; ὅτι τοῦ συνθέτου σώματος εἰς ἄπειρα τεμνομένου, ἐπειδὴ μὴ κατὰ τὸ εἶδος ἡ τομὴ γίνεται (μένει γὰρ ἐκεῖνο ταὐτόν), ἀνάγκη κατὰ τὴν ὕλην γίνεσθαι τὴν φαίνονται δὲ καὶ οἱ ἄλλοι πάντες ὡς ὕλῃ χρησάμενοι τῷ ἀπείρῳ. πῶς δὲ οὕτως χρώμενοι περιέχειν αὐτό, οὐ περιέχεσθαι λέγουσι, τοῦτο οὐκ ἀκολουθεῖ.

8. Λοιπὸν δὲ ἐπελθεῖν καὶ τοὺς λόγους, καθ’ οὗς τὸ ἄπειρον εἶναι δοκεῖ οὐ μόνον δυνάμει, ἀλλ’ ὡς ἀφωρισμένον καὶ ἐνεργείᾳ. οἱ μὲν γὰρ αὐτῶν εἰσιν οὐκ ἀναγκαῖοι, οἱ δὲ ἔχουσιν ἀληθεῖς ἀπαντήσεις. ὁ μὲν γάρ, ἵνα μὴ ἐκλίπῃ ἡ γένεσις, ἀξιῶν τὸ ἄπειρον εἶναι οὐκ ἀναγκαίαν τὴν ἀκολουθίαν λαμβάνει· ἐνδέχεται γὰρ τὴν ἄλλου φθορὰν ἄλλου γένεσιν εἶναι τοῦ παντὸς ὄντος πεπερασμένου· ὁ δὲ τὸ πεπερασμένον πρός τι περαίνειν οἰόμενος πιθανῶς μέν, ὅρα δὲ ὅπως ἐλέγχεται σοφιζόμενος· οὐ γάρ φημι τὸ πεπερασμένον ἐξ ἀνάγκης πρός τι περαίνειν· τὸ γὰρ πρός τι περαίνειν ταὐτὸν τῷ ἅπτεσθαί τινος ἁπτομένου, | ἄλλο δὲ τὸ πεπεράνθαι καὶ ἄλλο [*](250) τὸ ἅπτεσθαι· τὸ μὲν γὰρ ἅπτεσθαι πρὸς ἕτερον ἔξωθεν λέγεται, τὸ δὲ πεπεράνθαι πρὸς ἑαυτό· ἁφὴ μὲν ἐν τῷ ἄλλου θιγγάνειν, πέρας δὲ ἐν τῷ αὐτό τι ἔσχατον ἔχειν. δύναται μὲν οὖν πεπερασμένα τινὰ καὶ πρός τι περαίνειν καὶ ἅπτεσθαί τινος, ἀλλ’ οὐ ταὐτὸν αὐτοῖς τὸ ἅπτεσθαι τῶ πεπερᾶσθαι· συμβέβηκε γάρ τισιν τῶν πεπερασμένων, ἃ οὐχ ὅλα μόνον ἐστίν, ἀλλὰ καὶ μόρια τοῦ παντός, οὐ καθὸ πέρας ἔχει, ἀλλὰ καθὸ μέρη τοῦ ἀληθινοῦ ὅλου ἐστίν. εἰ δέ τι μόνον ὅλον ἐστὶ καὶ ἀκριβῶς ἅπαν τοῦτο, διὰ τί πρός τι ἕτερον περαίνει; ἔπειτα καὶ πεπεράνθαι μὲν πρὸς ἅπαντά ἐστιν, ἅπτεσθαι δὲ οὐ πρὸς ἅπαντα, οἷον ἡ πηχυαία γραμμὴ πεπέραται μὲν πρὸς ἅπαντα τὰ ἄλλα θεωρουμένη· ἤδη γάρ ἐστιν ἡ τὰ σημεῖα πέρατα ἔχουσα, ἅπτεται δὲ οὐκέτι πρὸς ἅπαντα, ἀλλὰ δεῖ γραμμῆς αὐτῆς ἅπτεσθαι μόνης. ἕκαστον γὰρ πεπέρασται μὲν πρὸς τὸ τυχόν, ἅπτεται δὲ οὐ τοῦ τυχόντος· [*](1 οὐ μέντοιγε ἡ ὕλη—(6. 7) διαίρεσιν] exscr. Simpl. 514,10 sqq. 3 δεῖ (6. 7) διαίρεσιν] exscr. Philop. 493,7 post ἐνεργείᾳ add. διεστὼς Sirapl. 4 παρὰ L 5 κατὰ τὸ εἶδος] κατ’ εἶδος B 11 καὶ ἐνεργείᾳ] ἐπελθεῖν E Aristot. 208a6, om. FI 12 ἀληθεῖς] ἑτέρας ἀληθεῖς Ε Aristot. 208a7: ἀληθεῖς ἑτέρας FI 14 ἄλλου γένεσιν εἶναι] θατέρου εἶναι γένεσιν Ε Aristot. 208a10: γένεσιν θατέρου εἶναι FI 15 τοῦ om. F Aristot. ib. 16 πιθανῶς MB: πιθανὸς WL 17 ἐξ ἀνάγκης om. Bi et Laur. 85,14 18 τῷ] τὸ Β et Laur. 85,14 20 πεπεράνθαι—(100,4) τῆς σιγῆς] multa hinc desumpsit Simpl. 516,12sqq. ἁφὴ—(24) ὅλου ἐστίν] exscr. Philop. 484,31sq. et 485,2sqq. μὲν MW (ut vid.) Β: μὲν γὰρ L 21 αὐτό τι Philop.: αὐτῶ M: αὐτὸ WBR πεπερασμένα τινὰ MW et Simpl.: τινὰ πεπερασμένα BL 23 (item 100,2 et 7) πεπερᾶσθαι MB: πεπεράσθαι W: πεπεράνθαι L 26 post περαίνει propter homoeoteleuton verba quae apud Simpl. —21 leguatur excidisse suspicatus est Spengel 27 (et 100,1) πεπέραται MB: πεπέρανται WL 30 πεπέρασται MWB: πεπέρανται L τὸ συντυχόν W οὐ om. Β)

100
μὴ ἁπτέσθω δὴ γραμμῆς. οὐκοῦν εἰ πεπέρασται μέν, οὐχ ἅπτεται δέ, οὐ [*](250) ταὐτὸν ἄρα τὸ πεπερᾶσθαι τῷ πρός τι περαίνειν· † οὐδὲ ἀριθμὸς οἷον ἡ δεκὰς πεπέρασται μέν, τίνος δὲ ἅπτεται; ἡ φωνὴ ἡ τοσήδε πεπέρασται μὲν ὑπὸ τῆς σιγῆς, οὐχ ἅπτεται δὲ τῆς σιγῇς. τοῖς δὲ τὸ κενὸν περὶ τὸν οὐρανὸν ὑποτιθεμένοις πεπέραται μὲν ὁ οὐρανός, οὐ θιγγάνει δὲ τοῦ κενοῦ· | σῶμα [*](251) γὰρ σώματος ἅπτεται. καὶ ταῖς ᾿ Επικούρου δὲ ἀτόμοις ἐν τῷ κενῷ φερομέναις πεπερᾶσθαι μὲν ὑπάρχει, πρός τι δὲ περαίνειν οὐκέτι ἐπ’ αὐτῶν τοῦτο ἢ τὸ ἅπτεσθαι. καίτοι τὸν λόγον τοῦτον ἠγάπησεν οὕτως ᾿ Επίκουρος, ὥστε παλαιότερον ὄντα εἰσποιήσασθαι καὶ ὑποβάλλεσθαι μικραῖς τισι καὶ φαύλαις προσθήκαις, καθάπερ οἱ τὰ φώρια μετασχηματίζοντες ὑπὲρ τοῦ λανθάνειν. εἶεν. ἀλλ’ ἐπειδὴ καὶ τὸ πρός τι περαίνειν ἐπ’ ἐκείνων ἐστίν, ὧν ἀεί τι λαβεῖν ἔστιν ἔξω, οὗ δ’ ἦν λαβεῖν ἔξω, τοῦτο ἄπειρον ἡμῖν διωμολόγηται, εἰ τοῖς πεπερασμένοις ὑπάρχει τὸ πρός τι περαίνειν, ὑπάρχοι ἄν τοῖς πεπερασμένοις ἀπείροις εἶναι. ἢ τοίνυν δεικτέον αὐτοῖς, ὅτι τὸ πρός τι περαίνειν οὐ ταὐτόν ἐστιν τῷ ἀεί τι ἔξωθεν ἔχειν, ἢ οὐ καλῶς ἄπειρον εἴρηται ἤ, μέχρι περ ἄν ταῦτα μένῃ, οὐ κατηγορητέον αὐτοῖς τοῦ πεπερασμένου τὸ πρός τι περαίνειν, εἰ μὴ καὶ τὸ ἄπειρον ἐξ ἀρχῆς τοῦ πεπερασμένου κατηγορήσουσιν. παράβαλλε δὲ καὶ τὸν ἡμέτερον λόγον, εἰ ἄρα ἔχει τὴν αὐτὴν ἰσχὺν ἐν τοῖς λήμμασιν. ἄπειρον μὲν λέγομεν, οὗ ἀεί τι ἔστιν ἔξω λαβεῖν, πᾶν δὲ καὶ ὅλον, οὗ μηδὲν ἔστιν ἔξω λαβεῖν, καὶ οὕτως ἡμῖν συμβαίνει τὸ πᾶν μὴ ἄπειρον εἶναι. τὴν μὲν οὖν ἑτέραν πρότασιν καὶ αὐτοὶ συγχωροῦσιν, ὅτι τοῦ παντὸς οὐδέν ἐστιν ἔξω· καὶ γὰρ ἐναργέστατον καὶ ἀναγκαῖον, τὴν δὲ ἑτέραν ἡμεῖς ἐπεδείξαμεν ἀληθῆ. πρὸς μὲν οὖν τοῦτον τὸν λόγον ἱκανὰ τὰ εἰρημένα, τὸν δὲ ἐκ τῆς διανοήσεως θεάσασθαι, εἰ ἄρα ἔχει τινὰ διανόησιν. ῾ ἀεί τι᾿, φησὶν, ‘ἐκτὸς νοοῦμεν | τοῦ λαμβανομένου μεγέθους καὶ ἡ νόησις οὐκ ἐπιλείπει προσεπιλαμβάνουσά [*](252) τι καὶ προστιθεῖσα τῷ νοηθέντι. οὐδὲ γὰρ εἰ καὶ πάνυ βούλοιτό τις, ἀπαλλάξειεν ἄν τὴν διάνοιαν τοῦ προσωτέρω προιέναι καὶ προσεπισωρεύειν ἄλλο ἀεί᾿. ἀλλὰ τίς ἀνάγκη, πρὸς Δί’. εἰ νοοῦμεν ὑπεροχήν τινα ἐπ’ ἄπειρον φανταζόμενοι τοῦ μεγέθους, εἶναί τινα τοιαύτην καὶ ἐν τοῖς πράγμασιν; οὐ γὰρ τὰ πράγματα ἀληθῆ, ὡς ἔχει τὰ διανοήματα. νοῶ [*](1 δὴ] δὲ B1L 2 ἄρα MWB: ἔστι L et Vat. 1025 πρός τι περαίνειν] πρός τι τῷ ἅπτεσθαι W οὐδὲ MB: ὁ δὴ W: ὁ δὲ Laur. 85,14: καὶ ὁ L: καὶ γὰρ ὁ Simpl.: fort. εἶθ’ ὁ 3 πεπέρασται M (nisi fallor) WL: πεπερᾶσθαι Β ante ἡ φωνὴ add. καὶ L πεπέρασται MW: πεπέραται Β: πεπέρανται L 5 πεπέραται M (ut vid.) Β: πεπέρασται: πεπέρανται L 6 Ἐπικούρου] Usener Epicur. fragm. 298 (p. 212,17) 8 τὸ ἅπτεσθαι] τινὸς ἅπτεσθαι Usener 13 ὑπάρχοι WL: ὑπάρχει MB 15 ταὐτό ἐστι Β 18 πεπερασμένου L et W marg.: ἀπείρου MW (text.) B; num τοῦ μὴ ἀπείρου? δὲ ML1a: δὴ WBL2 19 μὲν MWB: μὲν γὰρ L 23 δὲ ἑτέραν M: ἑτέραν δὲ WBL ἐπεδείξαμεν MB: ἀπεδείξαμεν WL 25 θεάσασθαι M: θεάσασθε W: ἐθεασάμεθα Β: θεασώμεθα L 26 τοῦ] μετὰ τοῦ L (cf. Philop. 485,17) νόησις] κίνησις Β 29 ἄλλο ἀεί. ἀλλὰ scripsi (cf. Philop. 1. c.): ἄλληλα MB: ἄλληλα, ἀλλὰ W: ἄλλοις ἄλλα. καὶ L τίς ἡ ἀνάγκη W 30 φανταζόμενοι τοῦ μεγέθους MWB: τοῦ μεγέθους φανταζόμενοι L 31 ἀληθῇ] ’fort. ἀληθείᾳ ἔστιν᾿ Spengel)
101
γοῦν σε ἔξω τοῦ ἄστεος· νοῶ σε πολλαπλασίονα τοῦ ὄρους. ἆρ’ οὖν ἔξω [*](252) τοῦ ἄστεος εἶ; καὶ εἶ ἄρα καθ’ Ὅμηρον ἴσος ὄρεος κορυφῇ; χάριεν μέντ’ ἄν ἦν ἐφ’ ἡμῖν εἶναι τὸ ποιεῖν ἀληθές, ὅ τι περ ἄν βουλοίμεθα· ἐξήρκει γὰρ ὑπολαμβάνειν μόνον, ὅτι κρείττους ἐσμὲν τοῦ Δῖός. ἀλλ’ οὐ πάντα οἷα νοεῖται, καὶ ἔστιν, ἀλλ’ οἷα ἔστιν, ὀλίγα νοεῖται· ὁ χρόνος δὲ καὶ ἡ κίνησις οὐκ ἀναγκασθήσονται ἀρχὴν ἔχειν ἢ τελευτήν· ἔστι γὰρ ἐν τούτοις τὸ ἄπειρον, οὐ μὴν ἀθρόον καὶ πᾶν ἅμα, οὐδὲ ἐνεργεία (οὐδὲ γὰρ τι ὅλως), ἀλλὰ τῷ γίνεσθαι καὶ ἀπὸ μέρους. οὕτω δὲ καὶ ἡ τῶν συνεχῶν τομὴ τὸ ἄπειρον ἔχει. εἰ δὲ σφόδρα ἡ νόησις φιλονεικοίη, συγχωρήσομεν αὐτῇ τὸ ἄπειρον ἐπινοίᾳ μὲν εἶναι, ἐνεργείᾳ δὲ καὶ ὑποστάσει μηδαμῶς. οὐδὲ γὰρ αὐτὴ δύναται ἀθρόον νοῆσαι· προσθείη γὰρ ἄν αὐτῷ πέρας, ἀλλὰ πρόεισιν ἀεὶ πεπερασμένον τι προσθεῖσα, μέχρις οὗπερ ἄν ἀποκνήσασα ἀπαυδήσῃ.

[*](1 γοῦν MWB: οὖν L ἄστεος MWB: ἄστεως L; cf. praeterea Diels Ζur Textgesch. p. 39 2 ἄστεως a εἶ ἄρα] εἰ L Ὅμηρον] Odyss. Χ,113 3 βουλώμεθα Vatic. 1025 (Spengel e coni.); cf. Philop. 485,23 7 ἀθρόον] cf. Philop. 486,9 ἅμα in ras. Β 8 τῷ WL: τὸ MB 9 νόησις] κίνησις a (errore typogr.) 10 συνχορήσομεν B; cf. praeterea Philop. 486,13 sqq. 11 αὐτὴ] αὐτὸ Β ἀθρόον] ἀθρόον αὐτὸ L ἄν om. MW 12 μέχρις M (nisi fallor) WB: μέχρι L)
102

1. ῾ Ομοίως δ’ ἀνάγκη καὶ περὶ τόπου τὸν φυσικὸν ἐπισκέψασθαι κατὰ τὴν αὐτὴν ἀκολουθίαν· πρῶτον μὲν εἰ ἔστιν, ἔπειτα πῶς ἐστι, πότερον οὐσία καὶ καθ’ αὑτὸ ἢ ἐν ἄλλῳ τὸ εἶναι ἔχει καὶ ὅλως τί ἐστιν ὁ τόπος. ὅτι γὰρ ὁ περὶ τόπου λόγος προσήκει τῇδε τῇ θεωρίᾳ, δηλοῖ καὶ ἡ παλαιὰ δόξα. τὰ γὰρ ὄντα πάντα ὑπολαμβάνουσί που εἶναι· νοεῖ δὲ τὴν ὑπόληψιν ταύτην λόγος οὐχ ὑγιής. ἐπεὶ γὰρ τὸ μὴ ὂν οὐδαμοῦ (τραγέλαφος οὐδαμοῦ καὶ σφὶγξ οὐδαμοῦ), καὶ οἴονται ἀκολουθεῖν τὰ ὄντα που εἶναι διὰ τὴν ἄγνοιαν τῆς ἀντιστροφῆς. ἀλλ’ εἰ καὶ τῇ καθόλου θέσει ἁμαρτάνουσιν, ἐκεῖνό γε ἴσως ἀληθές, ὅτι τὰ φυσικὰ σώματα ἐν τόπῳ γῆ πῦρ ὕδωρ ἀὴρ καὶ τὰ ἐκ τούτων, ὥστε τῷ φυσικῷ ῥητέον καὶ περὶ ταύτης τῆς φύσεως· καὶ ὅλως εἰ κινήσεως ἐστι θεωρητικός, κινήσεως δὲ ἡ πρώτη καὶ κοινοτάτη πᾶσι τοῖς σώμασι τοῖς φυσικοῖς ἡ κατὰ τόπον, οὐδὲ κατὰ τοῦτο ἂν ἀμελήσειε τοῦ σκέμματος. ἔστι μὲν οὖν χαλεπὸς ὁ | λόγος· εἰ γάρ τις [*](254) θεωρήσειε τὰ καθ’ αὑτὸ προσόντα τῷ τόπῳ, οὐκ ἄν ἐξ ἀπάντων ἔχοι τὸν αὐτὸν ὁρισμὸν ἀποδοῦναι ὡς ἔσται δῆλον μικρὸν ὕστερον, ἀλλ’ οὐδὲ ἔχομεν κοινωνόν τινα εἰς τὴν ζήτησιν τῶν προλαβόντων· οὐ γὰρ ὅπως ηὐπόρησέ τις εἰς τὸ ἀληθὲς περὶ τοῦ τόπου, ἀλλ’ οὐδὲ ἠπόρησεν ἱκανῶς. ὅμως δὲ ὅπως ἂν ᾖ δυνατόν, οὐκ ἀποκνητέον.

εἶναι μὲν οὗν ὅλως τὸν τόπον ἐκ τῶνδε ἄν τις ὑπολάβοι ἄν. ἀντι- μεθίσταται ἀλλήλοις τὰ σώματα, καὶ ὅπου πρότερον ὕδωρ, ἐκρυέντος τοῦ [*](1 Θεμιστίου] τοῦ αὐτοῦ M; de ceteris libris cf. Praef. 2 περὶ τοῦ αὐτοῦ W (ut Aristot. GI 208a27) 6 πάντα MWB: πάντες Aristot. 208a29: om. L 7 τὸ om. Aristot. 208a30 (praeter E) 8 καὶ ante οἴονται om. W 9 ἀντιστροφῆς cf. Philop. 496,15 et Simpl. 521,23 10 γε ἴσως] τε ἴσθι W 11 ἀὴρ] ἀεὶ M 12 πρώτη] cf. Diels Zur Textgesch. p. 36 καὶ] τε καὶ Laur. 85,18: δὲ καὶ Philop. 497,6 14 ἀμελήσειε] ἐθελήσειε B 15 αὐτὰ Vat. 1025, Spengel e coni. ἔχει Β1 17 κοινωνόν] cf. Simpl. 523,16 19 ἡ MWB: ἦν L οὐκ superscr. in Β 20 ὅτι— —ἔστιν (ἔστι τι E) ὁ τόπος Aristot. 208 b 1 ὑπολάβοι ἄν scripsi: ὑπολάβοιεν libri: ὑπολάβοι Spengel 21 ὕδωρ M: ὕδωρ ἦν WBL (ἦν ὕδωρ Simpl 524,5))

103
ὕδατος ἀὴρ ἔνεστι νῦν, καθάπερ ἐν τοῖς ἀγγείοις· καὶ μένει μὲν ὁ αὐτὸς [*](251) τόπος, δέχεται δὲ ἕτερα καὶ ἕτερα τῶν σωμάτων. ἐκ δὴ τούτου δύο ἄν τις ἅμα πιστεύσειε τό τε εἶναι τὸν τόπον καὶ ἕτερον ἐκείνων εἶναι, ἃ δέχεται· ἔτι φέρεται ἕκαστον τῶν σωμάτων εἰς τὸν αὑτοῦ τόπον μὴ κωλυόμενον, πῦρ μὲν ἄνω, κάτω δὲ γῆ. τοῦτο τοίνυν ἐπιδείκνυσιν οὐ μόνον, ὅτι ἔστι τι ὁ τόπος, ἀλλ’ ὅτι καὶ ἔχει τινὰς διαφορὰς οἰκείας καὶ οἷον δυνάμεις, τὸ ἄνω καὶ κάτω καὶ τὰς λοιπὰς διαστάσεις, ἐφ’ ἃς κινεῖται τὰ σώματα. μὴ γὰρ δή τις ὑπολάβῃ τῇ πρὸς ἡμᾶς σχέσει μόνον τὸ ἄνω καὶ κάτω καὶ ἔμπροσθεν καὶ ὄπισθεν εἶναι καὶ δεξιὸν καὶ ἀριστερόν, ἀλλ’ ἴστω πολλῷ πρότερον, ὅτι καὶ τῇ φύσει ταῦτα διώρισται, ἡ διαφορὰ δὲ οὐκ ἄδηλος. πρὸς ἡμᾶς μὲν γὰρ ταὐτὸν πολλάκις τὸ ἄνω καὶ κάτω, οἷον ὁ κέραμος τῷ οἰκίας νῦν μὲν ἄνω, ἀνελθοῦσι δὲ ἐπὶ τὸ στέγος γίνεται κάτω καὶ ὁ στῦλος νῦν μὲν δεξιός, μεταστάντι δὲ εὐώνυμος· τὸ δὲ τῇ φύσει κάτω καὶ ἄνω ταῖς τῶν φυσικῶν σωμάτων κι|νήσεσι διακέκριται, [*](255) ἄνω μὲν ἐφ’ ὃ κινεῖται τὸ πῦρ καὶ τὸ κοῦφον, κάτω δὲ ἐφ’ ὃ τὰ βαρέα καὶ γεηρά, καὶ ταῦτα οὐ μόνον τῇ θέσει πρὸς ἄλληλα πάμπολυ διέστησεν ἡ φύσις, ἀλλὰ καὶ τῇ δυνάμει· δεκτικὰ γάρ ἐστι τῶν μήκιστον διαφερόντων. μάλιστα δὲ δῆλον γίνεται, ὅτι μὴ ταὐτὸν τό τε πρὸς ἡμᾶς ἄνω καὶ κάτω καὶ τὰ φύσει διωρισμένα ὡς ἐπὶ τῶν μαθηματικῶν θεωρημάτων· ταῦτα γὰρ καθ’ αὑτὰ μὲν οὔτε ἔχει τόπον οὕτε κινεῖταί που (οὐδὲ γάρ ἐστιν ὅλως καθ’ ἑαυτά), τῇ δὲ πρὸς ἡμᾶς σχέσει δεξιὰ καὶ ἀριστερὰ δύναται καὶ νοεῖσθαι καὶ γράφεσθαι, ἀλλ’ οὐχ ὥστε ἔχειν φύσει τούτων ἕκαστον, ἀλλὰ τῇ παρ’ ἡμῶν ἐπινοίᾳ· ὡς γὰρ νοοῦμεν αὐτά, οὕτως καὶ τόπον αὐτοῖς συμφανταζόμεθα μὴ ὑπάρχοντος αὐτοῖς κατὰ φύσιν τόπου. καὶ οἱ τὸ κενὸν δὲ εἰσάγοντες ὡς τόπον αὐτὸ εἰσάγοιεν ἄν· τὸ γὰρ κενὸν νοοῦμεν, εἴγε ἐστὶν οὐδὲν ἄλλο ἢ τόπος σώματος ἐστερημένος· ἱκανὰ μὲν οὖν καὶ ταῦτα δεῖξαι, ὅτι ἔστιν τι ὁ τόπος, οὐκ ἀτιμαστέον δὲ οὐδὲ τὸ ποιητικὸν φῦλον οὐδὲ ῾ Ησίοδον, ὃς καὶ πρῶτον ἁπάντων τὸν τόπον ποιεῖ· τὸ γὰρ χάος τοῦτο βούλεται αὐτῷ σημαίνειν ὡς δέον πρῶτον χώραν τινὰ ὑπάρξαι τοῖς οὖσι· καὶ γὰρ οὗτος ἦν ὡς ἔοικε τῶν οἰομένων πάντα τὰ [*](1 ἔνεστι] ἐκεῖ ἔνεστιν Ε Aristot. 208b 3; cf. Diels Zur Textgesch. p. 14 μένει] cf. Simpl. 524,22 1. 2 τὸν αὐτὸν τόπον F Aristot. 208b4: τοῦτον post τόπον add. EG: ante τόπον I 2 δὴ M: δὲ WBL τούτου MWB: τούτων L 2. 3 ἄν τις ἅμα MW: ἅμα ἄν τις BL 4 αὑτοῦ Aristot. 208b11: αὐτοῦ MW: ἑαυτοῦ BL 5 γῆ δὲ κάτω Β 7 τὸ ἄνω καὶ κάτω] sic E quoque Aristot. 208 b 13 (τό τε καὶ τὸ κάτω cett.) λοιπὰς] διὰ λοιπὰς M 8 υπολάβῃ Spengel: ὑπολάβοι libri σχέσει] cf. Philop. 499,31 10 ἴστω] ἔστω M 12 κέραμος et (13) στῦλος] cf. Simpl. 525,18 et 26 13 ’malim μεταστᾶσι aut supra ἀνελθόντι᾿ Spengel 14 διακέκριται] cf. Pbilop. 500,4 15 καὶ τὸ κοῦφον] om. Β: τοῦτο κοῦφον W ἐφ’ ὃ MWB et Spengel e coni.: ἐφ’ ᾦ L 17 δεκτικὰ κτλ.] cf. Simpl. 525,29 19 τὰ φύσει MW: τὰ τῇ φύσει BL 22 φύσει] sic FGl quoque Aristot. 208b25 φύσιν Ε); cf. Alexander apud Simpl. 526,16 sqq. (Diels Zur Τextgesch. p. 22) 23 ἐπινοίᾳ] cf. Philop. 500,19 24 συμφανταζόμεθα W (συμ superscr.) 25 L 26 τόπον σώματος ἐστερημένον W 28 Ἡσίοδον] Theog. 116)
104
ὄντα εἶναί που. εἰ δὲ ῾ Ησίοδος ὀρθῶς λέγει, θαυμαστή τις ἡ τοῦ τόπου [*](255) φύσις ἀναφαίνεται. πρώτη γάρ ἐστ.ιν ἀπάντων τῶν ὄντων, εἴγε ἅπασι προυποβέβληται· καὶ τῶν μὲν ἄλλων οὐδέν ἐστιν ἄνευ τόπου, τὸ χάος δὲ καὶ ἄνευ τῶν ἄλλων· προυπῆρξε γὰρ τῶν ἄλλων τῷ χρόνῳ. ἀλλὰ καὶ τῇ φύσει πρῶτος ὁ τόπος· συναναιρεῖ μὲν γάρ, οὐ συναναιρεῖται δέ· οὐ γὰρ ἀπόλλυται τῶν ἐν αὐτῷ φθειρομένων· οὐ γὰρ εἰ τὸ πῦρ φθαρείη, συναπόλλυται [*](256) καὶ ὁ τόπος, φθειρομένου δὲ τοῦ τόπου συμφθείρεται καὶ τὰ ὄντα, εἰ τὸ μηδαμοῦ εἶναι ταὐτὸν τὸ μὴ εἶναι.

᾿ Αλλ᾿ ὅρα, μὴ περαιτέρω τοῦ δέοντος τὸν τόπον ἀποσεμνύνωμεν· σκέψαι γὰρ καὶ τοὺς ἐναντίους λόγους, οἳ πρὸς τῷ μηδὲν αὐτῷ προστιθέναι καὶ καθάπαξ αὐτὸν ἀναιροῦσιν. ῾ εἰ γὰρ ἐπιχειρήσεις᾿, φασί, ‘τί ἐστιν ὁ τόπος ἀποδιδόναι, εἰς τὸ μὴ εἶναι αὐτὸν ὁμολογεῖν περιαχθήσῃ· πρῶτον γὰρ εἴς τι γένος ἀνάξεις τὸν τόπον, ἢ δῆλον ὅτι εἰς σῶμα· καὶ γὰρ ὁ τόπος ἐπὶ τρία διέστηκεν. ἀλλ’ οὕτω τὸ πάντων ἀτοπώτατον ἀπαντήσεται· σῶμα γὰρ διὰ σώματος χωρήσει δι’ ὅλου καὶ δύο σώματα τὸν αὐτὸν ἐφέξει τόπον· εἰ γὰρ καὶ ὁ τόπος σῶμα καὶ τὸ γενόμενον ἐν αὐτῷ σῶμα καὶ ἴσα τοῖς διαστήμασιν ἄμφω, τὸ σῶμα ἔσται ἐν ἴσῳ ἑτέρῳ σώματι᾿. τοῦτο δὲ Χρυσίππῳ μὲν καὶ τοῖς ἀπὸ Ζήνωνος <ἐν> δόγμασίν παλαιοὶ δὲ ἀπάγουσιν ὡς εἰς ἀδύνατον ἐναργῶς καὶ πολλοὶ παρίστανται τῷδε τῷ λόγῳ γενικῶς, ὅ τε Ἀφροδισιεὺς Ἀλέξανδρος ἐν τῷ περὶ κράσεως συγγράμματι καὶ τοῖς ὑπομνήμασιν τοῖς φυσικοῖς καὶ ἄλλοι τινές, οἷς οὐ χαλεπὸν ἐντυχεῖν. εἰ δὲ σῶμα οὐκ ἔστιν ὁ τόπος, σχολῇ γ’ ἂν ἕτερόν τι φανείη δυνάμενον εἶναι· τὸ γὰρ εἰς τρία διεστάναι τοῦ σώματός ἐστιν μόνου. ἀλλὰ δέχεται ὕδωρ ἐξ ἀέρος· τοῦτο γὰρ ὑπολαμβάνομεν τὴν ὕπαρξιν δεικνύναι τοῦ τόπου. ὅσα δὲ ὡς οὐ διαφεύγει καὶ τοῦτο δυσχερεῖς τινὰς ἀτοπίας· ὅταν γὰρ ὕδωρ ὁ τόπος δέχηται, ἐν ᾧ πρότερον ἀὴρ | ἦν, [*](257) δῆλον ὡς καὶ τὴν ἐπιφάνειαν δέχεται τὴν τοῦ ὕδατος, ὥσπερ πρότερόν γε τὴν τοῦ ἀέρος· εἰ δὲ τὴν ἐπιφάνειαν δέχεται, δέξεται καὶ τὰς γραμμάς, δέξεται καὶ τὰ σημεῖα. ἔσται τοίνυν τις καὶ σημείου τόπος ὥσπερ καὶ σώματος· ἀλλὰ ἀδύνατον. τί γὰρ διοίσει τῆς στιγμῆς ὁ τόπος τῆς στιγμῆς; οὐδὲ τῆς γραμμῆς οὐδὲ τῆς ἐπιφανείας· τί γάρ ἐστιν ὁ τόπος τῆς ἐπιφανείας παρ’ αὐτὴν τὴν ἐπιφάνειαν; μείζων μὲν γὰρ αὐτῆς οὐκ ἔστιν (ᾠ γὰρ περιττεύει μέρει, τούτῳ μηδὲν αὐτῆς περιέχον, ὁ δὲ τόπος ἐστὶ κατὰ [*](1 ἡ om. E Aiistot. 208b 34; cf. Diels Zur Textgesch. p. 14 5 συναναιρεῖ κτλ.] cf. Simpl. 527,34 sq. 8 ταὐτὸν (i. e. pariter) τὸ WBL: ταὐτὸν τῷ W et Spengel e coni. 9 ἀποσεμνύνωμεν MW: ἀποσεμνύνομεν BL 10 τῷ] τὸ Β 11 φασί MWB: φησί L 12 περιαχθήσῃ] cf. Philop. 504,12 13 ἡ MWB (cf. e. g. Simpl. 576,7): καὶ L 14 ἐπὶ τρία] τριχῇ Philop. 505,6 17 ἔσται αἰ e corr.) Β 18 τοῦτο δὲ κτλ.] cf. Simpl. 530,10sqq. ἐν add. Diels 20. 21 κράσεως συγγράμματι scripsi κράσεως Diels): κράσεων γράμματι libri 23 διεστάναι M, Spengel e coni.: διιστάναι WBL 26 δέχοιτο Β1 27 δέχεται—(28) ἐπιφάνειαν om. Β γε superscr. W 30 τί γὰρ—στιγμῆς et (32) μείζων—(106,1) ἐπιφάνεια] exscr. Philop. 511,23sqq. ὁ τῆς στιγμῆς τόπος αὐτῆς τῆς στιγμῆς Philop. 32 μεῖζον Β (et Κ Philoponi) 33 τούτῳ libri et Philop.: τοῦτο Philoponi G1, Spengel tacite περιέχον MW1BL (et G1 Philoponi): περιέχει W2: περιέχων Philop. ὁ δὲ] οὐδὲ Β2, Philop. (commate deleto))

105
τοῦτο), ἴσως δὲ ὂν αὐτὸ τοῦτό ἐστιν ἐπιφάνεια εἰ δὲ τόπος μὲν τῆς [*](257) γραμμῆς οὐ διοίσει γραμμῆς καὶ δεχόμενος ἐπιφάνειαν οὐχ ἕτερός ἐστι παρὰ τὴν ἐπιφάνειαν, καὶ περιέχον σημεῖον καὶ αὐτὸς σημεῖόν ἐστιν καί, ὅταν σώματος γένηται χώρα, σῶμα γενήσεται. ὅλως δὲ τῶν ὄντων ἕκαστον ἢ στοιχεῖόν ἐστιν ἢ ἐκ στοιχείων συνέστηκεν, εἴτε σῶμά τις εἴτε ἀσώματον λέγει· ἔστι δὲ τῶν μὲν σῶμ’ ἄτων σώματα καὶ τὰ στοιχεῖα, τῶν δὲ ἀσωμάτων ἀσώματα, ἐν οὐδενὶ δὲ τούτων ὁ τόπος οὐδὲ ἐν τοῖς νοητοῖς (νοητοῖς γὰρ ἔχει) οὐδὲ ἐν τοῖς σώμασι (σώματα μὲν γὰρ ὡς δέχεται). τὸ δὲ καὶ πρῶτον λέγειν τὸν τόπον καὶ ὡς ἀρχὴν πορρωτέρω σφαλλομένων ἐστίν· πῶς γὰρ ἔσται ἀρχή; πότερον ὡς ὕλη; τί οὖν ἐξ αὐτοῦ συνέστηκεν; ἀλλ’ ὡς εἶδος; ἀλλ’ ὡς τὸ κινοῦν; ἀλλ’ ὡς οὗ ἕνεκεν; ἀλλὰ πῶς; ἔχοι δ’ ἄν τινα λόγον καὶ ἡ Ζήνωνος ἀπορία, ὡς εἰ εἴη τῶν ὄντων ὁ τόπος, καὶ αὐτὸς ἄν ἐν τόπῳ εἴη καὶ ἡ τούτου τοὐ τόπου τόπος καὶ τοῦτο εἰς ἄπειρον. εἰ δὲ τὸ κενόν τις ἀναιροίη παντάπασιν, ὥσπερ ἔχει καὶ τἀληθές, | δῆλον ὡς, εἰ τόπος ἐστίν, οὐκ ἄν εἴη ποτὲ κενὸς [*](258) σώματος, ἀλλὰ πᾶς ἐμπέπλησται τόπος· εἰ δὲ τοῦτο ἀληθές, περὶ τῶν αὐξανομένων τί λέξομεν; ᾧ γὰρ μείζω γίνεται σώματι, τούτῳ πόθεν ὑπάρξει τόπος; πάντα γὰρ ἤδη κατέχεται. ἀνάγκη δὴ μείζω γίνεσθαι τὸν τόπον καὶ συνογκοῦσθαι τῷ σώματι. πῶς οὖν ἢ πόθεν αὔξεται τόπος; χαλεπὸν γάρ ἐστιν ἀποδοῦναι. καλῶς οὖν ὡς ἔοικεν εἴρηται· ὁ πειραθεὶς ἀποδοῦναι, τι ἐστι τόπος, ὁμολογεῖν αὐτὸν μὴ εἶναι ἀναγκσθήσεται.

2. Πάλιν οὖν ἄλλην ἀρχὴν ποιησάμενοι λέγομεν, ὅτι τόπος ὁ μέν τις πρῶτος λέγεται, ὁ δὲ κατ’ ἄλλο· κατ’ ἄλλο μὲν ὁ κοινὸς πλειόνων σωμάτων, πρῶτος δὲ ὁ ἑκάστου ἴδιος μόνου. κατ’ ἄλλο μὲν καὶ τὴν οἰκίαν ὅλην σοῦ τόπον εἴποιμι ἄν καὶ τὴν πόλιν, μᾶλλον δὲ καὶ τὴν γῆν ἢ καὶ τὸν ἀέρα καὶ τὸν οὐρανόν. ἀλλὰ τίς ἐστιν ὁ πρῶτός σου τόπος; ὃς περιέχει οὐδὲν πλέον ἢ σέ· διὰ γὰρ τοῦτον καὶ τὰ ἐφεξῆς ἀληθεύσεται· εἰ γὰρ ἐν τῆ οἰκίᾳ, ὅτι ἐν τῷδε αὐτῆς τῷ τόπῳ, ὅς σοι ἐφαρμόζει, καὶ εἰ ἐν ᾖ πόλει, ὅτι ἐν τῇ οἰκίᾳ, καὶ εἰ ἐν τῇ γῇ, ὅτι ἐν τῇ πόλει· ἀλλ’ εἴπερ ὁ [*](1 ἴσως MBL (et Κ Philoponi): ἴσος W, Philop. ὃν M (et Κ Philoponi): ὢν WBL, Philop. duplicis recensionis vestigia et per Themistii et per Philoponi codices sparsa esse adparet ἐπιφάνεια] στιγμή Philop. εἰ δ’ ὁ τόπος W μὲν om. W 2 ἐστι MW: ἔστι BL 3 περιέχων W2 αὐτὸς MWB: αὐτὸ L 4 ὅλως B 6 λέγει MW1: λέγοι W2BL τὰ om. a 7. 8 οὐδὲ—οὐδὲ] ’malim οὔτε—οὔτε᾿ Spengel (v. 8 οὔτε W) 8 ἐν τοῖς σώμασι MW: ἐν σώματι BL γὰρ superscr. B 9 post δέχεται add. σῶμα δὲ οὐκ ἔστιν W δὲ καὶ MWB: δὲ κἄν L 11 αὐτοῦ MWB (in L compendium scripturae), Aristot. 209a21: αὐτῆς Laur. 85,18: αὐτῷ a 12 εἰ om. Β1 12. 13 τι τῶν ὄντων FG Aristot. 209 a 23; cf. Diels Zur Textgesch. p. 10 14 ἀναιροῖ Β ὥσπερ MW: ὥσπερ οὑν BL 17 λέξομεν MWB, Victorius e coni. (ἐροῦμεν Aristot. 209a27): λέξωμεν L 18 δὴ ὴ in ras.) M 20 post ἀποδοῦναι add. τί ἐστιν L ὁ] ὡς ὁ W πειρασθεὶς M 21 τί ἐστιν ὁ τόπος BL 22 λέγωμεν Β 23 ὁ δὲ κατ’ ἄλλο κτλ.] cf. Philop. 519,1 25 πόλιν] cf. Simpl. 536,,14sq. 28 εἰ—(29) πόλει et (106,2) εἰς τοῦτο—(106,4) μεταξύ] cf. Simpl. 536,33sqq. 29 εἴπερ] εἰ δὴ Aristot. 209b1 (sed Ε e corr.))

106
κυρίως τόπος ἐστι τὸ πρῶτον περιέχον ἕκαστον τῶν σωμάτων, πέρας τι [*](258) ἄν εἴη ὁ τόπος· εἰς τοῦτο γὰρ περατοῦται τὰ σώματα καὶ εἰς πρῶτόν γε τοῦτο (οὐ γὰρ δὴ εἰς ἄλλο τι πρὸ αὐτοῦ) καὶ προσεχῶς γε εἰς τοῦτο (οὐδὲν γὰρ μεταξύ). εἰ δὲ ὁ τόπος καὶ πέρας καὶ πρῶιον καὶ προσεχές, τὸ εἶδος ἀναφαίνεται ἑκάστου καὶ τόπος ἑκάστου· ἐκεῖνο γὰρ τὸ | πρώτως περατοῦν [*](259) καὶ ὁρίζον ἕκαστον τῶν σωμάτων καὶ τὴν ὑποκειμένην ὕλην τοῖς μεγέθεσιν. οὕτω μὲν οὖν σκοποῦσι τὸ εἶδος ἄν τόπος δόξειεν εἶναι. εἰ δὲ ἄλλο τι τῶν περὶ τὸν τόπον ὑπαρχόντων νοήσαιμεν, μᾶλλον ἂν ἡ ὕλη φανείη προσημμένη τῷ τόπῳ. δοκεῖ μὲν γὰρ εἶναι τόπος διάστημα τοῦ μεγέθους καὶ τοῦ σώματος, τοιοῦτον δέ τι καὶ ἡ ὕλη φαντάζεται. ὁρισθεῖσα μὲν γὰρ ὑπὸ τοῦ εἴδους καὶ περισχεθεὶσα ἐπιπέδοις καὶ πέρασι μέγεθος γίνεται καὶ σῶμα· καθ’ ἑαυτὴν διάστημα μέν ἐστιν, διάστημα δὲ ἀόριστον· ὅταν γὰρ ἀφαιρεθῇ τῆς σφαίρας τὸ πέρας καὶ τὰ συμβεβηκότα, λείπεται οὐδὲν παρὰ τὴν ὕλην καὶ τὸ διάστημα· οὐ γὰρ ἐν τῷ πέρατι τὸ διάστημα, ἀλλὰ ὁρίζεται μὲν ὑπὸ τούτων, ἔστι δὲ οὐκ ἐν τούτοις ἀλλ’ ἐν τῷ ὑποκειμένῳ. ἔστι μὲν οὖν καὶ διὰ τοῦτο προσοικειοῦν τῇ ὕλῃ τὸν τόπον, μᾶλλον δὲ ὅτι δέχεται πλείους μορφάς τε καὶ εἴδη τὰ ἐν τοῖς σώμασιν ὁ αὐτὸς μένων. ἀπὸ γὰρ ταύτης τῆς ὁμοιότητος καὶ Πλάτων’ τὴν ὅλην καὶ τὴν χώραν ταὐτόν φησιν εἶναι ἐν τῷ Τιμαίῳ· τὸ γὰρ μέτα· λαμβάνον τῶν εἰδῶν (ὅπερ ὕλη) καὶ τὴν χώραν (ὅπερ ἐστὶν ταὐτὰ λέγει. καίτοι τὴν ὕλην ἄλλως μὲν ἐν Τιμαίῳ φησὶ δέχεσθαι τὰ εἴδη, ἄλλως δὲ ἐν τοῖς ἀγράφοις δόγμασιν· ἐκεῖ μὲν γὰρ κατὰ μέθεξιν, ἐν τοῖς ἀγράφοις δὲ καθ’ ὁμοίωσιν. ἀλλ’ ὅμως. ὅπερ εἶπον, δόξειεν ἂν ταὐτὸν ἀποφαίνεσθαι ὕλην καὶ τόπον· λέγουσι μὲν γὰρ ἅπαντες εἶναί τι τὸν τόπον, τί δ’ ἐστὶν μόνος οὗτος ἐπεχείρησεν ἀποδοῦναι· ἀλλ’ ἔοικε μεταφορικῶς κεχρῆσθαι τῷ ὀνόματι· οὐδὲν γὰρ διασαφεῖ περαιτέρω. ἡ μέντοι χαλεπότης τοῦ σκέμματος καὶ | ἐντεῦθεν δήλη· εἴτε γὰρ εἶδος [*](260) εἴτε ὕλη μᾶλλον ὁ τόπος, χαλεπὸς ὁ περὶ αὐτοῦ λόγος· εἰς γὰρ τὰς ἀρχὰς ἄπεισιν ὧν ἡ θέα καθ’ αὑτὴν ἀκροτάτη καὶ οὐ ῥᾳδία, διότι πειρώμεθα χωρίζοντες γινώσκειν ἃ γνῶναι χωρὶς ἀλλήλων οὐχ οἷόν τε.

[*](1 κυρίως] κυριώτατοι (i. e. κυριώτατα, quod exhibet Philop. 514,26) W 2 τῶν σωμάτων ἕκαστον E Aristot. 209b2 3 δὴ W, Victorius e coni.: δεῖ WBL: om. Simpl. τι] superscr. W, τι τ (compendio ambiguo) Β γε om. B 4 προσεχής W 5 ἐκεῖνο—(6) σωμάτων] Simpl. 536,21 sq. πρώτως] πρότερον L 8 ὑπαρχόντων] cf. Philop. 515,13 8. 9 προσημμένη W: προσημένη M: προσήκειν BL 9 τόπος MW: ὁ τόπος BL τὸ διάστημα FGI Aristot. 209 b 6 τὸ om. E) 10 δέ δ e corr.) B ὁρισθεῖσα κτλ.] cf. Simpl. 537,15 sq. 12 ἑαυτὴν M: ἑαυτὴν δὲ WBL 14 καὶ] ταὐτὸν δὲ εἰπεῖν Simpl. 537,17: ἡ Philop. 515,18 15 οὐκ] καὶ M 16 προσεοικέναι Philop. 520,28 18 μένων] cf. Philop. 515,23 ὁ Πλάτων FGI Aristot. 209b 11 (ὁ om. E) 19 ταὐτό E Aristot. 209b 12: αὐτό FGI 22 τοῖς] sic Ε1 Aristot. 209 b 14: τοῖς λεγομένοις E2FGI 24 ἀποφαίνεσθαι M marg. (γρ) WBL: εἶναι M text. πάντες Ε Aristot. 209b 25 τὸν om. Ε Aristot. ib. 26 μεταφορικῶς] ex Alexandro haec; cf. Simpl. 540,22 27 χαλεπώτης L εἴτε γὰρ—(30) (30) οὐχ οἶόν τε] exscr. Philop. 521,29 sqq. τὸ εἷδος et ἡ ὕλη Aristot. 209 b 19. 20 (ἡ om. FG))
107

᾿ Αλλὰ μὴν ὅτι ἀδύνατον ὁποτερονοῦν εἶναι τὸν τούτων τόπον, οὐ [*](260) χαλεπὸν ἰδεῖν· ταῦτα μὲν γὰρ ἀχώριστα τοῦ πράγματος, ὁ τόπος δὲ οὔ· ἐν ᾧ γὰρ ἦν ἀήρ, ἐν τούτῳ πάλιν γίνεται ὕδωρ ἀντιμεθισταμένων ἀλλήλοις τῶν σωμάτων ὡς ἔφαμεν· οὐδὲ γὰρ ὅλως τι τοῦ σώματος ὁ τόπος οὐ μέρος οὐ πάθος οὐχ ἕξις οὐ δύναμις· οὐδὲν γὰρ τούτων χωρίζεται, ὁ τόπος δὲ χωριστὸς ἑκάστου. καὶ γὰρ δοκεῖ τοιοῦτόν τι εἷναι ὁ τόπος οἷον τὸ ἀγγεῖον· ἔστι γὰρ τὸ ἀγγεῖον τόπος μεταφορητός, τὸ δὲ ἀγγεῖον οὐδὲν τοὐ πράγματός ἐστιν. ἆρ’ οὖν, εἴποι τις ἄν, οὐδὲ συμβεβηκός ἐστι τοῦ σώματος, εἴπερ καὶ χωριστός; ἢ οὐ τοῦ σώματος κατὰ συμβεβηκός, οὗ χωρίζεται, ἀλλὰ τοῦ περιεχομένου πέρας ἐστὶν καὶ ἐπιφάνεια; ὕλη δὲ οὐκ ἂν εἴη καὶ δι’ ἄλλον λόγον· ἡ μὲν γὰρ περιέχεται, ὁ δὲ περιέχει· καὶ ἔτι ὁ μὲν τόπος ἕτερος καὶ ἔξω τοῦ πράγματος, οὔτε δὲ ἡ ὕλη οὔτε τὸ εἶδος τοιαῦτα. Πλάτων δὲ εἰ σφόδρα βούλεται τὴν ὕλην ποιεῖν τόπον, ὅρα αὐτὸν καὶ τὰς ἰδέας ἐν τόπῳ λέγειν καὶ τοὺς εἰδητικοὺς ἀριθμούς· καὶ γὰρ τούτοις ὑποτίθησι τὴν ὕλην, ὥσπερ ἔφην, ἣν ποτὲ μὲν τὸ μέγα καὶ τὸ μικρόν, ποτὲ δὲ τὸ μεθεκτικὸν ὀνομάζει. χωρὶς δὲ τούτων, εἰ τὰ κινούμενα κατὰ φύσιν ἐπὶ τοὺς οἰκείους φέρεται τόπους, ἐπὶ δὲ τὴν ὕλην καὶ τὸ εἶδος οὐδὲν φέρεται (σὺν αὑτῷ γὰρ καὶ ἐν αὑτῷ τούτων ἑκάτερον), οὐδέτερον τούτων τόπος ἔσται; ἡδέως δ’ ἂν ἔγωγε μάθοιμι, πῶς ἂν ὅλως καὶ κινοῖτο τὰ σώματα | ἔχοντά γε τὸν οἰκεῖον ἀεὶ σὺν ἑαυτοῖς τόπον, εἰ [*](261) τούτων θάτερον τόπος· πῶς δὲ τὸ ἄνω καὶ κάτω διοίσει λοιπὸν ἐν τοῖς τόποις ἢ πῶς ἐπ’ αὐτὰ κίνησις ἔσται; τί γὰρ ἐν τῇ ὕλῃ τὸ ἄνω καὶ κάτω; τί δὲ ἐν τῷ εἴδει; περὶ ταῦτα δὲ ζητητέον τὸν τόπον, ἐφ’ ἃ τοῖς σώμασιν ἡ κίνησις ἡ κατὰ φύσιν. εἰ δὲ ἔσται τόπος ἢ ὕλη ἢ μορφή, συγκινεῖται δὲ ταῦτα τοῖς σώμασι καὶ συμπαραγίνεται οὗπερ τὸ πρᾶγμα, πρῶτον μὲν ἄτοπον κινεῖσθαι τοὺς τόπους, ἔπειτα πῶς οὐκ ἔσται ὁ τόπος ἐν τόπῳ; εἰ γὰρ τὸ σῶμα γίνεται ἐν τόπῳ, ὅταν ἔνθεν ἐκεῖσε μεταβαίνῃ, δῆλον ὅτι καὶ τὸ εἶδος ἐν τόπῳ· συμμεθίσταται γάρ. ὅταν τοίνυν εἰς ἄλληλα μεταβάλλῃ τὰ σώματα καὶ γένηται ἐξ ἀέρος ὕδωρ, εἰ μὲν τὸ εἶδος [*](1 μὴν] μὴν καὶ E Aristot. 209b21; cf. Diels Zur Textgesch. p. 14 εἶναι τὸν τούτων τόπον M: εἶναι τούτων τὸν τόπον Β: τούτων εἶναι τὸν τόπον W (et Aristot. 209b22): εἶναι τούτων τόπον L 3 ἀὴρ ἢν AHstot. 209b24 ἦν om. F) 4 ὡς φαμὲν FGI Aristot. 209b25 ὁ τόπος om. L 6 ἑκάστου] ἑκάστου ἐστίν E Aristot. 209 b 27: ἐστὶν ἑκάστου FGI καὶ γὰρ δοκεῖ] δοκεῖ γὰρ E Aristot. 209b 28; cf. Diels Zur Textgesch. p. 14 9 κατὰ om. a 10 οὗ MWBa: οὗ οὐ L 13 Πλάτων κτλ.] ex Αlexandro; cf. Simpl. 3 sqq. Πλάτων] πάντων Β1: παρόντων M (corr in marg.) τόπον M, Philop. 524,5: τὸν τόπον WBL 14 ορα Β αὐτὸν M marg. Β2L: αὐτῷ M text. WB1 15 τούτοις BL: τούτους MW τὴν ὕλην] τῆ ὕλη W ἣν] ἢν Β: ἣ Spengelii ed. (typoth. errore) 16. 17 εἰ τὰ κινούμενα κτλ.] ex Alexandro; cf. Simpl. 547,2 sqq. 18 αὐτῷ M (compendio ambiguo, quod pro αὐτὸν possit accipi) αὑτῷ] αὐτῷ M: ἑαυτῶ WBL 19 ἡδέως] ὁμοίως M 2 1 τὸ om. a 22 ἐπ’] αὑτὸν W 23 ταῦτα δὴ Β 24 εἰ] ἡ BL1 ἢ ὕλη ἢ μορφὴ] cf. Diels Zur Textgesch. p. 6 27 ἐνθένδε W ἐκεῖσεν L μεταβαίνει Β 28 συμμεθίσταται] cf. Simpl. 548,11 29 εἰ μὲν κτλ.] ex Alexandro; cf. Simpl. 549,26 sqq.)

108
ἐρεῖς τὸν τόπον, φθείρεις τὸν τόπον (φθείρεται γὰρ τὸ εἶδος ἐν ταῖς μεταβολαῖς· [*](261) τίς δὲ τόπου φθορά, χαλεπὸν ἀποδοῦναι)· εἰ δὲ τὴν ὕλην, διὰ τί ἐν ἄλλῳ τόπῳ γίνεται τὸ ὕδωρ καίτοι τῆς ὕλης οὐκ ἐκστὰν οὐδὲ χωρισθὲν ἐξ αὐτοῦ; αὕτη γάρ, φησι, μένουσα δέχεται διαφέροντα εἴδη. ταῦτα μὲν οὖν ἡμῖν προηπορήσθω.

3. Λέγομεν δὲ ἐφεξῆς, ποσαχῶς τὸ ἔν τινι λέγεται· προὔργου γὰρ ἄν τι γένοιτο πρὸς τὸν λόγον. ἕνα μὲν δὴ τρόπον ὡς ὁ δάκτυλος ἐν τῇ χειρὶ καὶ ὅλως τὸ μέρος ἐν τῷ ὅλῳ. ἄλλον δὲ ὡς τὸ ὅλον ἐν τοῖς μέρεσιν, ὡς τὸ πρόσωπον ἐν ὀφθαλμοῖς καὶ ῥινὶ καὶ στόματι. ἄλλον δὲ ὡς τὸ εἶδος ἐν τῷ γένει, ὡς ἄνθρωπος ἐν τῷ ζῴῳ. ἄλλον δὲ ὡς τὸ γένος ἐν τῷ εἴδει, ὡς τὸ ζῷον ἐν τῷ ἀνθρώπῳ· καὶ μὴ θαυμά|σῃς, εἰ τὸ ζῷον ἐν [*](262) τῷ ἀνθρώπῳ λέγεται εἶναι, τὸ πλεῖον ἐν τῷ ἐλάττονι· εἰ γὰρ ἐπιστήσειας ἀκριβῶς, σχεδὸν ὡς μέρος εὑρήσεις τὸ ζῷον ἐν τῷ ἀνθρώπῳ· ἐν γὰρ τῷ λόγῳ αὐτοῦ περιέχεται. ἔν τινι δὲ λέγεται καὶ ὡς τὸ εἶδος ἐν τῇ ὕλῃ, ὡς τὸ βάθρον ἐν τῷ ξύλῳ καὶ ὑγεία ἐν θερμοῖς καὶ ψυχροῖς. ἕκτον ὡς ἐν βασιλεῖ τὰ τῶν ῾ Ελλήνων, καὶ ὅλως ἐν τῷ πρώτῳ κινητικῷ, ὥσπερ Ὅμηρος ῾ Διὸς δ’ ἐν γούνασι κεῖται᾿. ἕβδομον ὡς ἐν τῷ τέλει καὶ τῷ ἀγαθῶ· ῾ πάντα μοι κεῖται ἐν τῇ εὐδαιμονίᾳ. εἰσὶ δὲ καὶ ἄλλοι τρόποι τοῦ ἔν τινι, ἀλλὰ καὶ τῶν εἰρημένων καὶ τῶν παραλελειμμένων κυριώτατός ἐστι, καθ’ ὃν ἔν τινι λέγεται τὸ ὡς ἐν ἀγγείῳ καὶ ὡς ἐν τόπῳ.

τούτων ἡμῖν διωρισμένων ζητητέον ἐφεξῆς, εἴ τι δύναται ἔν τινι εἶναι, ὡς ἐν ἑαυτῷ, καὶ πότερον οὗτος ὁ τρόπος ὑφ’ ἕνα πίπτει τῶν εἰρημένων ἢ ἀδύνατόν τι παντελῶς αὐτὸ εἶναι ἐν ἑαυτῷ, ἀλλὰ τοῦτο ἀληθές, ὅτι πᾶν ἢ οὐδαμοῦ ἢ ἐν ἄλλῳ, ὡς λέγομεν τὸν ἄνθρωπον εἶναι ἐν ἑαυτῶ. γνωστέον τοίνυν, ὡς οὐ πρώτως λέγομεν, ἀλλὰ κατ’ ἄλλο, ὅτι γὰρ ἡ ψυχὴ τοῦ ἀνθρώπου ἐστὶν ἐν τῷ σώματι τοῦ ἀνθρώπου καὶ τοῦ ὅλου τούτου τὸ μόριον ἐν ἄλλῳ μορίῳ· οὕτω γὰρ δύναται μόνως αὐτό τι εἶναι ἐν ἑαυτῷ, [*](2 τίς—ἀποδοῦναι] cf. Simpl. 549,15 sqq.; Pbilop. 526,5 4 αὐτοῦ M: αὐτῆς WBL τὰ διαφέροντα Alexander apud Simpl. 550,4 5 προηπορείσθω M 6 λέγωμεν W: ληπτέον Aristot. 210a14 (λεκτέον Ε); cf. Dials Zur Textgesch. p. 14 ποσαχῶς] cf. Simpl. 551,11 7 γένηται M χειρί M ει in ras.) 8 ἄλλον δὲ τρόπον ὡς E Aristot. 210a16 ἐν om. L ὡς—(9) ῥινὶ] cf. Simpl. 550,21 10 ’malim ὁ ἄθνρωπος᾿ Spengel τῷ om. L (et Aristot. 210a 18 praeter F) 11 τὸ et τῷ om. Simpl. 551,27 καὶ μὴ—(12) ἐλάττονι] cf. Philop. 528,25 12 εἶναι om. L γὰρ MW: γοῦν BL 14 περιέχεται] cf. Simpl. 551,28 ἔν τινι] ἔτι Aristot. 210 a 20 15 βάθρον] σαθρὸν Β ante ὑγεία add. ἡ W2 (inc.) BL et Aristot. ibid. ὑγίεια MW 17 δῖός δ’ ἐν L, Laur. 85,14; Simpl. 552,12; οε Philop. 529,9: δυὸς ἐν M: δῖός δὲ ἐν W: διὸς B; ῾ immo θεῶν δ’ ἐν’ Spengel 17. 18 τἀγαθῷ BL 18 ante πάντα add. ὡς L2a; cf. 57,15 ubi similem in modum ante exemplum οἷον abest 19 παραλελειμένων L; cf. praeterea Philop. 529,16 κυριώτατον (ut Aristot. 210a24) Laur. 85,14 (in M compendium ambiguum) 20 ὡς alt.] ὅλως Aristot. ibid. 22 πότερον cf. Simpl. 553,21 23 τι παντελῶς αὐτὸ εἶναι M (cf. Philop. 529,22): τι παντελῶς εἶναι αὐτὸ W: παντελῶς αὐτό τι εἶναι BL ἀλλὰ MWB: ἀλλ’ εἰ L (puncto ante ἀλλ’ posito) 24 πᾶν] sic Ε quoque Aristot. 2 10 a 26: πάντα FI: om. G ὡς M: πῶς BL: πῶς οὖν W 27 οὕτω] οὔτε W)

109
ἐπειδὴ τὸ μέρος ἐν τῷ μέρει ὡς καὶ αὐτοκίνητον λέγεται τὸ ζῷον, ὅτι τὸ [*](262) μέν τι μόριον αὐτοῦ κινεῖ τὸ δὲ κινεῖται, ἄλλως δὲ ἀμήχανον, ὡς ὅλον εἶναι ἐν ὅλῳ. ἀλλ’ οὐ λέγομεν φησί τις τὴν ψυχὴν ἐν σώματι εἶναι, ἀλλὰ τὸ ζῶον ἐν ἑαυτῷ. οὗτος δὲ ἔοικεν ἀγνοεῖν τὴν ἐξουσίαν τῆς | συνηθείας, [*](263) ὅτι πολλὰ καὶ ἀπὸ τῶν μερῶν ὀνομάζει. ὡς οὖν λέγει Σωκράτη ὑποδεδέσθαι, οὐχ ὅτι καὶ ὅλον ὑποδέδεται τὸ σῶμα, ἀλλ’ ὅτι τοὺς πόδας, οὕτω καὶ τὸ ζῷον ἐν ἑαυτῷ, ὅτι τὸ μέρος αὐτοῦ ἐν τῷ μέρει, ἐπεὶ καὶ τὸν ἀμφορέα τοῦ οἴνου (λέγω δὲ τὸ σκεῦος τὸ κεραμεοῦν μετὰ οἴνου) ἂν εἶναι ἐν ἑαυτῷ, ὅτι ὁ οἶνός ἐστιν ἐν τῷ σκεύει, οὕτε δὲ τὸ σκεῦος χωρὶς ἐν τῷ σκεύει οὔτε ὁ οἶνός ἐστιν ἐν τῷ οἴνῳ. οὕτως οὖν μόνως αὐτό τι ἐν ἑαυτῷ, ὡς κατ’ ἄλλο· ὡς γὰρ κατὰ μέρος. πολλὰ δὲ οὕτως λέγεται ἔν τινι, ὡς κατ’ ἄλλο· λέγεται γὰρ τὸ λευκὸν ἐν τῶ ἀνθρώπῳ, ὅτι ἐν τῷ σώματι, καὶ ἐν σώματι ὅτι ἐν τῇ ἐπιφανεία, ἐν ταύτῃ δὲ οὐκέτι κατ’ ἄλλο, ἀλλὰ πρώτως· οὐ μὴν ἐπειδὴ πρώτως ἐν ἐπιφανείᾳ τὸ λευκόν, ταὐτόν ἐστιν ἐπιφάνειά τε καὶ λευκόν. ὡς διὰ τοῦτο δύνασθαι αὐτό τι εἶναι ἐν ἑαυτῷ· ἄλλος γὰρ λόγος ἐπιφανείας, ἄλλος λευκοῦ καὶ ἄλλη φύσις ἐπιστήμης, ἄλλη ψυχῆς. καίτοι πρώτως ἐν ψυχῇ ἐπιστήμη· καὶ γὰρ ἐν ἀνθρώπῳ, διότι ἐν ψυχῇ. ἀλλ’ ὅμως εἰ καθ’ ἕκαστον ἐπισκοποίης, πάντα τὰ πρώτως ἔν τινι ὄντα ἕτερα ἐκείνων τὴν φύσιν εὑρήσεις, τούτου δὲ οὕτως ἔχοντος πῶς ἔσται τι πρώτως ἐν ἑαυτῷ; ἕτερον γὰρ ἑαυτοῦ ἔσται. εἰ δὲ κατά τινα ὧν ἀπηριθμησάμεθα τρόπων, ἐστὶν ἐν ἑαυτῷ· πάντα γὰρ ἕτερα ἐν ἑτέρῳ· οὐδὲ γὰρ τὸ ὅλον, ὅταν λέγωμεν ἐν τοῖς μορίοις αὐτό, ἐν ἑαυτῷ λέγομεν εἶναι· ἄλλο γὰρ τὸ ὅλον καὶ ἄλλα τὰ μέρη· τὸ μὲν γὰρ ἓν καὶ ταὐτὸν [ἐν] ἑαυτῷ, τὰ δὲ πλείω καὶ ἀλλ’ οὐδὲ ὁ λόγος ἐφίησιν ὃν εἰρήκαμεν, | ὅτι διαφέρει τὸ τί ἦν εἶναι καὶ [*](264) αἱ φύσεις κεχωρισμέναι τοῦ τε ἔν τινι πρώτως ὄντος καὶ ἐν ᾧ πρώτῳ ἐστίν, ὥστε εἴπερ τι γένοιτο ἐν ἑαυτῷ, τοὺς διαφέροντας λόγους ἀναδέξεται, μᾶλλον δὲ ἔσται ἅμα τὰ διαφέροντα· ἀλλὰ καθάπερ οὐκ ἐνδέχεται τὸν οἶνον οἶνόν τε ἅμα εἶναι καὶ ἀμφορέα κεραμεοῦν ἢ τὸν κεραμεοῦν ἀμφορέα ἀγγεῖόν τε ἅμα καὶ οἶνον, οὕτως οὐδὲ αὐτό τι ἐν ἑαυτῷ· ἀλλ’ ὥσπερ εἴρηται, κατὰ τὰ μόρια τάχα ἄν ἐνδέχοιτο μόνον αὐτό τι εἶναι ἐν ἑαυτῷ, [*](1 αὐτοκίνητον] cf. Philop. 527,20 2 μόριον] μέρος W 3 ἐν σώματι MW: ἐν τῷ σώματι BL (ut Philop. 527,25) 4 συνηθείας] cf. Philop. 527,27 sqq. (ubi itidem Socratis exemplum adfertur) 5 τῶν MBW: πολλῶν τῶν L σωκράτη L: σωκράτην Par. 1888 et Laur. 85,18: in MWB compendia ambigua 8 τὸ σκεῦος τὸ κεραμεοῦν MW: τὸ κεραμεοῦν σκεῦος Β et (κεραμειοῦν L2a) L1 οἴνου M: τοῦ WBL 9 % δὲ et in marg. % τὸ σκεῦος Β 10 οὕτως] οὕτως μέν Laur. 85,18 (e Aristot. 210a33) μόνως] cf. Philop. 528,9 14 οὐ μὴν—(16) λευκοῦ] exscr. Simpl. 555,15 sqq. 15 ὡς Β, Simpl.: καὶ MWL δύνασθαι] ’immo δύναται᾿ Spengel 21 εἴπερ κατά τινα W2; ’fort. ἔτι δὲ κατὰ τίνα᾿ Spengel τρόπων M, sed τρόπον in marg. 22 οὐδὲ—(24) διαφέροντα] exscr. Philop. 534,4sqq.; cf. Simpl. 556,2 23 ἄλλα] ἄλλο W (et Philoponi codd. praeter M) 24 τὸ* M ἐν ἑαυτῷ MWBL1: del. ἐν L2a; om. haec verba Philop. 26 ὄντος WL: ὄντως MB 27 ὥστε— διαφέροντα] cf. Philop. 534,10 sqq. 29 τε] τϊ M κεραμοῦν bis Laur. 85,18 ἢ τὸν κεραμεοῦν] καὶ L 30 ἄμα] ἄμα εἶναι W τι αὐτὸ GI Aristot. 210b12)
110
ὥσπερ εἴποι τις ἄν καὶ τὸν ἀμφορέα τοῦ οἴνου, ἵνα τὸ μέν τι δέχηται μέρος τὸν οἶνον, οἷον ὁ κεραμεοῦς ἀμφορεύς, οὐχ ὡς αὐτὸς οἶνος ὤν, ἀλλ’ ἕτερον τοῦ οἴνου, τὸ δὲ ἐγγίνεται ἐν τῷ σκεύει οἷον ὁ οἶνος, οὐχ ὡς ἐν αὑτῷ σκεύει ὄντι ἀλλ’ ἐν ἑτέρῳ· ὅλως τε γὰρ ἕτεροι οἱ λόγοι παντελῶς τοῦ τε ἐν ὧ καὶ ἐν τούτω. ὅτι μὲν οὖν ἀδύνατον καθ’ αὑτό τι εἶναι καὶ ἐν ἑαυτῷ, ἐκ τούτων δῆλον· ἀλλὰ μὴν οὐδὲ κατὰ συμβεβηκός. οὐ ταὐτὸν δὲ τὸ κατὰ συμβεβηκὸς τῷ κατὰ μέρος, εἰ καὶ ἄμφω κατ’ ἄλλο, ἀλλὰ πάμπολυ διαφέρει. τὸ μὲν γὰρ ζῷον ὁρᾶν λέγεται κατὰ μέρος (μέρος γὰρ αὐτοῦ τὰ ὄμματα οἷς ὁρᾷ), ὁ δὲ ἱστὸς κινεῖται κατὰ συμβεβηκὸς ἐν τῷ πλοίῳ, ἐπειδὴ τῷ πλοίῳ συμβέβηκεν, ὃ κινεῖται, καὶ ἡ λευκότης κινεῖται κατὰ συμβεβηκός, ἐπειδὴ ὁ ἄνθρωπος, ᾧ ὑπάρχει· δύο γὰρ οὗτοι τρόποι τοῦ κατὰ συμβεβηκός, ὅταν ἢ τὸ μέρος τινὸς ταὐτόν τι λέγηται πάσχειν, ὅπερ καὶ τὸ ὅλον, ἢ τὸ συμβεβηκός, ὅπερ καὶ ᾧ συμβέβηκε. πῶς ἂν οὖν εἴη τι κατὰ συμβεβηκὸς ἐν ἑαυτῷ; δεῖ γὰρ αὐτὸ ἢ μέρος ἢ πάθος ἑαυτοῦ εἶναι ὅπερ οὐδὲ ἐπινοῆσαι δυνατόν. καὶ οὕτως δὲ ἄν εἴη τι κατὰ συμβεβηκὸς ἐν | ἑαυτῷ, οἷον † αὐτῷ οὕτω καὶ τὸ ἀγγεῖον ὁ ἀμφορεὺς κατὰ [*](265) συμβεβηκὸς ἐν ἑαυτῷ, εἰ μέρος ἢ πάθος ὑποτεθείη τοῦ ὕδατος· ἐπεὶ γὰρ τὸ ὕδωρ ἐν τῷ ἀγγείῳ, ἔσται καὶ τὸ ἀγγεῖον ἐν ἑαυτῷ μέρος τι ὂν ἢ πάθος τοῦ ὕδατος. ἀλλὰ τοῦτο γελοῖον· χωρὶς γὰρ τοῦ τὴν ὑπόθεσιν ἄτοπον εἶναι καὶ δύο σώματα ἔσται ἐν τῷ αὐτῷ τόπῳ, τό τε ἀγγεῖον, εἴπερ τοῦτο ἐν ἑαυτῷ, καὶ τὸ ὕδωρ, εἴπερ καὶ τοῦτο ἐν τῷ ἀγγείῳ τούτων μὲν οὖν ἅλις. ἐκ δὲ τῶν προειρημένων τρόπων τοῦ ἔν τινι καὶ τὴν Ζήνωνος ἀπορίαν λύειν ἔστιν, καθ’ ἣν ᾤετο δεῖν τὸν τόπον εἰ ἔστι, καὶ ἔν τινι εἶναι· τὸ γὰρ ἔν τινι πολλαχῶς καὶ ἔσται ὁ τόπος ἔν τινι μέν, οὐκ ἐν τόπῳ δέ· ὁ γὰρ κυρίως λεγόμενος τόπος τὸ πέρας τοῦ περιέχοντος ἔν τινι (καὶ γὰρ ἐν τῷ σώματι οὗ μέρος ἢ πέρας ἐστίν), οὐ μὴν ὡς ἐν τόπῳ· καὶ γὰρ ἡ ὑγεία ἔν τινι (ἐν θερμοῖς γὰρ καὶ ψυχροῖς), [*](1 τι] τϊ Β δέχεται M 2 κεραμεοῦς MW: κεραμεοῦς L: κεραμεὼς (ut vid.) B ἀμφορεοὺς a 3 τὸ] τῶ Β ἐγγίνηται W 4 αὐτῷ MW: ἑαυτῷ BL τε om. WBL 5 καὶ ἐν M: καὶ τοῦ ἐν WBL: καὶ ὁ τοῦ ἐν GI Aristot. 210b 17; cf. Diels Zur Textgesch. p. 17 καθ’ αὑτό τι εἶναι καὶ ἐν ἑαυτῷ M: καθ’ αὑτό τι εἶναι ἐν ἑαυτῷ WB ἐν αὐτῷ) L; πρώτως καὶ καθ’ αὑτὸ— —ἐν ἑαυτῷ Simpl. 657,19; αὑτό τι ἐν ἑαυτῷ καθ’ αὑτὸ εἶναι Philop. 537,21 (quod in Tbemistio quoque restituendum esse putaverim) 8 ὁρᾶν] cf. Simpl. 558,3 9 ἱστὸς] πλωτὴρ Philop. 530,10; Simpl. 558,1 post κινεῖται add. ἀλλὰ Laur. 85,18 10 πλοίῳ] πλείῳ bis L 12 μέρος M: μόριον WBL λέγεται L 13 καὶ alt. superscr. M 14 τι om. M ἑαυτοῦ WBL: ἑαυτῷ M 15 ἐπινοῆσαι MWB: ἐπινοεῖσθαι L 16 αὐτῷ οὕτω libri αὐτῷ om. Laur. 85,18); collatis quae leguntur apud Aristot. 210b19 (αὐτός τε γὰρ ἐν αὑτῷ ὁ ἀμφορεύς) legendum puto αὐτὸς οὗτος τὸ ἀγγεῖον ὁ ἀμφορεὺς 17 ἑαυτῷ MB (et Ι Aristot. ib.): αὐτῷ WL 19 ἀλλὰ MW: ἀλλὰ καὶ BL 20 τόπῳ post ἑαυτῷ a 21 εἴπερ BL: ὥσπερ MW 23 ἣν (v in ras.) M post ἔστι add. τι Aristot. 24 τὸ γὰρ—(27) τόπῳ] cf. Philop. 536,3 sqq. 25 τόπῳ δέ MWBL2: τῷ δέ πω Laur. 85,18: τό ’δε πω L1: τόπῳ a 26 καὶ (comp. inc., quod οὐ quoque legi possit) γὰρ ἐν M: μέν, ἐν γὰρ WBL (sim. Philop.) 27 ὡς om. Simpl. 562,16 ὑγεία W: ὑγίεια MBL ἐν τοῖς θερμοῖς Aristot. 210b26 praeter E)
111
ὡς ἕξις, καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἔν τινι, ἀλλ’ ὡς πάθος. οὕτως δὲ [*](265) καὶ ὁ τόπος ἔν τινι, ἀλλ’ οὐκ ἐν τόπῳ. τοῦτο δ’ ἦν τὸ ἄτοπον καὶ τὸ εἰς ἄπειρον προϊέναι. ταῦτα μὲν οὖν ἔστι διηπορημένα.

4. Τί δ’ ἐστὶν ὁ τόπος, ὧδε ἄν γένοιτο φανερόν. ἐπειδὴ γὰρ δυσθήρατος ἡ φύσις αὐτοῦ, πρότερον θεωρήσωμεν, ὅσα ὑπάρχειν τῷ τόπῳ καθ’ αὑτὸν αἱ κοιναὶ βούλονται ἔννοιαι. ἀξιοῦμεν δὴ τὸν τόπον πρῶτον μὲν περιέχειν ἐκεῖνο, οὗ τόπος ἐστίν, δεύτερον μηδὲν αὐτὸν εἶναι τοῦ πράγματος, ὃ περιέχει· τουτὶ γὰρ ἤδη καὶ ἀποδέδεικται· τρίτον μήτε ἐλάττω μήτε μείζω τοῦ σώματος εἶναι τὸν πρῶτον τόπον· | ἐλάττων μὲν γὰρ οὐκ [*](266) ἔσται· πῶς γὰρ περιέξει; μείζων δὲ εἴπερ εἴη, καὶ ἄλλο ἄν δέχοιτο σῶμα, ὥστε οὐκ ἄν εἴη πρῶτος, λοιπὸν οὐδὲ τούτου μόνου. ἔτι πρὸς τούτοις ἀπολείπεσθαι καὶ χωριστὸν εἶναι τοῦ σώματος. οὕτω γὰρ καὶ ἐξ ἀρχῆς ἐνοήθη ἐκ τῆς ἀντιμεταστάσεως τῶν σωμάτων. ἔτι πάντα τόπον ἔχειν τὸ ἄνω ἢ κάτω καὶ ἕκαστον τῶν σωμάτων ἐν ἑνὶ αὐτῶν. ὑποκειμένων δὴ τούτων τὰ λοιπὰ θεωρητέον. δεῖ δὲ τοιοῦτόν τινα λόγον ἀποδοῦναι τοὐ τόπου, ὃς τά τε ἀπορούμενα λύσει καὶ τὰ δοκοῦντα ὑπάρχειν τῷ τόπῳ φυλάξει καὶ τὸ αἴτιον τῆς περὶ αὐτὸν δυσκολίας ἐμφανιεῖ. πρῶτον μὲν οὗν δεῖ κατανοῆσαι, ὅτι οὐκ ἄν ἐζητεῖτο ὁ τόπος, εἰ μὴ κίνησις ἦν ἡ κατὰ τόπον· διὰ γὰρ τοῦτο καὶ τὸν οὐρανὸν μάλιστα οἰόμεθα ἐν τόπῳ εἶναι, ὅτι μάλιστά ἐστιν ἐν κινήσει. τρία δὲ τῆς κτὰ τόπον κινήσεως εἴδη, φορὰ καὶ αὔξησις καὶ φθίσις· καὶ γὰρ ἐν τῇ αὐξήσει μεταβάλλει τόπον ἐκ τόπου καί, ὃ πρότερον ἦν ἐνταῦθα, πάλιν μεθέστηκεν εἰς ἐλάττονα ἢ μείζονα. ἔπειτα ὅτι μὴ πάντα τὰ κινούμενα εἰς τὴν περὶ τοῦ τόπου ἔννοιαν ἡμᾶς προήγαγεν, ἀλλὰ μόνα τὰ καθ’ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός, ὥσπερ οὐδὲ κινεῖται κυρίως, οὕτως οὐδὲ τόπου προσδεῖται οὔτε εἰς τὴν γνῶσιν αὐτοῦ συντελεῖ. καίτοι διαφορὰ μέν τις ἔστιν τῶν κατὰ συνβεβηκὸς κινουμένων· τὰ μὲν γὰρ ἐνδέχεται καὶ καθ’ αὑτὰ κινηθῆναι, οἷον τὰ μόρια τοῦ σώματος καὶ τοὺς ἥλους τῆς νεὼς εἰ διαιρεθεῖεν, τὰ δὲ οὐδαμῶς ἐνδέχεται, οἷον τὴν λευκότητα καὶ τὴν ἐπιστήμην. ἀλλ’ | ὅμως οὔτε [*](267) ταῦτα οὔτε ἐκεῖνα εἰς τὰς πρώτας ἐννοίας ἤγαγεν ἡμᾶς τοῦ τόπου, ἀλλὰ [*](2 ‘καὶ fort. del. Spengel 3 Aristot. 210b27 ἐκεῖνο)—31 μορφή) praetermisit Themistius ἔσται M: ἔστω WBL et Aristot. 210b 31 5. 6 καθ’ αὐτὸν MWB (et G Aristot. 210b33): καθ’ αὐτὸ L et EFI Arislot. 7 περιέχειν] εἶναι—περιέχον (περιέχειν FI) Aristot. 210b34 δεύτερον] cf. Philop. 540,5 sq. ‘τοῦτο δὲ ὁ μὲν Θεμίστιος δεύτερόν φησι᾿ αὐτὸν W: αὐτὸ MBL: om. Aristot. 211a1 εἶναι om. E Aristot. ib.: post πράγματος coll. FGI 9 εἶναι om. Aristot. 211a2 (praeter I) τόπον om. FG Aristot. ib. ἐλάττω BL; cf. Philop. 540,18sqq. 11 λοιπὸν] cf. Simpl. 565,17 12 ante ἀπολείπεσθαι add. μήτε EGI Aristot. 211a2 εἶναι om, E(?)GI Aristot. 211a3 14 ὑποκειμένων—(17) ἐμφανιεῖ] cf. Philop. 541,9sqq. (qui φησίν addit) δὴ MW οὖν Philop.): δὲ BL 16 λύεσθαι Aristot. 211a8 et ἐπιλύεται Philop. 541,11 (at ἐπιλύσεται Gt Philoponi) 17 αὐτὸν MWB(?)L: αὐτῶν Spengel tacite τῆς τοῦ τόπου θεωρίας Philop.) 18 κίνησίς τις Aristot. 211a13 (τις om. F); cf. Diels Zur Textgesch. p. 13 19 ἐν τόπῳ οἰόμεθα FGI 211a14 20 τρία—(30) τόπου] exscr. Philop. 541,25 (qui add. φησίν) 25 οὔτε] οὐδὲ nescio unde Spengel, qui adn. ῾ malim οὔτε—οὔτε᾿ 27 καὶ om. L καθ’ ἑαυτὰ Β 28 εἰ om. M; puto διαιρεθείσης legendum 29 ὅμως—(112,1) μόνα] cf. Philop, 542,12sqq,)

112
τὰ καθ’ αὑτὰ κινούμενα μόνα. καθ’ αὑτὰ δὲ κινεῖται, ὅσα ἀπολελυμένα [*](267) τοῦ περιέχοντος ἅπτεται αὐτοῦ, οὐκ ὄντα αὐτῷ συνεχῆ, ἡ δὲ χεὶρ κινεῖται μὲν γράφουσα νῦν δίχα τοῦ λοιποῦ σώματος, οὐκ ἀπολέλυται δὲ τοῦ σώματος, ἀλλὰ συνεχὴς αὐτῷ καὶ οὐχ ἅπτεται τοὐ ὤμου. οὐκοῦν οὐδὲ κινεῖται κατὰ τοῦτο τὸ μέρος καθ’ αὑτὴν οὐδὲ ἐστὶν ἐν τόπῳ, ἀλλ’ ὅπερ εἶπον, ἐκ τῶν καθ’ αὑτὸ κινουμένων ἀναμφιλέκτως θηρευτέον τὴν φύσιν τοῦ τόπου. κινεῖται δὲ τὸ ζῷον καθ’ αὑτὸ ἐν κόσμῳ. ἆρα οὖν τὸν κόσμον εἴποις ἂν εἶναι τόπον τοῦ ζῴου; οὐδαμῶς. ἀλλὰ τὸν ἀέρα; οὐδὲ τοῦτον. τί δήποτε; ὅτι κεῖται τὸν τόπον μήτε μείζω μήτε ἐλάττω τοῦ σώματος εἶναι. τίς οὖν ὁ τόπος τοῦ Καλλίου; τὸ ἔσχατον τοῦ ἀέρος, ὃ περιέχει μόνον Καλλίαν· διὰ γὰρ τοῦτο ἦν ἐν τῷ ἀέρι καὶ διὰ τοῦτο ἦν ἐν τῷ κόσμῳ, ὥστε οὗτος ὁ πρῶτος τόπος. ὅταν μὲν οὖν μὴ διῃρημένον ᾖ τὸ περιέχον, ἀλλὰ συνεχές, οὐχ ὡς ἐν τόπῳ λέγεται εἶναι, ἀλλ’ ὡς μέρος ἐν ὅλῳ, ὡς ἔφην καὶ τὴν χεῖρα ἐν τῷ σώματι· ὅταν δὲ διῃρημένον ᾖ καὶ ἁπτόμενον, ὡς ἐν τόπῳ ἔσται τοῦ ἐσχάτου τοῦ περιέχοντος, τοῦτο δὲ οὐδὲ μέρος τοῦ σώματος (ἔξωθεν γάρ) οὔτε μὴν μεῖζον οὔτε ἀλλ’ ἴσον πανταχοῦ τοῖς πέρασι τοῦ σώματος, ὃ περιέχει· ἅμα γάρ ἐστι τὰ ἔσχατα τῶν ἁπτομένων. τὰ μὲν οὖν μόρια τοῦ συνεχοῦς οὐκ ἐν τῷ ὅλῳ κινεῖται, ἀλλὰ μετὰ τοῦ ὅλου, τὰ διῃρημένα δὲ ἐν τόπῳ, οὐ μετὰ τόπου κινεῖται, πλὴν εἰ μὴ τὰ ἐν ἀγγείοις· μεταφορητὰ γάρ ἐστι τὰ ἀγγεῖα. ἀλλὰ ταῦτα οὐκ εἰσὶν οἱ πρῶτοι τόποι· μείζω γὰρ τῶν | σωμάτων, ἀλλὰ τὰ ἔσχατα [*](268) αὐτῶν ἡ κοίλη ἐπιφάνεια τοῦ κάδδου καὶ ἡ κοίλη ἐπιφάνεια τοῦ κεραμίου οἷς συμβάλλει τῷ ὕδατι ἢ τῷ οἴνῳ. εἰ δὴ ταῦτα ἀληθῆ λέγομεν, φανερὸν ἐκ τούτων, τί ἐστιν ὁ τόπος, ὅτι τὸ πέρας καὶ τὸ ἔσχατον τοὐ περιέχοντος, ὃ τοῦ σώματος ἅπτεται, ὃ περιέχει. τοῦτο δὲ καὶ ἄλλως ἄν ἀποδειχθείη. ἐπειδὴ γὰρ τέτταρά ἐστιν, ὧν εἶναί τι τὸν τόπον ἀνάγκη (λέγω δὲ εἶδος, ὕλη, διάστημα μεταξὺ τῶν ἐσχάτων τοῦ περιέχοντος, αὐτὰ τὰ ἔσχατα τοῦ περιέχοντος), εἰ μηδὲν τῶν τριῶν ἐστιν, ἀνάγκη τὸ λειπόμενον εἶναι τὸν τόπον. ὅτι μὲν οὖν οὐκ ἔστιν ἡ ὕλη, δέδεικται ἱκανῶς. ἀλλὰ καὶ ὅτι μηδὲ τὸ εἶδος, ἤδη φανερὸν γέγονε τὸ φενακίσαν τοὺς τὸ εἶδος ὑπολαμβάνοντας εἶναι τὸν τόπον· [*](1 καθ’ αὐτὰ δὲ—(2) συνεχῆ] cf. Simpl. 568,10 2 αὐτῷ] αὐτὰ M (nescio an recte) χεὶρ] cf. Philop. 546,17 3 μὲν] μὲν νῦν B 4 ἅπτεται] cf. Mt Philoponi 545,20. 21, et quae adn. Vitelli 5 καθ’ αὐτὸ MW: καθ’ αὑτὰ BL 8 οὐδαμῶς om. L 13 εἶναι om. FGI Aristot. 211a30 15 τοῦ ἐσχάτου]: τῶ ἐσχάτω W2: om. a 16 μὴν om. a 17 τοῖς πέρασι τοῦ σώματος BL: τοῖς σώμασι τοῦ πέρατος MW 18 τὰ μὲν οὗν μόρια κτλ.] ex Alexandro (cf. Simpl. 570,25) 19 ἐν τόπῳ] cf. Diels Zur Textgesch. p. 27 22 κάδδου libri (it. 113,9) et FI Aristot. 211b3 et 5, quapropter banc formam non attigi: κάδου utrobique Spengel de iis quae apud Aristot. 211b1 ἔτι ὅταν—(5) κάδῳ leguntur lam ab Aspasio et Alexandro in suspicionem vocatis cf. Diels Zur Textgesch. p. 32 κεραμίου MW: κεραμείου BL 23 τῷ οἴνῳ] ὁ οἶνος W δὴ] δὲ W 24 ὅτι—(25) περιέχει] cf. Simpl. 571,17 sq. τὸ ante ἔσχατον om. BL 25 ὃ] καθ’ ὃ Simpl. τέσσαρά BL 26 τὸν τόπον] ὁ τόπος Aristot. 211b6 (om. ὁ F) 26. 27 τὸ ante μεταξὺ om. Ε Aristot. 211b8 27 αὐτὰ] ἡ Simpl. 571,26: ἢ αὐτὰ Philop. 547,3 (ubi πέρατα pro ἔσχατα) αὐτὰ—περιέχοντος om. M)
113
ἐπειδὴ γὰρ περιέχει μὲν ἡ μορφή, περιέχει δὲ καὶ ὁ τόπος, τὸ εἶδος [*](208) ὑπέλαβον εἶναι τὸν τόπον δι’ ἄγνοιαν τῶν συλλογισμῶν· καίτοι πέρατα μὲν ἄμφω, οὐ τοῦ αὐτοῦ δέ, ἀλλὰ τὸ μὲν εἶδος τοῦ περιεχομένου, ὁ τόπος δὲ τοῦ περιέχοντος σώματος. ἐγὼ δὲ οὐδὲ πέρας εἴποιμι ἄν τὸ εἶδος. οὐδὲ γὰρ ἡ ἐπιφάνεια τὸ εἶδος, ἀλλ’ ὁ λόγος τοῦ [τὸ] τί ἦν εἶναι, ἀλλ’ ἐπεὶ περατοῖ τὴν ὕλην καὶ ὁρίζει (πέρας γὰρ λέγεται ὥσπερ καὶ ἀριθμός), λείπεται τοίνυν ἡμῖν, ὅτι μηδὲ τὸ διάστημα ὁ τόπος ἐστίν, ἀποδεὶξαι. διάστημα δὲ τὸ μεταξὺ νοούμενον τῶν περάτων τοῦ περιέχοντος, οἷον τὸ μεταξὺ τῆς κοίλης ἐπιφανείας τοῦ κάδδου. παλαιὰ μὲν οὖν ἡ δόξα καὶ τοῖς τὸ κενὸν τιθεμένοις προσήκουσα, ἠκολούθει δὲ ὅμως αὐτῇ καὶ ὁ περὶ Χρύσιππον χορὸς καὶ Ἐπίκουρος ὕστερον. εἰσποιοῦσι δέ | τινες καὶ [*](269) τὸν Πλάτωνα τῷ δόγματι· ἤρτηται δὲ ἐκ πιθανῆς μὲν αἰτίας, ψευδοῦς δὲ ἱκανῶς· ἐπειδὴ γὰρ εἰς ἐπίνοιαν ἤλθομεν ὅλως τοῦ τόπου ἐκ τῆς ἀντιμεταστασεως τῶν σωμάτων καὶ τοῦ γίνεσθαι συνεχῶς ἄλλοτε ἄλλα ἐν τῷ αὐτῷ τόπῳ, διὰ τοῦτο αὐτοῖς ὁ τόπος ἔδοξεν εἶναι τὸ διάστημα τὸ μεταξύ, ὃ ταὐτὸ μένον ὑπελάμβανον ὑποδέχεσθαι τὰ αντιμεθιστάμενα σώματα κεχωρισμενον ἑκάστου τούτων τῶν εἰσιόντων σωμάτων· ἐνῆγε δὲ αὐτοὺς εἰς ταύτην μάλιστα τὴν ὑπόνοιαν τὰ ἀγγεῖα· ἐπειδὴ γὰρ τῆς ἐπιφανείας ἐν τῷ κεραμείῳ τῆς κοίλης μενούσης τῆς αὐτῆς καὶ περιγεγραμμένης ἰδίοις πέρασι ποτὲ μὲν ὕδωρ ἐγγίνεται, ποτὲ δὲ ἀὴρ ἐν τῷ σκεύει, διὰ τοῦτο εἷναι τὸ μεταξὺ τῆς κοίλης ἐπιφανείας διάστημα ὑπενόησαν, ὃ ταὐτὸν μένον καὶ τῶν σωμάτων κεχωρισμένον ὥσπερ καὶ ἡ ἐπιφάνεια τοῦ ἀγγείου δέχεσθαι ἀνὰ μέρος τὰ σώματα. ἀλλ’ οὐκ ἔστι τοῦτο ὑγιές. εἰ μὲν οἷόν τε ἦν κενὸν σώματος γενέσθαι ποτὲ τὸ ἀγγεῖον, ἴσως ἄν ἐφωράθη καθ’ ἑαυτὸ τὸ λεγόμενον τοῦτο διάστημα· νῦν δὲ ἅμα ἐκχεῖται τὸ ὕδωρ καὶ ὁ ἀὴρ ἀντεισέρχεται, κἀντεῦθεν ἡ πλάνη· ἐπεὶ γὰρ σῶμα πᾶν μετὰ διαστήματος, μεταφέρουσι τὸ τῶν σωμάτων διάστημα ἐπὶ τὸν τόπον οὐκ ἐννοοῦντες, ὅτι διὰ τοῦτο ἀεὶ διάστημά ἐστιν ἐν τόπῳ, ἐπειδὴ καὶ σῶμα ἀεί, δηλοῖ δὲ τὰ χαλκᾶ καὶ στεγανὰ πανταχόθεν ἀγγεῖα· οὐ γὰρ ἄν ἐκρύσειε τὸ ὕδωρ, εἰ μὴ χώραν εἰσρύσεως ὁ ἀὴρ λάβη. φενακίζει δὲ αὐτοὺς καὶ τὸ μένειν ἀεὶ ἀσύγχυτον καὶ τὴν κοίλην ἐπιφάνειαν τῶν ἀγγείων, ὡς εἴγε συνέπιπτεν [*](5 τὸ del. Spengel: num. του<τέστι> τὸ? 6 γὰρ om. W 6. 7 καὶ μέτρον καὶ ἀριθμός WBL 9 κάδδου] cf. quae adn. ad. 112,22 παλαιὰ] cf. Simpl. 571,24 10 ἠκολούθει M2: ἠκολούθη Μ1: ἠκολούθησε WBL 11 χορὸς Victorius: γρόνος libri Ἐπίκουρος] cf. Useuer Ep. fr. 273 (p. 194) 13 ἐκ L (e Philop. 547,12): καὶ MWB: ἀπὸ Simpl. 572,33 17 κεχωρισμένον L (cf. Simpl. 572,37): κεχωρισμένων MWB 19 κεραμίῳ codd. Laur. 85,14 et 18 21 εἶναι] τόπον εἶναι W2 ταὐτὸν M: ταὐτὸ WBL 23 μὲν] μὲν γὰρ W, Spengel e coni. 24 ποτὲ BL: τόπον MW ἐφωρέθη a καθ’] καὶ Spengelii operae 25 δὲ om. L εἰσχεῖται MW, καὶ ὁ ἀὴρ bis scr. in W 27 μεταφέρουσι—τόπον] cf. Simpl. 573,4 sq. 28 ἐν τῷ τόπῳ W δηλοῖ—(30) λάβῃ] cf. Simpl. 573,17 sqq. 29 στενὰ W ἐκρεύσειεν Usener 30 εἰσρύσεως MWB (fort. Ε Simplicii): εἶς ῥύσιν L (unde εἰς εἴσρυσιν Usener): εἰσρυήσεως Simpl. λάβῃ libri: λάβοι Spengel e coni. et Simpl. (praeter a) 31 ἀσύγχυτον] δύσχυτον B ὄπ M ξυνέπιπτεν (σ super ξ) B; ceterum cf. Simpl.)
114
ἐξαιρουμένου τοῦ ὕδατος, ὥσπερ | ἐπὶ τῶν ἀσκίων, οὐκ ἂν ὁμοίως ἐξνπατῶντο. [*](270) οὔκουν ὁμοίως ἐν τῷ ἀέρι φανταζόμεθα ὑπομένειν τὸ διάστημα τοὐμοῦ σώματος· συγχεῖται γὰρ εὐθὺς κινηθέντος ἡ περιέχουσά με ἐπιφάνεια καὶ ἑνοῦται πρὸς ἑαυτήν, τῆς δὲ ἐν τοῖς στερεωτέροις ἀγγείοις ἀεί τι ἅπτεται ἕτερον σῶμα ἀσυγχύτου φυλαττομένης, τὸ δὴ τὸ σῶμα τοῦτο ἐν διαστήματι εἶναι διὰ τοῦτο καὶ ἐκείνης ἀεὶ διάστημα μεταξὺ εἶναί φασιν. ᾿ Αλλ᾿ ὑποθώμεθα ἐξαιρεθέντος τοῦ ὕδατος μηδὲν ἕτερον εἰσρυῆναι σῶμα. μένει τοίνυν μεταξὺ τῆς ἐπιφανείς διάστημα κεχωρισμένον. ἀλλ’ ἄλογος ἡ ὑπόθεσις, ὦ σοφώτατε Γαληνέ (αὐτὸ γὰρ ὑποτίθεται ὃ ζητούντων γὰρ ἡμῶν, εἰ δύναται εἶναι διάστημα κεχωρισμένον, πλάττεις σεαυτῷ καὶ ἀναζωγραφεῖς, ὃ βούλει εἶναι διάστημα κεχωρισμένον, οὐχ ὅτι ὑπάρχει δεικνύεις. ὅλως τε † οὔτε δυνατὸν ἐννοεῖς· τὸ γὰρ ἀναιρεῖν τὴν ἀντιμετάστασιν τῶν σωμάτων τοῦ παντάπασιν ἀναιρεῖν σῶμα οὐδὲν διαφέρει, οὐδὲ δὴ τὸ λέγειν, ὡς εἴ τις ὑποθοῖτο μήτε οὐρανὸν ἔσεσθαί ποτε μήτε γῆν μήτε ἄλλο τι τῶν νῦν ὑπαρχόντων σωμάτων, ἀλλὰ μηδὲ ἕτερον ἂν τούτων γενέσθαι σῶμα· καὶ γὰρ οὕτως μόνον καταλιπεῖν βουλήσεται διάστημα, ἐν ᾧ τὰ σώματα νῦν ἐστι, τηνικαῦτα δὲ οὐκ ἔσται. ἀλλ’ οὔτε τοῦτο δυνατὸν οὔτε ὃ βούλεται ὁ Γαληνός· διάστημα γὰρ ἄνευ σώματος ἀμήχανον ὑποστῆναί ποτε, ἀλλὰ θᾶττον ἄν ὁ χαλκὸς συμπέσοι τῆς κόης ἐπιφανείας ἢ δίχα σώματος μείνειεν· τὸ γὰρ κενὸν ὅτι κενὸν ὄντως ἐστίν, εὐθὺς ἐπιδει|χθήσεται. τί δὲ δήποτε; ἐπὶ μὲν τοῦ τοίχου οὐκ ἄν ὑπολάβοις, ὅτι οὐ δύναταί ποτε αὐτοῦ μηδὲν σῶμα ἅπτεσθαι παντελῶς, εἴγε μὴ τὸ κενὸν οὕτως προσίεσθε, ἐπὶ δὲ τοῦ κρατῆρος οὐκέτι; καὶ γὰρ τούτου παραπλησίως ἀεί τι ἅπτεται, ἡ διαφορὰ δὲ ἐν τῷ σχήματι μόνον ἐστί. ῾ τῶς οὖν᾿, φησίν, ῾ ἐπινοοῦμεν τὸ διάστημα ὡς ἄλλο τι τῶν σωμάτων;’ πῶς δὲ λευκότητα, πῶς δὲ μελανίαν; ἕκαστον γὰρ τούτων ἀφαιροῦντες τοῦ σώματος καθ’ αὑτὸ νοοῦμεν, οὐχ ὡς καθ’ αὑτὸ ὑφεστὼς καὶ τοῦ σώματος κεχωρισμένον, ἀλλὰ τῷ λόγῳ μόνον χωρίζοντες. ἐπεὶ γὰρ μὴ ταὐτὸ τῷδε τῷ ὕδατι τοσοῦτόν τι διεστάναι καὶ ὕδατι εἶναι, ὁμοίως καὶ τῷ οἴνῳ, ὁμοίως καὶ τῷ ἀέρι, ἀφαιροῦντες τῷ νῷ τὰς ποιότητας, καθ’ ἃς τὸ μὲν [*](1 ἀσκείων Β1: ’fort, ἀσκῶν᾿ Sp. (ut leg. apud Simpl.) 5 δὴ] δὲ L τὸ om. L 6 φασιν MW: φησιν BL 7 ᾿ Αλλ᾿ —(12) ἐννοεῖς exscr. Simpl. 573,19 sqq. et (cum Themistio nominatim litigans) Philop. 576, 13sqq. ἐξαρθέντος Philop. 8 μεταξὺ libri et Philop.: τὸ μεταξὺ Simpl. indeque Spengel 8. 9 ἀλλ’ ἄλογος Philop.: ἀλλὰ λόγος MW: ἀλλὰ ἄλογος BL, Simpl. 9 ὑποτίθεται libri, Simpl., Philop.: ὑποτίθεσαι Spengel (ὑποτίθεισαι Gt Philoponi) 10 πλάττεις] πλατεῖς L. ante vocabulum Simpl. add. ὑποτίθεται εἶναι διάστημα κεχωρισμένον οὐχ ὅτι ἔστι δεικνὺς (cf. v. 11. 12), ῾ ὑποθώμεθα᾿, λέγεις, ῾ εἶναι διάστημα κεχωρισμένον᾿; quorum simile quippiam apud Themistiura excidisse suspicor 12 ὅλως τε οὔτε δυνατὸν M et (δὲ pro τε) W: ὅλως δὲ οὔτε δυνατὰ BL: ὅλως δὲ ἀδύνατα Simpl.: οὐδὲ pro οὔτε coni. Spengel 13 ἀντιμετάστασιν] ἀντὶ superscr. Β οὐδὲν] οὐ L 14 τὸ MW: τοῦ LB ὑποθεῖτο B μηδέ τι ἕτερον L 19 θᾶττον—κοίλης] Philop. 575, 28 συμπέσοι Spengel: συμπέσῃ libri 20 μένειεν L ὄντως WL: ὅπως M (num καὶ πῶς?): ὄντος Β 21 ἐπιδειχθήσεται M marg. WB2 (ἐπι super ἀπο): ἀποδ. M text. B1L 25 φησίν] φησὶ μόνον B 27 κατ’ αὐτὸ L 29 τι L: τε MWB 30 ἀφαιροῦντες κτλ.] cf. Philop. 577,10sqq. (ὁ)
115
ὕδωρ, τὸ δὲ οἶνός ἐστιν, τὸ δὲ ἀήρ, οὕτω νοοῦμεν τὸ διάστημα μόνον [*](271) καθ’ ἑαυτό· εἶτα ἐπειδὴ συμβαίνει τὰ τρία σώματα ἐν τῷ αὐτῷ παρὰ μέρος ἀγγείῳ γίνεσθαι, ἃ ταῖς μὲν ἄλλαις ποιότησι διαφέρει, ἴσα δέ ἐστι τῷ διαστήματι αὐτῷ, καὶ μᾶλλον ὑπονοοῦμεν ἄλλο τι εἶναι τὸ διάστημα παρὰ τὰ σώματα ὁρῶντες, ὅτι εἰσρυεὶς ὁ ἀὴρ μετὰ τὸν οἶνον τὰς μὲν ἄλλας ποιότητας οὐκ ἔχει τοῦ οἴνου, τὸ διάστημα δὲ μόνον ταὐτὸ φυλάττει τῷ οἴνῳ· καὶ ἐπειδὴ κατὰ μὲν τὰς ἄλλας ποιότητας οὐκ ἔστιν ἐν τόπῳ τὰ σώματα οἷον θερμότητα ἢ ψυχρότητα, κατὰ δὲ τὸ διάστημα μόνον, οὕτω τὸ διάστημα τὸν τόπον ὑπολαμβάνομεν, οὐ καλῶς· οὐ γὰρ εἰ κατὰ διάστημα ἔστιν ἐν τόπῳ, ὁ τόπος ἐστὶ τὸ διάστημα ἢ καὶ ἡ κίνησίς ἐστιν ὁρμή, ἐπειδὴ κινούμεθα καθ’ ὁρμήν. τὰ μὲν οὖν αἴτια τῆς πλάνης τοῖς ἐπὶ ταύτην ἐλθοῦσιν τὴν δόξαν ταὐτά ἐστιν. |

Ότι δὲ οὐκ ἔστι τὸ μεταξὺ τῶν ἐσχάτων τοῦ περιέχοντος διάστημα [*](272) τόπος, ἀναμνησθῆναί σε δεῖ μόνον, ὅσα ὑπάρχειν τῷ τόπῳ ταῖς κοιναῖς ἀκολουθοῦντες ἐννοίαις ἐξ ἀρχῆς διωρισάμεθα. τὸν τόπον δεῖν περιέχειν, ἀλλ’ ἐμπεριέχεται τὸ διάστημα. τὸν τόπον δεῖν χωρίζεσθαι τῶν σωμάτων, ἀλλὰ τὸ διάστημα ἑκάστῳ τῶν σωμάτων σύνεισί τε καὶ συναπέρχεται· εἰρήκαμεν γάρ, ὡς ὁ μένειν αὐτὸ χωρὶς τῶν σωμάτων ἀξιῶν τὸ κενόν, κἄν μὴ βουλήσηται, παραδέχεται· εἰρήκαμεν δέ, ὅτι καὶ τὸ μὲν ποσὸν τοῦ διαστηματος μένει ταὐτόν, ταὐτὸν δὲ οὐ μένει διάστημα. ἔτι τὸν τόπον ᾠόμεθα δεῖν μηδὲν τοῦ σώματος εἶναι, τὸ διάστημα δέ ἐστιν μικροῦ δεῖν αὐτὸ τὸ σῶμα. ὅλως δὲ ὁ τὸ διάστημα τόπον λέγων τί μᾶλλον τὸ σῶμα ἐν τόπῳ ποιεῖ ἢ τὸν τόπον ἐν τῷ σώματι; μᾶλλον γὰρ τὸ διάστημα ἐν τῷ σώματι ἢ τὸ σῶμα ἐν τῷ διαστήματι, εἴγε τὸ μὲν συμβεβηκός (ποσὸν γάρ), τὸ δὲ οὐσία· (σῶμα γὰρ αἰσθητόν). καὶ τοῦτο δὲ ἡδέως ἂν αὐτῶν, ὅταν ἐν τόπῳ γένηται σῶμα, πότερον φυλάττον τὸ διάστημα τὸ οἰκεῖον (πᾶν γὰρ σῶμα ἐν διαστήματι) οὕτω γίνεται ἐν τῷ ἢ τὸ μὲν οἰκεῖον ἀποβάλλει, μόνῳ δὲ γίνεται τῷ τοῦ τόπου; εἰ μὲν τοίνυν ἐροῦσι τὸ δεύτερον, διδαξάτωσαν ἡμᾶς, πῶς φθείρεται τὸ διάστημα μὴ φθειρομένου τοῦ σώματος, πῶς δὲ τὸ μὲν ἴδιον αὐτοῦ φθείρεται, προςγίνεται δὲ τὸ ἀλλότριον; εἰ δὲ ἄμφω τὰ διαστήματα σῴζεσθαι λέξουσι καὶ τὸ τοῦ σώματος καὶ τὸ τοῦ τόπου, πῶς ἅμα ἔσται τὰ δύο καὶ πότερον ἐν ποτέρῳ; ποῖον γὰρ ἐρεῖς περιέχεσθαι; ποῖον δὲ περιέχειν; πῶς δὲ δύο μὲν διαστήματα ἅμα καὶ ἐν τῷ | αὐτῷ μέτρῳ γενέσθαι δυνατόν, ἐν ᾧ καὶ τὸ [*](273) ἕτερον ἦν, δύο δὲ σώματα οὐκέτι; οὐ γὰρ τὰ ἄλλα γε συμβεβηκότα κωλύσει· οὐ γὰρ θερμότης ἢ ψυχρότης ἢ λευκότης ἢ μελανία τὸν ὄγκον μείζονα [*](1 ἐστίν post ὕδωρ BL ὁ δὲ ἀήρ libri: corr. Spcngel 4 αὐτῷ BL: αὐτοῦ MW τι superscr. Β 6 ταὐτὸ cm. L 10 ἐν τῷ τόπῳ W 11 τῆς] τοῖς a 14 τῷ superscr. B 16 δεῖν W2L1, Victorius: δεῖ MW1BL2a 17 τὸ] τῶ B 19 βουλήσται MWBL2, Spengel e coni.: βουλήσεται L1a 20 οὐ] οὗ a 27 ἐν MW: σὺν BL 27. 28 ἐν τῶ τόπῳ MW: ἐν τῶ τόπου B: ἐν τῶ τοῦ τόπου L 28 ἡ] καὶ Β μόνον B τοῦ om. Β 34 τῷ αὐτῷ WL (cf. Simpi. 622,16): αὐτῷ τῷ MB γενέσθαι M: γίνεσθαι WBL 36 θερμότης] cf. Simpl. 622,20 8*)

116
ποιοῦσιν, ἀλλὰ μόνον τὰ διαστήματα. ἢ τοῦτο μὲν ὡς ἐκείνῳ ἀκόλουθον [*](273) παρδέχονται, ἡμῖν δὲ ψεῦδος τοῦτο ἀποδεικνύουσι συναναιρεῖν ὑπάρχει καὶ τὸ ἡγούμενον. ἔτι πότερον αὐξανομένου τοῦ σώματος αὔξεται καὶ τὸ τοῦ τόπου διάστημα ἢ τὸ μὲν τοὐ σώματος αὔξεται, τοῦ τόπου δὲ οὔ; αὔξεσθαι μὲν γὰρ πῶς ἂν εἴποι τις ἕτερον μέγεθος ἑτέρῳ γενομένης προσθήκης; ὅμοιον γὰρ ὡς εἰ ἔλεγε καὶ τὸν πῶλόν τις αὐξάνεσθαι ἐκ τῆς τροφῆς τοῦ σκυλακίου. μένειν δὲ ἴσον ἀμηχανώτερον· πῶς γὰρ ἔτι τοῦ μείζονος τόπος; οὐκ ἐπιστρέφει δὲ ὁ λόγος οὗτος ἐπὶ τὸ τοῦ περιέχοντος πέρας· οὐ γάρ ἔστιν αὔξησις ἐπιφανείας καθ’ ἑαυτήν.

Ἃ μὲν οὖν ἡμεῖς λέγομεν πρὸς τὴν δόξαν, ταῦτά ἐστιν· οἷς δὲ χρῆται Ἀριστοτέλης, ἀσαφέστερον μὲν ἔχει, πειρατέον δέ, ὅπως ἐνδέχεται, κἀκεῖνα, ὡς ἐξ ἀρχῆς προὐθέμεθα, ἐκκαλύπτειν. εἰ, φησίν, ἦν τι διάστημα καθ’ αὑτὸ πεφυκὸς εἶναι καὶ μένειν ἐν ἑαυτῷ, ἄπειροι ἂν ἦσαν οἱ τόποι· τι δήποτε; ὅτι ἡνίκα ἄν μεταφέρηται τὸ ἀγγεῖον πλῆρες ὂν ὕδατος ἢ ἀέρος, ὃ ποιεῖ τὸ ὅλον ὕδωρ ἐν τῷ ἀγγείῳ, τοῦτο ποιήσει καὶ τὰ τοῦ ὕδατος μόρια. ὡς οὖν τὸ ὅλον ὕδωρ κατέχον τὸ οἰκεῖον διάστημα σὺν τῷ ἀγγείῳ κινεῖται μεταφερομένῳ, οὕτως ἕκαστον τῶν μορίων κατέχον τὸ οἰκεῖον διάστημα κινηθήσεται σὺν τῷ ἀγγείῳ. ὅταν τοίνυν ἐν ἄλλῳ τόπῳ γένηται ὁ ἀμφορεύς, δηλονότι καθέξει | τι διάστημα τὸ μεταξὺ τῶν ἐσχάτων τοῦ [*](274) περιέχοντος ἀέρος, οὗ διαστήματα καὶ τὸ ὕδωρ μέρος, καθέξει καὶ τὰ τοῦ ὕδατος μόρια. ὅρα δέ, πόσα ἐν ταὐτῷ γίνεται διαστήματα· ὃ κατέσχεν ὅλος ὁ ἀμφορεύς, ὃ κατέσχε τὸ τούτου μέρος τὸ ὕδωρ, ὃ κατέσχεν ἕκαστον τῶν μορίων τοῦ ὕδατος, πάλιν ὃ κατέσχεν ὅλον τὸ ὕδωρ ἐν τῷ ἀμφορεῖ (ἦν γὰρ ἐν τόπῳ τῷ ἀμφορεῖ) καὶ τὸ μεταξὺ τῶν ἐσχάτων αὐτοῦ κοίλης ἐπιφανείας, πρὸς τούτοις ὃ κατεῖχεν ἕκαστον τῶν μορίων τοῦ ὕδατος τούτοις εἰ προσθείης καὶ τὸ τοῦ ἀμφορέως ὡς τοῦ ὕδατος σώματος καὶ τὸ τοῦ μέρους ὡς σώματος, πολλὰ εὑρήσεις ἐν ταὐτῶ διαστήματα. ἓν μὲν τοῖς μορίοις καὶ ἕτερον ἔγωγε ἀτοπώτερον ὑφορῶμαι. ἕκαστον γὰρ ἔν τε τῷ οἰκείῳ διαστήματι ἔσται καὶ ἐν τῷ μείζονος μέρους· γινομένης δὲ εἰς ἄπειρον τῆς τομῆς εἰς ἄπειρον καὶ ἡ τῶν τόπων πρόσθεσις προελεύσεται. ὅλως γὰρ εἰ διάστημα ὁ τόπος, οὐδὲν ἄτοπον καὶ τῶν μορίων ἕκαστον ἐν τόπῳ εἶναι καθ’ αὑτό· καὶ γὰρ ἐν διαστήματι καθ’ αὑτό ἐστιν ἕκαστον, ὃ διάστημα μόριον ὅλου τοῦ τόπου· [*](1 μόνα L ἢ] εἰ (commate antea posito) Spengel: malim καὶ μὲν ὡς ἐκείνῳ scripsi: μὲν ὡς ἐκεῖνοι M: ἐκεῖνοι μὲν ὡς BL: μὲν ἐκεῖνοι ὡς W 2 ψεῦδος τοῦτο MW: τοῦτο ψεῦδος BL 4 ἡ] καὶ B 12 εἰ—(117,3) τόπῳ] exscr. Philop. 550,9.sqq. (ὁ Θεμίστιος δὲ ἐξηγεῖται τὸ χωρίον οὕτως) ἦν om. M 13 ταὐτῷ Philop. et τῷ αὐτῷ F Aristot. 211b20: τῷ αὐτῷ τόπῳ EGI Aristot.; cf. Diels Zur Textgesch. p. 17 κινεῖται] κεῖται a μορίων libri et M Philopoai: μορίων αὐτοῦ GKt Philop. 20 διαστήματα MBL et K διάστημα M) Philoponi: διαστήματος W et Gt Philoponi κατέξει L 21 δὲ] δὴ Philop. (οὖν cod. M) ἐν ταὐτῷ] ἐνταῦθα W: ἐν τῶ αὐτῶ Philop. 22 τούτου M1: τοῦ τούτου W 24 καὶ] λέγω δὴ Philop. τὸ BL: τῶν M: τῶ W 25 ῾ κατέσχεν᾿ Spengel 27 εὑρήσεις] ἄν εὑρήσεις GK Philoponi εὑρήσοις t) ἓν] ἐν Hermolaus Barbarus; recte puto; ἓν—(29) μέρους om. Philop. μὲν MW: μέν γε BL 28 τε om. W 32 τοῦ ante τόπου om. Β)

117
τοῖς μὲν γὰρ τὸ πέρας τοῦ περιέχοντος τιθεμένοις κατὰ συμβεβηκὸς τὸ [*](274) μέρος ἐν τῷ τόπῳ, ἐπειδὴ τὸ ὅλον ἐν τόπῳ· τοῖς δὲ ὅλον τὸ μεταξὺ διάστημα πῶς οὐκ ἔσται τὰ μόρια καθ’ αὑτὰ ἐν τόπῳ; ἔστιν οὖν ἐν ἀπείροις ἕκαστον τόποις. ὅτι δὲ καὶ ὁ τόπος ἐν τόπῳ γίνεται, δῆλον. τὸ γὰρ διάστημα τὸ μεταξὺ τῶν κοίλων τοῦ ἀμφορέως ἔσται ἐν ἄλλω διαστήματι μετατεθέντος τοῦ ἀμφορέως. ἆρ’ οὖν ταὐτὰ ἄτοπα ἀπαντᾷ τοῖς τὸ ἔσχατον τοῦ περιέχοντος λέγουσι τόπον; οὐδαμῶς. διὰ τί; οὐκέτι γὰρ ἄν εἴποιμι ἐν ἄλλῳ τόπῳ γίνεσθαι τὸ ὕδωρ καὶ τὰ | τοῦ ὕδατος [*](275) μόρια κινουμένου τοῦ ἀμφορέως· ἐν. τῇ αὐτῇ γάρ ἐστιν ἐπιφανείᾳ καὶ οὐκ ἐξαλλάξει ταύτην οὐδὲ ἑτέραν προσεπιλαμβάνει τινά, ὥσπερ ἕτερον καὶ διάστημα. ῾ πῶς οὖν, εἰ τὸν αὐτὸν κατέχει τόπον ὁ οἶνος, καὶ καθ’ ὅλον καὶ κατὰ μόρια κινεῖται ἐνθένδε κἀκεῖσε ἐκ τοῦ οἰκήματος εἰς τὸ ταμιεῖον;’ ἐρήσεταί τις. ὅτι μηδὲ κινεῖται καθ’ αὑτόν (μένει γὰρ ἐν ἀμφορεῖ), ἀλλὰ κινεῖται καὶ μεθίσταται ὁ ἀμφορεύς, ἐν ᾧ ὁ οἶνός ἐστιν· ἐν ᾧ γάρ ἐστιν ὁ ἀὴρ ἢ τὸ ὕδωρ ἢ ὅ τι δήποτε, τοῦτο μεθίσταται, οὐχ ὁ ἀὴρ οὐδὲ τὸ ὕδωρ οὐδὲ τὰ μόρια τούτων, ἀλλά ποτε ταῦτα κινεῖται, εἰ ἀλλήλοις ἀντιμεθίσταται τὰ ἐν τῷ κεραμείῳ. εἰ δὲ ἦν τὸ διάστημα ὁ τόπος, συμμεθίστατο ἄν τοῖς ἀγγείοις τὰ σώματα καθ’ αὑτὰ καὶ τὰ μόρια ὁμοίως γε ἐκείνοις ἐξαλλάττοντα τὸ διάστημα καὶ ἐγίνετο ἄν ἐν ἄλλω καὶ ἄλλῳ τόπῳ οὐ κατὰ συμβεβηκός, ὢν ἕκαστος τόπος μέρος τοῦ μείζονος καὶ πάλιν ὁ μείζων τοῦ μείζονος, καὶ τοῦτο ἄχρι τοῦ μεγίστου τόπου καὶ διαστήματος, ἐν ῴπέρ ἐστιν ὁ οὐρανός. καὶ γὰρ δὴ καὶ τοῦτο ὑπάρχει τῷ θαυμαστῷ λόγῳ τόπον τόπου μέρος ποιεῖν, καθάπερ καὶ διάστημα διαστήματος· καὶ τοῦτο μὲν ἔξωθεν αὐτοῖς ἐπισυμβαίνει.

᾿ Εκεῖνο δὲ ὅρα. ἡ γὰρ καθ’ αὑτὸν κινεῖσθαι τὸν οἶνον ἐν τοῖς κεραμείοις ἐροῦσιν, ὅταν ἐκεῖνα μετακομίζηται, καὶ εἴρηται, ὅσα ἄτοπα ἀναδέξονται, ἢ παντάπασιν ἀκίνητον εἶναι· καὶ ὅσος ὁ γέλως ἀκίνητον Ἀθήναζε τὸν Θάσιον μετακομίζεσθαι. οὐ γὰρ ἕξουσιν ἀποδιδόναι, πῶς κινουμένου τοῦ σκεύους ὁ οἶνος δύναται καθ’ ἑαυτὸν μὲν ἀκίνητος μένειν, κατὰ | συμβεβηκὸς δὲ κινεῖσθαι, οἱ τόπον τὸ διάστημα λέγοντες. ὅτι μὲν τοίνυν [*](276) [*](1 ante συμβεβηκὸς add. τὸ Β 2 τῷ om. BL τοῖς—(3) τόπῳ om. M 3 ἔστιν—(4) τόποις] ex Alexaudro; cf. Simpl. 576,35 5 τὸ γὰρ—(9) ἀμφορέως] exscr. Philop. 554,20 sqq. (cf. 551,20: τὸ δὲ ἐφεξῆς ἐπιχείρημα καὶ ὁ Θεμίστιος ὡσαύτως ἐξηγεῖται) 6 ἆρ᾿—(28) μετακομίζεσθαι] cf. Simpl. 576,6sqq. ταῦτα ἄτοπα libri ('aut ταὐτὰ ταῦτα τὰ ᾿): τὰ αὐτὰ ἄτοπα Simpl.: τοῦτο τὸ ἄτοπον Philop. ἀπαντᾶν (ut vid.) M τόπον MW: τόν τόπον BL, Philop., Simpl. 8 γίνεσθαι MW, Simpl.: γενέσθαι BL, Philop. καὶ M: ἢ WBL, Simpl. 9 μόρια om. L αὐτὴ ML ἐν τῷ αὐτῷ Simpl., ὑπὸ τῆς αὐτῆς—ἐπιφανείας Philop.): ἀυ τ Β: αὐτοῦ W (et Laur. 85,18) 11. 12 καθ’ ὅλου L (et a Simplicii) 12 καὶ κατὰ BL, Simpl.: κτὰ M1: καὶ τὰ M2W 13 ταμεῖον L καθ’ αὐτόν WL, Simpl.: καθ’ αὐτό MB 16 ἀλλὰ ποτὲ libri: ἀλλὰ τότε Spengel: ἀλλ’ ὁπότε (om. εἰ ante ἀλλήλοις) Simpl. 17 τὰ Simpl.: τὸ libri τῷ L1) 19 ἐξαλλάττοντα WL: ἐξαλάττοντα Β: ἐξαλλάττοντας M 19. 20 ἐν ἄλλῳ καὶ ἐν ἄλλῳ W (et aF Simplicii) 25 γὰρ superscr. W 25. 26 κεραμίοις W ᾿ Αθήναζε κτλ.] cf. Simpl. 576,11 el 26; μετακομίζεσθαι Alexandri est (cf. Simpl. 576,33) 28 κινούμενα Β οἱ τόπον] lacuna VII litt. Β)

118
οὐκ ἔστι τὸ διάστημα ὁ τόπος, ἱκανῶς εἴρηται· ἀποδέδεικται δὲ ὡς οὐδὲ [*](276) ἡ μορφὴ οὐδὲ ἡ ὕλη· χωρὶς γὰρ ὧν εἴπομεν πολλῶν ὄντων, ὅτι ἐνηρεμεῖν δεῖ τοῖς τόποις τὰ σώματα (ἐνηρεμεῖ γὰρ τῇ ὕλῃ) καὶ μὴ χωρίζεσθαι, ἡ παραβολὴ τῆς ὕλης ἡ πρὸς τὸν τόπον ἔχει τινὰ ὁμοιότητα· ἐπ’ ἐκείνης μὲν λέγομεν ῾ὃ πρότερον ὕδωρ ἦν, νῦν ἐστιν ἀήρ᾿, ἐπὶ τοῦ τόπου ῾ οὗ πρότερον ὕδωρ ἦν, νῦν ἐστιν ἀήρ’. ἀλλ’ ἐκεῖνο ὁμολογούμενόν γε ἤδη, ὡς εἴγε μηδέν ἐστι τῶν τριῶν ὁ τόπος, μήτε ὕλη μήτε εἶδος μήτε διάστημα, ἀνάγκη τὸ λοιπὸν τῶν τεσσάρων εἶναι, τουτέστι τὸ πέρας τοὺ περιέχοντος καθὸ συνάπτει τῷ περιεχομένῳ σώματι.

᾿ Εν τόπῳ δέ ἐστι πᾶν σῶμα, ᾗ κατὰ φορὰν οἷόν τε κινεῖσθαι καὶ πάλιν ἠρεμεῖν· οὐ ταὐτὸν δέ ἐστιν περιφορά τε καὶ φορά. δοκεῖ δέ τι μέγα εἶναι καὶ χαλεπὸν γνωσθῆναι ὁ τόπος· πολλὰ γὰρ παρεμφαινόμενα ἐπιθολοῖ τὴν περὶ αὐτοῦ θεωρίαν καὶ μάλιστα τὸ διάστημα· ὁμοιότητα γὰρ ἔχει τούτου πολλήν· μένειν γὰρ ἀκίνητον καὶ τοῦτο δοκεῖ καθάπερ ὁ πρῶτος τόπος καὶ δέχεσθαι ἕτερα καὶ ἕτερα τῶν σωμάτων. εἴρηται δὲ τὸ αἴτιον τῆς ἀπάτης, ὅτι τοῖς· σώμασι συνεισιόν τε καὶ ἐξιὸν (τῷ μὲν ἄλλαις ποιότησιν αὐτὰ διαφέρειν, τῷ διαστήματι δὲ ἴσα εἶναι, τά γε τὸν ἴσον ἐκπληροῦντα τόπον) ταὐτὸν εἶναι δοκεῖ κλεπτομένης αὐτοῦ τῆς ἐναλλαγῆς διὰ τὴν ὀξύτητα τῆς ἀντιμεταστάσεως τῶν σωμάτων. συμβάλλεται δέ τι καὶ ὁ ἀὴρ δοκῶν ἀσώματος εἶναι· | διὰ τοῦτο γὰρ οὐ [*](277) μόνον τὰ πέρατα τοῦ ἀγγείου τόπος εἶναι δοκεῖ, ἀλλ’ ἤδη καὶ πᾶν τὸ μεταξύ· κενὸν γὰρ εἶναι φαντάζεται οὐχ ὁμοίως κινοῦντος τὴν αἴσθησιν τοῦ ἀέρος τοῖς ἄλλοις στοιχείοις. ἔστι δὲ οὐχ ἅπαν τὸ ἀγγεῖον ὁ τόπος, ἀλλὰ τὰ ἔσχατα αὐτοῦ τῆς κοίλης ἐπιφανείας, ὃς καὶ μεταφορηὸς ἂν εἴη· μεταφορητὸς δὲ οὐχ ἀπλῶς ἀλλὰ κατὰ συμβεβηκός· τὸ γὰρ σῶμα μεταφέρεται, λέγω δὲ τὸ κεράμειον ἢ ὁ κάδδος, οὗ πέρας ἐστίν. ἔστι δὲ ὥσπερ τὸ ἀγγεῖον τόπος μεταφορητός, οὕτως ὁ τόπος ἀγγεῖον ἀμετακίνητον· διόπερ ἐπειδὰν ἐν κινουμένῳ τι κινῆται ὡς πλοῖον ἐν ποταμῷ, τῷ περιέχοντι ὡς ἀγγείῳ χρῆται μεταφορητῷ μᾶλλον ἢ ὡς τόπῳ. βούλεται δὲ ἀκίνητος εἶναι ὁ τόπος καθ’ αὑτόν, εἰκότως (πέρας γάρ ἐστιν), καὶ ἅμα [*](1 οὑκ ἔστι] om. Β, add. in marg. 3 ἐνηρεμεῖ γὰρ WB: ἐνηρεμεῖν γὰρ ML (num recte?) 4 παρεμβολὴ W2 ἡ] ἢ W μὲν] μὲν γὰρ W 6 ὕδωρ ἦν, νῦν ἐστιν ἀήρ M (Philop. 556,20; Aristot. 211b36): ὕδωρ, νῦν ἀήρ WBL γε superscr. W τούτων τῶν τριῶν GI Aristot. 212a2 7 μήτε τὸ εἶδος μήτε ἡ ὕλη μήτε διάστημά τι Aristot. 212a3 (τὸ et ἡ del. E2) 8 καθὸ—(9) περιεχομένῳ] Aristotelis libri om. verba, quae genuina esse evicit Diels Zur Textgesch. p. 4sq. 10 ᾖ scripsi: ἣ M: ὃ WBL 11 οὐ ταὐτὸν κτλ.] ex Alexandro; cf. SimpL 589,6 12 μέγα τι εἶναι Aristot. 212a7 (μέγα εἶναί τι F) πολλὰ—(23) στοιχείοις] exscr. Philop. 13 μάλιστά γε τὸ M Philoponi 14 τούτου] τοῦτο W 16 ἐξιὸν] συνεξιὸν Philop. τῶ] τὸ Β1 17 τά γε Philop.: τὰ δὲ Themistii libri ῾ corrupte᾿ Viteili) 18 πληροῦντα W κλεπτομένου W 19 ἐξαλλαγῆς M Philoponi τῆς] τῶν τῆς M 20 ἀσώματον L 23 ἔστι—(26) πέρας ἐστίν] exscr. Philop. 590,16sqq. 26 κεράμιον WL κάδδος] cf. quae adnot. ad 112,22 27 οὕτως] οὗτος Μ1: οὕτω καὶ E Aristot. 212a15 28 κινῆται M, Spengel e coni.: κινεῖται λῖ. 30 ὁ τόπος εἶναι GI Aristot. 212a18)

119
πράγματι (ἅμα γὰρ τὰ πέρατα), ὥστε ἐξ ἁπάντων τούτων τὸ τοῦ περιέχοντος πέρας ἀκίνητόν τε καὶ πρῶτον ὁ τόπος ἐστίν.

5. Διὰ τοῦτο δὲ τὸ μέσον τοῦ κόσμου καὶ τὸ ἔσχατον τοῦ οὐρανοῦ καὶ τῆς τῶν ὅλων φορᾶς δοκεῖ εἶναι μάλιστα πᾶσι κυρίως τὸ μὲν ἄνω, τὸ δὲ κάτω, ἐπεὶ ἑκάτερον αὐτῶν ἀκίνητον τὸ μέν ἐστιν, τὸ δὲ φαίνεται· καὶ ἐπὶ ταῦτα ἡ κίνησις κατὰ φύσιν τοῖς τε κούφοις καὶ τοῖς βάρος ἔχουσιν τῶν σωμάτων. κοῦφον μὲν γάρ ἐστι τὸ ἄνω φερόμενον, βαρὺ δὲ τὸ κάτω. τὸν μὲν οὖν κάτω ποιεῖ τόπον αὐτὸ τὸ μέσον καὶ παρὰ τὸ μέσον ἡ γῆ καὶ τὸ ὕδωρ καὶ ὁ ἀήρ· ἕκαστον γὰρ τῶν βαρέων σωμάτων ὑπὸ τούτων περιέχεται τῶν στοιχείων ἢ πάντων, ὡς οἱ τῶν ποταμῶν ἀνέχοντες λίθοι, ἢ τοῖν δυοῖν, ὡς οἱ βαδίζοντες ἡ νηχόμενοι. τὸν δὲ ἄνω τόπον τό τε ἔσχατον τῆς κύκλῳ φορᾶς καὶ εἴ τι πρὸς ἐκεῖνό ἐστιν. | ᾧ μὲν οὗν [*](278) σώματί ἐστι σῶμα ἐκτὸς περιέχον αὐτό, τοῦτό ἐστιν ἐν τόπῳ· ᾧ δὲ μή, οὔ. διόπερ ἡ μὲν γῆ καίτοι μένουσά ἐστιν ἐν τόπῳ (ἔχει γὰρ ἄλλο σῶμα, οὗ τὸ πέρας ταύτην περιέχει), οὐκέτι δὲ τὸ κύκλῳ κινούμενόν ἐστιν ἐν τόπῳ (οὐδὲν γὰρ ἐκείνου ἔξωθεν)· οὐδὲ γὰρ εἰ ἀὴρ ἢ ὕδωρ ἦν, μηδὲν δὲ εἶχεν ἔξωθεν, ἦν ἄν ἐν τόπῳ. πῶς οὗν κινεῖται ὁ οὐρανὸς μὴ ὢν ἐν τόπῳ; ἢ ἔστι μὲν ὡς κινεῖται, ἔστι δὲ ὡς οὔ; ὅλος μὲν γὰρ οὐ κινεῖται· οὐδὲ γὰρ ἀμείβει τὸν ὅλον τόπον (αὕτη γὰρ κίνησις τῶν ὅλων ὥσπερ ἐπ’ εὐθείας μεθισταμένων), κύκλῳ δὲ κινεῖται. αὕτη δὲ κίνησις τῶν μορίων ἐστὶν καὶ τούτοις ἐστὶ τόπος· ἑκάστη γὰρ σφαῖρα τῶν ἐν κύκλῳ φερομένων ἀμείβει τῆς ἐφεξῆς σφαίρας ἐκείνης τὴν ἐπιφάνειαν. ταύτης οὖν καὶ τόπος ἐστίν· περιέχονται γὰρ ὑπ’ ἀλλήλων. ὁμοίως δὲ καὶ τὸ πᾶν καὶ τὸ ὅλον αὐτὸ μὲν οὐκ ἐν τόπῳ, τὰ μόρια δέ. τὰ μὲν γὰρ αὐτῶν κύκλῳ κινεῖται, τὰ δὲ ἄνω καὶ κάτω, ὅσα ἔχει πύκνωσιν καὶ μάνωσιν. ταῦτα δὲ Εὔδημος ἐν τῷ τρίτῳ τῶν αὑτοῦ Φυσικῶν παρίστησι, λέγει δὲ οὕτως ῾αὐτὸς δὲ πότερόν ἐστιν ἐν τόπῳ ἢ οὐκ ἔστιν; ἢ πῶς ἑκάτερον; ὅλως μὲν γὰρ οὐκ ἔστιν ἐν τόπῳ, εἰ μὴ ἔστι τι ἐκτός· οὕτω γὰρ ἄν περιέχοιτο· τοῦτο δὲ ἐπισκεψόμεθα. τὰ δὲ ἄστρα καὶ ὅσα ἐντὸς τοῦ ἐξωτάτω σώματος ἐν τῷ ἐκείνου πέρατί ἐστιν, ᾗ περιέχον ἐστίν. τὰ δὲ οὕτως ἔν [*](1 πράγματί πὼς GI Aristot. 212a29 et Simpl. 587,28; cf. Diels Zur Texigesch. p. 5 Aristot. —26 praetermisit Themistius 5.6 καὶ ἐπὶ—(11) νηχόμενοι] cf. Philop. 591,25 ὁ δὲ Θεμίστιος οὕτως) 6 τοῖς τε βάρος καὶ τοῖς κούφοις ἔχουσιν Β ὒ αὑτὸ τὸ μέσον M: αὐτό τε τὸ μέσον WB (τὸ postea ins.) L et Philop. παρὰ τὸ ΜWB: περὶ τὸ μέσον L: τὰ περὶ τὸ μέσον Philop. 12 κύκλῳ φορᾶς] cf. Simpl. 585,30sq. 16 τόπῳ—πῶς cm. Β (add. man. 1 in marg.) L (cf. Philop. 593,16sq.) ἢ BW: εἰ M 19 οὑδὲ γὰρ ἀμείβει κτλ.] cf. Philop. 594,2 τῶν ante ἐπ’ M e corr. 20 κινήσεται Aristot. 2112b1; cf. Diels Zur Textgesch. p. 6 κίνησις M, Spengcl e coni.: ἡ κίνησις WBL 22 ἀμείβει κτλ.] cf. Alexander apud Simpl. 589,8 23 ὐπ’] ἀπ’ L: ἐπ’ Laur. 85,18 26 Εὔδημος] fr. 44 p. 60,28 Sp.: cf. Simpl. 595,3sqq. τρίτων M, αὐτοῦ MW: ἑαυτοῦ BL 27 αὐτὸς Simpl.: ἀυ MWL1: αὐτὸ BL2a ἢ πῶς WBL: ὃ πῶς M: ἢ ὅπως Simplicii libri 28 ὅλως MWBL2 et E Simplicii: ὅλον B2La: ὅλος aF Simplicii οὕτω Simpl.: τοῦτο MW: τούτῳ BL 29 ἐξωτάτω Simpl.: ἐξωτάτου Themistii libri)

120
τινι ἐν τόπῳ λέγεται, ἐν ᾧ δὲ τὰ μόρια καὶ τὸ ὅλον λέγομεν εἶναι. [*](278) οὕτω μὲν οὖν εἴη ἄν ἐν τόπῳ, ἔστι δὲ καὶ ἄλλως που· ἐν τοῖς μορίοις γάρ ἐστι τὸ ὅλον, πολλαχῶς δὲ τὸ ποῦ᾿.

Ἵνα δὲ σαφέστερον γένηται, πῶς λέγομεν ἐν τόπῳ εἶναι τὸν οὐρανὸν [*](279) καὶ πῶς οὔ, μικρὸν ἄνωθεν εἴπωμεν ἀναλαβόντες. ὥσπερ γὰρ ἐλέχθη, τὰ μὲν κατὰ δύναμιν, τὰ δὲ κατ’ ἐνέργειάν ἐστιν ἐν τόπῳ· κατὰ δύναμιν μὲν τὰ μόρια τοῦ συνεχοῦς τοὐ ἐν τόπῳ ὄντος, ἃ καὶ οἷά τε διαιρεθῆναι· ταῦτα γάρ ἐστι κατὰ δύναμιν ἐν τόπῳ, ὅτι γένοιτο ἂν κατ’ ἐνέργειαν διαιρεθέντα καὶ ἀντὶ τοῦ συνεχῆ εἶναι ἅψαιτο ἄν ἀλλήλων ὥσπερ σωρός· κατ’ ἐνέργειαν δὲ αὐτά τε τὰ συνεχῆ, ὅταν ὑπό τινος περιέχηται, καὶ τὰ μόρια τούτων, ὅταν διαιρεθῇ. πάλιν τὰ μὲν καθ’ αὑτά ἐστιν ἐν τόπω, ὡς τὰ σώματα, ὅσα κατὰ φοράν ἐστιν κινητὰ ἢ κατ’ αὔξησιν καὶ μείωσιν· τὰ δὲ κατὰ συμβεβηκός, ὡς τὰ χρώματα, ὡς ἡ ψυχή, ἅπερ οὐκ ἂν γένοιτό ποτε ἐν τόπῳ καθ’ αὑτά, ὥσπερ τὰ κατὰ δύναμιν, οὐδὲ χωριστὰ τῶν ὑποκειμένων ἐστί. πῶς οὖν ὁ οὐρανὸς ἐν τόπῳ; ἆρα κατ’ ἐνέργειαν; ἀλλ’ ὑπ’ οὐδενὸς ἔξωθεν περιέχεται. ἀλλὰ κατὰ δύναμιν; ἀλλ’ οὐδ’ ἄν περισχεθείη ποτέ. ἀλλὰ καθ’ ἑαυτόν; ἀλλ’ οὐκ ἔστι κινητὸς κατὰ φοράν. οὐ γὰρ ταὐτὸν τὸ φέρεσθαι τῷ περιφέρεσθαι. ἀλλὰ τὸ μὲν ὅλον ἀμείβει τόπον, τὸ δὲ ἐν ταὐτῷ μένον ἐν ταὐτῷ κινεῖται. ἆρα οὖν κατὰ συμβεβηκός; Ἀριστοτέλης μὲν οὕτω βούλεται καὶ οἱ ἐξηγηταὶ συγχωροῦσιν· φησὶ γὰρ τὰ δὲ κατὰ συμβεβηκὸς οἷον ἡ ψυχὴ καὶ ὁ οὐρανός. ἐγὼ δὲ ἀπορῶ, πῶς οὐ μάχοιτο ἂν πρὸς αὑτόν, νῦν μὲν τὸ κατὰ συμβεβηκὸς ταὐτὸν ἡγούμενος τῷ κατὰ μόρια, πρὸ τοῦ δέ, ἐν οἷς ἐπεδείκνυε μηδὲν εἶναι ἐν ἑαυτῷ ὡς ἐν τόπῳ, τὸ μὲν κατὰ μόρια συγχωρῶν, τὸ κατὰ συμβεβηκὸς δὲ οὐ διδούς. ἴσως οὖν ἐνταῦθα κοινότερον κέχρηται τῷ κατὰ συμβεβηκὸς ἀντὶ τοῦ [*](280) κατ’ ἄλλο. ἔθος δὲ αὐτῷ πολλάκις τοῖς εἴδεσιν ἀντὶ τῶν γενῶν κεχρῆσθαι, ἄλλως μὲν ἐκεῖ κατὰ μόρια, ἄλλως δὲ ἐνθάδε· ἐκεῖ μὲν ἐπειδὴ τὸ μέρος ἐν τῷ μέρει, ἐνταῦθα δὲ ἐπειδὴ τὸ ὅλον ἐν τοῖς μορίοις. πῶς οὖν ἐν τόπῳ κατὰ συμβεβηκός; ὅτι μὴ πᾶσι συνεχής, ἀλλὰ ἅπτεται ἀλλήλων αὐτοῦ τὰ μόρια καὶ ἄλληλα περιέχει, οἷον αἱ σφαῖραι, καὶ κίνησιν ἑκάστη ἰδίαν κινεῖται. ἐν τόπῳ μὲν οὖν τὰ μόρια διὰ τοῦτο. ἐν τόπῳ δὲ καὶ ὁ ὅλος κατὰ συμβεβηκός· ἐν γὰρ τοῖς μορίοις ὅλος καὶ οὐκ ἄν αὐτῶν χωρισθείη. [*](1 λέγεται libri et E Simplicii: ἐστίν aF Simplicii καὶ om. Simpl. εἶναι λέγομεν Β 2 ἐν om. a 5 εἴπομεν Ba γὰρ] δ’ Aristot. 212b3 (om. I) ἐλέγχθη W 6 ἐστὶν ἐν τόπῳ in BL post δύναμιν, apud Aristot. 212b3 post τὰ μὲν legitur κατὰ δύναμιν μὲν — (11) διαιρεθῇ] cf. Simpl. 591,14sqq. 8 ταῦτα] κατὰ ταῦτα W κατ’] καὶ κατ’ Β 11 πάλιν—(13) ψυχή] cf. Philop. 595,3 sqq. καθ’ αὑτό FGI Aristot. 212b7 et Philop. 12 quae leguntur apud Aristot. 212b8 ὁ δ’ οὐρανός—(11) ἐστίν, praetermisit Themistius 14 post οὐδὲ add. γὰρ BL 15 πῶς—(19) κινεῖται] cf. Philop. 595,10sqq. 16 ἔξωθεν BL et Philop.: τῶν (num του? cf. Philop. 593,23) ἔξωθεν MW οὐδ’ ἄν M2WL: οὐκ ἄν Mp οὐδενὸς Β 17 ἑαυτὴν W 22 ἀπορῶ κτλ.] cf. Philop. 595,18 ἀπορεῖ δὲ πρὸς τοῦτο ὁ Θεμίστιος κτλ.) 22 αὑτόν ML: ἑαυτόν βῷ τὸ om. WL 24 ἐν om. WL μὲν] τῷ a δὲ om. L et Laur. 85,18: ante κατὰ συμβεβηκὸς ins. Spengel 25 κοινώτερον L τῷ WL; τὸ MB 29 αὐτοῦ L: in MWB compend. ambig. 31 μὲν om. WBL ὁ om. Β ὅλως Β 32 ὅλοις (ut vid.) Β χωρισθείη W, Spengel e coni.: χωρισθῇ MBL)

121
οὐ πάντα δὲ ἐν τόπῳ τὰ μόρια (οὐδὲ γὰρ ἅπαντα περιέχεται), οὐδὲ ἡ ἔξω [*](280) σφαῖρα, ἀλλ’ αὕτη κτὰ μὲν τὸ ἐντὸς εἴη ἄν ἐν τόπῳ (ἅπτεται τῆς τοῦ Κρόνου καὶ οἷον περιέχεταί πὼς), κατὰ δὲ τὸ ἔξω παντελῶς ἀμοιροῖ τόπου. καὶ τὰ μόρια δὲ ταύτης τὰ συνεχῆ ὁμοίως ἔχει· οὕτε γὰρ κατ’ ἐνέργειαν ἐν· τόπῳ οὔτε δυνάμει· πῶς γὰρ ἀχώριστα ὄντα τῆς ὅλης; οὔτε μὴν καθ’ αὑτά, μόνον δέ, εἴπερ ἄρα, κατὰ συμβεβηκὸς καὶ οὐδὲ τοῦτο ἁπλῶς· οὐδὲ γὰρ ἀπλῶς ἡ ἐξωτάτω σφαῖρα ἐν τόπῳ, ἀλλ’ ὡς ὅλη ἐν τόπῳ, οὕτως ἐκεῖνα κατὰ συμβεβηκὸς ἐν τόπῳ· ἐκείνη δὲ ἐπὶ τὰ ἔσω. καὶ τὰ μόρια δὴ τοῦτον τὸν τρόπον, ἐπεὶ κυρίως γε καὶ ἀπλῶς πῶς ἄν εἴη ἐν τόπῳ τὸ πᾶν; τοῦ γὰρ ἐν τόπῳ ἔξωθέν τι, τοῦ δὲ παντὸς οὐδὲν ἔξωθεν· πῶς γὰρ ἔσται τι πᾶν, εἴγε πᾶν ἀληθῶς, εἰ καὶ ἄλλο εἴη | παρὰ τοῦτο, ἐν ᾧ ἐστι; τί δὲ καὶ τὸ ἔξωθεν τοῦ παντός; κενὸν μὲν [*](281) γὰρ οὐκ ἔστιν, σῶμα δὲ εἰ μὲν πεπερασμένον, ἄρα καὶ ἐκεῖνο ἐν τόπῳ· καὶ πῶς; εἰς ἄπειρον γὰρ ἡ πρόοδος. εἰ δὲ ἄπειρον, οἱ πρότερον λόγοι διαμαχοῦνται. εἰ δὲ ἀληθὴς ἡ παλαιὰ δόξα, ὅτι πάντα ἐν τῷ οὐρανῷ καὶ πᾶν ὁ οὐρανός, ἴσως δὲ οὐδὲ θεμιτὸν ἔξωθέν τι αὐτοῦ περιβλέπειν· αὐτὸς μὲν γὰρ οὐ δεῖται τόπου, ἐν ἐκείνῳ δὲ ὡς ἐν τόπῳ τὰ ἄλλα πάντα, οὐκ ἐν ἅπαντι δέ, ἀλλ’ ἐν τῷ ἐσχάτῳ αὐτοῦ τῷ πρὸς ἡμᾶς καὶ ἁπτομένῳ τοῦ παθητικοῦ σώματος· καὶ διὰ τοῦτο ἡ μὲν γῆ ἐν τῷ ὕδατι, τοῦτο δὲ ἐν τῷ ἀέρι, οὗτος δὲ ἐν τῷ αἰθέρι, ὁ δὲ αἰθὴρ ἐν τῷ οὐρανῷ, ὁ δ’ οὐρανὸς οὐκέτι ἐν ἄλλῳ.

Ὃ τοίνυν ὑπεσχόμεθα, δείξομεν, ὅτι πᾶσαι λύονται αἱ ἀπορίαι, τί ἐστιν ὁ τόπος, καλῶς διαποροῦσιν. οὔτε γὰρ οὖν ἀνάγκη αὔξεσθαι τὸν τόπον· οὐδὲν γὰρ αὔξεται πέρας καθ’ ἑαυτό, ἀλλ’ ὑποχωροῦντος τοῦ περιέχοντος σώματος ἤτοι κατὰ ἀντιπερίστασιν ἢ κατὰ πύκνωσιν καὶ πίλησιν, καὶ τὰ πέρατα ὑπείκει, ὥστε καὶ τὰ αὐξανόμενα ἐν μείζονι γίνεσθαι τόπῳ. εἰ μέντοι διάστημα ἦν ὁ τόπος, ηὐξάνετο ἄν ὁ τόπος καθ’ ἑαυτὸν καὶ ἐπελάμβανεν ἄν μείζω τόπον, οὕτως δὲ ἦν ἄν ἐν τόπῳ τόπος. ἀλλ’ οὐδὲ στιγμῆς τόπος· οὐδὲ γὰρ χωριστὸν ἡ στιγμὴ οὔτε ὑπό τινος περιέχεται. ἀλλ’ οὐδὲ δύο σώματα ἐν τῷ αὐτῷ τόπῳ· οὐ γάρ ἐστι διάστημα σωματικὸν [*](1 οὐ πάντα δὲ ἐν τόπῳ τὰ μόρια] τὰ γὰρ μόρια ἐν τόπῳ πὼς πάντα Aristot. 212b12sqq., ad quae Sirnpl. 592,22 haec aduotat: ὁ δὲ Θεμίστιος τὸ πῶς ἤκουσεν, ὡς εἴρηται, διότι ἡ ἐξωτάτω σφαῖρα κατὰ μὲν κτλ. usque ad (4) τόπου 3 χρόνου L οἷον om. Simpl. 4 ἀμοιροῖ libri: ἀμοιρεῖ a e Simplicio ante τόπου add. τοῦ L δὲ ταύτης BL: δὲ ταῦτα MW 6 ὅλης L2a: ὕλης MWBL1 καθ’ αὐτὸ L 7 οὐδὲ γὰρ—τόπῳ] exscr. Philop. 603,13 9 τὸν om. B 12 παρὰ] περὶ L ἐστι] περιέχεται E Aristot. 2 12 b 16: ὃ περιέχει FGI ἔξωθεν MW et FGI Aristot. ib.: ἔξω BL et Ε Aristot. 13 κἀκεῖνο BL 15 ἀληθὲς a (de L ambigo) et Laur. 85,18: corr. Spengel e coni. 16 δὲ om. W ῾ fort. delendum' Spengel) 18 παθητικοῦ παθητοῦ libri: κινητοῦ Aristot. 212 b 19 post σώματος add. πέρας ἠρεμοῦν FGI Aristot. ib.; cf. Diels Zur Textgesch. p. 4 adn. 3 21 λύονται libri et E Simplicii 595,28 (cf. Philop. 604,20): λύοιντ’ ἄν a F Simplicii et Aristot. 212b23 23 οὐδὲν—(25) τόπῳ] exscr. Pbiiop. 597,14 sqq. et Simpl. 596,10 sqq. οὐδὲ vel οὐ Philoponi libri καθ’ αὐτό a 26 μέντι M 27 μείζονα L 28 στιγμῶν M οὐδέ—περιέχεται] cf. Simpl. 596,17 sq. 28 οὐδὲ et 29 οὐ γάρ] οὔτε—οὔτε EF Aristot. 212b25: οὐδὲ—οὐδὲ GI 29 ante ἐν add. ἐστὶν Ε Aristot. ib.)

122
ὁ τόπος, μᾶλλον δὲ οὐδὲ ὅλως διάστημα, ἀλλὰ πέρας, ἐν ᾧ διάστημα [*](281) μὲν πάντως ἐστίν, ἀλλ’ οὐ καθ’ αὑτό, ἀλλὰ μετὰ τοῦ σώματος τοῦ τυχόντος. ὅ τε τόπος που μέν, οὐχ ὡς ἐν τόπῳ δέ, ἀλλ’ ὡς τὸ πέρας ἐν τῷ πεπερασμένῳ. οὐ γὰρ πᾶν τὸ ὂν ἐν τόπῳ, ἀλλὰ τὸ κινητὸν σῶμα κατὰ [*](282) φοράν. καὶ φέρεται δὲ εἰς τὸν ἑαυτοῦ τόπον ἕκαστον, εὐλόγως· τὰ γὰρ μὴ βίᾳ ἁπτόμενά τε ἀλλήλων καὶ περιέχοντα ἄλληλα συγγενῆ, οἷον ὕδωρ μὲν γῇ, ἀὴρ δὲ ὕδατι, πῦρ δὲ ἀέρι, συγγενῆ δέ, ὅτι ῥᾷστα εἰς ἄλληλα τὰ ἐφεξῆς μεταβάλλει· ἔχει γάρ τι κοινόν. φερόμενα οὖν ἐπὶ τὰ συγγενῆ σώματα φέρεται ἐπὶ τοὺς οἰκείους τόπους· ὑπὸ γὰρ τῶν συγγενῶν περιέχεται· τὸ γὰρ ἅπτεσθαι ἀλλήλων καὶ ἔστιν ἐν τόπῳ καὶ ποιεῖ καὶ πάσχει εἰς ἄλληλα, ἐπεὶ τῶν γε συμπεφυκότων καὶ ἡνωμένων τὰ μόρια οὔτε ἐν τόπῳ καθ’ αὑτὰ οὔτε πάσχει τι ὑπ’ ἀλλήλων. καὶ μένει δὲ ἐν τῷ οἰκείῳ τόπῳ ἕκαστον, εἰκότως· εἰ γὰρ εὐλόγως φέρεται πρὸς τὸ συγγενές, καὶ μενεῖ ἄν εὐλόγως ἐν τῷ συγγενεῖ· σχεδὸν γὰρ μέρος γίνεται τοῦ περιέχοντος ὥσπερ ὁ ἀὴρ τοῦ ὕδατος, μόριον δὲ οὐχ ὡς συνεχὲς ὡς ὕδατος ὕδωρ, ἀλλ’ ὡς ἁπτόμενον καὶ διῃρημένον· ὕλη γὰρ γίνεται ἀλλήλων· μεταβάλλει γὰρ εἰς ἄλληλα, εἰ καὶ μὴ τὸν αὐτὸν τρόπον. ἀλλ’ ὕστερον περὶ τούτων. οὐ γὰρ οἷόν τε νῦν σαφῶς εἰπεῖν, ἀλλ’ ἐκεῖνό γε ἐξαρκεῖ. εἰ γὰρ ὕλη, πῶς ἀλλήλων; ὥσπερ τοίνυν τὰ συμπεφυκότα μόρια μένει ἐν τοῖς ὅλοις, οὕτως καὶ τὰ ἁπτόμενα. τῷ δὲ διάστημα λέγοντι τὸν τόπον πῶς οἰσθήσεται τά σώματα ἐπὶ τοὺς οἰκείους τόπους· τὸ μὲν γὰρ πέρας οὐ παντὸς σώματος οἰκεῖον αὐτοῖς, ἀλλὰ τοῦ συγγενοῦς, πρὸς ὃ φέρεται, εὐλόγες· τὸ δὲ διάστημα ἀδιάφορον καὶ οὐδὲν μᾶλλον ἕτερον ἑτέρου προσήκει τῷ φερομένῳ. περὶ μὲν τοῦ τόπου, ὅτι τέ ἐστι καὶ τί ἐστιν, εἴρηται. |

6. Ἔχεται δὲ ἐφεξῆς ὁ περὶ κενοῦ λόγος τῷ φυσικῷ. καὶ γὰρ ὅσοι [*](283) διάστημα τὸν τόπον ὑπολαμβάνουσι, τῷ μὲν ὑποκειμένῳ ταὐτά φασιν εἶναι κενόν τε καὶ τόπον, τῷ λόγῳ δὲ διαφέρειν· τὸ γὰρ αὐτὸ τοῦτο διάστημα, ὅταν μὲν ἔχῃ σῶμα, τόπος αὐτοῖς ἐστιν· ὅταν δὲ μὴ ἔχῃ, κενόν. βούλονται γὰρ εἶναι τὸ κενὸν διάστημα, ἐν ᾧ μηδέν ἐστι σῶμα. οὕτω μὲν οὖν ἐφεξῆς ἡμῖν ἐστιν ὁ λόγος, θεωρητέον δὲ τὸν αὐτὸν τρόπον, εἰ ἔστιν ἢ μή, καὶ πῶς ἐστι καὶ τί ἐστι. πρῶτον δὲ θετέον, ἐξ ὧν τε δοκεῖ εἶναι καὶ ἐξ ὧν οὔ, καὶ τάς γε κοινὰς δόξας προτέρας ἐξεταστέον. νῦν μὲν οὖν [*](3 δὲ om. Β et F Aristot. 212b28 4 τὸ ὃν om. E Aristot. 212b29: post ἐν τόπῳ coll. F et Simpl. 595,28; cf. Diels Zur Textgesch. p. 14 4. 5 κατὰ μεταφορὰν W1 5 δὲ ’scrib. δὴ ex Aristot.' Spengel εὐλόγως om. Ε Aristot. 212b30 6 οἷον κτλ.] cf. Simpl. 597,15sqq. τὸ] malim τῷ 12 δὲ] δὴ φύσει πᾶν Aristot. 212b33 13 ἕκαστον iibri et I Aristot. lb.: om. FG: post πᾶν coll. Ε εἰκότως libri et Philop. 600,7: οὐκ ἀλόγως EFG Aristot. 212b34: εὐλόγως I Aristot. 14 μενεῖ scripsi: μένει M (in quo ἄν εὐλόγως om.) Β: μένοι WL (cf. Simpl. 598,15) 15 ὥσπερ om. M (add. man. 1 in marg.) 24 τοῦ M et F Aristot. 213a10: οὑν τοῦ W: οὖν BL: om. EGI Aristot. ἐστι καὶ τί om. M 25 ἐφεξῆς] cf. Simpl. 645,26; Philop. 606,27 26 ὑπολαμβάνωσι L τῷ μὲν—(27) διαφέρειν] cf. Philop. 611,22 sqq. 27 τε om. W et Philop. 31 καὶ (ante τί) Iibri et Simpl. 646,3: ἡ Aristot. 213a13; cf. Diels Zur Texlgesch. p. 6)

123
οἱ δεικνύναι πειρώμενοι, ὅτι τὸ κενὸν οὐκ ἔστιν, οὐ κατὰ θύρας ἀπαντῶσι [*](283) τῷ πράγματι· οὐ γὰρ πρὸς τὴν τοῦ κενοῦ φύσιν ἀντιλέγουσιν, ἣν ὀνειροπολοῦσιν οἱ προἱστάμενοι τῆς δόξης· ἀλλ’ ὃ πλανώμενοι κενὸν ὑπολαμβάνουσι, τοῦτο ὅτι μὲν κενὸν οὐκ ἔστιν, ἐπιχειροῦσι δεικνύναι. ἡ γὰρ νόησις τοῦ κενοῦ γίνεται τοῖς ὑπάρχειν αὐτὸ τιθεμένοις διάστημα εἶναι τὸ κενόν, ἐν ᾧ μηδέν ἐστι σῶμα αἰσθητόν, οἰόμενοι δὲ τὸν ἀέρα μὴ εἶναι σῶμα αἰσθητὸν τὸ πλῆρες ἀέρος κενὸν νομίζουσι. δεῖ δὴ τὸν ὀρθῶς πρὸς τὴν δόξαν ταύτην ἐνιστάμενον οὐ τὸν ἀέρα μὴ ὄντα κενὸν ἐπιδεικνύναι, ὥσπερ Ἀναξαγόρας ἐποίει στρεβλῶν τοὺς πεφυσημένους ἀσκοὺς καὶ δεικνύς, ὡς ἰσχυρὸς ὁ ἀήρ, καὶ τὰς κλεψύδρας οὐκ εἰσδεχομένας τὸ ὕδωρ, εἰ μή τις ἔξοδον τῷ ἀέρι συγχωρήσειεν· ἀλλὰ πῶς χρὴ τὸ κενὸν ἀναιρεῖν; ὃ βούλεται σημαίνεσθαι διελέγχοντας, οὐχ ὃ λέγουσιν. ὅτι τοίνυν οὐχ οἷόν τε εἶναι διάστημα ἕτερον τῶν σωμάτων καὶ χωριστὸν ἐνεργείᾳ, τοῦτο δεικτέον. ὅπερ ἢ διαλαμβάνει τὸ πᾶν σῶμα καὶ οὐκ ἐᾶ συνεχὲς εἶναι | ἢ τοῦ [*](284) παντὸς οὐρανοῦ συνεχοῦς ὄντος ἔξωθέν ἐστιν περιέχον αὐτόν· δύο γὰρ οὗτοι τῆς θέσεως τοὺ κενοῦ τρόποι, ἢ παρεσπάρθαι τοῖς σώμασιν αὐτό, καθάπερ λέγουσι Δημόκριτός τε καὶ Λεύκιππος καὶ ἄλλοι πολλοὶ καὶ ᾿ Επίκουρος ὕστερον (οὖτοι γὰρ πάντες τὴν τοῦ κενοῦ παρεμπλοκὴν τῆς διαιρέσεως τῶν σωμάτων, ἐπεὶ τό γε ἀληθὲς συνεχὲς ἀδιαίρετον κατ’ αὐτούς), ἢ κεχωρισμένον καὶ ἀθρόον εἶναι, καθ’ αὑτὸ περιέχον τὸν οὐρανόν, ὡς πρότερον μὲν ᾤοντο τῶν ἀρχαίων τινές, μετὰ δὲ ταῦτα οἱ περὶ χήνωνα τὸν Κιττιέα.

Ἐπισκεπτέον τοίνυν, ἃ λέγουσιν οἱ συνιστάμενοι τῷ κενῷ. λέγουσι δὲ ἓν μέν, ὅτι κίνησις ἡ κατὰ τόπον οὐκ ἄν εἴη μὴ συγχωρουμένου τοῦ κενοῦ· κίνησις δὲ κατὰ τόπον φορὰ καὶ αὔξησις καὶ φθίσις. καὶ πρότερον πῶς οὐκ ἔστι φορά; τὸ γὰρ κινούμενον εἰ μὴ διὰ τοῦ κενοῦ, ἀνάγκη διὰ τοῦ πλήρους κινεῖσθαι· ἀλλ’ εἰ διὰ πλήρους, σῶμα διὰ σώματος κινηθήσεται καὶ σῶμα ἐν σώματι ἔσται, ὅλον ἐν ὅλῳ, καὶ δύο σώματα ἐν τῷ αὐτῷ τόπῳ ἔσται. εἰ δὲ δύο, διὰ τί μὴ καὶ πλείω; οὐ γὰρ δὴ μᾶλλον νῦν ἐστι πλῆρες, ὅτε διπλοῦν γέγονεν ἢ πρότερον ἦν, ἡνίκα μόνον ὑπῆρχεν· ὁμοίως γὰρ ἦν συνεχὲς καὶ ὁμοίως μεστὸν καὶ πρὸ τοῦ, ἀλλ’ ὅμως ἐδέξατο καὶ ἄλλο. διὰ τί οὖν οὐ πάλιν καὶ ἄλλο καὶ αὖθις ἄλλο καὶ οὕτως ἔσται ἐν τῷ σμικροτάτῳ τὸ μέγιστον· πολλὰ γὰρ μικρὰ τὸ μέγα ἐστίν. οὐ [*](4 μὲν om. W 6 οἰόμενοι—(7) αἰσθητὸν om. L 7 ante τὸ πλῆρες add. καὶ W 9 πεφυσημένους] cf. Simpl. 647,24 13 καὶ χωριστὸν ἐνεργείᾳ] οὕτε χωριστὸν οὔτε ἐνεργείᾳ ὄν Aristot. 213a32 16 τόποι L παρεσπάρθαι] κατεσπάρθαι Philop. 613,23: ἐγκατεσπάρθαι id. 608,8 17 τε supcrscr. M: om. Aristot. 213a34 λεύκιπος M 17. 18 Ἐπίκουρος ὕστερον] cf. Simpl. 648,16 sq.; Usener Epic. fr. 274, p. 195,10 ἀληθὲς M: ἀληθῶς WBL 23 τῷ κενῷ WBL: τὸ κενὸν M 25 καὶ (ante αὔξησις) MB et Spengel e coni. (cf. Aristot. 213b5, ubi deest καὶ φθίσις, quod legitur 211a15) μὲν WL πρότερον] ῾πρῶτον?᾿ Spengel 26 διὰ κενοῦ κτλ.] cf. Simpl. 649,9 28. 29 τῷ αὐτῷ libri et GI Aristot. 213b7: ταὐτῷ EF Aristot. 29 τόπῳ deest apud Aristot. οὐ γὰρ—(124,2) ἄνισα] exscr. Philop. 614,18sq. 30 ὅτε MB, Philop.: ὅτι WL 32 καὶ αὖθις καὶ ἄλλο M 33 μικρά ἐστι τὸ μίγα E Aristot. 213a11)

124
μόνον τοίνυν τὰ ἴσα σώματα ἑαυτῷ, ἀλλ’ ἤδη καὶ ἄνισα δέξεται· <τὰ> γὰρ ἴσα πλείω καὶ ἄνισα ἑτέρως καὶ ἑτέρως διαιρούμενα γίνεται, | ὥστε [*](285) ἀνάγκη κενὸν εἶναι, εἰ κίνησιν διασῴζομεν. τούτῳ δὲ καὶ Μέλισσος εἴξας τῷ λόγῳ, ἐπειδὴ κενὸν οὐκ ᾤετο, μηδὲ κινεῖσθαι τὸ πᾶν ἀπεφαίνετο. ὅτι δὲ μᾶλλον αὔξησις οὐκ ἔστι μὴ ὄντος κενοῦ, φανερόν. τὴν μὲν γὰρ αὔξησιν δεῖ γίνεσθαι πάντη προσκρινομένης τῷ αὐξανομένῳ σώματι τῆς τροφῆς, τοῦτο δὲ οὐκ ἄν γένοιτο μὴ πάντη διιούσης αὐτῆς, ἀδύνατον δέ ἐστι σῶμα οὖσαν δι’ ὅλου χωρεῖν τοῦ σώματος, πλὴν εἰ μὴ κενόν τι παρενείροιμεν τοῖς σώμασιν. οὕτω μὲν οὖν ἐκ τῆς κινήσεως ἐπιχειροῦσιν, ἄλλον δὲ τρόπον, ὅτι φαίνεται ἔνια συνιόντα καὶ πιλούμενα εἰς ἐλάττονα ὄγκον μένοντα νοντα ἐπὶ τῆς αὐτῆς οὐσίας· οἱ γὰρ πίθοι τὸν ἴσον δέχονται οἶνον καθ’ αὑτόν τε καὶ εἰς ἀσκοὺς ἐμβληθέντα μετὰ τῶν ἀσκῶν, δῆλον ὡς κενῶν τινων ὄντων ἐν τῷ οἴνῳ, εἰς ἃ σύνεισι καὶ πυκνοῦται ἐκθλιβόμενος ὑπὸ τῆς βίας. μαρτύριον δὲ ποιοῦνται καὶ τὸ περὶ τῆς τέφρας, ἣ δέχεται ἴσον ὕδωρ, ὅσον τὸ ἀγγεῖον κενόν. ὅλως τε οὔτ’ ἂν διαιρεῖσθαι τὰ σώματα οὔτ’ ἂν ἀπ’ ἀλλήλων διακεκρίσθαι, εἰ μὴ παρενέπιπτε τὸ κενόν, καὶ ἐκώλυεν αὐτὰ πάντα ἀλλήλοις ἡνῶσθαι· ταύτην γὰρ καὶ οἱ Πυθαγόρειοι τὴν αἰτίαν τῷ κενῷ προστιθέασιν, οὐκ οἶδ’ ὅπως αὐτὸ καὶ εἰσπνεῖσθαι λέγοντες ὑπὸ τοῦ παντὸς ἔξωθεν περικεχυμένον, ἐπεὶ καὶ τῶν ἀριθμῶν τὴν φύσιν μίαν εἶναι διωρισμένην, μᾶλλον δὲ μηδ’ ἂν ἀριθμοὺς εἶναι μὴ τοὺ κενοῦ διακρίνοντος τὰς μονάδας.

7. Ἅ μὲν οὖν εἶναι λέγουσιν οἱ τὸ κενὸν εἶναι τιθέντες, ταῦτά [*](286) ἐστιν, εἴρηται δὲ καὶ ὅτι μὴ πρὸς ἔπος ἀντιλέγουσιν οἱ πρὸς τὸ δόγμα ἱστάμενοι. λέγομεν τοίνυν ἡμεῖς πότερον ἔχει τἀληθές. ἀρχὴ δὲ πάσης ζητήσεως τοιαύτης, τί σημαίνει τὸ προκείμενον, ἐξετάσαι· καὶ εἰ μὲν ἓν σημαίνει, τοῦτο ἰδεῖν εἴτε δυνατὸν εἴτε μή, εἰ δὲ πλείω, τίνα μὲν οἷόν τε, τίνα δὲ οὔ, καὶ εἰ μηθὲν ὅλως τῶν σημαίνεσθαι δυναμένων, τότε ἀνυπόστατον τὴν φωνὴν ἐπιδεικνύναι. αὐτῶν οὖν πυθώμεθα τῶν τὸ κενὸν τιθεμένων, ὅ τι δοκεῖ τοὔνομα αὐτοῖς τοῦτο σημαίνειν. ἐροῦσι δὲ οἱ μὲν ἁπλῶς τόπον, ἐν ᾧ μηδέν ἐστι σῶμα, τοῦτο δὲ ἴσον, ἐν ᾧ μηδέν ἐστιν· πᾶν γὰρ τὸ ὂν σῶμα ὑπολαμβάνουσιν εἶναι. εἰ δὴ τοῦτο κενὸν λέγουσιν, ἐν ᾧ μηδέν ἐστι σῶμα, πᾶν δὲ σῶμα ἁπτὸν κατ’ αὐτούς, ἅπαν δὲ ἁπτὸν [*](1. 2 τὰ addidi γὰρ ἴσα πλείω M: γὰρ πλείω ἶσα πλείω B: πλείω γὰρ ἴσα πλείω WL; of. Simpl. 649,32 sq. καὶ τὰ ἄνισα δέξεται τὰ γὰρ πλείονα ἴσα ἄνισον ποιεῖ 3 εἰ Laur. 85,18: ἦ Β: ἦ εἰ MWL τούτῳ δὲ MW: τούτῳ Β2, Victorius e coni.: τοῦτο Β1L εἴξας MW et Philop. 615,6: εἶξαι Β1: εἶξε BoL 5 αὔξησιν—(8) σώματος] cf. Philop. 615, 15sqq. 6 πᾶσι γίγνεσθαι EI Aristot. 213b19: γίνεσθαι πᾶσι FG Aristot., Simpl. 650,30 et 651,8; cf. Diels Zur Textgesch. p. 14 πάντη W: πάντη M: παντὶ Β: παντὶ L προκρινομένης L 7 διιούσης] cf. Simpl. 651,3 15 τὸ ἀγγεῖον τὸ κενόν Aristot. 213b22 τε cm. W 17 πυιαγόριοι WB1 τὴν om. L 18 αὐτῷ G Aristol. 213b23; cf. Diels Zur Textgesch. p. 18 19 ἀπὸ τοῦ ἔξωθεν περικεχυμένου Simpl. 651,28 20 μίαν BL: μὴ MW 24 λέγωμεν Victorius 25 τοιαύτη M 27 μηδὲν W δυναμένων ΜΒ1: φαινομένων WB2L τότε W: τόγε MBL 28 πυθώμεθα W et Spengel e coni.: πυθόμεθα MBL 30 ἐστι σῶμα—ἐν ᾦ om. L)

125
βάρος ἢ κουφότητα ἔχει, εὑρίσκεται συλλογιζομένοις τὸ κενόν, ἐν ᾧ μηδέν [*](86) ἐστι κοῦφον ἢ βαρύ. τούτοις μὲν οὖν οὕτως ἐκλαμβάνουσιν ἕπεται καὶ τὴν στιγμὴν κενὸν λέγειν· οὐδὲν γὰρ ἐν αὐτῇ οὔτε βαρὺ οὔτε κοῦφόν ἐστιν. εἰ γὰρ καὶ τὸν τόπον προστιθέασι, πλέον ἀνύσουσιν οὐδέν, ἕως ἄν μὴ διορίζωσιν, εἰ τοιοῦτον λέγουσιν τόπον, ἐν ᾧ διάστημά ἐστιν δεκτικὸν σώματος ἁπτοῦ. ἄλλοι δὲ διὰ τοῦτο προσθήσουσι τὸ διάστημα καὶ φήσουσιν εἶναι τὸ κενὸν διάστημα οὐ πλῆρες αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν. τὴν μὲν οὖν στιγμὴν οὗτοί γε ἀποφεύξονται, θέα δὲ ἕτερον ἀπορώτρον, εἰ τὸ διάστημα τοῦτο ἢ χρῶμα ἢ ψόφον προσλάβοι ἤ τινα ἄλλην ποιότητα χωρὶς βάρους ἢ κουφότητος. πότερον ἔτι κενὸν ἐροῦσι τὸ διάστημα καὶ ἔσται τὸ κενὸν αἰσθητὸν ἢ οὐκέτι; καὶ πῶς ἐπιδέξεται τὸ σημαινό|μενον τοῦ κενοῦ (οὐ γὰρ ὂν κενόν); ὅμως οὐ πλῆρές ἐστιν αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν. οὐκ ἔστι δὲ ἀδύνατος ἡ ὑπόθεσις εἶναι σῶμα οὔτε κοῦφον οὔτε βαρὺ οὔτε ἁπτὸν ὅλως; τοιοῦτον γὰρ τὸ θεῖον ἐπιδειχθήσεται. εἴπερ οὖν εἴη τι τοιοῦτον ἐν τόπῳ, κενὸς ὁ τόπος ὑπάρξει καίτοι σῶμα ἔχων ὁρατόν. ἕτεροι τοίνυν ἵνα μηδὲ τούτῳ περιπίπτωσιν, ἄλλον τρόπον ἐξηγήσονται τὸ κενὸν διάστημα, ἐν ᾧ μὴ τόδε ἔστιν ἐνεργείᾳ, τουτέτιν ἐν ᾧ μηδὲν ὅλως σῶμά ἐστιν, μηδὲ φύσις σωματικὴ μήτε ἁπτὴ μήτε κατ’ ἄλλην τινὰ αἴσθησιν αἰσθητή. τούτοις δὲ ἀκολουθεῖ καὶ μέντοι καὶ λέγουσι τὴν ὕλην εἶναι τὸ κενόν· αὕτη γὰρ οὐδέν ἐστιν ἐνεργείᾳ σῶμα. οἱ δὲ αὐτοὶ καὶ τόπον τὴν ὕλην ποιοῦσιν. ἄμεινον μὲν οὖν τῶν ἄλλων συνίασιν οὗτοί γε τοῦ σώματος. τὸ μέντοι καὶ τὴν ὕλην κενὸν ποιεῖν πάντη μέμψαιτο ἄν τις αὐτῶν· ἡ γὰρ ὕλη οὐ χωριστὴ τῶν πραγμάτων, εἰ μὴ τῷ λόγῳ, τὸ κενὸν δὲ ζητοῦσιν εἶναι χωριστὸν κατ’ ἐνέργειαν, καὶ τοῦτο δὲ αὐτῶν παριᾶσιν. ὅμως οὐδὲ κατ’ αὐτὴν τὴν δόξαν οἷόν τε εἶναι τὸ κενόν. ἤδη μὲν οὖν ἐξήτασται ἡμῖν ὁ λόγος. ὅτε γὰρ τὸν τόπον ἐδείκνυμεν οὐκ ὄντα διάστημα τῶν σωμάτων κεχωρισμένον, τότε ὅτι μηδὲ τὸ κενὸν οἷόν τε εἶναι συναπεδείκνυμεν. εἰ γὰρ ἀδύνατον εἶναι διάστημα δίχα σώματος, οὔτε τόπος ἐστὶ διάστημα, ὃ οἷόν τε χωρίζεσθαι τῶν σωμάτων, οὔτε μὴν διάστημα ἤδη κατ’ ἐνέργειαν τῶν σωμάτων κεχωρισμένον· τὸ γὰρ κενὸν καὶ ὁ τόπος τοῖς οὕτως αὐτὸν τιθεμένοις ἐπινοίᾳ μόνον ἀλλήλων διοίσουσιν, ὥσπερ εἰρήκαμεν, ᾗ τὸν μὲν τόπον ὅταν ἤδη δέξηται σῶμα, [*](2 βαρύ τι (τι om. Ε) Aristot. 214a3 4 εἰ—(11) οὐκέτι] exscr. Philop. ἀγνύσουσιν L 5 διορίζουσιν L ἐστιν δεκτικὸν] ἐστι KM Philoponi et Aristot. 214a5: δεκτικόν Gt Philoponi 8.9 ἀπορώτερον et 10 ποιότητα] cf. Alexander apud Simpl. 655,4 et 654,22 13 οὐκ—(15) ἐπιδειχθήσεται] cf. Philop. 621,5sq. ἡ om. L εἶναι] εἶναί τι W 14 θεῖον] cf. Alexander apud Simpl. 655,36 16 ἔχων Spengel: ἔχον libri 17 μὴ] μηδὲν E Aristot. 214a12 τόδε ἔστιν libri et I Aristot. ib.: τόδε τι EFG Aristot.: τόδε τί ἐστιν Simpl. 656,4; cf, Diels Zur Texlgesch. p. 19 19 ἁπτὴ BL2 ἁπτὴν L1): ἁπλῆ MW 20 τὴν ὕλην WBL et Philop. 618,7: ὕλην M: τὴν τοῦ σώματος (τῶν σωμάτων F) ὕλην Aristot. 23 πάντη M: πάνυ BL: om. W 24 εἶναι] ὡς Aristot. 214a16 (ὡς χωριστόν om. E) 26 xoom. BL 30 ἤδη superscr. Β 31 τὸ γὰρ—(126,3) ὑπάρχει] exscr. Philop. 618,21sqq. 32 ᾗ scripsi: ἢ MWB: καὶ L et Simpl. 657,11, qui exscr. verba καὶ τὸν μὲν τόπον—(126,3) ὑπάρχει: καθὸ Philop.)
126
νοοῦμεν (τινὸς γὰρ ὁ | τόπος), τὸ δὲ κενόν, ὅταν μήπω δέξηται σῶμα, [*](288) ἐπεὶ τό γε εἶναι διαστήμασι τῶν σωμάτων τῇ φύσει κεχωρισμένοις ἀμφοῖν κατ’ αὐτοὺς ὁμοίως ὑπάρχει. ἐξήρκει μὲν οὖν ἴσως κἀκεῖνα, δεικτέον δ’ ὅμως καὶ νῦν, ὅτι μηδὲν τοιοῦτον κενὸν οἷόν τε ὑπάρχειν μήτε ἀθρόον μήτε ἐγκεκραμένον τοῖς σώμασιν, ὥσπερ τὰ λεπτομερέστερα σώματα παχυτέροις, καθάπερ τὸν ἀέρα ἐπιδεικνύουσιν οἱ κενὸν αὐτὸν ὑπολαμβάνοντες, οἳ μηδὲ τοῦτο ἴσασιν, ὅτι τὸ κενὸν οὐ σῶμα ἀλλὰ διάστημα σώματος βούλεται εἶναι. διὰ τοῦτο γὰρ ἔδοξε καὶ τὸ κενὸν ἀναγκαῖον, ὡς καὶ ὁ τόπος, τοῖς διάστημα αὐτὸν τιθεμένοις, ὅτι ἀεὶ δεῖ χώραν τινὰ εἶναι τῶν σωμάτων δεκτικήν. ἄμφω παράγουσιν καὶ ἄμφω κατασκευάζουσιν ἐκ τῶν αὐτῶν ὁρμώμενοι· ἀπὸ γὰρ τῆς κινήσεως τῶν σωμάτων καὶ οἱ τὸν τόπον φάσκοντες εἶναι διάστημα παρὰ τὰ ἐμπίπτοντα σώματα καὶ οἱ τὸ κενὸν τοιοῦτον· αἴτιον γὰρ τῆς κινήσεως τίθενται τὸ κενὸν οὐχ ἁπλῶς ἀλλ’ οὕτως αἴτιον, ὡς χώραν τινά, ἐν ᾗ κινεῖται τὰ σώματα. τοῦτο δὲ ἄν εἴη καὶ ταὐτὸν τῷ λέγειν ὡς τόπον αἴτιον εἶναι τὸ κενόν. εἰ γὰρ μή, σῶμά φασι διὰ σώματος καὶ ὅσα εἴρηται πρότερον.

Ἐπειδὴ τοίνυν ἐκ τῆς κινήσεως μάλιστα οἴονται κατεσκευάσθαι τὸ κενόν, τοῦτον αὐτὸν πρῶτον ἐξετάζομεν τὸν λόγον. ὅλως μὲν οὖν ἁπάσης κινήσεως αἴτιον οἴεσθαι τὸ κενὸν οὔτε πιθανόν, οὔτε λέγουσιν· οὐ γὰρ καὶ ἀλλοίωσις τόπου προσδεῖται, ἀλλὰ τοῦτο καὶ Μέλισσον ἔλαθεν. ἀλλ’ οὐδὲ τῆς κατὰ τόπον κινήσεως· δύναται γὰρ ἀντιμεθίστασθαι ἀλλή|λοις τὰ [*](289) σώματα καὶ κινεῖσθαι κατὰ τόπον ἀμείβοντα τοὺς ἀλλήλων τόπους καὶ μὴ προσδεόμενα κενοῦ διαστήματος κεχωρισμένου· ὁρῶμεν γὰρ καὶ τὸ ὕδωρ μὴ προσεπιλαμβανόμενον μήτε διάστημα μήτε τόπον, ὅμως οὐ κωλύεται κινεῖσθαι τῶν μορίων ἀλλήλοις ἀντιμεθισταμένων ὥσπερ ἐν ταῖς δίναις. τίς οὖν ἐνταῦθα τοῦ κενοῦ χρεία, ἵν.α μὴ σῶμα διὰ σώματος χωρήσῃ; ὃν γὰρ εἶχε τόπον τουτὶ τὸ μόριον ἐν τῷ ὕδατι, τοῦτον ἔχει τὸ ἕτερον νῦν.

Δεύτερον τοίνυν ἔλεγον, ‘εἰ πυκνοῦται τὰ σώματα, ἔσται κενόν· συνίεται γὰρ εἰς τοῦτο᾿. καὶ τοῦτο δὲ ψεῦδος· πυκνοῦται γὰρ ἐκθλιβομένου τοῦ λεπτοῦ σώματος καὶ οἷον ἐκπυρηνίζοντος, οἷον ὕδωρ μὲν πιλοῦται ἀέρος ἐκπυρηνιζομένου καὶ ἀὴρ δὲ πυρός, γῆ δὲ ὕδατος· ἐγκέκραται γὰρ ἀεὶ λεπτότερόν τι τῷ παχυτέρῳ, διὸ πυρὸς πίλησις οὐκ ἔστι.

[*](5 λεπτομερέστερα] cf. Philop. 625, 15 et 27 7. 8 εἶναι βούλεται W, 8 κενὸν om. M 9 αὐτὸ W δεκτικόν a 11 τὸν om. E Aristot. 214a22 12 παρὰ M (comp.) L2a: περὶ WBL1 τὰ σώματα τὰ (τὰ om. E) ἐμπίπτοντα Aristot. cf. Diels Zur Textgesch. p. 28 τῆς om. Aristot. 214a24 et Philop. 619,14; at cf. Philop. 623,14 14 καὶ ταὐτὸν scripsi: κατ’ αὑτὸν M: ταὐτὸν WBL 16 οἴονται Victorius: οἷόν τε libri κατεσκευάσθαι scripsi: κατασκευάσθαι MW: κατασκευάζεσθαι BL 17 αὐτὸν MW: αὐτῶν BL ἐξετάζομεν libri: ἐξετάζωμεν vel ἐξετάσομεν Spengel ἁπάσης] πάσης E Aristot. 214a27 18 οὐ—(19) προσδεῖται] exscr. Philop. 624,3 20 δύναται—(23) κεχωρισμένου] exscr. Philop. 624,6 sqq. 21 τοὺς] τῶν B μὴ] οὐ Philop. 24 μορίων M (ο in ras.) 26 τοῦτον] W1L τὸν Β 27 ἔσται M: ἔστι WBL συνίε a 28 δὲ om. W ἐκθλιβομένου κτλ.] cf. Philop. 625,26 sqq. et Simpl. 660,3 sq. 29 σώματος om. Β οἷον om. W ἐκπειρηνίζοντος et v. 14 ἐκπειρηνιζομένου M 31 ‘διὸ πυρὸς πίλησις οὐκ ἔστι· ὥς φησιν ὁ Θεμίστιος᾿ Philop. πίλασις L)
127

Τρίτον φασὶν ῾εἰ αὔξησις ἔστιν, καὶ διάστημα· σῶμα γὰρ οὐ χωρεῖ [*](289) διὰ σώματος᾿. εἰ μὲν οὖν αὔξησιν λέγουσιν πᾶσαν μεγέθους ἐπίδοσιν, ἀπιθάνως ψεύδονται· πάνυ πολλὰ γὰρ αὔξεται εἰς πλείονα ὄγκον μηδὲ προσθήκης τινὸς αὐτοῖς γινομένης, ὡς καὶ τὸ ὕδωρ, ἡνίκα ἄν εἰς ἀέρα μεταβληθῇ. ἐνταῦθα ὁ μὲν ὄγκος αὔξεται, σῶμα δὲ οὐ προστίθεται. εἰ δὲ τὴν κυρίως τὴν ἐκ τῆς τροφῆς, οὐκέτι ὑπ’ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς ἁλίσκονται τὸ τοῦ λόγου· ὅλως γὰρ ὁ περὶ τῆς αὐξήσεως λόγος αὐτὸς ἑαυτὸν ἐπιλυμαίνεται. ἵνα γὰρ λύσῃ κοινὴν ἀπορίαν, τὸ κενὸν εἰσάγειν ἐπιχειρῶν, ὅταν φαίνηται καὶ εἰσαχθέντος μηδὲν περαίνων, τὴν χρείαν αὐτοῦ διαβάλλει· βούλεται | γὰρ σῴζειν τὴν αὔξησιν τὰς ἐπιφερομένας [*](290) ἀπορίας διαφυγγάνων, φυλάττει δὲ αὐτὰς μᾶλλον ἢ φυλάττεται. εἰ γὰρ διιούσης διὰ τοῦ κενοῦ τῆς τροφῆς πρόσκρισις γένηται τῷ λοιπῷ σώματι, ὅρα δέ, πῶς ταῦτα ἀπορεῖν ἔνεστιν. ἢ γὰρ οὐ πάντη γίνεται ἡ προσθήκη τη τῷ σώματι, ἀλλὰ κατὰ μόνα τὰ κενὰ καὶ οὐκ ἔστιν αὔξησις· ἤ, εἰ πά τῶν δυοῖν θάτερον ἀναγκαῖον, ἢ πάντη κενὸν εἶναι τὸ σῶμα ἢ σῶμα χωρεῖν διὰ σώματος ἤ, εἴπερ ἄτοπα ταῦτα, πάλιν θάτερον τοῖν δυοῖν, ἢ τὴν τροφὴν εἶναι κενὸν ἢ μηδαμῶς αὔξησιν εἶναι. ἆρά σοι προὔργου τι πεποιηκέναι δοκοῦσιν οἱ τὸ κενὸν εἰσάγοντες πρὸς τὴν ἀπορίαν, ἀλλ’ οὐχ ἑαυτοὺς καταβάλλειν φάσκοντες μὲν γὰρ ἀναγκαῖον εἶναι διὰ τὴν αὔξησιν τὸ κενόν, μὴ σῴζοντες δὲ αὐτήν, εἰ καὶ τοῦτο παραδεξαίμεθα· ταὐτὰ δὲ καὶ περὶ τῆς τέφρας ὑπομένει ὁ λόγος· ἢ γὰρ ἔλαττον ἐχρῆν εἶναι τὸ ὕδωρ τὸ μετὰ τὴν τέφραν ἐμβαλλόμενον τῇ κύλικι, ἐπειδὴ καὶ τὰ κενὰ ἐλάττω τὰ μετὰ τῆς τέφρας τῶν πρὸ τοῦ· ἤ, εἴπερ ἴσον (τοῦτο γὰρ ὡς ἄπορον λέγεται), ἀνάγκη διὰ τῆς τέφρας χωρεῖν τὸ ὕδωρ ὅλον δι’ ὅλης, ὃ πάνυ καλῶς ποιοῦντες οὐ παραδέχονται. ὅλως δὲ οὐδ’ ἀπόδειξις τοῦτο· οὐ γάρ, πῶς ἐστι κενόν, ἐπιδεικνύουσιν, ἀλλὰ πρὸς ἄπορον ἵστανται, ὃ μηδὲ αὐτοὶ διορθοῦνται.

8. Ταῦτα μὲν οὖν ὅπως δεῖ λύειν, εἰρήσεται καὶ τοῦ κενοῦ χωρίς. νῦν δὲ ἐπειδὴ μάλιστα κινήσεως αἴτιον τὸ κενὸν ὑπολαμβάνουσιν αὖθις τοῦτο ἐπισκεψόμεθα· καὶ ἐπειδή τινες μὲν αὐτὸ ἐν τοῖς σώμασι καταμιγνύουσιν, | τινὲς δὲ ἀθρόον κεχωρισμένον ποιοῦσι, πρῶτον τοῦτο ἐξετάσομεν, [*](291) εἰ τὸ τοιοῦτον κενὸν (λέγω δὲ τὸ κεχωρισμένον) δύναται κινήσεως εἶναι. ἄτοπον δὴ τὸ λέγειν κενὸν αἴτιον εἶναι κινήσεως ὁρῶντας ἑκάστου [*](1 φησὶν L 3 εἰς] ὡς W 6 τοῖς αὐτῶν πτεροῖς ἁλίσκονται] cf. Aeschyli fragm. 139 Nauck2; Simpl. 661,23; Philop. 577,3 αὐτῶν] αὐτοῖς W 7 τὸ τοῦ λόγου ML1, Diels e coni.: τοῦ λόγου WBL2a 8 ἵνα—(16) σώματος] in brevius contracta leg. apud Simpl. 661,24 sqq. 9 ἐπιχειρῶν M2BL: ἐπιχειρεῖν M1W εἰσαχθέντος M ος in ras.) 12 ἡ πρόσκρισις γίνεται Simpl. 13 δέ] δή Victorius 14 αὔξησις M: αὔξησις τοῦτο WBL εἰ om. W 15 τοῖν Paris. 1888 (Spengel e coni.) δυεῖν Β πάντη] πᾶν Simpl., quod fortasse Themistio quoque restituendum 17 προύργου Par. 1888, Spengel e coni.: προύργον M Bmarg. (in textu om.) L: προῦ΄ργον W 18 πεπονηκέναι B οὐκ L (οὐχ a) 20 παραδεξόμεθα W ταῦτα W 22 κενὰ L2a: κοινὰ MWBL1 23 τῶν MWB: τῷ L 24 ἄπορον BL2a: ἄπειρον MWL1 30 ἐπισκεψόμεθα MBa: ἐπισκεψώμεθα WL 31 ἐξετάσωμεν W 32 εἰ] εἰς M 33 δὴ] δὲ Paris. 1888: δὲ δὴ L ante κενὸν add. τὸ W ὁρῶντας MW: ὁρῶντα BL)

128
τῶν ἁπλῶν σωμάτων τὴν οἰκείαν φύσιν τῆς κινήσεως αἰτίαν οὖσαν. ἑκάστου [*](291) γάρ ἐστι φύσει φορά τις ἰδία· πυρὸς μὲν γὰρ ἐπὶ τὸ ἄνω, γῆς δὲ ἐπὶ τὸ κάτω· τὸ κενὸν δὲ πῶς αἴτιον τοῦ ἄνω ἡ κάτω κινεῖσθαι; ἀδιάφορον γὰρ πανταχῆ τὸ κενόν, ὥστε ἡνίκα ἄν ἐν αὐτῷ τεθῇ τὰ σώματα, ἢ πανταχοῦ δεῖ αὐτὰ φέρεσθαι ἡ πανταχοῦ μένειν καὶ μονῆς αἴτιον μᾶλλον εἶναι τὸ κενὸν ἡ κινήσεως. οὗτος ὁ λόγος ἁρμόζει καὶ πρὸς τοὺς ποιοῦντας διάστημα τὸν τόπον κεχωρισμένον. πῶς γὰρ ἐπὶ τὸν οἰκεῖον τόπον οἰσθήσεται ἕκαστον τῶν φυσικῶν σωμάτων ἢ πῶς ἐν αὐτῷ μενεῖ, δεικτέον αὐτοῖς· ἡμεῖς μὲν γὰρ τὸ πέρας τοῦ περιέχοντος λέγοντες ἐφελκόμεθα τῇ συγγενείᾳ καθὰ προείρηται, τὸ δὲ διάστημα ἀδιάφορον πανταχοῦ. τί γὰρ διοίσει τὸ ἄνω τοῦ κάτω; νῦν μὲν γὰρ ἐπειδὴ τὰ σώματα διαφέρει τὰ ἄνω ὄντα τῶν κάτω, καὶ τὰ πέρατα αὐτῶν διαφέρει, οἷς περιέχει τὰ συγγενῆ (οὐ καθ’ αὑτὰ τὰ πέρατα ποιοῦμεν τόπους ὡς τὴν μαθηματικὴν ἐπιφάνειαν, ἀλλὰ τὴν ἐν φυσικῷ σώματι καὶ ἀχώριστον), οἱ δὲ τὸ διάστημα λέγοντες εὐθὺς χωριστὸν αὐτὸ βούλονται εἶναι τῶν φυσικῶν καὶ ἁπλῶν σωμάτων. οὐδὲν οὖν διοίσει τὸ ἐν πυρὶ τοῦ ἐν ὕδατι· οὐδὲ γὰρ ἀπολαύει τι τοῦ σώματος, ἀλλ’ ἔστι καθ’ αὑτό, καθάπερ δὴ καὶ τὸ κενόν, εἴπερ ἔστιν· εἴρηται γάρ, ὅτι τὸ κενὸν οὐδὲν | ἄλλο ἢ τόπον ἡγοῦνται οἱ τὸ διάστημα [*](292) παράγοντες εἰς τὸν τόπον. εἰ μὴ οὖν τοῦτο αἴτιον κινήσεως τὸ διάστημα, ἀναίτιον ὁμοίως καὶ τὸ κενόν· καθάπερ γὰρ ἄλληλα συνεισάγει, οὕτως ἀλλήλοις καὶ συναπόλλυται. προστίθησι δὲ Ἀριστοτέλης, ὅτι τῷ διάστημά τι λέγοντι τὸν τόπον ἕπεται καὶ τὰ μέρη καθ’ αὑτὰ ποιεῖν ἐν τόπῳ. τοῦτο δὲ προλαβόντες ἡμεῖς ἐν τοῖς περὶ τοῦ τόπου τί ἄν πάλιν λέγωμεν;

Συμβαίνει δὲ τοῖς λέγουσιν ἀναγκαῖον εἶναι κενόν, εἴπερ ἔστι κίνησις, τοὐναντίον μᾶλλον, ἐάν τις ἐπισκοπῇ μὴ ἐνδέχεσθαι κινεῖσθαι μηδέν, ἄν ᾖ κενόν. ὥσπερ γὰρ λέγουσί τινες διὰ τὸ ὅμοιον τοῦ περιέχοντος τὴν γῆν ἠρεμεῖν, τοῦτο ἀκολουθεῖ καὶ τοῖς τὸ κενὸν τιθεμένοις. οὐ γὰρ ἔστιν οὗ μᾶλλον ἢ ἧττον κινήσεται· ᾗ γὰρ κενόν, οὐκ ἔχει διαφοράν. ἔπειτα ὅτι πᾶσα κίνησις ἢ βίᾳ ἢ κατὰ φύσιν, ἀνάγκη δὲ ἄνπερ ᾖ βιαία, πρώτην εἶναι τὴν κατὰ φύσιν· ὑστέρα γὰρ αὕτη ἐκείνης καὶ ἐκτροπή. οὐδὲ γὰρ [*](2. 3 τὸ ante κάτω om. M 4 τὸ κενὸν πανταχῆ Β ἄν om. M 5 μονῆς] cf. Simpl. 664,28 6 ἁρμόσει Simpl. 665,1 6. 7 τὸν τόπον διάστημα W 8 ἑκάστων L ἐν αὐτῷ BL: ἐν ἑαυτῷ MW μένει BL 9 ἡμεῖς—λέγοντες] exscr. Philop. 631,22 10 τὸ—(11) κάτω] exscr. Simpl. 665,8 τὸ—ἀδιάφορον et (11) νῦν μὲν—(16) ὕδατι] exscr. Philop. 631,28 sqq. 13 τόπους MWB et Philop.: τοὺς τόπους L 17 καὶ] γὰρ a 19 εἰ μὴ οὖν τοῦτο scripsi: εἰ μὲν οὖν τοῦτο M: εἰ οὖν τοῦτο WBL1: εἰ οὑν τοῦτο μὴ L2a; cf. Simpl. 665,12 20 γὰρ om. W 21. 22 διαστήματι MBL: διάστημα W 23 λέγοιμεν Spengel 25 κινεῖσθαι μηδὲν] sic FGI Aristot. 214b30: μηδὲ ἓν κινεῖσθαι F ἂν] ἐὰν 1 Aristot. ib. 26 ὥσπερ κτλ.] multa inde transtulit Philop. 637,1 sqq. et haec quidem iisdem fere verbis: ὥσπερ — κινήσεται, (30) ὑστέρα—(129,1) ἀντικειμένῃ, (4) καθὸ—(8) κενοῦ, (16) πᾶσα—(18) τοξευόντων, (21) ὑπὸ—(22) κατεκλυθῇ 27 τοῦτο WL2a: τούτοις WBL1 28 ἢ] sic F Arist. 214b34: καὶ EGI κινηθήσεται Aristot. ib. et Philop. ἔπειτα] ἔπειθ’ Ι Aristot. 215a1: πρῶτον μὲν οὖν FH: utrumque (sine οὑν) in E; cf. Diels Zur p. 19 29 βίαιος Spengel 30 ἐκείνη L (et Laur. 85,18))

129
ἄν βίαιος εἴη καὶ παρὰ φύσιν μὴ τῇ κατὰ φύσιν ἀντικειμένῃ. ἄν τοίνυν [*](292) ἐπιδείξωμεν μὴ σῳζομένην τὴν κατὰ φύσιν ἐν τῷ κενῷ, δῆλον ὡς οὐδὲ ἄλλη τις τῶν παρὰ φύσιν σωθήσεται. ἀλλὰ μὴν φύσει πῶς ἔσται μηδεμιᾶς οὔσης διαφορᾶς ἐν τῷ κενῷ καὶ ἀπείρῳ; καθὸ μὲν γὰρ ἄπειρον λέγουσιν, ἀναιροῦσι τὸ ἄνω καὶ κάτω καὶ ὅλως τὸ μέσον καὶ ἔσχατον, ἐφ’ ἃ κατὰ φύσιν ἡ κίνησις τοῖ σώμασιν τοῖς φυσικοῖς· καθὸ δὲ κενόν, πᾶσαν αὐτοῦ διαφορὰν ἀφαιροῦσιν· ὥσπερ γὰρ τοῦ μηδενὸς οὐδεμία ἐστὶ διαφορά, οὕτω καὶ τοῦ κενοῦ· τὸ γὰρ κενὸν μὴ ὄν τι καὶ στέρησιν | λέγει Δημόκριτος, ὥστε, εἴπερ ἡ κατὰ φύσιν κίνησις διαφορᾶς δεῖται τοῦ περιέχοντος, αὕτη δὲ οὐκ ἔστιν ἐν τῷ κενῷ, οὐδ’ ἄν ἡ παρὰ φύσιν κίνησις εἴη, μὴ οὔσης δὲ ταύτης οὐδ’ ἂν ἄλλη τις τῶν μετὰ ταύτην ὑπάρχοι. οἴχεται οὖν ἡ κίνησις, εἰ τὸ κενὸν εἴη, καὶ ἀληθὲς ἄρα τὸ εἰρημένον, ὡς εἴπερ ἔσται κίνησις, ἀναιρετέον τὸ κενόν, οὐκ εἰσακτέον. ἐξήρκει μὲν οὖν καὶ οὕτως ἀποδεῖξαι τὴν παρὰ φύσιν κίνησιν μὴ σῳζομένην ἐκ τοῦ μὴ σῴζεσθαι τὴν κατὰ φύσιν. τυγχανέτω δὲ καὶ καθ’ αὑτὸ λόγου τινός· πᾶσα γὰρ ἡ παρὰ φύσιν κίνησις ἢ παρόντος καὶ βιαζομένου τοῦ κινοῦντος γίνεται ἢ ἀφισταμένου καὶ οὐχ ἁπτομένου τοῦ τὴν ἀρχὴν ἐνδόντος, ὡς ἐπὶ τῶν ῥιπτούντων καὶ τοξευόντων, σῴζεται δὲ αὐτῶν οὐδετέρα. οὐδὲ γὰρ ῥίψις ἔχοι ἄν εὔλογον αἰτίαν· νῦν μὲν γὰρ κινεῖται τοῦ ῥίψαντος καὶ ὤσαντος οὐχ ἁπτομένου ἢ τῶ ἀντιπεριίστασθαι τὸν ἀέρα τὸν πρὸ τοῦ ῥιπτομένου σώματος ὑπὸ τῆς ῥύμης καὶ γίνεσθαι κατόπιν ἐπωθοῦντα μέχρι τοσούτου, μέχρις ἄν ἡ ῥύμη χαλασθῇ εἴτε κατεκλυθῇ, ἢ τῷ τὸν ἀέρα αὐτὸν ὠθεῖν οἷον συνωθούμενον τῷ βληθέντι ἐπισυρρυέντος αὐτῷ τοῦ μετ’ αὐτὸν ἀέρος ἀθρόου. εὐκίνητος γὰρ ὤν, εἰ μόνον ἀρχὴν λάβοιτο, πρόεισιν ἐπὶ πλεῖστον τὴν ἐνδοθεῖσαν κίνησιν διαφζουλάιτων καὶ θάττω κινούμενος κίνησιν τῆς τοῦ ὠσθέντος φορᾶς, ἣν φέρεται κατὰ φύσιν ἐπὶ τὸν οἰκεῖον τόπον. τούτων δὲ οὐδὲν ὑπάρχει λέγειν ἐν τῷ κενῷ. ἀλλὰ μὴν οὐδ’ ὡς· παρόντος τοῦ βιαζομένου καὶ οἷον ὠθοῦντος ἢ ἕλκοντος· [*](1 τῆ W et Laur. 85,14: τὴν MB ἀντικει) L τῆς—ἀντικειμένην Spengel: cf. Philop. 637,12 et quae adnot. Vitelli 2 ἐν M (ἐ in ras.) 4 οὔσης διαφοράς M (σης et in ras. minoris spatii) ἐν—ἀπείρῳ] κατὰ τὸ κενὸν καὶ τὸ (τὸ om. E) ἄπειρον 215a7 7 αὐτοῦ] αὐτῶ M (οῦ in rnarg.): in Β comp. 8 ἐστὶ] sic G Aristot. 215a10: ἔσται FHI: om. Ε τοῦ κενοῦ· τὸ γὰρ κενὸν] sic H Aristot. ib.: τοῦ μὴ ὄντος· τὸ δὲ κενὸν EFGI 9 ἡ στέρησις Ε Aristot. 215a11: στέρησις cett. ὥστε εἴπερ ἡ] ὥσπερ εἰ a 12 ὑπάρχοι L: ὑπάρχει MW: ὑπάρχει οἱ super εἰ) Β 14 οὕτως οὕ in ras.) M 16 πᾶσα—(18) τοξευόντων] exscr. Philop. 637,31 sqq. 18 ῥιπτούντων Β υ super, ι), Philop. 638,2: ῥιπτοκύντων MW: ῥιπτοκύτων L 19 post οὐδετέρα add. τοῦ κενοῦ τιθεμένου W ante ῥίψις add. ἡ W ἔχει M 20 τοῦ ῥίψαντος καὶ ὤσαντος] τοῦ ὤσαντος E Aristot. 215a14: τὰ ῥιπτούμενα τοῦ ὤσαντος FGHI; cf. Diels Zur Texlgesch. p. 10 οὐχ] μὴ E Aristot. ib. 22 κατεκλυθῇ MWB: κατακλυθῆ Laur. 85,18: κατακλυσθῇ L: ἐκλυθῇ Simpl. 669,13; cf. Philop. 638,27 23 ἐπισυρρυέντος —(24) ἀθρόου] exscr. Simpl. 669,6 24 ἀρχὴν MW et Philop. 638,10 (ubi λάβοι): ἀρχῆς BL 26 ὠσθέντος L: ὠθοῦντος MW: ὠθέντος Laur. 85,18: in Β lectio iocerta 27 ἐπὶ libri et Philop. 678,9: εἰς Aristot. 215a17 ὑπάρχει WBL et E Aristot. 215a185: ὑπάρχειν M: ἐνδέχεται ὑπάρχειν FGHI Aristot. Comment. Arist. V. 2 Themist. in Phys. 9)
130
αὐτὸ γὰρ ἐκεῖνο τὸ βιαζόμενον πῶς κινεῖται; πότερον κατὰ φύσιν ἢ | [*](293) παρὰ φύσιν; ἕξει γὰρ πάλιν τὸ αὐτὸ ἄτοπον. ἔτι οὐδεὶς ἄν ἔχοι εἰπεῖν, [*](294) διὰ τί κινηθὲν στήσεταί που; τί γὰρ μᾶλλον ἐνταῦθα ἢ ἐνταῦθα; εἰ δὲ ἐνταῦθα, διὰ τί οὐ πανταχοῦ ὥς τε ἠρεμήσει; ἢ γὰρ ἀεὶ ἑστάναι ἀναγκαῖον ἢ ἀεὶ φέρεσθαι. ἀλλ’ ἴσως ἐμποδιεῖ τι τῇ κινήσει τὸ κρεῖττον καὶ ἰσχυρότερον, μεταβήσεται δὲ πάλιν ἐπὶ τοῦτο ὁ λόγος. τοῦτο γὰρ τὸ κρεῖττον πότερον ἕστηκε καὶ διὰ τί ἐνθάδε καὶ οὐκ ἀλλαχοῦ; ἢ κινεῖται καὶ πῶς κινεῖται ἢ πῶς ἐμποδιεῖ; ἔτι φασὶν αὐτοὶ διὰ μὲν τοῦ πλήρους μηδὲν κινεῖσθαι· μὴ γὰρ ὑπείκειν, διὰ τοῦ κενοῦ δέ, ὡς οὐκ ἔχοντος ἀντιτυπίαν οὐδὲ κωλύοντος· οὕτω γὰρ καὶ δι’ ἀέρος μὲν μᾶλλον κινεῖσθαι, ἐπειδὴ μᾶλλον ἐγγὺς τοῦ κενοῦ, ἧττον δὲ δι’ ὕδατος, διὰ γῆς δὲ οὐκέτι. ἐν κενῷ δὲ ἀπείρῳ οὐκ ἔστιν εἰκτικώτερον οὐδὲν ἄλλο ἄλλου, ὥστε πάντη ὁμοίως οἰσθήσεται. τοῦτο καὶ πρὸς τοὺς περὶ Χρύσιππον ῥητέον· διὰ τί ὁ κόσμος οὐκ εἰς ἄπειρον οἰσθήσεται φερόμενος ἐπὶ πᾶν τοῦ κενοῦ μέρος ὁμοίως ἢ διὰ τί ἐνταῦθα μὲν βούλονται στηρίζειν αὐτόν; πρὸς μὲν γὰρ τὸ μὴ διασπᾶσθαι ἀρκείτω ἡ συνέχουσα ἕξις· πρὸς δὲ τὸ ὅλον μετὰ τῆς συνεχούσης ἕξεως ἐνταῦθα μένειν τί ἂν ποιοῖ;

Ἔτι δὲ καὶ ἐκ τῶνδε φανερόν, ὅτι οὐκ ἔστιν ἡ κίνησις ἐν κενῷ. ἀναιρεῖται γὰρ τὸ θᾶττον καὶ βραδύτερον ἐν κινήσει, πρᾶγμα ἐναργὲς καὶ οὐδὲ λόγου δεόμενον. ὁρῶμεν γὰρ τῆς ἀνισοταχοῦς κινήσεως τοῖς ὁμογενέσι σώμασι καὶ ὁμοίαν ἔχουσι τὴν ῥοπὴν οἷον ἐπὶ τὸ κάτω ἢ ἐπὶ τὸ ἄνω δύο οὔσας αἰτίας, εἰ καὶ τὰ σχήματα | ταὐτὰ εἴη· ἢ γὰρ τῷ διαφέρειν [*](295) τὸ δι’ οὗ κινεῖται (οἶον εἰ τὸ μὲν δι’ ὕδατος φέροιτο τὸ δὲ διὰ ἢ τὸ μὲν δι’ ὕδατος τὸ δὲ δι’ ἀέρος ἢ τὸ μὲν διὰ μένοντος τὸ δὲ δι’ ἀντικινουμένου· ἀνακρουόμενον γὰρ ὑπὸ τούτου βράδιον κινεῖται) ἢ τῷ τὸ βάρος αὐτὸ μὴ ἴσον εἶναι τῶν φερομένων. καὶ γὰρ ἄν τἆλλα πάντα ταὐτὰ ὑπάρχῃ, θᾶττον τὸ βαρύτερον κινηθήσεται, οἷον εἰ σφαῖρα χρυσοῦ τε καὶ ἀργύρου δι’ ἀέρος ἄμφω κινοῖντο. ἀλλ’ αὕτη μὲν ἡ διαφορὰ ἀναβεβλήσθω· λόγου γὰρ τεύξεται κατ’ ἰδίαν. ἀλλ’ ὅταν γε τὸ μὲν παχύτερον ᾖ τὸ δὲ λεπτότερον τῶν σωμάτων, δι’ ὧν φέρεται τὸ κινούμενον, σκεπτέον τὸ συμβαῖνον. [*](2 ἥξει W ἔχει M 3 ante κινηθὲν add. τὸ Laur. 85,18 ante τί γὰρ add. διὰ W ἡ ἐνταῦθα om. M 4 ἠρεμήσει] ’fort. ἠρεμήσει ἢ εἰς ἄπειρον ἀνάγκη φέρεσθαι· ἢ γάρ’ Spengel 5 ’fort, τὴν κίνησιν Spengel 6 τοῦτο] ’fort, ταὐτὸν᾿ Spengel 8 μηδὲν] οὐδὲν W 11 δὲ δι’ MWB. Spengel e coni.: δι’ L 12 ὁμοίως om. Aristot. 215a24 praeter I 13 τοῦτο καὶ κτλ.] cf. Alexander apud Sitnpl. 671,4 sqq. διὰ τί] διότι M 15 βούλεται M (nescio an recte, si Χρύσιππος audias) 18 δὲ] sic FHI Aristot. ib.: om. EG ἔστιν ἡ κίνησις MW (cf. Philop. 646,2): ἔστι κίνησις BL et aF Simplicii 671,19: ἔσται κίνησις E Simplicii 20 οὐδέ] οὐ Β ἀνισοταχοῦς MWB (cf. Simpl. 671,25): ἀντιταχοῦς L 21 σώμασι] σῶμα Ι Aristot. 215a25: βάρος καὶ σῶμα EFGH οἷον om. L 22 ταῦτα L ἢ γὰρ—(29) κατ’ ἰδίαν] cf. Simpl. 671,28sqq. τῷ W, FGI Aristot. 216a26, Victorius e coni.: τὸ MBL, EH Aristot.; cf. v. 25 25 ἀντικινουμένου WLoa, Simpl.: ἀντικειμένου MBL1 ἀνακρουόμενον L: ἀνακροούμενον Β: ἀναιρούμενον MW τῷ] τὸ GH Aristot. 216a27 26 ὑπάρχει L)

131
τὸ γὰρ ἴσον βάρος, εἰ καὶ τὸ σχῆμα ταὐτὸ ἔχει, διὰ τοῦ λεπτοτέρου θᾶττον [*](295) δίεισιν ἢ παχυτέρου, λέγω δὲ τὸ ἴσον διάστημα· οὐ γὰρ ὁμοίως εὐδιαίρετον ὕδωρ ἀέρι. οἷον ἔστω σφαῖρα χρυσοῦ καὶ κινείσθω δι’ ἀέρος τε καὶ ὕδατος σταδιαίαν γραμμήν, ὧν θᾶττον δὴ κινηθήσεται διὰ τοῦ ἀέρος ἡ σφαῖρα καὶ τοσούτῳ θᾶττον, ὅσῳπερ ὁ ἀὴρ λεπτότερος τοῦ ὕδατος ᾖ. ἔσται δὲ καὶ τῶν χρόνων ἀναλογία, οὓς κινεῖται ἡ σφαῖρα, πρὸς τὰ σώματα δι’ ὧν κινεῖται. ὡς γὰρ ὕδωρ πρὸς ἀέρα ἔχει, οὕτως ὁ χρόνος, ἐν ᾧ δι’ ὕδατος κινεῖται, πρὸς τὸν χρόνον, ἐν ᾧ δι’ ἀέρος. ὅσῳ γὰρ μανώτερον καὶ λεπτότερον ἀὴρ ὕδατος, τοσοῦτον ὁ χρόνος ἐλάττων τοῦ χρόνου καὶ ἀνάπαλιν ἀρχόμενος τῆς ἀναλογίας ὁμοίως ἔχε. ὡς γὰρ ὁ χρόνος πρὸς τὸν χρόνον, οὕτως τὸ σῶμα πρὸς τὸ σῶμα. τούτων οὖν κειμένων φανερόν, ὅτι τὸ κενὸν οὐδένα λόγον ἔχει πρὸς τὸ πλῆρες, ᾧ ὑπερέχει αὐτοῦ κατὰ λεπτότητα· οὐδὲ γάρ | ἐστι σῶμα ὅλως, εἰ δέ, ὡς τὸ σῶμα πρὸς τὸ κενὸν [*](296) ἔχει, οὕτω καὶ ὁ χρόνος. ἐν ᾧ διὰ σώματος κινεῖται, ταὐτὸ διάστημα πρὸς τὸν χρόνον, ἐν ᾧ διὰ τοῦ κενοῦ, τὸ δὲ σῶμα πρὸς τὸ κενὸν οὐκ ἔχει λόγον, οὐδὲ ὁ χρόνος ἕξει πρὸς τὸν χρόνον. ἀλλὰ παντὸς χρόνου πεπερασμένου πρὸς πάντα χρόνον ἐστὶ λόγος· πρὸς ὃν ἄρα οὐκ ἔσται λόγος, οὐδὲ χρόνος ἐστίν· οὐκ ἄρα ἐν χρόνῳ διὰ τοῦ κενοῦ κινηθήσεται· οὐδὲ κινηθήσεται ἄρα. πᾶσα γὰρ κίνησις ἐν χρόνῳ. ἵνα γὰρ μᾶλλον γένηται τὸ λεγόμενον δῆλον, ὑποκείσθω τὸ αὐτὸ βάρος ἐν ὥρα μιᾷ δι’ ἀέρος λεπτοτάτου σταδιαῖον κινεῖσθαι διάστημα. διὰ τοίνυν τοῦ κενοῦ τὸ στάδιον τοῦτο ἐν πόσῳ κινηθήσεται χρόνῳ; εἰ γὰρ ἐν ἡμίσει καὶ διπλασίων ὁ χρόνος τοῦ χρόνου, καὶ ὁ ἀὴρ ἔσται διπλασίῳ παχύτερος τοῦ κενοῦ καὶ εἰ ἐν τριτημορίῳ τῆς ὥρας καὶ εἰ δεκατημορίῳ καὶ εἰ μυριοστῷ, παραπλήσιον ἄτοπον· οὐδένα γὰρ ἔσται λόγον εὑρεῖν τοῦ σώματος πρὸς τὸ κενόν, ἀλλὰ παντὸς ὑπερβάλλει τοῦ λαμβανομένου. εἰ γὰρ δή τις βιάζοιτο καὶ διὰ τοῦ κενοῦ. κινεῖσθαι ἐν χρόνῳ τὸ βάρος, ὅρα καὶ ἄλλο τι ἄτοπον. κινείσθω γὰρ διὰ τοῦ κενοῦ τὸ σταδιαῖον μέγεθος ἐν ὥρᾳ μιᾷ. κινηθήσεται τοίνυν αὐτὸ δι’ ἀέρος ἐν πλείονι χρόνῳ, κινείσθω λόγου χάριν ἐν δυσὶν ὥραις. δῆλον οὖν, ὡς ἐν ὥρᾳ μιᾷ μόριόν τι κινηθήσεται, κινείσθω τὸ ἡμιστάδιον τοῦ ἀέρος ἐν ὥρᾳ μιᾷ. ἐν ἴσῳ ἄρα χρόνῳ διά τε πλήρους καὶ διὰ κενοῦ κινηθήσεται. εὐθὺς μὲν δὴ καὶ τοῦτο ἄτοπον, ἔσται δὲ καὶ ἕτερον ἀτοπώτερον. τὸν γὰρ αὐτὸν ἕξει λόγον τὸ πλῆρες πρὸς τὸ πλῆρες, τὸ ἡμιστάδιον τοῦ | ἀέρος πρὸς τὸ στάδιον καὶ τὸ κενὸν στάδιον πρὸς τὸ [*](297) [*](1 ταὐτὸν Β ἔχοι BL 4 ὧν scripsi (vix ἐν ᾧ): ᾦ MBL: om. W et Laur. 85,14 5 ὁ ἀὴρ MW: ἀὴρ BL ᾖ oqi. W ἄν add. Spengel) 8 μανότερον Par. 1888 10 ἀρχομένοις W 11 πρὸς τό σῶμα τό σῶμα BL 13 ante λεπτότητα add. τὴν BL 14 καὶ om. Laur. 85,14: utrum οὕτως an οὕτω καὶ in M scriptum sit, incertum 16 οὐδὲ —(19) χρόνῳ] cf. Philop. 649,3 sqq. 19 ἶνα γὰρ] ἶνα δὲ W 20 δῆλον ante γένηται coll. BL ὑποκείσθω— (26) λαμβανομένου] exscr. Simpl. 672,3sqq. δι’ om. M 22 καὶ διπλασίων] (23) χρόνου] cf. Philop. 648,11 23 διπλασίῳ scripsi: διπλασίων libri: διπλασίως Spengel sec. Simpl. 24 εἰ] οἱ Β post ἐν add. τῇ a 25 ἄτοπον M: τὸ ἄτοπον WBL ἐρεῖν a 26 ’fort, scrib. ὑπερβαλεῖ’ Spengel 27 καὶ ante διὰ om. L 28. 29 κινήσεται B1 32 δὲ] δὴ W 34 στάδιον πρὸς τό Β in maig.)
132
πλῆρες στάδιον τοῦ ἀέρος, εἴπερ καὶ ὁ χρόνος ἐν ἀμφοῖν τῆς κινήσεως ἔν [*](297) τε τῷ σταδιαίῳ κενῷ καὶ ἡμισταδίῳ ἀέρι τουτέστιν ἡ ὥρα) πρὸς τὸν χρόνον τῆς κινήσεως τὸν ἐν τῷ σταδιαίῳ ἀέρι, λέγω δὲ τὰς δύοὥρας. ταῦτα μὲν οὖν σφόδρα ἀποδεικτικῶς προσηπόρησεν Ἀριστοτέλης τοῖς κινεῖσθαί διὰ τοῦ κενοῦ τιθεμένοις· ὃ δὲ προστίθησι τούτοις, οὔτε πάντη ἀληθὲς καὶ ὄχλον ἄν παράσχοι πάνυ ἀσαφῶς εἰρημένον. τοῦτο μὲν οὖν, ὅτῳ σχολὴ περίεστιν, ἐκ τῶν ἐξηγήσεων ἀναλέξεται. ὄντων δὲ οὕτως ἀτόπων τῶν ἀκολουθούντων τῇ τοὐ κενοῦ θέσει τὴν ὑπόθεσιν ἀναιρετέον, ᾗ ταῦτα ἕπεται, ἡ δέ αἰτία φανερὰ τῆς ἑπομένης ἀτοπίας ἐστίν. ἐπειδὴ γὰρ πᾶσα κίνησις ἐν χρόνῳ, ἀνάγκη καὶ τῆς ἐν τῷ κενῷ κινήσεως εἶναί τινα χρόνον, ἀλλὰ παντὸς χρόνου πρὸς πάντα χρόνον, ἄν ὦσι πεπερασμένοι, λόγος ἐστίν. ὁ αὐτὸς ἄρα ἔσται καὶ τοῦ κενοῦ πρὸς τὸ πλῆρες, ὃν οἱ χρόνοι πρὸς ἀλλήλους ἔχουσιν, ἐν οἷς τι διὰ τοῦ κενοῦ καὶ διὰ τοῦ πλήρους κεκίνηται ἴσον διάστημα. αὕτη μὲν οὖν οὕτω τῆς ἀνισοταχοῦς κινήσεως ἡ αἰτία παραπόλλυται τοῖς τὸ κενὸν τιθεμένοις καὶ ἑτέρα δὲ ὁμοίως ἡ περὶ τὴν διαφορὰν τῶν δι’ ὧν φέρεται· οὐ γὰρ οἷόν τε τὸ μὲν τοῦ κενοῦ μένειν τὸ δὲ ἀντικινεῖσθαι· τίς γὰρ κενοῦ κίνησις γένοιτο ἄν; ἴδωμεν δὲ καὶ τήν γε τοῖς βαναύσοις γνώριμον διασῴζουσι; καὶ γὰρ χαλκοτύποι καὶ σιδηρεῖς καὶ χρυσοχόοι καὶ μάγειροι καὶ ναῦται καὶ ἁλιεῖς καὶ ἁπλῶς οἱ τὴν θάλασσαν ἐργαζόμενοι, ὅταν ἢ τρυτάνην ἕλκωσιν ἢ δίκτυα χαλῶσιν ἢ βυθίζωσιν τὰς ἀγκύρας καὶ συμ|βαίνῃ τοῖς μὲν θᾶττον, τοῖς δὲ σχολαιότερον φέρεσθαι κάτω. [*](298) οὐκ ἀποροῦσιν ἀποκρίσεως, εἰ πύθοιο παρ’ αὐτῶν, πῶς διὰ τῆς αὐτῆς θαλάσσης τὸ ἴσον βάθος ὅμοιον ἔχουσα τὸ σχῆμα ἥ τε δεκατάλαντος ἄγκυρα καὶ ἡ τριτάλαντος οὐ κατὰ τὸν ἴσον φέρονται χρόνον, ἀλλὰ τῆς μὲν θᾶττον αἰσθάνονται προσερεισαμένης τῷ βυθῷ, τῆς δὲ βράδιον. ἐροῦσι γὰρ ἐπιγελάσαντες, οἶμαι, ὅτι τὰ δέκα τῶν τριῶν ἐστι βαρύτερα. ταύτην τοίνυν οὐχ ἕξουσιν ἡμῖν οἱ πάνσοφοι οὗτοι τὴν αἰτίαν ἀποδιδόναι, ἀλλ’ ὅταν ἐν τῷ κενῷ κινῶνται μολίβδου τε σφαῖρα καὶ κισσήρεως, ἢ κινεῖσθαι ἰσοταχῶς ἐροῦσιν αὐτὰς ἢ τοῦ γε θᾶττον τὴν μολιβδίνην κινεῖσθαι τίνα ἕξουσι λόγον λέγειν; ἐν μὲν γὰρ τοῖς πλήρεσιν ἐξ ἀνάγκης θᾶττον φέρεσθαι τὸ βαρύτερον· μᾶλλον γὰρ διαιρεῖ τὴν ὑποκειμένην οὐσίαν τῇ δυνάμει, ἄν τε ὕδωρ ἄν τε ἀὴρ ᾖ, δι’ οὗ φέρεται. ἐν δὲ τῷ κενῷ τί πλέον ἕξει τάχους μόλιβδος τοῦ φελλοῦ; εἴκει γὰρ ἀμφοτέροις ὁμοίως, μᾶλλον δὲ οὐδὲ εἴκει· καὶ γὰρ τοῦτο τῶν ματαίων ἐστίν. ἀνῄρηται γοῦν τὸ βαρύτερον καὶ κουφότερον καὶ πάντα ἰσοταχῶς [*](1 εἴπερ W1BL ὅπερ MW2: ἐπειδὴ Philop. 649,20 (num ὅνπερ?) 6 ἀσαφῶς WBL: σαφῶς M 9 ἀτοπίας BL: αἰτίας M: lacuna VII litt. in W 10 παντὸς κτλ.] οἱ cf. Simpl. 673,9 sqq. 11 λόγος ἐστίν BL: λόγοι ἐστίν W: λογ (in ι aliquid corr.) οὐκ ἐστίν M οὐκ illud fortasse e Simpl. 673,24 hue illatum est) 15 καὶ] lac. IV litt. in W ἕτερα L 17 δὲ] δὲ εἰ W 18 βαναύσοις κτλ.] cf. Philop. 660,26 sq. 20 βυθίζωσι W: βυθίζουσι MBL 21 ἀγκύρας Β: ἀγγύρας MWL συμβαίνῃ WL: συμβαίνει M: in B comp. script. 22 πύθοι’ M 23 ἄγγυρα MW 28 κισσήρεως MWL: κισήρεως BL2a 29 λόγον λέγειν scripsi: λέγειν MW: λόγον BL 32 ἐν—(34) ἐστίν] cf. Philop. 661,4 τάχος W 34 γοῦν MW: οὖν BL)
133
κινηθήσεται, ὥστ’, εἰ ταῦτα ἀδύνατα τὴν ὑπόθεσιν, παραιτητέον δι’ ἣν [*](298) ταῦτα συμβαίνει. ἀλλὰ τὴν περὶ τὰ σχήματα τῶν κινουμένων τῆς κινήσεως διαφορὰν φυλάττουσιν μόνην· ζητεῖται γάρ, διὰ τί πλατὺς σίδηρος ἢ μόλιβδος ἐπιπολάζει τῷ ὕδατι, στρογγύλος δ’ οὐκέτι, οὐδὲ μακρὸς κἂν πάνυ μικρότερος ᾖ. ἡμῖν μὲν γὰρ ὑπάρχει λέγειν, ὅτι τὰ πλατέα μὲν διὰ τὸ πολὺν ἐπιλαμβάνειν ἀέρα ἢ ὕδωρ, οἷς ἐποχεῖται, οὐ ταχέως φέρεται κάτω· οὐδὲ γὰρ διασπᾶται ῥᾳδίως τὸ ὑποκείμενον ὑπὸ τῆς ἀμβλύτητος τοῦ σχήματος· τὰ 1 δ’ ἄλλως ἐσχηματισμένα ὀλίγον ἐπιλαμβάνει τόπον, [*](299) διὸ τάχιστα, ὅπῃ ἄν ῥέψῃ, ῥήγνυται ὁ ἀήρ· μαλακώτερος γὰρ ὢν μᾶλλον δὲ διίσταται. τούτοις δὲ εἰ τὰ αὐτὰ δυνατὸν λέγειν, οὐκ οἶδα. ταῦτα γὰρ καὶ ὑπὲρ τῶν ἀτόμων ἐρωτητέον· εἴτε γὰρ ἀνισοταχῶς ἐν τῷ κενῷ φέρονται, τὴν αἰτίαν λεγέτωσαν ἡμῖν, εἴτε ἰσοταχῶς, δεικνύτωσαν, πῶς ἀλλήλας καταλήψονται ἢ πῶς συμπλακήσονται καὶ γεννήσουσιν ἕτερον. ὅτι μὲν οὗν ἀναιρεῖ κίνησιν μᾶλλον τὸ κενὸν ἢ κατασκευάζει, δῆλόν ἐστιν.

Καὶ τῆς κινήσεως δὲ ἀφισταμένοις καὶ καθ’ αὑτὸ τὸ κενὸν ἐξετάζουσι φανείη ἄν τὸ λεγόμενον κενὸν ὡς ἀληθῶς κενόν. ἐπεὶ γὰρ δέδεικται σῶμα διὰ σώματος μὴ χωρεῖν, ὅταν τιθῆται ἄλλο σῶμα ἐν ἄλλῳ σώματι, ἀναγκαῖον ἐκστῆναι τῷ ἐπιόντι τὸ προυπάρχον καὶ τοσοῦτόν γε, ὅσον ὄγκος τοῦ τιθεμένου· καὶ τοῦτο δῆλον ἐπ’ ἐνίων εὐθὺς, ὥσπερ εἴ τις εἰς ὕδωρ ἐμβάλλοι λίθινον κύβον. τοσοῦτος γὰρ ὁ ὄγκος τοῦ ὕδατος ὑπεκστήσεται, ὅσοσπερ ἐστὶ τοῦ κύβου. ἐπ’ ἐνίων δὲ οὐ πρόδηλον μὲν τῇ αἰσθήσει, συμβαίνει δὲ ὁμοίως καὶ φωρᾶται ἔκ τινων κατασκευασμάτων. ἐν γὰρ ταῖς κλεψύδραις ὅταν μεσταῖς οὔσαις ἀέρος ἐγχέηται ὕδωρ, δίοδον τοῦ ἀέρος γλῶσσαι αὐλητῶν ἢ σαλπίγγων προστιθέμεναι ταῖς ὀπαῖς διελέγχουσι· ψοφεῖ γὰρ ἐπειγόμενος πρὸς τὰ ὄργανα. εἰ δὲ μηδεμίαν ἔξοδον δοίης, βιάζοιο δὲ ἕτερον σῶμα ἐπεμβάλλειν, ἢ πιλοῦται εἰς αὑτὸν μεταβάλλων εἰς ὄγκον ἐλάττω καὶ παχύνεται συστελλόμενος, ὥστε δέξασθαι τὸ ἀγγεῖον τοῦ ἐπεισαγομένου τοσοῦτον, ὅσον ἡ πίλησις τοῦ πρώτου ὄγκου συνέστειλεν, ἢ | θᾶττον ἄν διαρρήξειε τὸ ἀγγεῖον, εἰ σῶμα ἕτερον ἐκβιάσαιο· ταῦτα τοίνυν [*](300) οὕτως ἐναργῶς φαινόμενα καὶ δεικνύμενα ὑπὸ τῶν δημιουργῶν ὅσαι ἡμέραι ὁ περὶ τοῦ κενοῦ λόγος οὐ προσποιεῖται ἢ ἀγνοεῖ. καίτοι τί ποτε ἐροῦσιν, ὅταν ἐν κενῷ τιθῆται σῶμα; πότερον ὑπεξίστασθαι τὸν ἴσον ὄγκον τοῦ [*](2 ἀλλὰ—(10) οἶδα] exscr. Simpl. 679,4 5 μικρότερος M: σμικρότερος WB, Simpl.: σμικρότατος L 6 ταχέως] βαρέως Β 7 διασπᾶται] κατασπᾶται Philop. 660,24- 10 δὲ om. W et Laur. 85,14; del. Spengel ταῦτα L ἐκ δὴ τούτων Alexander apud Simpl. 679,13): ταὐτὰ WMB; cf. praeterea Usener Epicur. fr. 279 p. 198,12sqq. 13 καταλήψονται MWB et Alexander I. c: καταλήγονται L 15 Καὶ] om. E Aristot. 216 a26 (idem καθ’ ἑαυτὸ) 17 ὅταν τιθῆται—(135,7) προσελευσόμεθα] maximam partem verbotenus exscr. Simpl. 680,33 sqq. τιθῆται Spengel: τιθῆται (sine acc.) W: τίθεται MBL 18 ὄγκος M (cf. Simpl. 681,4): ὁ ὄγκος WBL (cf Simpl. 681,2) 19 δῆλον ἐπ’ ἐνίων MW: ἐπ’ ἐνίων μὲν δῆλον BL 20 ὁ om. W (superscr. Laur. 85,14) 21 πρόσδηλος L (e Simpl., ubi tamen add. ἡ ὑποχώρησις) 23 δίοδον τοῦ ἀέρος om. M 25 ἔξοδον M marg. (add. signo γρ.) Β marg.: ἔχειν M et B text., L: δίοδον (om. ἔχειν) W; εἰ—ἔξοδον ἔχει Simpl. 26 βιάζοιο M: βιάζοιτο Simpl. (et fortasse Paris. 1888 ante corr.) ἕτερος Simplicii libri 29 ἐκβιάσαιτο W 30 ὁσημέραι Laur, 85,18 32 τιθῆται Spengel: τιθῆται W: τίθεται MBL)

134
κενοῦ; καὶ πῶς οὐ γελοῖον, ἀλλὰ μένειν; καὶ πῶς οὐ θαυμαστὸν διεξιέναι [*](300) διὰ τοῦ κύβου τὸ ἴσον διάστημα τοῦ κενοῦ; εἰ γὰρ μηδὲν παντάπασίν ἐστι τὸ κενόν, οὐδὲ ἡμεῖς ἄλλο τι λέγομεν· εἰ δέ τινα ἔχει φύσιν καὶ ἔστι διάστημα ἐπὶ τρία, πῶς διὰ τοῦ τοιούτου διαστήματος δίεισι; τοῦτο γὰρ ὁμοίως ἄτοπον, ὡς εἰ μηδὲ τὸ ὕδωρ μεθίστατο τῷ λιθίνῳ κύβῳ, μηδὲ ὁ ἀήρ ἀλλὰ πάντη διῄεσαν δι’ αὐτοῦ. οὐ γὰρ ταῦτα μὲν κωλυθήσεται δι’ ἀλλήλων χωρεῖν καὶ ἐν ταὐτῷ γίνεσθαι τόπῳ, ὅτι θερμὰ καὶ ψυχρὰ καὶ κοῦφα δὴ καὶ βαρέα καὶ μετὰ τῶν ἄλλων παθῶν, τὸ κενὸν δὲ ἁπάντων τῶν τοιούτων ἐστερημένον οὐκέτι· εἴρηται γὰρ καὶ πρότερον ἤδη, ὅτι τοῖς σώμασιν τὸ εἶναι ἐν τόπῳ κατὰ μόνα ὑπάρχει τὰ διαστήματα, ἅπερ εἰ καὶ ἀχώριστα τῶν ἄλλων συμβεβηκότων ἐστίν, ἀλλὰ τό γε εἶναι αὐτοῖς διαστήμασιν ἕτερον, καὶ ὁ λίθος οὐκ, ἐπειδὴ λευκὸς ἢ μέλας ἢ θερμὸς ἢ ψυχρὸς ἢ κοῦφος ἢ βαρύς, τοσόνδε δεῖ κατέχειν τόπον, ἀλλ’ ἐπειδὴ τοσοῦτον αὐτοῦ τὸ διάστημα. καίτοι φέρεται μὲν διὰ τὴν βαρύτητα εἰς τοῦτον τὸν τόπον, ὅταν δὲ ἐν τόπῳ ᾖ, κατὰ τὸν ὄγκον ἐστὶν ἐν τόπῳ· καὶ γὰρ τούτῳ μόνῳ τῶν ὑπαρχόντων τῷ κύβῳ καὶ τὸ τοῦ τόπου μέγεθος ἔσται, οὐ τῇ βαρύτητι ἢ κουφότητι ἤ τισιν | ἄλλοις τῶν παθῶν. εἰ τοίνυν καὶ [*](301) ὑπόθοιο λόγου χάριν τὸν λίθινον κύβον ἁπάντων κεχωρίσθαι τῶν ἄλλων συμβεβηκότων, ἐν μόνῳ δὲ εἶναι τῷ διαστήματι, οὐδέν ἧττον καθέξει τὴν ἴσην χώραν, ὅσην κατεῖχε καὶ μετὰ τῶν ἄλλων παθῶν, ὥστε καὶ ἐν τῷ κενῷ τὸ ἴσον καθέξει κενόν, ὅταν τε μετὰ τῶν συμβεβηκότων ὅταν τε χωρὶς τούτων νοῆται. τί οὖν τηνικαῦτα διοίσει τὸ τοῦ κύβου σῶμα τοῦ ἴσου κενοῦ καὶ τόπου; καὶ εἰ δύο τοιαῦτα ἐν τῷ αὐτῷ, διὰ τί μὴ καὶ πλείω καὶ ἄπειρα; ὅρα τοίνυν ἀναλαβὼν καὶ τὴν ἀνάγκην τῆς ἀποδείξεως· εἰ σῶμά ἐστιν ἐν ἐκείνῳ, διάστημά ἐστιν ἐν διαστήματι (τὔτε γὰρ τὸ κενὸν καὶ τῷ σώματι τὸ εἶναι ἐν τόπῳ κατὰ διάστημα μόνον ὑπάρχει)· εἰ δὲ διάστημα ἐν διαστήματι, καὶ σῶμα ἐν σώματι ἔσται· ἐπεὶ γὰρ κατὰ μόνους τοὺς ὄγκους τὰ σώματά ἐστιν ἐν τόπῳ, καὶ κατ’ οὐδὲν ἄλλο τῶν ὑπαρχόντων, εἰ δυνατὸν τὸν ὄγκον ἐν ὄγκῳ εἶναι, τά γε ἄλλα συμβεβηκότα οὐδὲν κωλύει τὸ σῶμα ἐν σώματι εἶναι. ἀλλὰ μὴν ἄτοπον σῶμα ἐν σώματι εἶναι· ἀδύνατον ἄρα καὶ σῶμα ἐν κενῷ εἶναι· ὄγκον μὲν γὰρ ἐν ὄγκῳ ποιεῖ τὸ σῶμα ἐν κενῷ, ποῖον δὲ σῶμα ἐν σώματι ὄγκον ἐν ὄγκῳ; καὶ οὕτως μὲν οὖν ἐξήλεγκται μάταιον τὸ κενόν, εἴγε παράγεται μὲν [*](2 εἰ W, Simpl.: εἰ μὴ MBL: εἰ μὲν Laur. 85,14 et Spengel e coni. 3 ἔχοι W 5 λιθίνῳ BL et Simpl.: ξυλίνῳ MW et Aristot. 216 b1 ὁ om. WBL (cf. Aristot. 216b2) 6 πάντη] sic EHI Aristot. ib.: πάντα FG διώεσαν L 10 τὸ om. Ε Simplicii 14 αὐτοῦ MW (in Β comp. scr.), Simpl., Spengel e coni.: αὑτὸ L φέρεται W2L2a (et Laur. 85,14): φαίνεται MW1BL1 15 ὄγγον L ὄγχον a) 18 κεχωρεῖσθαι L 20 ὅσην] ὅσην ἀν’ aF Simplicii 22 νοεῖται L 23 καὶ (ante τόπου) superscr. in Paris. 1888: om. aE Simplicii 25 ἐν ἐκείνῳ] ἐν κενῷ Simpl. διάστημα ἔσται aF Simplicii οὔτε—(27) διαστήματι] om. Simpl. 28 τά γε] τὰ γὰρ Simpl. 30 κωλύει M et Simpl.: κωλύσει WBL 31 ὄγκον —(135,2) ἐντεῦθεν] om. Simpl. 33 ἐξήλεγκται M (ut vid.) W: ἐξήλεκται LB ’malim μάταιον ὂν’ Spengel εἴτε M παραπγεται M π inc.): πράπεται Laur. 85,14)
135
ὑπὲρ τοῦ τὰ σώματα δέχεσθαι, δέχεσθαι δὲ αὐτὸ σῶμα οὐχ οἷόν τε. [*](301) φανερώτερον δὲ ἐντεῦθεν· εἰ γὰρ τὸ ἐν ἑκάστῳ διάστημα χωριζόμενον τῷ λόγῳ τῶν παθῶν οὐδὲν διαφέρει τοῦ κενοῦ, κινούμενα δὲ καὶ μεταφερόμενα τὰ σώματα σὺν τοῖς ἰδίοις κινεῖται διαστήμασιν, τί δεῖ τοῖς σώμασιν ἄλλων τοιούτων διαστημάτων; εἰ γὰρ καθὸ διάστημα ἕκαστον ἔχει, | ἑτέρου [*](302) διαστήματος δεῖται, πῶς οὐ τὸ κενὸν ἄλλου δεήσεται, κἀκείνου ἄλλο, καὶ ἐπ’ ἄπειρον οὕτω προελευσόμεθα; ὅτι μὲν τοίνυν οὐκ ἔστι κεχωρισμένον κενόν, ἐκ τούτων δῆλον.

9. εἰσὶ δέ τινες, οἳ ἀπὸ τοῦ μανοῦ καὶ πυκνοῦ φανερὸν οἴονται εἶναι, ὡς ἔστι κενόν. εἴπερ ἐστὶ πύκνωσις ἡ εἰς ἐλάττονα ὄγκον τοῦ αὐτοῦ σώματος συστολὴ καὶ μάνωσις ἡ εἰς πλείονα καὶ μείζονα ὄγκον τοῦ αὐτοῦ σώματος ἄνεσις, ἀνάγκη κενὸν ἐν τοῖς σώμασι παρεσπάρθαι, εἰς ὃ τὰ πιλούμενα συστέλλεται καὶ διαχεῖται τὰ ἀραιούμενα. οὐ μόνον δὲ πύκνωσιν καὶ μάνωσιν ἀναιροῦσι τὸ κενὸν ἀναιροῦντες, ἀλλ’ ἤδη καὶ πᾶσαν κίνησιν. καὶ γὰρ ὅταν τι κατὰ τόπον κινῆται, συστελλόμενα τὰ παρακείμενα σώματα δι’ ὧν δίεισι, παρέχει χώραν τοῖς δι’ αὐτῶν κινουμένοις, ὥσπερ τοῖς διὰ πλήθους βαδίζουσιν. εἰ δὲ μὴ τὸ κενὸν ἐν τοῖς σώμασιν ὑπάρχει, ἀνάγκη κινουμένου τινὸς τὸ πᾶν κυμαίνειν, προωθοῦντος ἀεὶ τοῦ πλησίον τὸ ἐφεξῆς καὶ οἷον ὑπερχεῖσθαι τὸν οὐρανὸν εἰς τὸ ἔξω, ὅπερ καὶ ἐν ταῖς κολυμβήθραις συμβαίνει, ὅταν τι κινῆται ἐν αὐταῖς σῶμα. τοῦτο δὲ καὶ Ξοῦθος ἔλεγε, τὴν ἀντιπερίστασιν τῶν σωμάτων οὐ προσποιούμενος, ἣ γίνεται οὐκ ἐπὶ μόνων τῶν κύκλῳ μεθισταμένων. φανερώτερον μὲν ἐπὶ τούτων· ὅσον ἔμπροσθεν προωθεῖται, τοσοῦτον ὄπισθεν ἕπεται. γίνεται δ’ οὖν καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. οὕτως δὲ καὶ ὁ Ξοῦθος καὶ τοῦτο ὑπελάμβανεν, ὡς, εἰ μὴ τὸ κενὸν | παραδεξόμεθα, ἀνάγκη τὰς μεταβολὰς [*](303) τῶν σωμάτων κατ’ ἴσον γενέσθαι ὄγκον, οἷον εἰ ἐξ ὕδατος κυαθιαίου κυαθιαῖον ἀέρα γενέσθαι· ἐπεὶ πῶς ἂν γένοιτο μείζων οὐκ ἔχων τόπον καὶ χώραν, εἰς ἣν διαχεθήσεται, εἰ μή τις, φησί, κυμαίνειν τὸ πᾶν συγχωροίη [*](1 τοῦ τὰ οὐ et ἁ in ras.) M 4 τὰ σώματα ἁ et ult. α in ras.) M 6 διαστήματος M marg. WLaa: διάστημα M text. BLj κἀκείνου ἄλλο M et E Simplicii: κἀκεῖνο ἄλλο WBL et aF Simplicii 7 προελευσόμεθα] sic F Simplicii: διελευσόμεθα E: πορευσόμεθα a 7. 8 χωρισμένον M 9 οἴονται φανερὸν εἶναι Aristot. 2161)22 εἶναι om. E) 12 εἰς ὃ in spaiio relicto add. Β2 13 διακεῖται a οὐ μόνον— κίνησιν] cf. Sirapl. 683,6 sqq. 14 τὸ om. M ἀναιροῦσιν οἱ κενὸν Laur. 85,14) 1.5 κινεῖται L συστελλόμενα—(17) βαδίζουσιν] cf. Philop. 668, 19 sqq.; Simpl. 683,11 sqq. 16 αὐτὸν B 18 προωθοῦντος M ο ult. in ras.) 19 πλησίον MWBL: πλήσειεν a: πλήθους Laur. 85,18 ὅπερ—(22) σῶμα] cf. Philop. 668,28sq. 20 κινεῖται L αὐτοῖς M 21 τὴν ἀντιπερίστασιν κτλ.] cf. Simpl. 683,28 sq., quem contrarium contendere Themistio adnot. Diels 22 ἐπὶ μόνων] ἐκ μέσου Laur. 85,18. ἐπὶ μέσων L, μὲν M: μὲν γὰρ WBL 23 διωθεῖται (ut vid.) Β text. (corr. in marg.) 25 ἐπελάμβανεν L παραδεξόμεθα M: παραδεξοίμεθα (nisi fallor) W: παραδεξαίμεθα PjL μεταβολὰς] cf. Alexander apud Simpl. 684, 3 sqq. 26 γίνεσθαι W ὄγκον—(27) γενέσθαι om. L: οἷον εἰ—γενέσθαι om. a ἐξ ὕδατος —(27) γενέσθαι] Themistii nomine addito adferunt Philop. 671,21 et Simpl. 684,2 27 γένηται M 28 συγχωροίη MWB: συγχωρῇ L: συγχωροῖ Spengel)

136
καὶ τοὔλαττον φεύγων κενὸν πλεῖον ἔροιτο; ποῦ γὰρ δὴ τὸ πᾶν κυμαίνει; [*](303) εἰς σώματα μὲν γὰρ οὐκ ἐνδέχεται, ἀνάγκη δέ εἰς κενὸν ἀθρόον ἔξωθεν περικεχυμένον. ὅτι δὲ τὰ μανούμενα σώματα εἰς ὄγκον πλείονα μέτα. βάλλει, δῆλον καὶ ἐκ τῶν ῥηγνυμένων ἀγγείων ἐξαερουμένου τοῦ ὕδατος ἢ τοῦ ὑγροῦ, ὡς καὶ οἱ τοῦ γλεύκους πίθοι μεταβάλλοντος εἰς ἀέρα. ποῦ δὲ χώρα ἔσται τῷ μείζονι ὄγκῳ, εἰ μὴ τὸ περιέχον ἐνδιδοίη συνθλιβόμενον εἰς τὰ κενά; εἰ μὲν οὖν οὕτω λέγουσιν ἐν τοῖς σώμασι τὸ κενὸν παρεσπάρθαι, ὡς εἶναι ἐν τῷ μανῷ διαστήματα κεχωρισμένα δεκτικὰ σωμάτων, ἐκ τῶν αὐτῶν ἂν καὶ τοῦτο ἀναιροῦμεν, ἐξ ὧν καὶ τὸν τόπον καὶ τὸ κεχωρισμένον κενόν· οὐδὲν γὰρ ποιεῖ τὸ κατακερματίζειν αὐτοὺς τὸ κενὸν πρὸς τὸ διαφεύγειν ἐκείνας τὰς ἀπορίας, αἷς περιέπιπτον οἱ τὸ ἀθρόον λέγοντες· διάστημα γὰρ ποιοῦσι κεχωρισμένον καὶ οὗτοι. εἰ δὲ μὴ χωριστόν, ἐγκεκραμένον δὲ καί, ὡς ἄν εἴποι τις, συγκεχυμένον τοῖς μανωτέροις τῶν σωμάτων λέγοιεν μὲν ἄν τι πιθανώτερον, ὅμως δὲ οὐδὲ τοῦτο ἀληθές· συμβαίνει γὰρ αὐτοῖς πρῶτον μὲν οὐ πάσης τῆς κατὰ τόπον κινήσεως αἴτιον τὸ κενόν, ἀλλὰ μόνης τῆς ἄνω. εἰ γὰρ ὅπου ἂν πλέον ἐνῇ, τοῦτο μανώτερον ποιεῖ καὶ κουφότερον, τὰ δὲ | μᾶλλον τοιαῦτα μᾶλλον [*](304) ἐπὶ τὰ ἄνω κινεῖται, τὸ κενὸν αἴτιον γίνεται τῆς ἐπὶ τὰ ἄνω κινήσεως μόνον. διὰ τοῦτο καὶ τὸ πῦρ μάλιστα μανὸν εἶναί φασιν, ὅτι μάλιστα ἐπὶ τὰ ἄνω κινεῖται. ἔπειτα οὐχ ὡς τόπον λέγουσιν αἴτιον κινήσεως τὸ κενόν, ἀλλ’ ὥσπερ οἱ ἀσκοὶ τῷ φέρεσθαι αὐτοὶ ἄνω καὶ δίκτυα μετεωρίζουσιν, οὕτω καὶ τὸ κενὸν τῷ φέρεσθαι αὐτὸ ἄνω ἀνέχει καὶ κουφίζει τὰ μανὰ σώματα. καίτοι πῶς οἷόν τε φορὰν εἶναι κενοῦ ἢ τόπον κενοῦ; δεῖ γὰρ ἄλλο κενὸν εἶναι πάλιν, ἐν ᾧ γίνεται τὸ κενόν. ἔτι δὲ ἐπὶ τῶν βαρέων τίνα αἰτίαν ἀποδώσουσι τοῦ φέρεσθαι κάτω; οὐ γὰρ δὴ καὶ τὸ ἐν τούτοις κενὸν κάτω ῥέπον αὐτὰ συγκαθέλκει. τί ποι’ οὖν ἐρεῖς αἴτιον; εἰ γὰρ τὴν φύσιν τῶν σωμάτων, ἐξαρκέσει σοι καὶ πρὸς τὴν ἑτέραν κίνησιν ἡ αὐτή. ἔτι πρὸς τούτοις, εἰ ὅσῳ μανώτερον καὶ κενώτερον, τοσούτῳ θᾶττον κινεῖται, δῆλον ὡς αὐτὸ τὸ κενὸν τάχιστα ὄν φέροιτο τῶν ἄλλων. ἀλλὰ τὸ τάχιστα ἐπ’ αὐτοῦ λαβεῖν οὐχ οἷόν τε· οὐδὲ γὰρ χρόνον ὅλως τῆς κινήσεως· εἰ γὰρ ἔσται τις χρόνος, λόγον ἕξει καὶ τὸ κενὸν πρὸς τὸ πλῆφεῦγον [*](1 W ἔροιτο] ἕλοιτο W ποῦ—(3) περικεχυμένον] exscr. Philop. 669,16 sqq. 2 σώματα ML: σῶμα WB et Philop. μὲν MWR et Philop.: om. L 4 ἐξαιρουμένου M 5 Λαὶ οἱ Laur. 85,18: οἱ καὶ MWBL μεταβάλλοντες W δὲ MW: δὴ BI. 6 εἰ μὲν κτλ.] cf. Philop. 672,21 sqq. 8 κεχωρισμένα om. L 8. 9 σωμάτων MW: σώματα Β: σώματος L 9 τῶν αὐτῶν—(15) ἀληθές] cf. Philop. 669,24sqq. ἀναιροῖμεν W, Spengel e coni. II ἀπορείας L αἷς MWB, Victorius e coni.: ὡς L 13 ἐγκεκραμμἐνον M2 (cf. ἐγκεκρυμμένον in GK Philoponi) εἴπῃ Β 14 λέγειεν L: λέγει a μὲν oiu. L 15 κατὰ τόπον Β in marg. 19 μόνον M: μόνης WBL 21 μεθορίζουσιν L 22 τῷ φέρεσθαι—ἀνέχει] cf. Philop. 673, 14sq. 23 οἷόν τε BL: οἴονται MW 24 εἶναι ora. M (fortasse ἄλλου κενοῦ scribendum) 25 τοῦ] τὸ M; cf. Aristot. 217 a6 πῶς—ἀποδώσουσι τὸ φέρεσθαι ἄνω et Simpl. 685,11 πῶς τὴν αἰτίαν ἀπ’. τοῦ φ. δὴ] δεῖ M1BL2a 26 αὐτὰ] in M comp. αὐτὸ?) 28 μανότερον M, κενότερον M2 31 εἰ—πλῆρες] cf. Philop. 670,25 καὶ om. W)
137
ρες. εἰ δὲ φήσουσι μὴ κινεῖσθαι καθ’ αὑτὸ τὸ κενόν (διὰ τοῦτο γὰρ αὐτὸ [*](304) καὶ ἐγκιρνάναι τῷ σώματι, ἵν’ ἀχώριστον ἡ), διδαξάτωσαν ἡμᾶς, ἡνίκα ἄν συστέλλωσι τὰ πυκνούμενα σώματα εἰς τὰ κενά, ἆρ’ ἐκθλίβουσι τὰ κενὰ ἡ καταλιμπάνουσιν ἐν τοῖς σώμασιν. ἐκθλιβόμενα μὲν γὰρ δῆλον ὅτι κινεῖται καθ’ αὑτά, μένοντα δὲ τί συμβάλλεται πρὸς τὴν πίλησιν, εἴγε καὶ πιλουμένων τῶν σωμάτων οὐκ ἐκχωρεῖ, ἀλλ’ ἔστιν ὁμοίως ἐν αὐτοῖς; καίτοι τὸ κενὸν μάλιστα ἐν ταῖς πιλήσε|σιν ἀναγκαῖον ὑπολαμβάνουσιν, [*](305) ὅπως εἰς ἐκεῖνο τὰ σώματα συστέλληται καὶ συνθλίβηται. πῶς οὖν ἐνδέχεται τὸ ἴσον ἐγκεκρᾶσθαι κενὸν πρὸ τῆς πιλήσεως καὶ μετὰ τὴν πίλησιν αὖθις; πῶς δέ, εἰ τοῦτο δυνατόν, οὐ τὸν ἴσον ὄγκον ἀεὶ φυλάττει τὰ πιλούμενα μηδενός γε ἐξ αὐτῶν ἀπιόντος μήτε κενοῦ μήτε σώματος; πῶς δὲ οὐκ εἰς ἄπειρον ἔνεστι πιλοῦσθαι τὰ σώματα ἀεὶ τῶν ἴσων κενῶν ἐνυπαρχόντων; εἰ οὖν ἐξίσταται τὸ κενόν, πῇ χωρεῖ; πῶς δὲ κινεῖται; τίς δὲ ἡ κατὰ φύσιν κίνησις τοῦ κενοῦ; λέγουσι μὲν γὰρ τὴν ἄνω. πῶς οὖν ἐν χρόνῳ; ἀσύμβλητα γὰρ τὰ τάχη.

Ἐπειδὴ δὲ μάλιστα πιθανῶς δοκοῦσιν εἰσάγειν τὸ κενόν, ἵνα πύκνωσιν διασῴζωσι καὶ τὴν εἰς ἀνίσους ὄγκους τῶν σωμάτων μεταβολήν, πῶς ἔνεστι καὶ ταῦτα φυλάττειν καὶ μὴ προσδεῖσθαι τοῦ κενοῦ, λέγομεν ἤδη. ἐνῆν μέν τοίνυν καὶ οὕτω μὴ νομίζειν τὸ κενὸν ἀναγκαῖον, ὅταν ἐξ ὕδατος ἀὴρ γίνηται καὶ ἐξ ἐλάττονος μείζων ὄγκος, ἐννοοῦντας ὡς οὐδὲν κωλύει κατὰ ταὐτὸν ἄλλοθί που μεταβάλλειν ἀέρα εἰς ὕδωρ καὶ ἀντανισοῦσθαι τὸν σύμπαντα ὄγκον, ἀλλ’ ὅμως κἀκ τῶν κειμένων ἡμῖν ἐπιδείξομεν, ὡς ἐνδέχεται πυκνοῦσθαι καὶ μανοῦσθαι τὰ σώματα μὴ ὄντος κενοῦ. εἴρηται τοίνυν ἡμῖν, ὅτι τῶν ἐναντίων μία ἐστὶν ὕλη θερμοῦ καὶ ψυχροῦ, σκληροῦ καὶ μαλακοῦ, πικροῦ γλυκέος, ὑγροῦ ξηροῦ, πάσης ἐναντιώσεως φυσικῆς ἀγένητος καὶ ἄφθαρτος καθ’ ἑαυτήν, ἐκ δυνάμει ὄντος ἐνεργείᾳ γινομένη καὶ αὐτὴ οὐ χωριστὴ μέν, τὸ δὲ εἶναι ἄλλο καὶ ἄλλο, ἐπὶ * * * ὁμιλήσασα τῇ κατὰ λόγον οὐσίᾳ καὶ συνδυασθεῖσα, καὶ μία μὲν οὖσα τῷ ἀριθμῷ, μυρίας δὲ μεταμ|πισχομένη μορφάς, χεομένη καὶ πιλουμένη καὶ παντοίως σχηματιζομένη [*](306) τε καὶ ἀλλοιουμένη. πιληθεῖσα μὲν γὰρ πυκνόν τε καὶ βαρὺ ἀπειργάσατο, ἀραιωθεῖσα δὲ μανόν τε καὶ κοῦφον. ὥσπερ δέ, ὅταν μεταβάλλῃ εἰς τὸ θερμὸν ἢ [*](1 ἐγκιρνάναι WL: ἐγκιρνάναι B: ἐγκιρνᾶται M 5 πίλησιν] πιλοῦσιν a 6 πιλουμένων L: περιειλουμένων MWB 16 ἵνα—(17) πῶς om. M ὅτι ante ἔνεστι ins. Laur. 85,14) 18 λέγωμεν W, Spengel e coni. 19 ἀὴρ] ἀθὴρ (sic) Β 20 γένηται L 21 ἀέρος εἰς ὕδωρ GHI Aristot. 217a 17: ἐξ ἀέρος ὕδωρ EF; cf. Diels Zur Textgesch. p. 14 22 quae post ὄγκον apucl Aristot. Ι8(ἀεὶ)—21 εἶναι) leguntur, praetermisit Tliemistius κειμένων ἡμῖν BL: κειμένων ὑμῖν MW: ὑποκειμένων Aristot. 217 a 21 22. 23 ἐνδέχεσθαι M 23 μανοῦσθαι L σθ e corr.) εἴρηται κτλ.] of. Ptiilop. 695,17 sqq.; Simpl. 688, 7sqq. 24 ὕλη MW: ἡ ὕλη BL 25 πικροῦ καὶ γλυκέος W 26 ἑαυτὴν MWB: αὐτὴν L 27 τὸ libri et EFG Aristot. 217a24: τῷ III Aristot. et Spengel e coni. εἶναι M εἶ in ras.) post ἐπὶ spatium vacuum relictuin est in M XIV litt, in W et L XII, in Β X, in a XXIII ansam emendationis fortasse praebet ἐπινοία iiiud, quod legitur apud Simpl. 688,13 28 συνδιασθεῖσα WL)

138
ψυχρόν, οὐ μίξει τῶν διαφόρων φύσεων θερμὴ γίνεται καὶ ψυχρά (καίτοι τὸ θερμὸν [*](306) καὶ τὸ ψυχρὸν παντελῶς ἕτερα, ἀλλ’ ἡ αὐτὴ ὕλη μένουσα κατὰ τὴν ἑαυτῆς φύσιν παρὰ μέρος γίνεται τἀναντία μεταβάλλουσα ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ), οὕτω δὲ καὶ ἐπὶ πασῶν ὁμοίως τῶν ἐναντιώσεων χροιᾶς εἰ τύχοι καὶ χυμοῦ καὶ τῶν λοιπῶν ποιοτήτων. ὥσπερ δὲ μία καῖ’ ἀριθμὸν οὖσα θερμὴ γίνεται καὶ ψυχρὰ καὶ οὐκ ἄλλη μὲν ἡ θερμή, ἄλλη δὲ ἡ ψυχρά, οὕτω καὶ μεγάλη καὶ μικρὰ γίνεται μία οὖσα καὶ ἡ αὐτή. δῆλον δέ· τὸ γὰρ αὐτὸ μόριον τῆς πάσης ὕλης ποτὲ μὲν ὕδωρ γίνεται, ποτὲ δὲ ἀήρ, καὶ ποτὲ μὲν ἐπ’ ἐλάττονος ὄγκου, ποτὲ δὲ ἐπὶ μείζονος· οὐ γὰρ ἄλλο μέν ἐστιν τὸ γενόμενον ἀήρ, ἄλλο δὲ τὸ γενόμενον ὕδωρ, ἀλλ’ ἡ αὐτὴ φύσις ἀμφότερα. καὶ ὅταν μὲν οὖν αὐτὴ ἡ ὕλη ἐξ ὕδατος ἀὴρ γένηται, μείζων μὲν γίνεται, οὐ μὴν καὶ ἔξωθέν τι προσλαβοῦσα ἢ κενοῦ μιχθέντος· καὶ ὅταν ὕδωρ ἐξ ἀέρος, ἔλαττον μὲν οὖν. οὐ μὴν ἀφαιρεθέντος τινός. τούτῳ γὰρ μάλιστα τῶν συγκρίσει καὶ διακρίσει ποιούντων τῶν τὰς γενέσεις διενηνόχαμεν, ὅτι οἱ μὲν προσθέσει καὶ ἀφαιρέσει τὰς γενέσεις καὶ τὰς φθορὰς μηχανῶνται καὶ οὐ ποιοῦσι τὸ αὐτὸ ὑποκείμενον πᾶσι τοῖς στοιχείοις, ἡμεῖς δὲ μίαν εἶναι τὴν ὕλην ὅλην δι’ ὅλης ἀλλοιουμένην καὶ τρεπομένην. ὥσπερ τοίνυν ἡ αὐτὴ οὖσα κατ’ ἀριθμὸν θερμὴ γίνεται καὶ ψυχρά, οὐ διότι μίγνυται αὐτῇ τι ἕτερον ἢ προστίθεται, ἀλλ’ ὅτι δυνάμει ταὐτά ἐστιν, οὕτω καὶ μικρὰ γίνεται καὶ μεγάλη τῷ δύνασθαι ἄμφω οὐχὶ τῷ προσ|λαμβάνειν μέγεθος ἢ ἀπολλύναι. κἄν τοίνυν ὁ ἀὴρ [*](307) μένων ἀὴρ εἰς πλείονα ὄγκον χέηται λεπτυνόμενος ἢ εἰς ἐλάττονα συστέλληται παχυνόμενος, τὴν ὑποκειμένην ὕλην αἰτιατέον, ὅτι δυνάμει οὖσα σμικρὰ καὶ μεγάλη μεταλαμβάνει ποτὲ μὲν ἐνεργείᾳ, ποτὲ δὲ τὸ δυνάμει τούτων ἑκάτερον ε·ἶναι. ὥσπερ γὰρ ὅταν ἐκ θερμοῦ εἰς θερμότερόν τι μεταβάλλῃ, οὐχ οὕτω μεταβάλλει τῷ τὰ πρότερον οὐκ ὄντα τῆς ὕλης θερμὰ νῦν γεγονέναι θερμά θερμὸν γὰρ ὁμοίως πᾶν ἦν τοιοῦτον τὸ ὑποκείμενον), καὶ οὐχὶ μίξει τινῶν οὐ θερμῶν, καὶ νῦν, ὅτε ἐπιδίδωσιν εἰς θερμότητα, πᾶσα ὁμοίως εἰς τοῦτο πᾶν ἐπιδίδωσιν· ἂν γὰρ ἄλλα μένῃ τῆς ὕλης θερμά τε, ὅτε ἧττόν ἐστι θερμή, ἄλλα δὲ ὅταν μᾶλλον, οὐκέθ’ ἡ [*](1 φύσεων] μιξέσεων Β 2 τὸ ante ψυχρὸν om. W 5 εἰ τύχοι AVBL: εἰ τύχ’ (puto τύχῃ legendum) M: εἰ ἔτυχε Aristot. 217 a 25 τῶν λοιπῶν ποιοτήτων] cf. Simpl. 688,38 sq. 6 ἡ ante θερμή om. M (fortasse ἡ et hie et ante ψυχρά delendum) 9 ὄγγου W 10 γενόμενον M: γινόμενον WBL 11 ἡ αὐτὴ ὕλη Aristot. 217 a 28 12 γίνηται Laur. 85,14 (ut E Aristot. 217a27) μείζων M, Spengel e coni.: μείζω WBL 14 τούτῳ BL: τούτων MW 21 οὐχὶ τῷ om. W 26 οὐχ οὕτω—(139,5) φύσιν] exscr. Simpl. 689,4 sqq., sed ita ut nonnulla aut ipse immutaverit aut aliter in Themistii quo utebatur exemplo legerit τῷ τὰ MBWL: ταῦτα Laur. 85,18 (unde ὡς ταῦτα coni. Spengel): ὥς τινων — — ὄντων—γεγονότων Simpl. πρότερον MB: πότερα W: πρότερα a (iu L comp. scripturae) 27 γεγονέναι Laur. 85,14: γέγονε MWBL 28 τινῶν MBL: τῶν W τῶν μὴ θερμῶν Simpl.) 29 ἐπιδέδωκεν Simpl. (qui haec cum iis quae praecedunt coniungit) μένῃ] μέν εἴη in Themistio legisse videtur Simpl. 30 τε om. Simpl. (cf. Schmid Atticismus IV, 562); ἄν γὰρ ἄλλα μέρη—ᾖ, ὅτε Laur. 85,14)
139
αὐτὴ γίνεται κατ’ ἀριθμὸν δεχομένη τὸ μᾶλλον καὶ ἧττον, ἀλλ’ ὅτι θερμὸν [*](307) τῷ προυπάρχοντι προσγίνεταί τε καὶ προσμίγνυται. ὡς οὖν ἐπὶ τούτων, οὕτως ἔχει καὶ ἐπὶ τοῦ μανουμένου καὶ πηγνυμένου· ἡ αὐτή ἐστιν ὕλη ταὐτὰ δεχομένη καὶ οὐκ ἔξωθέν τι εἰσιὸν ἢ ἐξιόν, ὡς οἱ τὸ κενὸν εἰσάγοντες· ἀγνοοῦσι γὰρ οὗτοι τὴν τῆς ὕλης φύσιν, καθάπερ δὴ καὶ οἱ λέγοντες ἐπὶ τοῦ πεπυρωμένου σιδήρου, ὅτι ‘σίδηρος τὸ πῦρ ἐδέξατο’, καὶ οὐχὶ ἰή ὕλη καὶ ὁ σίδηρος εἰς πῦρ μετέβαλλεν.’ χρῆσθαι δὲ ἔστιν καὶ ἑτέρῳ παραδείγματι, ᾧ ὁμολογεῖ καὶ ὅτι τὰ μέρη τῆς περιφερείας τοῦ κύκλου πάντα ὁμοίως ἐστὶ κυρτά, ὅταν δὲ εἰς ἐλάττονα ὄγκον συνάγηται ἐκ μείζονος ὁ αὐτὸς κύκλος ὁμοίως τῆς περιφερείας συνιούσης ἁπανταχόθεν, γίνεται μὲν τὰ μόρια κυρτότερα τηνικαῦτα, ἀλλ’ οὐχὶ τῷ γενέσθαι κυρτὰ ἐν αὐτοῖς, ἃ οὐκ ἦν ἐν τῷ μείζονι κύκλῳ κυρτά, ἀλλ’ εὐθέα, ἀλλὰ τῷ κυρτότερα | γενέσθαι αὐτὰ τὰ πρότερον ὄντα κυρτά. ὅλως γὰρ τὸ μᾶλλον [*](308) καὶ ἧττον λέγεται οὐκ ἐν τῷ διαλείπειν τι καὶ αὖθις μὴ διαλείπειν, ἀλλὰ τὸ δι’ ὅλου ἐπιτείνεσθαι ἢ ἀνίεσθαι, ὡς τὸ θερμότερον, ὡς τὸ γλυκύτερον, ὡς τὸ λευκότερον· οὕτως δὲ καὶ ἐπὶ σμικρότητος καὶ μεγέθους οὐ προσλα- βοῦσα ἡ ὕλη ἕτερον μέγεθος ἐπεκτείνεται ἢ ἀποβάλλουσα συστέλλεται, ὡς λέγουσιν οἱ τὸ κενὸν αἰτιώμενοι, ἀλλ’ ἔστι τὸ αὐτὸ ὑποκείμενον, ὃ τέως ἦν ἐπ’ ἐλάττονος διαστήματος, εἰς πλεῖον ὕστερον ἐκτεινόμενον καὶ ἀνάπαλιν ἐπὶ τῆς πιλήσεως καὶ συστολῆς, καθάπερ ἐπὶ τῆς περιφερείας ἐδείχθη τοῦ κύκλου. τὸ αὐτὸ τοίνυν ἐστὶ τὸ γενόμενον πυκνὸν καὶ μανὸν καὶ μία ἀμφοτέρων ἡ ὕλη καὶ οὐ προσλήψει καὶ στερήσει κενοῦ τὸ μανὸν καὶ πυκνόν. ἔστι δὲ τὸ μὲν πυκνὸν βαρύ, τὸ δὲ μανὸν κοῦφον καὶ τὸ μὲν ἐπὶ τὸ ἄνω, τὸ δὲ ἐπὶ τὸ κάτω κινεῖται. εἰ οὖν πρὸς τὸ μανὸν εἶναι μὴ προσδεῖται κενοῦ, οὐδὲ πρὸς τὸ ἄνω κινεῖσθαι καὶ εἰ μὴ πρὸς τὸ πυκνόν, οὐδὲ πρὸς τὸ κάτω. ἔστι δὲ τὸ μὲν πυκνὸν πρὸς τὸ βαρὺ εἶναι καὶ σκληρόν, τὸ δὲ μανὸν πρὸς τὸ κοῦφον εἶναι καὶ μαλακόν, ἀλλ’ οὐκ ἐπὶ πάντων· οὐ γὰρ ἅπαντα τὰ βαρύτερα καὶ σκληρότερα· διαφωνεῖ γὰρ ἐπὶ σιδήρου καὶ μολίβδου. ἐκ δὴ τῶν εἰρημένων φανερόν, ὡς οὔτε ἀποκεκριμένως κενόν ἐστιν οὔτε ἀθρόον οὔτε ἐν τοῖς σώμασιν τοῖς μανοῖς οὔτε [*](1 καὶ τὸ ἧττον W: τε καὶ ἧττον Simpl. ἀλλ’ ἄλλο τι Simpl. τε om. W 3 μανομένου W πηγνουμένου L ἐστιν siiperscr. W 6 πεπυρωμένου L σίδηρος M: σίδηρος ὢν WBL 7 ἡ om. W μετέβαλεν Β (fortasse recte) 8 post τῆς τερῶ usque ad (148,16) ||ριστέον excideiunt quattuor folia in Β, in cuius substituo potiores cod. Laur. 85,18 (S) scripturas 9 ὅταν δὲ κτλ.] cf. Philop. 696,17 13 πρότερα a (in L comp. scripturaej ὅλως—(18) ὑποκείμενον] exscr. Simpl. 689,30sqq. μᾶλλον WSL: μαλακὸν M 14 ἀλλὰ libri et Simpl. (apud quem legitur ἐπιτείνεται et ἀνίεται): ἄλλα a 15 ἐπιτείλασθαι W 16 σμικρότητος καὶ μεγέθους libri, Philop. 696,30, a Simplicii: μέγ’. καὶ σμίκρ’. Simplicii libri 17 ἀποβάλλουσα MS2L1 ἀποβάλλουσα aE Simplicii): ἀποβαλοῦσα WS1L2a ct F Simplicii 19 ἦν om. M 23 quae post κοῦφον leguntur in Aristotelis libris (217 b 12) ἔτι—(16) ὕλης praetermisit Tliemislius; of. Diels Zur Textgesch. p. 32 24 εἶναι] ἣν W μὴ e corr, M 25 προσδεῖται αἰ e corr.) M 27 ἀλλ’ οὐκ ἐπὶ πάντων] cf. Philop. 697,7 29 ὡς] sic FGHI Aristot. 217 b 20: ὅτι Ε 29. 30 ἀποκεκρυμἐνως L ἀποκεκριμ. a))
140
μὴν ὡς ἐγκεκραμένον καὶ οἷον δυνάμει. εἰ δέ τις βούλεται πάντως καλεῖν [*](308) κενὸν τὸ τοῖς σώμασιν τῆς κινήσεως αἴτιον καὶ τοῦ βαρύ τι εἶναι ἢ κοῦφον, τὴν ὕλην ἄν οὗτος λέγοι τὸ κενόν· αὕτη γὰρ ἐστιν ἡ μανότητος καὶ πυκνότητος δεκτική, | οἷς ἕπεται τὸ βαρὺ καὶ κοῦφον καὶ τὸ σκληρὸν [*](309) καὶ τὸ μαλακόν· τούτων δὲ τὰ μὲν φορᾶς αἴτια καὶ κινήσεως, τὰ δὲ πάθους τε καὶ ἀπαθείας καὶ ἀλλοιώσεως μᾶλλον. περὶ μὲν οὖν κενοῦ διωρίσθω τοῦτον τὸν τρόπον.

10. ἐχόμενον δὲ τῶν εἰρημένων ἐστὶ σκέψασθαι περὶ χρόνου· πρῶι ’τον δὲ καλῶς ἔχει διαπορῆσαι περὶ αὐτοῦ καὶ διὰ τῶν ἔξωθεν λόγων, πρότερον εἰ ἔστιν, εἶτα τί ἐστιν ἐφεξῆς. ὅτι μὲν οὖν ἢ ὅλως οὐκ ἔστιν ἡ μόλις ἐστὶ καὶ ἀμυδρῶς, ἐκ τῶνδε ἄν τις ὑποπτεύσειεν. σύγκειται ἐκ μὴ ὄντων· τὸ μὲν γὰρ αὐτοῦ γέγονε καὶ οὐκ ἔστιν, τὸ δὲ μέλλει καὶ οὔπω ἔστιν, ἐκ δὲ τούτων καὶ μὴν καὶ ἐνιαυτὸς καὶ ὁ ἄπειρος καὶ ὁ ἀτελεύτητος χρόνος· τὸ δὲ ἐξ οὐκ ὄντων συγκείμενον οὐκ ὂν ἐξ ἀνάγκης † ἀναγκαίως. οὐδὲ γὰρ τὸ νῦν μέρος τοῦ χρόνου, ἀλλὰ πέρας ἐστίν. ἔτι πᾶν μεριστόν, ἔστ’ ἂν ὑφεστήκῃ, πάντως αὐτοῦ καὶ τῶν μερῶν ἤ τινα ὑφέστηκεν ἡ καὶ σύμπαντα· σύμπαντα μὲν ὡς ἐπὶ τῆς πηχυαίας γραμμῆς, ἔνια δὲ ὡς ἐπὶ πολέμου καὶ πομπῆς καὶ ἀγῶνος. μεριστοῦ δὲ ὄντος τοῦ χρόνου καὶ συνεχους μόριον οὐδέν ἐστιν ὅλως, ἀλλὰ τὰ μὲν γέγονε τὰ δὲ μέλλει, τὸ δὲ νῦν προέφην εἶναι μὴ μέρος· ἦν γὰρ ἄν καὶ αὐτὸ μεριστὸν καὶ κατεμέτρει τὸ ὅλον καὶ εἶχεν ἄν τι διάστημα τοιαῦτα γὰρ τὰ μέρη τῶν μεριστῶν), ἀλλ’ οὐδὲ σύγκειται ὁ χρόνος ἐκ τῶν νῦν, ἀλλ’ ἐκ τοῦ παρελθόντος καὶ μέλλοντος. οὐκ ἄρα μέρος τὸ νῦν τοῦ χρόνου, ὅλως γὰρ καὶ καθ’ αὑτὸ ζητητέον περὶ τοῦ νῦν, ὃ διορίζει τὸ παρελθὸν καὶ τὸ μέλλον, πῶς ποτε ὑφέστηκεν, πότερον διαμένον τὸ νῦν ἓν καὶ ταὐτὸν γίνεται ἢ ἄλλο | καὶ [*](310) ἄλλο, ὡς τὸ μὲν φθείρεσθαι τὸ δὲ γίνεσθαι· ἅμα γὰρ εἶναι πλείω τὰ νῦν παντελῶς ἀμηχανώτατον, οὐδὲ ἄλλα μέρη τινὰ τοὐ χρόνου δυνατὸν ἅμα [*](1 ὡς om. W ἐγκεκραμένον] cf. Alexander apud Simpl. 692,3 sqq. 1. 2 πάντως καλεῖν κενὸν τὸ] sic FGHI Aristot. 217 b 22: καλεῖν τι κενὸν παντὸς E 3 λέγοι L1 et Laur. 85,14: λέγη MWL2a 5 τὸ ante μαλακόν om. Laur. 85,14 (ut Aristot. 217b25) 6. 7 διώρισται E Aristot. 217b27 τοῦτον τὸν τρόπον] sic F Aristot. 217 b 28: τὸν τρόπον τοῦτον EGHI 8 σκέψασθαι M: διασκέψασθαι WSL: ἐπελθεῖν Aristot. 217b29 περὶ τοῦ χρόνου Η Aristot. ib. 10 ἢ et 11 μόλις sic E Aristot. 217 b 32: ἢ cm. ct μόγις EGHI 11 ἄν τις] τις ἂν GHI Aristot. 217 b33: τις ἄν καὶ E: τις F 13 καὶ ante ἐνιαυτὸς om. MSL1: fortasse scribendum καὶ <ἡμέρα> μὴν ἐνιαυτὸς; of. Simpl. 608,10 sq. ὁ ante ἀτελεύτητος om. Par. (fortasse recte) 14 ἀναγκαίως om. W, delendum esse censet Spengel. mihi aut ἀν’ εἴη scribendum aut verba ἀναγκαίως· οὐδέ (15) πέρας ἐστίν post χρόνος (v. 14) transponenda esse videntur 16 ὑφεστήκει S2L1 ante πάντως in M una littera erasa 17 γραμμῆς] cf. Simpl. 697,15 ante ὡς add. καὶ S 18 ἀγῶνος] cf. Philop. 703,1 ἂν om. S 23 οὐκ ἄρ—γρόνου] cf. Simpl. 697,12 24 διορίζει] φαίνεται διορίζειν Aristot. 218a9 (at ὁρίζειν Ε; cf. Bieh Zur Textgesch. p. 15) 25 διμένον W et Laur. 85,14: in M compend. ambiguum: διαμένει SL ταὐτὸν MBL E Aristot. 218 a 10: ταὐτὸ W: τὸ αὐτὸ FGHI Aristot. 26 ὡς scripsi: ἡ libri φθείρεται τὸ δὲ γίνεται W et Spengel e coni. γενέσθαι S πλείω εἶναι S)

141
πλείω συνυπάρχειν ἀλλήλοις, εἰ μὴ τὸ μὲν αὐτῶν ὡς περιέχον τὸ δὲ [*](310) περιεχόμενον ὑπολαμβάνομεν, ὡς φαμὲν ἐνεστάναι τὸν μῆνα καὶ τὴν νουμηνίαν. ἐπὶ δὲ τοῦ ἀκριβῶς νῦν κυρίως τοῦθ’ ὑπονοεῖν οὐκ ἔστιν· οὐ γάρ ἐστι τὸ μὲν περιεχόμενον νῦν τὸ δὲ περιέχον νῦν. οὐδὲ τὸ μὲν πλέον τὸ δὲ ἔλαττον, ὥστε ἀνάγκη φθείρεσθαι τὸ πρότερον νῦν, ἵνα γένηται τὸ ἐφεξῆς. ἐπεὶ τοίνυν πᾶν τὸ φθειρόμενον ἐν χρόνῳ φθείρεται, καὶ τὸ νῦν ἢ ἐν αὑτῷ φθείροιτ’ ἂν ἢ ἐν ἄλλῳ χρόνῳ. ἀλλ’ εἰ μὲν ἐν ἑαυτῷ, ἅμα ταὐτὸν εἶναί τε καὶ μὴ εἶναι καὶ γίνεσθαί τε καὶ φθείρεσθαι συμβήσεται, ὥσπερ εἰ καὶ τοῦτο τὸ ξύλον ἐν αὑτῷ τις φθείρεσθαι λέγοι καὶ εἰς ἑαυτὸ μεταβάλλειν. εἰ δὲ ἐν ἄλλῳ χρόνῳ, πότερον κἀκεῖνό ἐστιν νῦν ἢ ἕτερον τοῦ νῦν; εἴτε γάρ, δύο ἅμα γίνεται νῦν, τὸ φθειρόμενον νῦν καὶ ἐν ᾧ φθείρεται· εἰ δ’ ἕτερον, ἢ τὸ παρελθὸν ἔσται ἢ τὸ μέλλον. ἐν οὐδετέρῳ δὲ τούτων φθείρεσθαι δυνατόν· τῷ μέν, ὅτι προλαμβάνει τὴν γένεσιν τοῦ νῦν ἔσται οὗν ἐφθαρμένον πρὶν γενέσθαι), τῷ μέλλοντι δέ, ὅτι οὐδέποτ’ ἄν φθείροιτο τὸ νῦν, ἀλλὰ μέλλει ἂν ἀεὶ φθαρήσεσθαι· ἀεὶ γὰρ ἐν ᾧ φθείρεται μέλλει. ἢ τοίνυν οὕτως ἢ μᾶλλον ὅτι ὁ χρόνος ὁ παρελθὼν καὶ ὁ μέλλων, ἐν χρόνῳ δὲ φθείρεσθαι τὸ νῦν οὐ δυνατόν· συμπαρεκτείνοιτο γὰρ ἄν τὸ ἀμερὲς καὶ ἐλάχιστον αὐτοῦ ἔχοντι ποσόν τι διάστημα. καὶ τοιαῦτα μὲν ἁπλούστερον ἔτι λέγεται. εἰ δὲ μὴ ἔχεται τὰ νὺν ἐξ [*](311) ἀλλήλων μηδὲ σύγκειται ὁ χρόνος ἐκ τῶν νῦν, ὥσπερ οὐδὲ ἐκ τῶν στιγμῶν ἡ γραμμή, καὶ ἄλλο ἀτοπώτερον ἀπαντᾷ. οὐ γάρ, εἰ ἐν ἄλλῳ νῦν φθείρεται τὸ νῦν, πάντως μεταξὺ ἑαυτοῦ καὶ ἐν ᾧ φθείρεται χρόνος ἐστίν, ὥσπερ ἐν τῷ μεταξὺ τῶν σημείων γραμμή; τοῦτον δὲ πάντα τὸν χρόνον ὑπάρξει τὸ νῦν. ἀλλ’ ἄπειρα ἐν τῷ μεταξὺ χρόνῳ τὰ νῦν, εἴγε διότι συνεχὴς ὁ χρόνος καὶ εἰς ἄπειρα διαιρετέος· ἔσται ἄρα πλείω καὶ ἄπειρα. εἰ μὲν τοίνυν ἄλλο καὶ ἄλλο τὸ νῦν, τοσαῦτα ἄτοπα ἀναφαίνεται. εἰ δὲ ταὐτὸν ἀεὶ διαμένει, πρῶτον μὲν πῶς συνεχὴς ὢν καὶ διὰ παντὸς ὁ χρόνος οὐκ εἰς δύο πέρατα διαστίξει ἀλλ’ εἰς ἕν; καὶ μάλιστα ὅταν πεπερασμένος νοῆται ὡς ὁ μὴν καὶ ἐνιαυτός· πῶς γὰρ ἓν ἔσται καὶ ταὐτὸν τὸ νῦν, ἀφ’ οὗ τε ἤρξατο ὁ μὴν καὶ εἰς ὃ ἐτελεύτησεν; οὐδενός τε ὅλως διαιρετοῦ πεπερασμένου ἐπὶ θάτερον μέρος πέρας ἐστίν, οὐ γραμμῆς, οὐκ ἐπιφανείας σώματος δεύτερον δὲ εἰ ταὐτὸν καὶ ἓν διαμένει τὸ νῦν, ἅμα δὲ λέγεται [*](1 αὐτῶν MW: αὐτοῦ SL 2 ἐνεστάναι] cf. Simpl. 698,11 4 τὸ δὲ περιέχον νῦν om. W 6 ἐπεὶ τοίνυν πᾶν WSL: ἐπεὶ πᾶν M: ἐπειδὴ Simpl. 698,19 sqq. 13 τῷ μέν WL: τὸ μέν MS 15 μέλλοι W ἂν del. Spengel 16 ὁ ante χρόνος om. WSL 17 οὐ δυνατόν M et τὸ νῦν post οὐ δυνατὸν) S: ἀδύνατον L 19 τοιαῦτα] ταῦτα W εἰ δὲ μὴ—(25) ἄπειρα] cf. Simpl. 698,21 sqq. 21 οὐ γάρ, εἰ scripsi: εἰ γὰρ εἰ MSL: εἰ γὰρ W, Spengel e coni. νῦν om. W 23 δὲ M: δὴ WSL 25 ἄρα M: ἄρα νῦν WS γὰρ pro ἄρα, ut solet) L: ἄρα ἅμα νῦν Simpl. 26 post ἄλλο καὶ ἄλλο add. εἴη SL ἀναφαίνεται ML: φαίνεται WS 28 διαστίξει a: δύο νῦν—διαστίξονται Philop. 704,14): διαστήξει MSL: διεστήξει W (cf. διεστηκότων apud Philop. 704,19) 29 ταὐτὸ W 31 πεπερασμένον a ante μέρος add. μόνον W ἓν πέρας Aristot. 218a23) 32 σώματος M (idemque in Themistio legisse videtur Philop. 704,12. 13): οὐ σώματος WSL (cum quibus facit Simplicius 699,14. 15) ἐν διαμένει τὸ νῦν] ἑνὶ (sic Bonitz, ἐν codd.; cf. Diels Zur Textgesch. p. 31) τῷ νῦν Aristot. 218 a 26)
142
καὶ εἶναι καὶ γεγονέναι τὰ κατὰ τὸν αὐτὸν χρόνον ἢ ὄντα ἢ γεγονότα, τὰ [*](311) παλαιὰ τοῖς ἄρτι καὶ τὰ νεώτατα τοῖς πρεσβυτάτοις εἴη ἂν ἅμα, ἡ Νηλέως καὶ ἡ Καίσαρος βασιλεία· οὐδὲ γὰρ ὅλως ἔσται τι παρῳχημένον, εἰ διαμένει τὸ νῦν ἓν ἀκριβῶς. ἐξ ὧν μὲν οὖν ἔστιν κατασκευάσαι, ὅτι μὴ ἔστιν ὁ χρόνος, εἰρήσθω τοσαῦτα.

Τὰ δὲ πρότερον παραδεδομένα περὶ τοῦ χρόνου τοσοῦτον ἀπέχει τοῦ δῆλον ὅτι ποιεῖν ὑπὲρ αὐτοῦ, ὥστε ἐπιχειροῦντας τὴν οὐσίαν τοῦ χρόνου διδάσκειν ἀμ|φισβητήσιμον αὐτοῦ ποιεῖν καὶ τὴν ὕπαρξιν ἐξ ἴσου τοῖς [*](312) ἀρτίως ὑφ’ ἡμῶν εἰρημένοις. πῶς γὰρ οὐκ ἀσαφῆ καὶ ἀλλόκοτα τὰ λεγόμενα; ὅπου γέ τισιν ἔδοξεν ἡ τοὐ ὅλου σφαῖρα χρόνος εἶναι, διότι ἐν χρόνῳ τὰ πάντα καὶ ἐν τῷ οὐρανῷ τὰ πάντα· οὓς πρῶτον μὲν αἰτιάσαιτο ἄν τις ἀγνοήσαντας τὴν ὁμωνυμίαν τοῦ ἔν τινι, εἶθ’ οὕτως ἀπείρως ἔχοντας τῶν ἀναλυτικῶν, ὥστε μὴ καταμαθεῖν τὴν μοχθηρίαν τοῦ σχήματος, δι’ ὃ ταὐτὸν ὑπελάμβανον τὸν χρόνον τε εἶναι καὶ τὴν σφαῖραν τοῦ οὐρανοῦ καὶ ἄλλα πολλὰ καὶ ἀδύνατα. τοῦ χρόνου μὲν γὰρ μέρη τὸ παρελθὸν καὶ τὸ μέλλον, τῆς σφαίρας δὲ οὔ, καὶ ὁ μὲν γίνεται, ἡ δὲ ἔστι, καὶ ἡ μὲν οὐσία, ὁ δὲ οὔ· ἀλλὰ ταύτην εὐηθέστερον ἴσως ἐπὶ πλέον ἐξετάζειν τὴν δόξαν λίαν οὖσαν ἁπλῆν καὶ ἀρχαίαν. ἕτεροι δὲ οὐ καθ’ αὑτὸν διὰ ταῦτα τὸν οὐρανόν, ἀλλὰ τὴν περιφορὰν τοῦ παντὸς οὐρανοῦ τὸν χρόνον ποιοῦσιν, καθ’ οὓς πρῶτον μὲν ἡμέρα χρόνος οὐκ ἔσται οὐδὲ νὺξ καθ’ αὑτήν· οὐδὲν γὰρ τούτων περιφορὰ τοῦ παντὸς οὐρανοῦ, ἀλλὰ τῶν ἡμισφαιρίων καὶ μέρος τῆς ὅλης περιφορᾶς. πρὸς τούτοις δὲ ἡ μὲν περιφορὰ τοῦ παντὸς οὐχ ἁπλῆ ἀλλὰ ἐκ πλειόνων κινήσεων καί τινων ἐναντίων, ὁ χρόνος δὲ εἷς καὶ ἀπλοῦς καὶ κίνησις μὲν οὐχ ὁμοία τοῦ παντὸς οὐρανοῦ, ἀλλὰ καὶ θάττων αὐτοῦ καὶ βραδυτέρα, θάττων μὲν περὶ τὸν ἰσημερινόν, βραδυτέρα δὲ περὶ τοὺς πόλους, ὁ χρόνος δὲ ἅπασιν ὁ αὐτός. πῶς δὲ ἐν γῇ ὁ χρόνος; πῶς δὲ ἐν θαλάττῃ; οὐ γὰρ δὴ καὶ ταῦτα συμπεριφέρεται τῷ παντί. εἰ δ’, ὥσπερ αὐτοὺς Πλάτων’ ποιεῖ, δεσμώ|τας τινὰς ἐκ παίδων ἐν ὑπογείαις [*](313) οἰκήσεσιν διαζῶντας ὑποθοίμεθα, τούτοις πῶς ἔστιν αἴσθησις χρόνου οἷς οὐκ ἔστιν αἴσθησις τῆς περιφορᾶς τοῦ παντός; ἔτι εἰ πλείους ἦσαν οἱ οὐρανοὶ καθάπερ Δημόκριτος λέγει, πλείους ἂν ἦσαν ἅμα καὶ χρόνοι καὶ [*](2 νεώτερα L (corr. in marg.) et Laur. 85,14 ante ἡ Νηλέως add. οἷον WBL 6 τοῦ alt. M in marg. 7 δῆλον ὅτι MSL ὅ τι i. q. ὁτιοῦν): δῆλόν τι W (ut vid.), Victorius e coni. 9 ἀρτίως om. W: ante ὑφ’ ἡμῶν transp. SL 10 γέ] τέ W διότι ἐν χρόνῳ — (13) ὁ δὲ οὔ] cf. Simpl. 700,31 sqq. χρόνος Spengel: χρόνῳ MW: χρόνου SL1: χρόνον L2a 14 τε* M 16 ἡ e corr. M 17 ὁ δὲ] ἡ δὲ L εὐηθέστερον M η e corr.) 20 καθ’ ἃς a 22 πρὸς δὲ τούτοις W 25 αὐτοῦ MW: ἐν αὐτῇ SL 26 δὲ ante περὶ om. M πόλους] τόπους a ἅπασιν MW: ἁπασῶν SL πῶς δὲ ἐν γῇ κτλ.] ex Eudemo haec petita sunt (cf. Simpl. 702,7 sqq.) vel potius ex Alexandre Eudemum antestato, id quod docemur Simplicii verbis 702,25 sqq. 27 θαλάσση L οὐ] καὶ S 28 αὐτοὺς scripsi: αὐτὰς MWSL: αὐτὸς Laur. 85,14 et corrector cod. Paris. 1888: ‘αὐτὰς abundat’ Spengel Πλάτων] Polit. VII, 514 ὑπογείοις dubitanter Spengel 29 διαζῶντας corrector cod. Paris. 1888, Spengel e coni.: διασώζοντας libri 30 ἔτι] sic F Aristot. 218 b3: ἔτι δ᾿ EGHI 31 καὶ χρόνοι ἄμα καὶ SL)

143
ἐν τῷ αὐτῷ, ἀλλ’ ἄλογον· κινήσεις μὲν γὰρ ἅμα δύνανται εἶναι πλείους [*](313) ἐν τῷ αὐτῷ, χρόνους πλείους δὲ οὐρανοὶ] οὐ δυνατόν· πλὴν δὲ καὶ πρὸ τοῦ γενέσθαι τὸν οὐρανὸν ὁ κίνησιν ἄτακτον ὑποτιθέμενος οὐ συμπαράγει καὶ χρόνον πρὸ τῆς περιφορᾶς τοῦ παντός· πᾶσα γὰρ κίνησις ἐν χρόνῳ, κἂν τεταγμένη κἄν ἄτακτος ᾖ. ἀλλὰ ταῦτα μὲν οὐ πολλοῦ λόγου προσδεῖται.

Τὸ δὲ καθόλου μᾶλλον ἐπισκεπτέον, εἰ δύναται κίνησις εἶναι καὶ μεταβολή τις ὁ χρόνος. ἡ μὲν οὖν ἑκάστου κίνησις ἐν τῷ κινουμένῳ μόνον ἐστὶν καὶ ὅπου ἂν ᾖ τὸ κινούμενον (οὐ περιγράφεται γὰρ τῇ οὐσίᾳ κινουμένου), ὁ δὲ χρόνος ὁμοίως καὶ πανταχοῦ καὶ παρὰ πᾶσιν. ἔτι δὲ ἡ κίνησις μὲν θάττων ἐστὶν καὶ βραδυτέρα, χρόνος δὲ οὔ· ὅπερ οὐ χαλεπὸν ἐπιδεῖξαι. τὸ μὲν γὰρ θᾶττον καὶ βραδύτερον ὁρίζεται χρόνῳ· θᾶττον μὲν γάρ ἐστι τὸ ἐν ἐλάττονι χρόνῳ πλεῖον διάστημα κινηθέν, βραδύτερον δὲ τὸ ἐν πλείονι ἔλαττον· ὁ χρόνος δὲ οὐχ ὁρίζεται χρόνῳ· οὐ γὰρ οἷόν τε ἐν ὀλίγῳ χρόνῳ πολὺν γεγονέναι χρόνον ἢ τοὔμπαλιν. οὐ μόνον δὲ κατὰ τὸ ποιόν, τουτέστι κατὰ τὸ ταχὺ καὶ βραδύ, διαφέρουσιν ἡ κίνησις καὶ ὁ χρόνος, ὅτι τῇ μὲν ὑπάρχει τῷ δ’ οὔ, ἀλλὰ κατὰ τὸ ποσὸν τὸν αὐτὸν τρόπον. τῆς μὲν γὰρ κινήσεως καὶ τὸ ποσὸν ὁρίζεται χρόνῳ (μακρὰ γὰρ | καὶ πολλὴ κίνησις ἡ ἐν πολλῷ χρόνῳ καὶ ὀλίγη ἡ ἐν ὀλίγῳ χρόνῳ), τοῦ [*](314) χρόνου δὲ οὐδὲ τὸ ποσὸν ὁρίζεται χρόνῳ· λέγεται μὲν γὰρ καὶ πολὺς καὶ ὀλίγος χρόνος, ἀλλ’ οὐχὶ κατὰ τὴν ἐπὶ χρόνον ἀναφοράν, ὥσπερ ἡ κίνησις, ἀλλ’ ἕτερον τρόπον, ὡς ἐφεξῆς μαθησόμεθα. ὅτι μὲν τοίνυν οὐκ ἔστιν ἡ κίνησις ἢ μεταβολή τις ὁ χρόνος, φανερὸν ἐκ τ ων εἰρημένων.

11. Ἀρ’ οὖν οὐδὲ ὅλως κινήσει προσήκων, οὐδὲ ἐγγύς που κινήσεως αὐτὸν ζητητέον, ἀλλὰ μᾶλλον στάσις καὶ ἠρεμία; πῶς οὖν τοῦτο ἄν τις ἐξεύροι, ἐννοήσωμεν εἰ δοκεῖ, πότε καὶ πῶς ἔχοντες αἰσθανόμεθα τοῦ χρόνου. τάχα δὲ ἄν οὕτω γένοιτο φανερόν. ἀναμνήσθητι γάρ, εἰ [ποτε] [*](2 χρόνους scripsi (an χρόνῳ, <χρόνους>?): κρόνῳ libri οὐρανοὶ delevi: χρόνοι in cod. Paris. 1888 adnotatur of. Simpl. 701,32 sq. κινήσεις μὲν γὰρ ἄμα πλείους εἶναι δυνατόν, χρόνους δὲ ἀδύνατον ἀδύνατον cod. Laur. 85,14 3 ὑποτιθέμενος] Plato (Tim. p. 30 Α?); of. Eudemus ab Alexandre laudatus (Simpl. 702,28) 4 ante πρὸ add. καὶ SL 5 μὲν om. SL 8 ἑκάστη L μόνον ἐστὶν] sic EH Aristot. 218b 11. 12: ἔστι μόνον FGI 10 καὶ ante πανταχοῦ om. Η Aristot. 218b 13; cf. Diels Zur Textgesch. p. 18 παρὰ] περὶ L δὲ] δὲ καὶ E Aristot. lb. 10.11 ἡ κίνησις MW: κίνησις SL: μεταβολὴ—πᾶσα Aristot. 218b 14 πᾶσα om. E) 11 ὅπερ scripsi: καίπερ MW: καὶ πῶς SL 12 μὲν om. cod. Laur. 85,14 (ut Aristot. 218 b 15) βραδὺ καὶ ταχὺ Aristot. ib. (cf. Diels Zur Textgesch. p. 6) 13 ἐν om. SL ἐλάσσονι SL 14 οὐ γὰρ—(15) τοὔμπαλιν] cf. Simpl. 706,12 sq. 16 ταχὺ MW: παχὺ S(?)L 17 τῇ] xif M (fort, recte) ἀλλὰ M: ἀλλὰ καὶ WSL 18 τῆς μὲν γὰρ κτλ.] cf. Simpl. 706,22sqq. ἐν τῷ πολλῷ a καὶ—(21) χρόνῳ om. L 20 οὐδὲ WS: οὐ M: fortasse οὔτε reponendum (cf. Simpl. 706,14, ubi pro μήτε, quod libri exhibent, Diels scripsit μηδὲ hoc ipso Themistii loco in auxilium vocato) 22 χρόνον M: τὸν χρόνον WSL, Simpl. 23 ἡ] ἢ WL. ἡ om. Aristot. 218a 18) 27 ἐννοήσωμεν MW: ἐννοήσομεν SL 28 ἂν WSL: ἄρ’ M ποτε post εἰ delevi)

144
ἐκ χρόνου πολλοῦ ποτε καὶ συνεχοῦς ἀγρυπνίας βαθὺν ὕπνον ἐκάθευδες, [*](314) οἷον ὁ ποιητὴς ἐπ᾿ Ὀδυσσέως φησίν,
  • νήγρετον ἥδιστον θανάτῳ προσεοικότα·
  • τηνικαῦτα οἶσθ’, ὅτι κἀν νύκτα ἡμέρᾳ συνάψας καθεύδων ὅμως ἐξεγειρόμενος οἴει μηδένα μεταξὺ γεγονέναι χρόνον. τοιοῦτον δέ τι καὶ ἐν Σαρδοῖ μυθολογεῖται συμβαίνειν τοῖς λεγομένοις καθεύδειν παρὰ τοῖς ἥρωσιν ὅταν ἐγερθῶσιν· οὔτε γὰρ οὗτοι τοῦ χρόνου λαμβάνουσιν αἴσθησιν, ὃν ἀνάλωσαν ἐν τῷ ὕπνῳ, ἀλλὰ συνάπτουσι τὸ πρότερον νῦν τῷ ὕστερον νῦν καὶ ἓν ποιοῦσιν ἐξαιροῦντες τὸ μεταξὺ διὰ τὴν ἀναισθησίαν. ὥσπερ τοίνυν ὅταν κατ’ ἀλήθειαν ᾖ ταὐτὸ καὶ ἓν τὸ νῦν, οὐκ ἔστι χρόνος, οὕτως καὶ οἷς οὐκ ἔστι μὲν ἕν, δοκεῖ δέ, οὐδὲ χρόνος εἶναι δοκεῖ· ὅλως γάρ, ὅταν ἢ μηδὲν αὐτοὶ μεταβάλλωμεν καὶ κινώμεθα ἡ λανθάνωμεν ἑαυτοὺς μεταβάλλοντες [*](315) καὶ κινούμενοι, οὐδεμίαν αἴσθησιν ἔχομεν χρόνου, οὕτω καὶ ἔλαθε νὺξ ἐπελθοῦσα πολλάκις καὶ ἄσιτοι διηγάγομεν, ὅταν ἐνεργοῦντές τι μεθ’ ἡδονῆς καὶ προσκείμενοι πρὸς τὸ ἔργον διὰ μὲν τὴν ἡδονὴν μὴ κάμνωμεν ὑπὸ τῆς κινήσεως, διὰ δὲ τὸ μὴ κάμνειν μηδὲ αἰσθανώμεθα τῆς κινήσεως, ἐπεὶ ὅσοις γε ἡ ἐνέργεια σὺν πόνῳ καὶ ἀλγηδόνι, οὗτοι διὰ τὸ σφόδρα αἰσθάνεσθαι τῆς κινήσεως σφόδρα αἰσθάνονται καὶ τοῦ χρόνου. διὰ τοῦτο καὶ οἱ νοσοῦντες μείζους ὑπολαμβάνουσι τὰς ἡμέρας καὶ φροντίζοντες ἀναβοῶσιν

    ὦ χεῦ’ βασιλεῦ τὸ χρῆμα τῶν νυκτῶν ὅσον. ἐκ δὴ πάντων τῶν εἰρημένων δῆλόν ἐστιν, ὡς τῇ τῆς κινήσεως αἰσθήσει συνυφίσταται καὶ ἡ τοῦ χρόνου καὶ συνέζευκται ἐκείνῃ καὶ συνήρτηται ἀκριβῶς. δῆλον οὖν, ὡς οὐκ ἔστιν ὁ χρόνος ἄνευ κινήσεως, ἄνευ κινήσεως δὲ οὐχ ὃν τρόπον οἴεται Γαληνός, ἐπειδὴ κινούμενοι νοοῦμεν τὸν χρόνον· οὕτω γὰρ ὑπολαμβάνει λέγειν Ἀριστοτέλην, ἀλλ’ ἐπειδὴ τῇ τῆς κινήσεως ἐννοίᾳ συνήρτηται ἡ τοῦ χρόνου. τί οὖν μάτην ἤθλει πρὸς τοῦτο δῆθεν ἀντιλέγειν ἐπιχειρῶν; ‘καὶ γὰρ τὰ ἀκίνητα’, φησί, ‘νοοῦμεν κινούμενοι, οἷον τοὺς πόλους τοῦ κόσμου καὶ τὸ κέντρον τῆς γῆς, καὶ ὅμως οὐκ ἔστι ταύτα μετὰ κινήσεως’ ἐχρῆν γὰρ καὶ ἀκούσαι διαρρήδην λέγοντος Ἀριστοτέλους ‘ἄμα γὰρ κινήσεως αἰσθανόμεθα καὶ χρόνου’. πλεῖστον δὲ δήπου διαφέρει ἢ διὰ τοῦτο κινήσεως τι τὸν χρόνον ὑπολαμβάνειν, διότι τῇ τῆς [*](1 πολλοῦ ποτε M: πολλοῦ WSL 2 ὁ ποιητὴς] Od. XIII,80 4 συνάψῃς SL: συνάψας MW: συνάψῃς SL καθεύδῃς W ὅμως scripsi: ὅπως libri 5 χρόνος E Aristot. 218b23: ὁ χρόνος FGHI τι MW: τοι SL ἐν σαρδοῖ MWL et F Aristot. 218b24: σαρδοῖ S et Ε Aristot.: ἐν τῇ σαρδοῖ GHI Aristot. 6 παρὰ] περὶ L 8 τῷ ὕστερον MW et FGHI Aristot. 218 b 25: τῷ ὑστέρῳ SL: τὸ ὕστερον Ε Aristot. 10 ταὐτὸ καὶ ἓν Aristot. 218b 27 ἐν καὶ ταὐτὸν Η): ταὐτόν ἓν MWS: ταὐτὸν καὶ ἓν L ὁ χρόνος FI Aristot. 218b28 11. 12 αὐτοὶ μηδὲν H et μηθὲν) F Aristot. 218b 21.22 12 λανθάνωμεν WS: λανθάνομεν ML ἑαυτοὶ SL 16 αἰσθανόμεθα M 20 Aristoph. Nub. v. 1 24 Γαληνός] cf. Simpl. 708,27sqq. 25 ἀριστοτλ τέλην S1L: ἀριστο MW: ἀριστοτέλη 83 26 τοῦτο MWS: τό L 27 φησί νοοῦμεν κινούμενοι M: νοοῦμεν φησὶ κινούμενοι W: φησὶ κινούμενοι νοοῦμεν SL (unde adparet νοοῦμεν olim superscriptum fuisse) 30 Ἁριστοτέλους] 219α3 4 31 τῇ om. L1 et Laur. 85,14)

    145
    κινήσεως ἐπινοία συνήρτηται, ἢ διὰ τοῦτο, ὅτι κινούμενοι νοοῦμεν τὸν [*](315) χρόνον, ἀλλ᾿ οὖτος μὲν ἐν πολλοῖς τοιοδτος.

    Ἡμεῖς δὲ ἀναλαβόντες λέγομεν, ὡς, εἴπερ τότε | μὲν οὐκ αἰσθανόμεθα [*](316) χρόνου, ὅταν μηδεμιᾶς αἰσθανώμεθα μεταβολῆς, ἀλλ’ ἐν ἑνὶ καὶ ἀδιαιρέτῳ φαίνηται ἡ ψυχὴ μένειν καταστήματι, ὅταν δὲ αἰσθανώμεθα καὶ ὁρίσωμεν τὴν μεταβολήν, ὅτι τοσήδε, τότε ὑπολαμβάνομεν γεγονέναι τὸν χρόνον, φανερὸν ὡς οὐκ ἔστιν ἄνευ μεταβολῆς καὶ κινήσεως ὁ χρόνος, ἐπεί, κἄν ἠρεμῶμεν αὐτοὶ καὶ μηδ’ ὁτιοῦν μεταβάλλωμεν, ἐννοῶμεν δὲ κίνησιν μόνον τινά, συνεννοοῦμεν εὐθὺς καὶ χρόνον. καὶ γὰρ ἄν σκότος ᾖ καὶ μηδὲν διὰ τοῦ σώματος πάσχωμεν, φανταζώμεθα δὲ ἄλλους ἡ καὶ αὑτοὺς ὁδοιποροῦντας ἢ πλέοντας ἢ γυμναζομένους ἢ πολεμοῦντας, εὐθὺς ἡμῖν καὶ χρόνος δοκεῖ γεγονέναι. οὐ μόνον δὲ ὁ χρόνος ἀκολουθεῖ τῆ κινήσει, ἀλλὰ καὶ ἡ κίνησις τῷ χρόνῳ. πάλιν γάρ, ὅταν χρόνος τις δοκῇ γεγονέναι, ἅμα καὶ κίνησίς τις γεγονέναι δοκεῖ. οἷον ‘δύο ὧραι παρεληλύθασι’. πόθεν τοῦτο δῆλον; ‘ἐβαδίσαμεν τοσονδί, γεγράφαμεν τοσονδί’. ἀχώριστον ἄρα ἑκατέρου. ὁ μὲν οὖν πρότερος λόγος οὐκ εἶναι ταὐτὸν κίνησιν ἔφη καὶ χρόνον, ὁ δ’ ἐφεξῆς οὐκ εἶναι τὸν χρόνον δίχα κινήσεως. ἆρ’ οὖν τι συμβεβηκὸς ἢ πάθος ἡ ὑπάρχον ὅλως τι τῇ κινήσει θετέον τὸν χρόνον; καὶ γὰρ ταῦτ’ ἀχώριστα μὲν τῶν ὑποκειμένων, οὐ τὰ αὐτὰ δέ. λέγωμεν οὖν ἄνωθεν ἀναλαβόντες· πᾶν τὸ κινούμενον κατὰ τόπον, ὥσπερ ἔκ τινος εἴς τι κινεῖται, οὕτω καὶ ἐπί τινος διαστήματος, πᾶν δὲ διάστημα συνεχές, πᾶν ἄρα κινούμενον κατὰ τόπον ἐπὶ συνεχοῦς κινεῖται διαστήματος. τοῦτο τοίνυν αἴτιον λέγω τοῦ καὶ τὴν κίνησιν εἶναι συνεχῆ· συμπαρεκτείνεται γὰρ τῷ μεγέ|θει καὶ συμπαρισοῦται [*](317) τῷ διαστήματι καὶ ταῦθ’ ὑπομένοντι μὴ ὑπομένουσα. ὥσπερ δὲ ἡ κίνησις διὰ μέγεθος συνεχής, οὕτως ὁ χρόνος διὰ τὴν κίνησιν. τὸ μὲν δὴ συνεχὲς οὕτως ὑπάρχει τῇ κινήσει τε καὶ τῷ χρόνῳ διὰ τὸ μέγεθος πρῶτον, ἐφ’ οὗ γίνεται ἡ κίνησις, λέγεται δέ τι καὶ πρότερον καὶ ὕστερον ἐν τῷ μεγέθει. πρότερον μὲν τοδὶ τὸ σημεῖον, ὕστερον δὲ τοδὶ κατὰ τὴν [*](3 αἰσθανώμεθα M αἰσθανόμεθα Laur. 85,14) 5 φαίνηται WS1 (EFI Aristot. 218 b 31): φαίνεται MS2L (GH Aristot.) 6 γεγονέναι om. L 7 ἄνευ κινήσεως καὶ μεταβολῆς EFG Aristot. 218b33: ἄνευ κινήσεως I: μεταβ. καὶ κιν. ἄνευ H Aristotelis verba ὅτι (219a1)—(3) ἐστιν praetermisit Them. 8 ἐννοῶμεν L (cf. Simpl. 707,16): νοῶμεν MWS μόνον κίνησίν τινα SL συνενοῦμεν M 9 πάσχομεν M ο 10 φανταζώμεθα L: φανταζόμεθα MWS: φάνταζωμεθα Laur. 85,14 11 δοκεῖ] δοκεῖ τις EGI Aristot. 219a6: δοκεῖ τι F: τις δοκεῖ H; cf. Diels Zur Texlgesch. p. 12 13 ὅταν] sic FH Aristot. 219 a 7: ὅταν γε EGI γεγονέναι (pr.)] sic EGH Aristot. ib.: γενέσθαι FI δοκεῖ] sic Ε Aristot. 219 a 8: φαίνεται FGIII; cf. Diels Zur Textgesch. p. 15 15 ‘fort. ἀχώριστος’ Spengel 15. 16 πρότερον λόγον a (in L comp. script.) 16 ἔφη κίνησιν W 17 τι Laur. 85,14: τὸ MW: om. SL (cf. Philop. 716,10) 18 θετέον MW: ὀετέον (sic) S: οἰητέον L ταῦτ’ ἀχώριστά L2a: ταῦτα χωριστὰ (sic) M: ταῦτα χωριστὰ WSL1 19 λέγωμεν—ἀναλαβόντες] cf. Euderaus apud Simpl. 710,35 25 οὕτως—κίνησιν] διὰ δὲ τὴν κίνησιν ὁ χρόνος Η Aristot. 219 a 13: om. EFGI τὸ μὲν κτλ.] cf. 149,11 quaeque ibi adnot. Comment. Arist. V 2 Themist. in Phys. 10)

    146
    θέσιν, οἷον ἀπὸ τῶν ἀθλοθετῶν ἐπὶ τὸ πέρας τοῦ σταδίου. ἐπειδὴ δὲ ἐν [*](317) τῷ μεγέθει τὸ πρότερόν ἐστι καὶ τὸ ὕστερον, ἀνάγκη ἐν κινήσει εἶναι τὸ πρότερον καὶ τὸ ὕστερον· προτέρα γὰρ ἡ κίνησις ἡ κατὰ τὸ πρότερον σημεῖον, ὑστέρα δὲ κατὰ τὸ ὕστερον. ἀλλ’ ἐπὶ μὲν τοῦ μεγέθους τὸ πρότερον καὶ τὸ ὕστερον ἅμα τέ ἐστιν καὶ συνυπάρχει· ἅμα γὰρ τοδὶ τὸ σημεῖον καὶ τοδί, ἐπὶ δὲ τῆς κινήσεως ἀεὶ τὸ πρότερον ἀπόλλυται καὶ οὐκ ἀναμένει τὸ ἐν κινήσει πρότερον, εἰ μὴ ἐν τῷ μεγέθει πρότερον ἦν, οὐ μὴν ὑπομένει γε ὥσπερ ἐκεῖνο· ὥσπερ γε καὶ τὸ συνεχὲς ὑπάρχει μὲν τῇ κινήσει διὰ τὸ πρότερον ὑπάρχειν τῷ διαστήματι, οὐ μὴν τὸν αὐτὸν τρόπον· ἐκείνῳ μὲν γὰρ ἅπαντι συνυφεστῶτι, τῇ κινήσει δὲ οὔ. ὅτι μὲν τοίνυν ὑπάρχει τὸ πρότερόν τε καὶ ὕστερον ἐν κινήσει καὶ διὰ τί, φανερὸν ἐκ τῶν εἰρημένων· πότερον δὲ κίνησις] ταὐτὸν ἡ διαφέρει τῆς κινήσεως, ἐπισκεπτέον. ἢ τῷ μὲν ὑποκειμένῳ κίνησις ἄμφω τὸ πρότερον καὶ ὕστερον, τῷ λόγῳ δὲ διαφέρει τῆς κινήσεως. οὐ γὰρ ταὐτὸν κινήσει τε εἶναι καὶ προτέρῳ τε καὶ ὑστέρῳ, ὥσπερ καὶ τὸ τῇ θέσει πρότερόν τε καὶ ὕστερον τῷ μὲν ὑποκειμένῳ μεγέθει, τὸ δὲ εἶναι προτέρῳ καὶ μεγέθει εἶναι οὐ ταὐτόν· τὸ μὲν γὰρ πρότερον ἀποδιδοὺς τὴν κατὰ τόπον θέσιν συμπαραλήψῃ, τὸ μέγεθος δὲ ὁριζόμενος οὐ συνεφάψῃ τοῦ | τόπου. ὁμοίως τοίνυν [*](318) διαφέροντες οἱ λόγοι κινήσεως τε καὶ τοῦ ἐν αὐτὴ προτέρου καὶ ὑστέρου· κίνησιν μὲν γὰρ ὁριζόμενοί φαμεν ἐντελέχειαν τοῦ κινητοῦ, τοὐ δὲ ἐν αὐτῇ προτέρου τε καὶ ὑστέρου ζητητέον ἕτερον λόγον. ὥσπερ οὖν ὁ πατὴρ τῷ μὲν ὑποκειμένῳ Σωκράτης, οὐ ταὐτὸν δὲ τὸ πατρὶ εἶναι καὶ τὸ Σωκράτει, καὶ ὥσπερ τὰ πέντε τῷ μὲν ὑποκειμένῳ ξύλα, τὸ μέντοι πέντε αὐτοῖς εἶναι καὶ ἄλλο τί ἐστι παρὰ τὰ ξύλα (ἀριθμὸς γὰρ τὰ πέντε καθὸ πέντε, ἀλλ’ οὐχὶ ξύλα), οὕτω καὶ τὸ πρότερον καὶ τὸ ὕστερον ἐν κινήσει τῷ μὲν ὑποκειμένῳ κίνησις ἄμφω, τὸ μέντοι γε εἶναι αὐτοῖς προτέρῳ τε καὶ ὑστέρῳ ἄλλο τι ἐστιν καὶ οὐ κίνησις. τί οὖν τὸ εἶναι αὐτῶν, ζητητέον, καθὸ διαφέρουσι τῆς κινήσεως, ἐπισκεπτέον δέ, πῶς νοοῦμεν τὸ πρότερόν τε καὶ [*](1 ἐπὶ τῶν ἀθλοθετῶν Laur. 85,14 a man. pr.: πρὸς τοῖς ἀθλοθέταις Simpl. 712,11 2 τὸ ὕστερον MWL et H Aristot. ib.: ὕστερον S et EFGI Avistot. ἐν] καὶ ἐν Aristot. 219a 17 3 τὸ ante ὕστερον om. Aristot. ib. (praeter H) προτέρα—(6) ἀπόλλυται] exscr. Simpl. 712,12 sqq. 4 δὲ] δὲ ἡ Laur. 85,14 et Simpl. 10 συνυφεστῶτι MW: συνεφεστῶτι SL 11 καὶ τὸ ὕστερον W 12 κίνησις delevi: κινήσει Laur. 85,14 (e Simpl. 712,16) ταὐτὸν MWS: ταῦτα L 13 ἢ τῷ μὲν—(14) διαφέρει] exscr. Simpl. 712,18sq. κίνησιν M et fort. W (certe Par. 1888, in cuius marg. κινήσεις adn. man. alt.) 14 οὐ γὰρ—(16) μεγέθει] exscr. Simpl. 712,16 sqq. 17. 18 συμπαραλήψῃ M: συμπαραλήψαι S et (—λῆψαι) L: οὐ παραλήψῃ W 19 (et 20) αὐτῇ ML2a: αὐτῷ SL1 et 1888: in W compendium non satis certum αὐτ) προτέρου καὶ ὑστέρου MW: πρότερον καὶ ὕστερον SL 21 προτέρου τε καὶ ὑστέρου M et (om. τε) W: πρότερόν τε καὶ ὕστερον SL 22 σωκράτης M: σωκράτης ἐστίν WS: σωκράτη ἐστι a: in L compend. script. 22 τὸ utrobique M: τῷ WSL 22 σωκράτη Ma (in L comp.) 23 ὥσπερ—(24) εἶναι] exscr. Simpl. 712, 19sq. 25 ἐν τῇ κινήσει W 27 ζητητέον—(147,10) κινήσεται] exscr. Simpl. 712,28 sqq. 28 δὴ W)
    147
    ὕστερον ἐν κινήσει. ὥσπερ τοίνυν ἐπὶ τῆς γραμμῆς, ἕως μὲν ἄν μίαν [*](318) αὐτὴν καὶ συνεχῆ πᾶσαι νοῶμεν, οὐ νοοῦμεν αὐτῆς τὸ μέν τι πρότερον τῇ θέσει μέρος, τὸ δὲ ὕστερον, ὅταν δὲ διελώμεθα καὶ ὁρίσωμεν τοῖς σημείοις, εὐθέως τὸ μέν τι πρότερον τῇ θέσει μέρος ποιοῦμεν τὸ δὲ ὕστερον, οὕτως καὶ ἐπὶ τῆς κινήσεως οὐκ ἄλλως νοοῦμεν τὸ πρότερον ἐν αὐτῇ καὶ τὸ ὕστερον, εἰ μὴ διελοίμεθα αὐτὴν καὶ διορίσαιμεν εἰς μέρη καὶ λάβοιμεν αἴσθησιν ὡς ἄλλου καὶ ἄλλου. πότερον οὗν αὐτὴν στιγμαῖς διαιρούμεθα; καὶ πῶς; οὐ γὰρ ἔχει θέσιν· ἀλλά † τινα θέσιν· οἷον γράφω νῦν ἐγὼ συνεχῶς καὶ ὑποκείσθω κινεῖσθαι τὴν χεῖρα μὴ διαλείπουσαν ὅλως. λέγω τοίνυν προτέραν εἶναι κίνησιν ἣν κεκίνηται, ἧς κινήσεται. τί δήποτε; ὅτι | τοίνυν τὴν μὲν ἐπλήρωσε, ἰῆς δὲ ἄρχεται. εὕρηται τοίνυν [*](319) τὸ τὴν κίνησιν δυνατὸν διαιρεῖν καί τι λάβοις ἄν ἐπ’ αὐτῆς οἷον σημεῖον ἐπὶ γραμμῆς, ὃ τοῦ μὲν αὐτῆς μέρους ἔσται πέρας, τοῦ δὲ ἀρχή. εἶεν. εἰ δὴ πάλιν καὶ δὶς βουληθείη τὴν κίνησιν τῆς χειρὸς διελεῖν, πότερον ταὐτῷ χρήσομαι νῦν, ᾧ καὶ πρότερον ἐχρησάμην, ἢ τῷ παρόντι νῦν, ὃ νῦν λέγω, μᾶλλον δὲ ὃ μὴ δύναταί τις εἰπεῖν; δῆλον οὖν, ὡς ἑτέρῳ καὶ τῷ παρόντι. τούτων δὴ τῶν νῦν τί μὲν πρότερον εἴποις ἂν, τί δὲ ὕστερον; ἢ πρὶν σε ἀποκρίνασθαι γέγραπται, ὅτι πρότερον μέν, ᾧ πρότερον ἐχρησάμην εἰς τὴν τομὴν τῆς κινήσεως, ὕστερον δέ, ᾧ μετὰ ταῦτα. διὰ τί οὖν πρότερον ἐκεῖνο τοῦδε; ἆρ’ ὅτι τῆς σελίδος ἐνθάδε γέγραπται, τὸ δὲ ἐνθάδε; εἰ οὖν μὴ γέγραπται ὅλως, οὐκ ἄν ἦν πρότερον, τὸ δὲ ὕστερον; ἀλλὰ γελοῖον. ἀλλὰ διὰ τί; φανερὸν οὖν, ὅτι τὸ μὲν πρότερον παρελήλυθε, τὸ δὲ ἐφεξῆς. ὅταν τοίνυν διαιρῶμεν τὴν κίνησιν καὶ τοῖς νῦν τέμνωμεν εἰς πολλά, τί ποιοῦμεν ἄλλο ἢ χρόνον ἐροῦμεν καὶ χρόνου μέρη; τὸ γὰρ παρελθὸν καὶ τὸ μέλλον, ἐξ ὧν ὁ χρόνος, οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ πρότερόν τε καὶ τὸ ὕστερον τῆς κινήσεως, ἃ τοῖς νῦν ἀεὶ διορίζεται καὶ ἀριθμεῖται ὡς ἄλλα καὶ ἄλλα. ταὐτὸν ἄρα χρόνος τε καὶ τὸ πρότερόν τε καὶ ὕστερον ἐν κινήσει, ὅταν διορίζηται καὶ ἀριθμῆται, διορίζεται δὲ οὐκ ἄλλως, ἢ ὅταν δύο προσπέσῃ τῇ ψυχῇ τὰ νῦν, τὸ μὲν ὡς πρότερον καὶ προτέρας [*](1 μὲν ἄν μίαν WSL: ἄν μίαν M: μὲν μίαν aF Simplicii: μὲν μίαν μὲν E Simplicii 2 νοοῦμεν Sa, Paris. 1888, aF Simplicii αὐτὸ W μέν τι Γ’ Simplicii, C. Kalbfleisch e coni: μέντοι Them, libii et a Simplicii i μέν τι M (nisi fallor; certe Laur. 85,14), a Simplicii: μέντοι WSL et Simplicii (iu E quaedam exciderunt); et hic et V. 2 μὲν pro μέντοι coni. Spengel 5 post ὕστερον Simpl. inserit καὶ ἕτερα τὰ ἄκρα τῆς μέσης γραμμῆς τῆς ὑπ’ αὐτῶν περιεχομένης, quae spectant ad Aristot. 219 a 26. 27 6 διελώμεθα Simpl. διορίσωμεν a Simplicii ὁρίσωμεν E: διορίσομεν F) 7 λάβωμεν a Simplicii λάβοιμεν EF) στιγμαῖς αὐτὴν WSL 8 ἀλλά τινα θέσιν non intellego: ἀλλ’ ἄλλον τινὰ τρόπον Simpl. 14 δὶς ML: διὸ WS ’fort. βουληθείην’ Spengel 18 ἀποκρίνεσθαι W1 20 ἐνθάδε δέ M2W 21 Spengel πρότερον MWSL1: τὸ μὲν πρότερον L2 τὸ δὲ] num οὐδὲ? 23 τοῖς SL: τ M (ut vid.): τὸ W(?) 24. 25 τὸ γὰρ παρελθὸν—(30) ὑστέρας] cf. Simpl. 713,6 sqq. 25 τὸ ante πρότερον om. W 26 τὸ ante ὕστερον om. WS el Laur. 85,14 τοῖς] τό W1 27. 28 καὶ ὕστερον ἐν κινήσει] sic E Simplicii: καὶ τὸ ὕστερον aF 29 δύο om. aF Simplicii τῆ om. W)
    148
    κινήσεως πέρας, τὸ δὲ ὡς ὕστερον καὶ ὡς ὑστέρας, καὶ ὥσπερ ὅταν ἄκρα [*](319) αὐτὰ καὶ ἕτερα τοῦ μέσου νοήσωμεν· ὅταν γὰρ ὁ νοῦς ἀνα|μνησθεὶς τοῦ [*](320) νῦν, ὃ χθὲς εἶπεν, ἕτερον πάλιν εἴπῃ τὸ τήμερον, τότε καὶ χρόνον εὐθὺς ἐνενόησεν ὑπὸ τῶν δύο νῦν ὁριζόμενον οἷον ὑπὸ περάτων δυεῖν, καί, οὕτω λέγειν, ὅτι ποσόν ἐστι πεντεκαίδεκα ὡρῶν ἢ ἑκκαίδεκα, οἷον ἐξ ἀπείρου γραμμῆς πηχυαίαν δύο σημείοις ἀποτεμνόμενος. ἐξαρκεῖ μέντοι γε πολλάκις καὶ ἓν τὸ νῦν προσπεσεῖν τῇ ψυχῇ πρὸς τὸ γνωρίσαι χρόνον, ἀλλ’ οὐχ ἀπλῶς, ἀλλ’ ὅταν ὡς πέρας καὶ ἀρχή· γίνεται γὰρ καὶ τηνικαῦτα προτέρου τε καὶ ὑστέρου συναίσθησις· οὗ μὲν γὰρ πέρας, τοῦτο πρότερον· οὗ δὲ ἀρχή, τοῦτο ὕστερον· ὥστε δῆλόν ἐστιν, ὅτι πανταχόθεν ἡ τοῦ χρόνου φύσις ἀναφαίνεται τὸ εἷναι ἔχουσα ἐν τῷ διαλαμβάνεσθαι τὸ πρότερόν τε καὶ ὕστερον τῆς κινήσεως. τὸ πρότερον ἄρα καὶ τὸ ὕστερον ἐν κινήσει χρόνος ἐστίν, ὅταν διαλαμβάνηται ὡς ἄλλου καὶ ἄλλου, τουτέστιν ὅταν ἀριθμῆται· ὁ γὰρ ἀριθμὸς οὐχ ἑνὸς οὐδὲ ταὐτοῦ παντάπασίν ἐστιν, ἀλλὰ τοῦ ἔχοντος ἄλλο καὶ ἄλλο. οὐκ ἄρα ἡ κίνησις ὁ χρόνος ἐστίν, ἀλλὰ τὸ ἀριθμούμενον τῆς κινήσεως κατὰ τὸ πρότερόν τε καὶ ὕστερον. συνάγοντι δὴ τὰ εἰρημένα τὸν χρόνον ἀφοριστέον, ὅτι ἐστὶν ἀριθμὸς κινήσεως κατὰ τὸ πρότερον καὶ ὕστερον. ὅτι μὲν οὖν ἀριθμός, τοῦτο σημεῖον. πᾶν πλέον ἢ ἔλαττον ἀριθμῷ κρίνεται, ἀριθμὸς ἄρα τις ὁ χρόνος. ὅτι δὲ κατὰ τὸ πρότερον καὶ ὕστερον ἀναγκαίως προστεθείκαμεν, ἐκεῖθεν δῆλον· ἀριθμοῦνται γὰρ κινήσεις καὶ πλείους ἅμα ὡς ἐπὶ σοῦ, φέρε, ὅτι καὶ αὔξεις καὶ θερμαίνῃ καὶ προβαίνεις τόπον ἐκ τόπου καὶ ὅτι τρεῖς ἅμα κινήσεις κινῇ, ἀλλ’ οὐχ ὁ τοιοῦτος ἀριθμὸς τῆς κινήσεως χρόνος ἐστίν, ἀλλ’ ὁ κατὰ | τὸ πρότερόν τε καὶ ὕστερον. οὐ δεῖ [*](321) δὲ θαυμάζειν, εἰ τὸ ἀριθμούμενον τῆς κινήσεως χρόνον εἰπόντες ἐν τῷ ὁρισμῶ τὸν ἀριθμὸν μετελάβομεν· λέγεται γὰρ καὶ τὸ ἀριθμούμενον ἀριθμός, ὡς καὶ τὸ μετρούμενον μέτρον· διχῶς γὰρ καὶ τὸ μέτρον, ᾧ μετροῦμεν, οἷον ἡ χοῖνιξ ἡ ξυλίνη καὶ ὁ χοεὺς ὁ κεράμειος, καὶ τὸ μετρούμενον ἀπ’ αὐτῶν, ὁ σῖτος ὁ ἐν τῇ χοίνικι καὶ ὁ οἶνος ὁ ἐν τῷ χοΐ· ἐσθίομεν γὰρ χοίνικα οὐ τὴν ξυλίνην καὶ χόα πίνομεν οὐ τὸν χαλκοῦν. οὕτως δὲ καὶ ἀριθμὸς οὐχ ὁ ἐκ τῶν μονάδων μόνον, ἀλλὰ καὶ ὁ ἀριθμούμένος· [*](2 νοήσομεν a 4 ἐννόησεν W: ἐννενόησεν S δυεῖν MS: δυοῖν WL 4. 5 οὕτω λέγειν (i. q. ὡς εἰπεῖν) M: οὕτω λέγειν ἔχει WSL 5 ’leg. ποσός’ Spengel 7 ἓν] ἣν W; in cod. Paris. 1888 marg. ada. mau. 2 γρ καὶ ἢν καὶ ἢν (καὶ ἢ in ras.) τὸ νῦν προσπέσῃ τῇ ψυχῇ 10 πανταχόθεν—(14) ἄλλο] exscr. Simpl. 713,17 sqq. 12 ἐν τῇ κινήσει S χρόνου M 13 ἄλλου καὶ ἄλλου vix sanum; ὅταν ὡς ἄλλο καὶ ἄλλο ληφθῇ Simpl. 14. 15 ἄλλο καὶ ἄλλο M et Simpl.: τὸ ἄλλο καὶ ἄλλο WSL 15 ἡ κίνησις ὁ χρόνος MWL: ἡ κίνησις χρόνος S: κίνησις ὁ χρόνος Aristot. 219b2. 3 16 συνάγοντι—(17) ὕστερον om. M: ante οὐκ ἄρα (v. 19) Aristot. ἀφοριστέον] a ριστέον rursus incipit Β 17 τὸ om. L 19 ὅτι—(149,3) δόρυ] exscr. Simpl. 713,31 sqq. 21 αὔξεις] sic F Simplicii: αὐξήσεις Laur. 85,14: αὔξῃ Simpl. αὔξει Ε: αὔξης a) θερμένης L 22 ὅτι] sic aF Simplicii ὅταν E) κινῆ MBW et Simpl.: κινεῖς L 23.24 οὐδὲν δὲ θαυμαστόν Simpl. 24 εἰ BL: om. MW 25 μεταβάλλομεν M 26 καἰ ὡς E Simplicii 27 κερά· μεῖος E Simplicii: κεραμεύς MWB1L: κεραμεοῦς B2, Laur. 85,14 et aF Simplicii: κεραμοῦς Spengel 28 τῷ χοἲ MWB: τῷ χοεῖ Laur. 85,14: τῇ χοἰ L 29 χόα] χόον W: χοᾶ Β2: χοῦν Simpl. πίνωμεν Β1 30 μόνον superscr. M καὶ post ἀλλὰ om. W)
    149
    ἐκεῖνος μὲν γὰρ διωρισμένος καὶ οὐ συνεχὴς καὶ οὐδ’ ἂν τὴν [*](321) οὐσίαν ἐσήμαινεν ἡμῖν τοῦ χρόνου, ἀλλὰ μᾶλλον ἔργον καί τι ἐποίει, τὸ δὲ ἀριθμούμενον οὐδὲν κωλύει καὶ συνεχὲς εἶναι, ὡς τὸ ἑνδεκάπηχυ δόρυ. Γαληνῷ δὲ οὐ προσεκτέον οἰομένῳ τὸν χρόνον ἀφορίζεσθαι δι’ αὑτοῦ· πολλὰ γὰρ ἐξαριθμησάμενος σημαινόμενα τοῦ προτέρου τε καὶ ὑστέρου τὰ μὲν ἄλλα οὐκ ἐφαρμόζειν φησὶ τῷ ὁρισμῷ, τὸ κατὰ χρόνον δὲ μόνον, ὥστε εἶναι τὸν χρόνον ἀριθμὸν τῆς κινήσεως κατὰ χρόνον. ἀλλ’ ἰστέον, ὅτι τὸ πρότερον καὶ τὸ ὕστερον ἐν κινήσει οὐ διὰ τὸν χρόνον τὸ μὲν πρότερόν ἐστιν, τὸ δὲ ὕστερον, ἀλλὰ αὐτὸ μᾶλλον ποιεῖ τὸ ἐν χρόνῳ πρότερον καὶ ὕστερον, γίνεται δὲ ἐκ τοῦ κατὰ μέγεθος καὶ τὴν θέσιν, παρ’ οὗ καὶ τὸ συνεχὲς ἔχει· καὶ τοῦτο διαρρήδην φησὶν Ἀριστοτέλης· τὸ δὴ πρότερον τε καὶ ὕστερον ἐν τόπῳ πρῶτόν ἐστιν, ἐνταῦθα μὲν τῇ θέσει· ἐπειδὴ δὲ ἐν τῷ μεγέθει, | ἀνάγκη καὶ ἐν κινήσει. ἀλλὰ καἰ [*](322) δεδόσθω μηδὲ ἄλλο σημαίνειν τὸ πρότερόν τε καὶ ὕστερον ἐν κινήσει ἡ τὸ κατὰ χρόνον, ὡς οἴεται, τί δὲ ἄτοπον ἐκ τοῦδε συμβαίνει; οὐδὲ γὰρ ἡμεῖς ἄλλο τι λέγομεν εἶναι τὸν χρόνον ἢ τὸ πρότερόν τε καὶ ὕστερον ἐν κινήσει, πᾶσα δὲ ἀνάγκη ταὐτὸν σημαίνειν τοὺς ὁρισμοὺς τοῖς ὀνόμασιν, ὥστε λανθάνει τοῦτο μεμφόμενος τοῦ λόγου, δι’ ὃ μᾶλλον ἐχρῆν αὐτὸν ἀποδέχεσθαι.

    Καὶ τὸ γίνεσθαι δὲ ἄλλον καὶ ἄλλον ἀεὶ τὸν χρόνον ὑπάρχει διὰ τὴν κίνησιν· ἀεὶ γὰρ ἡ κίνησις ἄλλη καὶ ἄλλη. ἀλλ’ ὅταν γε πλείους ἅμα γίνωνται κινήσεις, οἶον Ἀθήνῃσί τε καὶ Μεγαροῖ κἀν Κορίνθῳ, πῶς οὐκέτι πλείους γίνονται χρόνοι; ὅτι τὸ νῦν τὸ αὐτὸ πανταχοῦ. κατὰ τοῦτο δὲ καὶ τὸ ἕτερον καὶ ταὐτὸν νοεῖται τοῦ χρόνου καὶ εἷς μὲν χρόνος, ὅταν ἓν τὸ νῦν, πλείω δέ, ὅταν πλείω καὶ διαφέροντα, πλείω δὲ καὶ διαφέροντα γίνεται τὰ νῦν, ὅταν τὸ μὲν ὡς πρότερον, τὸ δὲ ὡς ὕστερον λαμβάνηται, ὃ καὶ ἀπορήσειεν ἄν τις, πῶς ποτε καὶ διαφέροντα γίνεται τὰ τοιαῦτα νῦν· μία [*](1 διῃρημένος Simpl. 2 ἔριον W ’fort, καί Speugel 5 πολλὰ— (13) κινήσει] exscr. Simpl. ὁ Θεμίστιος v. 19) τε om. Simpl. 6 ἐφαρμόζει Ml ὁρισμῷ] ἀριθμῶ W 7 ὅτι om. W et E Siraplicii 8 τὸ ante ὕστερον om. Par. 1888 et Simpl. 9 αὑτὸ W, Laur. 85,14 et Simpl.: in M comp. script.: αὐτὰ BL 11 Ἀριστοτέλης] 219 a 14 sqq. (cf. 145,25sqq.) δὴ Them, et Simpl. p. 718 (= Sic), Alexander apiid Simpl. 715,13, Philop. 719,8, EH Aristot.: δὲ δὴ FGI Aristot.: δὲ Simpl. 712,4; cf. Diels Zur Texlgesch. p. 15 adu. 1 12 τε om. Aristot. Alex., Simpl. p. 712 Philop. τε καὶ] καὶ τὸ aF Simplicii πρότερόν ἐστιν W μὲν] μὲν δὴ Sic, Aristot., Simpl., Philop., Spengel 13 ἐπειδὴ δέ Them, (hie et 146,1), E Sic: ἐπεὶ δὲ Aristot. et a Sic; ἐπειδὴ F Sic: ἐπεὶ γὰρ) Philop. 719,25 μεγέθει] sic Sic et E Aristot.: μεγέθει ἐστὶ Them. 146,2, FGHI Aristot., Philop. ἀλλὰ—(19) ἀποδέχεσθαι] exscr. Simpl. 719,3 sqq. καὶ om. W (sec. 146,2) 14 διδόσθω W μηδὲν Simpl., indeque Spengel 15 ἢ κατὰ τὸν χρόνον aF Simplicii τί δὲ BL: τό SeMW: τί οὖν Simpl.: τί δὴ coni. Spengel 16 εἶναι λέγομεν εἶναι (sic) AV α 18 αὐτὸν om. W 20 Καὶ (ante τὸ) siiperscr. W 22 Μεγαροῖ Spengel: μέγαρ’ M: μέγαρα WBL κἀν scripsi: καὶ libri (cf. Simpl. 720,20) 25 γίνονται WB, Laur. 85,14 27 κοὶ om. BL)

    150
    γὰρ ἡ φύσις ἐν ἀμφοῖν ὑποφαίνεται, κἂν τὸ μὲν ὡς πρότερον νοῆται, τὸ δὲ [*](323) ὡς ὕστερον, εἰ μὴ καὶ Σωκράτης ἕτερος, ὅταν ἐν Λυκείῳ καὶ ὅταν ἐν ἀγορᾷ, καθάπερ οἱ σοφισταὶ λαμβάνουσιν. ἢ ὥσπερ Σωκράτης τῷ μὲν ὑποκειμένω ταὐτόν, ἄν τε ἐνθάδε ἄν τε ἐκεῖσε μετακινῆται, τῷ λόγῳ δὲ ἕτερον οὐ γὰρ ταὐτὸν τὸ ἐν Λυκείῳ τε εἶναι καὶ τὸ ἐν ἀγορᾷ), οὕτως καὶ τὸ νῦν; ἓν μὲν τῇ φύσει καὶ τῇ οὐσίᾳ κατὰ τὸ ὑποκείμενον, διαφέρει δὲ τῷ λόγῳ· ἇλος γὰρ ὁ λό|γος τοῦ νῦν, ὃ πρὸς τοὺς ἵππους λέγει ὁ [*](323) Ἕκτωρ
  • νῦν μοι τὴν κομιδὴν ἀποτίνετον,
  • καὶ ἄλλος τούτου τοῦ νῦν γραφομένου. ἵνα γὰρ μᾶλλον μάθῃς, ὃ λέγω, μικρὸν ἄνωθεν ἀναληπτέον.

    Ἐλέχθη τῷ μὲν μεγέθει τὴν κίνησιν ἀκολουθεῖν, τῇ κινήσει δὲ τὸν χρόνον. εὔλογον τοίνυν καὶ τὰς ἀρχὰς τούτων καὶ οἷον τὰ ποιητικὰ καὶ τὰ γεννητικὰ ἀλλήλοις ἕπεσθαι· ποιητικὸν δὲ μεγέθους μὲν ἡ στιγμή, κινήσεως δὲ τὸ φερόμενον, χρόνου δὲ τὸ νῦν. ὥσπερ τοίνυν μία στιγμὴ καὶ ὁ λίθος εἷς, ἄν τε ἐνθάδε ἄν τε ἀλλαχοῦ μεταφέρηται, τῷ λόγῳ δὲ διαφέρει, οὕτω δὲ καὶ τὸ νῦν. τῷ γὰρ φερομένῳ ἀκολουθεῖ τὸ νῦν, ὥσπερ ὁ χρόνος τῇ φορᾷ, καὶ γνωρίζεται τὸ νῦν οὐκ ἄλλῳ τινὶ ἢ τῷ φερομένῳ· ἀριθμεῖται γὰρ τὸ πρότερόν τε καὶ ὕστερον τῆς κινήσεως κατὰ τὴν τοῦ φερομένου μετάβασιν· οὐ γὰρ ἂν διεκρίθη ταῦτα μένοντος τοῦ φερομένου, ἀλλ’ ἐπειδὴ τὸ φερόμενον ποτὲ μὲν κατὰ τὸν πρότερον γίνεται τόπον, ποτὲ δὲ κατὰ τὸν ὕστερον, διὰ τοῦτο καὶ τῆς κινήσεως γίνεται τὸ μὲν πρότερον τὸ δὲ ὕστερον, τὸ δὲ ἀριθμούμενον πρότερόν τε καὶ ὕστερον τὸ νῦν ἐστίν, ὥστε καὶ ἐν τούτοις τῷ μὲν ὑποκειμένῳ ταὐτὸν τὸ πρότερον νῦν καὶ τὸ ὕστερον, τῷ λόγῳ δὲ ἕτερα· αὐτὸ γὰρ τὸ ἀριθμητὸν αὐτὸ εἶναι καὶ ὡς ἄλλο καὶ ἄλλο διαλαμβάνεσθαι δίδωσιν αὐτῷ τὴν κατὰ τὸν λόγον διαφοράν. ὥσπερ δὲ τῆς φορᾶς τὸ φερόμενον γνωριμώτερον (τόδε γάρ τί ἐστι καὶ οὐσία), οὕτως καὶ τοῦ χρόνου τὸ νῦν· ἐν ὑπάρξει γὰρ τοῦτο μόνον καὶ οἷον τόδε. φανερὸν δέ, ὅτι καὶ ἀλλήλοις | ἀντακολουθεῖ τὰ νῦν καὶ ὁ χρόνος [*](324) καὶ ὅτι θατέρου μὴ ὄντος οὐδὲ θάτερόν ἐστιν· ὁ χρόνος γὰρ ἔσται τῶν νῦν [*](1 νοεῖται L 2 Σωκράτης] cf. Philop. 727,32 4 μετακινεῖται B1L1a G μὲν] μὲν γὰρ L 7 τοῦ om. M ὃ WB: ὃν ML 8 Ἕκτωρ] II. VIII, 186 9 ἀποτίνετον WB: ἀποτείνετον M: ἀποτείνεται Laur. 85,18: ἀποτίνεται a (in L comp. script.) 10 γὰρ] δὲ W μαθήση AV 13 ποιητικὰ κτλ.] cf. Philop. 727,8 sq. et Simpl. 722,27 sqq. 14 ἡ om. Β (ut vid.) L 16 μεταφέρηται MWB: φέρηται L 19 τε W et Spengel e coni.: γε MBL 20 μετάβασιν] cf. Simpl. 724,17 οὐ γὰρ ἄν—(23) ὕστερον et (24) τῷ μὲν—(26) διαφοράν] exscr. Simpl. 723,26 21 τρόπον Β1 22 ad τῆς κυήσεως in marg. adnot. L, haec (deleta aL2): ἤγουν τοῦ φερομένου. ὥσπερ γὰρ τῆ φορᾶς ὁ χρόνος ὁ ἀριθμούμενός (leg. ἀριθμός; cf. Philop. 731,11; Simpl. 725,31) ἐστι, οὕτω τοῦ φερομένου τὸ νῦν 25 τῷ δὲ λόγῳ E Simplicii ἕτερον Simpl. et Spengel e coni. αὐτὸ γὰρ τὸ] τὸ γὰρ Simpl. 26 αὐτῷ WB2L, Simpl.: αὐτὸν M: de Β1 non liquet τὸν om. Laur. 85,14 et aF Simplicii 27 ὥσπερ κτλ] cf. Simpl. 724,12 sqq.; Philop. 730,2sqq. 29 τὸ νῦν W et Simpl. 726,2 30 ὁ χρόνος κτλ.] cf. Philop. 731,15sqq. τῶν νῦν M1WB (cf. Philop. 731,18 ὁ χρόνος ἐκ τοῦ νῦν γεννώμενος μετρεῖ τὴν κίνησιν): τῷ νῦν M2L)

    151
    ἀριθμῷ· οἷον γὰρ μονὰς τοὐ χρόνου τὸ νῦν· καὶ ὥσπερ ἡ μονὰς τῷ πάλιν[*](324) καὶ πάλιν λαμβάνεσθαι ποιεῖ τὸν ἀριθμόν, οὕτω καὶ τὸ νῦν τὸν χρόνον, καὶ ὥσπερ ἡ μονὰς αὐτὴ μὲν ἀδιαίρετος, διαιρετὸν δὲ ποιεῖ τὸν ἀριθμόν, οὐτῶ καὶ τὸ νῦν πάλιν τὸν χρόνον· ἡ διαφορὰ δὲ ἐν τῷ τὸ τὴν μὲν συνεχές, τὴν δὲ διωρισμένον ποιεῖν. καὶ συνέχει δὴ τὸ νῦν χρόνον καὶ διαιρεῖ καθάπερ τὸ φερόμενον τὴν φοράν· καὶ γὰρ ἡ φορὰ μία καὶ συνεχὴς τῷ τὸ φερόμενον ἓν εἶναι, ἓν δὲ οὐχ ἁπλῶς· δύναται γὰρ ὡς μὲν τόδε τι καὶ σῶμα ἓν εἶναι οἷον λίθος ἢ ξύλον, ὡς φερόμενον δὲ μή, ἐὰν διαλιμπάνῃ κινούμενον· οὐκέτι γὰρ τότε μία καὶ συνεχὴς ἡ κίνησις καίτοι τοῦ φερομένου ἑνὸς ὄντος, ἀλλ’ ὅταν ὡς φερόμενον ἓν ὑπάρχῃ, τοῦτο δὲ ὅταν μὴ ἠρεμῇ μεταξύ· τότε γὰρ καὶ διορίζει τὴν προτέραν τε καὶ ὑστέραν κίνησιν καὶ πάλιν συνέχει, καθάπερ γε ἡ στιγμὴ τὴν γραμμήν· διαφέρει δέ, ὅτι τὴν μὲν στιγμὴν ἔστι τὴν αὐτὴν δὶς λαβεῖν ποτὲ μὲν ὡς πέρας, ποτὲ δὲ ὡς ἀρχήν ὑπομένει γὰρ καὶ ἐν θέσει τὸ εἶναι αὐτῇ), τὸ δὲ φερόμενον οὐκ ἔστι δὶς λαβεῖν ὡς φερόμενον· ἀεὶ γὰρ ἄλλο καὶ ἄλλο. καὶ ἄλλο δὲ οὐχ ὅτι ἕτερον ἑαυτοῦ, ἀλλ’ ὅτι ἐν ἄλλῳ καὶ ἄλλῳ· εἰ γὰρ ἐν ταὐτῷ δίς, ἀνάγκη στῆναι, κινεῖσθαι δὲ ὑπόκειται συνεχῶς. οὕτω δὴ καὶ τὸ νῦν οὐκ ἔσται δὶς λαβεῖν. εἰ οὗν μὴ ἔστι δὶς λαβεῖν τὸ νῦν, πῶς ἐν τῷ ἀριθμεῖσθαι τὸ | νῦν οὐχ ὡς τὸ αὐτὸ σημεῖον δὶς ἀρχήν τε καὶ τελευτήν, ἀλλ’ [*](325) εἴπερ ἄρα, ὡς τὰ δύο πέρατα τῆς αὐτῆς γραμμῆς τοδὶ τοδί; ταῦτα δ’ ὁρίζει τὸ μεταξὺ διάστημα τῆς γραμμῆς ἕτερον καὶ ἕτερον ὄντα. οὕτω δὴ καὶ τὰ νῦν ἀριθμεῖται ὡς ἄλλο καὶ ἄλλο, τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον, δὶς δὲ ταὐτὸν λαβεῖν ἀμήχανον, ὥσπερ ἀμήχανον στῆσαι τὸν χρόνον. καὶ ἔτι φανερὸν, ὅτι οὐδὲ μόριον τὸ νυν του χρόνου· οὐδὲ γὰρ τὸ φερόμενον τῆς φορᾶς, οὐδὲ ἡ στιγμὴ τῆς γραμμῆς· γραμμῆς γὰρ μέρος γραμμὴ καὶ κινήσεως κίνησις καὶ χρόνου χρόνος. τίνος οὖν πέρας τὸ νῦν; πότερον τῆς κινήσεως ἢ τοῦ χρόνου; ἐλέγετο γὰρ ἐν τοῖς ἔμπροσθεν τὸ νῦν διαιρεῖσθαι [*](1 χρόνου τὰ νῦν Β1 τῳ] τὸ B et fortasse M1 2 οὕτω—(3) ἀριθμόν] om. M et Simpl. 726,6 sqq.; vereor, ne ista in WBL propter πάλιν illuil v, 4 (quod fortasso idem valet atque πάλιν καὶ πάλιν λαμβανόμενον; cf. Philop. 731,17) e Philopono ficta atque hoc loco inculcata sint τὸ νῦν] τὸν νῦν W 3 ἀδιαίρετον WB 4 τῷ τὸ] W et Spengel e coni. (sec. Simpl.): τῷ τὴν WBL 5 διωρισμένον W et fort. Β, Simpl.: διωρισμένην MBL ποιεῖ Β δὴ MB: δὲ WL: τε δὴ Aristot. 220 a 5 11 διοικίζει M προτέραν τε καὶ ὑστέραν] sic (sine τε) K Aristot. 9: πρότερον καὶ ὕστερον ’illl 13 ποτὲ μὲν—(21) ἀμήχανον] exscr. Simpl. 727,5sqq. 14 αὐτῆς Simpl. 15 καὶ ἄλλο. καὶ ἄλλο—(16) ταὐτῷ] om. M 16 post ἀλλ’ ὅτι add. ἄλλο Simpl. ταὐτῷ Β2 et Simpl.: αὐτῷ Themistii MWB1L 17 δὴ] δέ Simpl. 18 δὶς λαβεῖν] διαλαβεῖν Mj (ut vid.) εἰ οὑν—ἐν] πῶς οὖν Simpl. 19 νῦν] νῦν ὁ χρόνος; ἡ Simpl. δὶς] δὶς ὡς Simpl. 20 τοδὶ καὶ τοδί Simpl. 21 δὴ] δὲ Simpl. 23 ταὐτόν] τοῦτο Simpl. στῆναι Laur. 85,18: στῆσται (ut vid.) H 24 οὐδέ] οὐδὲν Simpl. 728, 12 ἡ ἐν τοῖς πολλοῖς τῶν ἀντιγράφων φερομένη γραφή, ἣν καὶ ὁ Πορφύριος καὶ ὁ Θεμίστιος εἰδότες φαίνονται) et EG Aristot. 229 a 19; cf. Diels Zur Textgesch. p. 22 25 μέρος γραμμὴ W et γραμμαὶ) M, Alexander apud Simpl. 728,5: μέρη γραμμαὶ BL, Simpl. 728,14. 15 2() κινήσεως κινήσεις BL 27 τὸ] τῷ W)
    152
    τὴν κίνησιν· ἢ καθ’ αὑτὸ μέν ἐστι τοῦ χρόνου πέρας, τῷ δὲ τὸν χρόνον [*](325) εἶναι ἄλλο μηδὲν ἢ τὸ ἀριθμούμενον τῆς κινήσεως κατὰ τὸ πρότερόν τε καὶ ὕστερον, ὅταν ὡς ἀριθμούμενον λαμβάνηται τὸ νῦν, τότε καὶ τῆς κινήσεως γίνεται πέρας; διὰ τοῦτο ἄρα αὐτῷ συμβέβηκε καὶ πέρατι εἶναι καὶ πανταχοῦ ἅμα εἶναι, αἴτιον δέ, ὅτι οὐχὶ κινήσεως ἐστιν καθ’ αὑτὸ πέρας (οὐ γὰρ ἐν ἐκείνῃ τῇ κινήσει μόνῃ, ἧς πέρας ἦν), ἀλλὰ χρόνου, ὃς ἐστιν τῆς κινήσεως· ἀριθμὸν δὲ ταὐτὸν ἅμα πλειόνων εἶναι ἐνδέχεται, οἷον τὴν δεκάδα ἵππων καὶ ξύλων. καίτοι ὁ χρόνος ἀριθμὸς οὐχ ὡς ὁ ἀριθμῶν, ἀλλ’ ὡς ὁ ἀριθμούμενος ἢ χρόνος πρὸς μοναδικὸν ἀριθμόν, ἀλλ’ ὅμως ἀναδέχεται μόνος τὸ τοῦ ἀριθμοῦντος ἰδίωμα· πανταχοῦ γὰρ ἅμα καὶ τῶν πολλῶν κινήσεων ἓν καὶ ταὐτὸν τὸ ἀριθμούμενον αὐξήσεως φορᾶς ἀλλοιώσεως. ταύτῃ μὲν οὖν ἱκανῶς ἐπιδέδεικται, ὅτι καὶ ἀριθμὸς | ὁ χρόνος [*](326) καὶ κινήσεως ἀριθμὸς κατὰ τὸ πρότερον καὶ ὕστερον, δῆλον δέ, ὅτι καὶ συνεχής· ἡ γὰρ κίνησις ἡ σύμπασα γίνεται συνεχής.

    12. Πῶς δὲ αὐτὸν ἀριθμὸν λέγοντες οὐκ ἀναγκαῖον θησόμεθα καὶ ἐλάχιστόν τινα χρόνον ποιεῖν; τὸ γὰρ ἐλάχιστον ἐν ἀριθμῷ οἷον ἡ δυάς· οὐ γὰρ εἰς ἄπειρον ἡ καθαίρεσις τοῦ ἀριθμοῦ· διώρισται γάρ. ἢ διττὸς ὁ ἀριθμός, ὁ μὲν ἐκ μονάδων, αὐτὸς δὲ καὶ ὁ ἐλάχιστος, ὁ δὲ οὐχ ἁπλῶς ἐκ μονάδων, ἀλλ’ ἐκ τῶν τοιῶνδε μονάδων, οἷον ἵππων ἢ γραμμῶν; λέγεται γὰρ ἀριθμὸς καὶ αἱ πέντε γραμμαὶ καὶ τὰ πέντε τρίγωνα. τὰ τοιαῦτα δὲ κατὰ μὲν τὸ πλῆθος ἕξει καὶ αὐτὰ τὸ ἐλάχιστον· ἐλάχιστον γὰρ δύο γραμμαί. κατὰ τοῦτο δὲ καὶ ἀριθμητά ἐστι τὰ τοιαῦτα, κατὰ μέγεθος δὲ οὐχ ἕξει· ἕκαστον γὰρ αὐτῶν εἰς ἀεὶ διαιρετόν. καὶ ὁ χρόνος τοίνυν αἱ δύο ὧραι, καθὸ μὲν συνεχής τίς ἐστιν· οὐχ ἕξει δὲ τὸ ἐλάχιστον, οὐ γὰρ ἀριθμεῖται κατὰ τοῦτο· καθὸ δὲ ὁρίζεται καὶ οἷον τέμνεται τῷ νῦν τῷ τε πρότερον καὶ τῷ ὕστερον, κατὰ τοῦτο δὲ ἀριθμητὸς καὶ τὸ ἐλάχιστον ἔχει. αἱ γὰρ δύο ὧραι τῷ μὲν ἀριθμῷ τὸ ἐλάχιστον ἕξουσι, τῷ μεγέθει δὲ οὕ. εἰκότως τοίνυν χρόνος καὶ πολὺς καὶ ὀλίγος καὶ μακρὸς καὶ βραχὺς λέγεται· ἄμφω γὰρ ἀναδέχεται καὶ τὰ τῶν συνεχῶν καὶ τὰ τῶν διωρισμένων. καθὸ μὲν συνεχής, μακρὸς καὶ βραχύς· καθὸ δὲ ἀριθμητός, καὶ οὕτως ἀριθμὸς πολὺς καὶ ὀλίγος, οὐκέτι μέντοι ταχὺς καὶ βραδύς· [*](1 ἢ ἐπειδὴ Simpl.)—(4) πέρατι εἶναι] exscr. Simpl. 728,27 sqq. τοῦ om. aF Simplicii τῷ δὲ τὸν] τὸ τοῦ τὸν E Simplicii: τῷ τὸν aF: τῷ δὲ τὸ τὸν Par. 1888 Themistii 3 ὅταν] sic aF Simplicii: μὲν Ε (unde ὅταν μὲν Diels) 6 οὐ scripsi (cf. Simpl. 729,6): ἂν MW: ἦν BL 8 δεκάδα W, et Simpl. 729,20: δέκα MWiBL: seel fortasse cum Laur. 85,14 scribendum τῶν δέκα ἵππων ὁ χρόνος— (9) ἀριθμούμενος] ex Alexandre; cf. Simpl. 729,8 ὡς ὁ ἀριθμῶν WB: ὁ om. M1L 9 ὡς ὁ ἀριθμούμενος MWB2: ὁ om. L χρόνος M: ὁ χρόνος WBL 11 αὐξήσεως κτλ.] cf. Philop. 738,12 sq. 12 ταύτῃ] ταῦτα W et fort. Β 13 καὶ τὸ ὕστερον W et Ι Aristot. 220 a 25 δέ MW, Spengel e coni.: καὶ BL 15 ταὐτὸν L1: τὸν αὐτὸν Par. 1888 16 οἷον] lac. litt. W: om. Par. 1888, Aristot. 220 a 27 19 οἷον superscr. W 23 αὐτὸν (comp.) Β 24 δὲ M: om. WBL 25 δὲ] δὴ W 26 τὸ ὕστερον M 27 αἱ MWB: καί L 28 μικρὸς L 29 τὰ (ante τῶν συνεχῶν) in ras. Β 30 μὲν MW, Ι Aristot. 220 b 2: μὲν οὖν BL: μὲν γὰρ EFCtH Aristot. 31 οὐκέτι] cf. Simpl. 730,29)

    153
    οὐδεὶς γὰρ ἀριθμὸς ταχὺς καὶ βραδὺς. εὐλόγως δὲ καὶ ἅμα | μὲν ὁ αὐτὸς [*](327) πανταχοῦ, ὁ δὲ πρότερος καὶ ὕστερος χρόνος οὐκέτι οἱ αὐτοὶ πρὸς ἀλλήλους· καὶ γὰρ ἡ κίνησις ἡ μὲν παροῦσα μία, ἡ δὲ γεγενημένη καὶ ἡ μέλλουσα ἕτεραι. ἔπειτα ἀριθμὸς ὁ χρόνος οὐχ ᾧ ἀριθμοῦμεν, ἀλλ’ ὁ ἀριθμούμενος. μούμενος. * * * ὁ αὐτὸς ἐν πᾶσιν οἷον ἡ δεκάς, ἄν τε ἵππων ἄν τε ἀνθρώπων λαμβάνηται, τὰ δὲ ἀριθμούμενα οὐ τὰ αὐτὰ οἱ δέκα ἄνθρωποι καὶ οἱ δέκα ἵπποι. ἀριθμεῖται δὲ καὶ ὁ χρόνος κατὰ τὸ πρότερόν τε καὶ ὕστερον, ὥστε εἰκότως ἕτερα ταῦτα. ἔτι ὡς ἐνδέχεται κίνησιν εἶναι] τὴν αὐτὴν καὶ μίαν εἶναι πάλιν, οὕτω καὶ χρόνον ἐνδέχεται οἷον ἔαρ ἢ μετόπωρον· ἡ μὲν οὐσία τοῦ χρόνου τοιαύτη· τὸ γὰρ τῆς κινήσεως πρότερόν τε καὶ ὕστερον ἀριθμούμενα χρόνος ἐστίν, ἔχοντι δὲ αὐτῷ τὸ εἶναι ἐν τούτῳ συμβέβηκε προηγουμένως μὲν τὴν κίνησιν μετρεῖν, κατὰ συμβεβηκὸς δὲ καὶ ὑπ’ αὐτῆς ἀντιμετρεῖσθαι· οὐ γὰρ μόνον λέγομεν πολλὴν τὴν κίνησιν τὴν ἐν τῷ πολλῷ χρόνῳ, ἀλλὰ καὶ χρόνον πολύν, ἐν ᾧ ἡ πολλὴ κίνησις. ὥσπερ οὖν καὶ ἐπὶ τῶν ἄλλων μέτρων ἀπάντων· ἀντιμετρεῖται γὰρ ὑπὸ τῶν μετρουμένων τὰ μέτρα· τῷ γὰρ τῶν πυρῶν μεδίμνῳ κρίνομεν τὸ ξύλινον μέδιμνον, εἰ μὴ μεῖζον ἢ ἔλαττόν ἐστιν, καὶ τῇ κοτύλῃ τοῦ οἴνου τὴν χαλκῆν ἀντιμετροῦμεν κοτύλην, καὶ τί θαυμαστὸν ἐπὶ τῶν συνεχῶν μέτρων τοῦτο συμβαίνειν, ὁπότε καὶ αὐτὸς ὁ μοναδικὸς ἀριθμὸς τρόπον τινὰ ὑπὸ τῶν ἀριθμουμένων ἀνταριθμεῖται; ὥσπερ γὰρ τὰ δέκα δέκα ἵππους φαμέν, οὕτως καὶ τὰς μονάδας λέγομεν δέκα, ὅτι δέκα ἵπποις ἰσώθησαν. μήποτε γὰρ οὐδ’ ἂν εἰς ἔννοιαν ἤλθομεν τῶν δέκα μὴ τὸν ἕνα ἵππον καὶ τὸν ἕνα ἵππον καὶ τὸν ἕνα ἄνθρωπον τοσαυτάκις λαμβά|νοντες. καὶ τοῦτο εὐλόγως [*](328) συμβέβηκε τὸ μετρεῖν τε καὶ ἀντιμετρεῖσθαι τὸν χρόνον· ἀκολουθεῖ γάρ, ὥσπερ ἐλέχθη, τῷ μὲν μεγέθει ἡ κίνησις, τῇ κινήσει δὲ ὁ χρόνος. ὥσπερ οὖν ἡ κίνησις ἔχει πρὸς μέγεθος, οὕτως καὶ ὁ χρόνος πρὸς τὴν κίνησιν, [*](1 οὐδεὶς—βραδύς om. M εὐλόγως Victorius: εὔλογος libri 2 πρότερος καὶ ὕστερος] sic G Aristot. 200b6: πρότερον δὲ καὶ ὕστερον EFHl; cf. Simpl. 731,8sqq. 5 excidisse quaedam perspexit Torstrik, qui ᾦ μὲν οὑν ἀριθμοῦμεν supplevit: fortasse ὁ ἀριθμῶν οὖν excidit ἡ superscr. Β 7 δὲ ilW: δὴ BL κατὰ τὸ πρότερον] sic I Aristot. 220b 9: πρότερον EFGH 8 εἶναι delevi coll. Pbilop. 744,20 et Simpl. 733,1; Eudemum sequi Themistium adparet 9 εἶναι πάλιν MBL: πάλιν καὶ πάλιν W et Aristot. 220b 13, Torstrik ἐνδέχεται om. E Aristot. 220b 14 ἔαρ] ἐνιαυτὸν ἢ ἔαρ Aristot. ib., Torstrik 10 μὲν M: μὲν οὑν WBL 12 προηγουμένως—(154,4) κίνησις] exscr. (inde a τῷ γὰρ V. 20 ad verbum fere) Simpl. 733, IGsqq. 13 μόνον om. Β 16 τὸ] τὸν Simpl., Spengel e coni.; at cf. Pbilop. 737,8 et quae adn- ’itelli 17 μὴ om. Laur. 85,14 (ut E Simplicii) μείζων ἡ ἐλάττων Simpl., Spengel e coui. ἔλασσον BL 18 ἀντιμετροῦμεν MWB, Simpl.: μετροῦμεν L καὶ τί—(19) μοναδικός] paulo alitor Simpl. 19 τοῦτο om. Β 20 ἀριθμεῖται Simpl., qui post ἀριθμουμένων adclit ὑπ’ αὐτοῦ ὥσπερ γὰρ] καὶ ὥσπερ E Simplicii τὰ δέκα—φαμέν] δέκα ἵππους φαμέν, ὅτι δέκα μονάσιν αὐτοὺς ἠριθμήσαμεν Simpl. 21 λέγομεν δέκα Spengel: δέκα λέγομεν Simpl.): λέγομεν δὲ καὶ libri λέγομεν δὲ Laur. 85,18) 22 ἀν’ post ἤλθομεν E Simplicii: om. aF τὸν ἕνα ἵππον] ἔνα ἵππον εἶναι Simpl. 23 λαβόντες Simpl. καὶ—(24) κρόνον] aliter Simpl. 25 ὡς Par. 1888 et Simpl. μὲν om. Fl Aristot. 220b 25 τῇ δὲ κινήσει Laur. 85,18 et Aristot. ib. 25. 26 ὥσπερ οὑν] ἐπεὶ οὖν ὡς Simpl. πρὸς τὸ μέγεθος W, Simpl. 26 καὶ ante ὁ om. Simpl.)
    154
    καὶ ὥσπερ ἡ κίνησις μετρεῖ τὸ μέγεθος, καὶ ἀντιμετρεῖται ὑπ’ αὐτοῦ. [*](328) πολλὴν γάρ φαμεν τὴν ὁδόν, ἐὰν ἡ πορεία πολλή, καὶ πολλὴν τὴν πορείαν, ἐὰν ἡ ὁδὸς πολλή. ὁμοίως δὲ καὶ τὴν κίνησιν πολλήν, ἐὰν ὁ χρόνος, καὶ τὸν χρόνον, ἐὰν ἡ κίνησις. πῶς οὖν μετρεῖ τὴν κίνησιν ὁ χρόνος; ἢ τῷ μέρος αὐτῆς ἀφορίσαι, ὃ καταμετρήσει τὴν ὅλην, ὥσπερ ὁ πῆχυς τὸ μῆκος τῷ λαβεῖν τι μῆκος, ὃ καταμετρήσει τὸ ὅλον. ἡ γὰρ ὥρα τί ἐστιν ἄλλο ἢ τοσήδε κίνησις τοῦ ἡλίου; καὶ ὁ μὴν καὶ τὸ ἔτος.

    ἐπειδὴ δέ ἐστιν ἡ κίνησις ἐν χρόνῳ τῷ καταμετρεῖσθαι τὸ εἶναι αὐτῆς ὑπὸ τοῦ χρόνου οὐ γὰρ ἄλλο τὸ εἶναι τῆς κινήσεως ἢ τὸ γίγνεσθαι ᾧ συμπαρεκτείνεται ὁ χρόνος καὶ ὃ καταμετρεῖ), δῆλον ὅτι καὶ τοῖς ἄλλοις τὸ εἶναι ἐν χρόνῳ ἐστὶν τὸ καταμετρεῖσθαι αὐτῶν τὸ εἶναι ὑπὸ τοῦ χρόνου. τό γὰρ ἐν χρόνῳ διττόν ἐστιν, ἕν μὲν τὸ εἶναι τότε, ὅτε ὁ χρόνος ἐστίν, ἕτερον δὲ ὥσπερ ἔνια λέγομεν, ὅτι ἐν ἀριθμῷ ἐστίν. ἀλλὰ καὶ οὗτος ὁ τρόπος διπλοῦς· ἢ γὰρ οὕτως ἐν ἀριθμῷ, ὅτι μέρος ἢ πάθος ἀριθμοῦ, ὡς τὸ ἄρτιον τὰ δύο καὶ τὸ περιττόν· ἢ ὅτι ἐστὶν αὐτῶν ἀριθμός, ὡς οἱ δέκα ἵπποι καὶ οἱ δέκα βόες ἐν ἀριθμῷ. εἰ οὖν ἀριθμὸς ὁ χρόνος, δῆλον ὡς καὶ τὰ ἐν χρόνῳ ὄντα ἐν ἀριθμῷ ἐστι. τὸ μὲν οὖν νῦν καὶ τὸ πρότερον οὕτως ἐν χρόνῳ καὶ ἀριθμῷ, ὡς ἐν τῷ μοναδικῷ ἡ | μονὰς καὶ τὸ [*](329) περιττόν· τὰ μὲν γὰρ τοῦ ἀριθμοῦ, τὰ δὲ τοῦ χρόνου συμβεβηκότα· τὰ δὲ πράγματα οὕτως ἐν χρόνῳ ἐστίν, ὡς ἐν τῷ ἀριθμῷ οἱ δέκα ἵπποι. ὥσπερ τοίνυν ἀεὶ τῶν οὕτως ἐν ἀριθμῷ λεγομένων πλείων τίς ἐστιν ἀριθμός· ὡρισμένος γὰρ ὁ ὁρισμός· οὕτως καὶ τῶν ἐν χρόνῳ ὄντων τοῦτον τὸν τρόπον ἀεὶ πλείων ἐστὶν ὁ χρόνος· καὶ γὰρ ὁ χρόνος ἀριθμός τις. εἰ δὲ τοῦτο, τὰ ἐν χρόνῳ ὄντα περιέχεται ὑπὸ τοῦ χρόνου, ὥσπερ καὶ τὰ ἐν [*](1 καὶ ὥσπερ—μετρεῖ] ἡ δὲ κίνησις μετρεῖ τε ἅμα Simpl. 2 φαμεν] εἶναί φαμεν EF Aristot. 220 b 29: φαμεν εἶναι GHI (cf. Diels Zur Textgesch. p. 15) ἐὰν ἡ] ἄν ᾖ I Aristot. 220b30: ἄν cett.; cf. Diels Zur Textgesch. p. 21 πόρια L 3 δὲ W et Simpl. 4 τὴν κίνησιν ὁ χρόνος] cf. Alexander apud Simpl. 734,11 sqq.; Diels Zur Textgesch. p. 33 ἢ] καὶ τὸ μέρος Β τῷ WL2a: τὸ MBLi 5 αὐτῆς BL: αὐτοῦ MW ὁ πῆχυς τὸ μῆκος] sic HI Aristot. 221 a 2. 3: τὸ μῆκος ὁ καὶ G) πῆχυς EFG 9 αὐτῆς] αὐτὴν E Aristot. 221 a 5 ἄλλο—κινήσεως] cf. Alexander apud Simpl. 735,31 10 συμπαρεκτείνεται] cf. Simpl. 741,28 δῆλον] δῆλον δ’ EFGI Aristot. 221 a 7: δὲ δῆλον H; cf. Diels Zur Textgesch. p. 6 11 τὸ (ante καταμετρεῖσθαι)] τῷ Spengel 12 ὁ om. Β et FI Aristot. 221 a 10 13 ὥσπερ] sic E Aristot. 221 a 11: τὸ ὥσπερ FGHI 15 ὡς —(16) ἀριθμῷ] exscr. Simpl. 738,16 16 εἰ οὖν] ἐπεὶ οὖν Simpl. ib.: ἐπεὶ δ’ Aristot. 221 a 13 18 καὶ—μοναδικῷ] ὡς καὶ ἐν τῷ μοναδικῷ ἀριθμῷ Spengel sec. Simplicium 738,18. at καὶ ἀριθμῷ hoc loco idem valet atque τουτέστιν (vel ἧ) ἐν ἀριθμῷ (sc. τακτικῷ; cf. Simpl. 718,5); de χρονικῷ ἀριθμῷ vix cogitari posse puto 21 ὥσπερ—(155,10) ἄρα] ad verbum pierumque exscr. Simpl. 738,22 sqq. πλείων MW: πλείω BL 22 ὁ ὀρισμός] lac. VIII vel IX litt. W et Par. 1888: ὁ ἀριθμὸς Par. 1888 man. 2 et Victorius e coni. mihi neque hoc neqiie illud aptiim esse videtur; desicleratur, quae Alexandri verbis apud Simpl. (740,10) respondeant: πεπερασμένων γὰρ ἀριθμὸς 22. 23 τοῦτον τὸν τρόπον om. W ct Simpl.; del. Spengel 23 ἀεὶ om. W: post ἐστὶν Simpl. 24 ὑπὸ—περιέχεται om. F Simplicii ὥσπερ— (25) ἀριθμοῦ om. a Simplicii (et Themistii cod. Paris. 1888, in quo χρόνου erasum eiusque loco ἀριθμοῦ scriptum, deinde a man. 2 χρόνου in marg. additum)

    155
    ἀριθμῷ ὄντα περιέχεται ὑπὸ τοῦ ἀριθμοῦ καὶ τὰ ἐν τόπῳ ὄντα περιέχεται [*](329) ὑπὸ τοῦ τόπου καὶ τοῦτό ἐστι τὸ κυρίως σημαινόμενον ὑπὸ τοῦ ἐν χρόνῳ. τὸ δὲ λέγειν ἐν χρόνῳ εἶναι, ἐπειδὴ τότε ἐστίν, ὅτε ὁ χ·ρόνος ἐστίν, καὶ τὸ ἐν κινήσει εἶναι, ἐπειδὴ τότε ἐστίν, ὅτε κίνησίς ἐστιν, οὐδὲν διαφέρει τοῦ λέγειν καὶ τὸν οὐρανὸν ἐν κέγχρῳ εἶναι, ἐπειδὴ τότε ἐστίν, ὅτε καὶ ἡ κέγχρος ἐστίν. ἀλλὰ τὸ μὲν ἅμα εἶναι πολλοῖς συμβέβηκεν, τὸ δὲ εἶναι θάτερον ἐν θατέρῳ τὸ περιέχεσθαί ἐστιν ὑπὸ τοῦ ἑτέρου τὸ ἕτερον. τούτοις μέντοι γε ἀκολουθεῖ καὶ τὸ ἅμα εἶναι, ἀλλ’ οὐκ ἐπειδὴ ἅμα, διὰ τοῦτο ἐν ἀλλήλοις· ἀλλ’ ἐπειδὴ καὶ ἐν ἀλλήλοις, διὰ τοῦτο καὶ ἅμα. τοῦτό τε δὴ συμβέβηκε τοῖς ἐν χρόνῳ καὶ τὸ λέγεσθαι, ὅτι πάσχει τι ὑπὸ τοῦ χρόνου· εἰώθαμεν γὰρ λέγειν, ὅτι κατατήκει ὁ χρόνος καὶ γηράσκει πάντα ὑπὸ τοῦ χρόνου καὶ ἐπιλανθάνεται διὰ τὸν χρόνον· οὐ γὰρ ὁμοίως λέγομεν γίνεσθαι ὑπὸ τοῦ χρόνου τὴν οἰκίαν καὶ φθείρεσθαι, ἀλλὰ γίνεσθαι μὲν ὑπὸ τοῦ οἰκοδόμου ἐν χρόνῳ, φθείρεσθαι δὲ καὶ ἐν χρόνῳ καὶ ὑπὸ χρόνου· καὶ μανθάνειν μὲν ὑπὸ τοῦ διδάσκοντος ἐν χρόνῳ, ἐκλανθάνεσθαι δὲ | ὑπὸ τοῦ χρόνου μόνον· οὐδὲν γὰρ ἕτερον ἐπὶ τούτων [*](330) αἴτιον θεωρεῖται. εὐλόγως δὲ καθ’ αὑτὸν ὁ χρόνος φθορᾶς αἴτιος λέγεται· ἀριθμὸς γὰρ κινήσεως, ἡ δὲ κίνησις ἐξίστησι τὸ προυπάρχον. εἰ δὲ ταῦτα λέγεται καλῶς, φανερὸν ὅτι τὰ ἀεὶ ὄντα ᾗ ἀεὶ ὄντα οὐκ ἔστιν ἐν χρόνῳ· οὐ γὰρ περιέχεται ὑπὸ χρόνου οὐδὲ πάσχει τι ὑπὸ χρόνου (οὔτε γὰρ συναλλοιοῦται αὐτῷ οὕτε συμπάρεισιν)· οὐκοῦν οὐδὲ μετρεῖται τῶν τοιούτων τὸ εἶναι ὑπὸ τοῦ χρόνου οὐδὲ ὁρίζεται οὔτε περιττεύει τις τῆς οὐσίας αὐτῶν χρόνος, ἀλλὰ τοὐναντίον παντὸς τοῦ ληφθέντος χρόνου τὸ εἶναι αὐτῶν περιττεύει. πῶς οὖν ἡ κίνησις ἐν χρόνῳ; καίτοι δέδεικται ἀίδιος καὶ δειχθήσεται. ἢ ὅτι ἀεὶ ἄλλη καὶ ἄλλη καὶ οὐδέποτε κατ’ ἀριθμὸν ἡ αὐτή, ἀλλὰ συμπάρεισι καὶ συνετεροιοῦται τῷ χρόνῳ, μᾶλλον δὲ ὁ χρόνος ταύτῃ καὶ δεῖται ἀλλήλων πρὸς τὴν ὕπαρξιν, ὥστε εἰ καὶ μὴ περιττεύει τῆς κινήσεως ὁ χρόνος, μηδὲ οὕτως αὐτὴν περιέχει, ἀλλ’ ὅτι γε ἀλλήλοις συνήρμοσται, διὰ τοῦτό ἐστιν ἡ κίνησις ἐν τῷ χρόνῳ.

    Ἐπειδὴ δέ ἐστιν ὁ χρόνος μέτρον κινήσεως, ἔσται καὶ ἠρεμίας μέτρον στέρησις γὰρ ἡ ἠρεμί κινήσεως)· τοῖς δὲ αὐτοῖς κρίνομεν τάς τε ἕξεις καὶ τὰς στερήσεις, οἷον ὄμμασι φῶς καὶ σκότος καὶ ἀκοῇ φωνήν [*](1 τοῦ] sic H Aristot. 221 a 18: om. EFGI ἀριθμοῦ—(2) τοῦ] om. L 2 τοῦ] sic FGHI Aristot. ib.: om. E 2. 3 ἐν χρόνῳ] χρόνου W 3 ὁ om. Par. 1888, Ε Aristot. 221 a 19, EF Simplicii 5 τοῦ om. M ἐν τῆ κέγχρῳ E Simplicii et Aristot. 221 a 22 13 οἰκείαν L: οἰκείαν a 14 οἰκοδόμου] cf. Simpl. 741,9 15 καὶ ante ὑπὸ χρόνου om. M 17 αἴτιον Ε Aristot. 221 bl 18 εἰ δὲ MW: εἰ δὴ BL 19 τὰ om. E Aristot. 221 b 3 οὐκ ἔστιν superscr. Β 20 οὐ γὰρ in ras. B 24. 25 ἀίδιος καὶ δειχθήσεται] cf. Simpl. 741,22. fortasse ex Alexandro haec (cf. Simpl. 739,22) 25 ἢ ὅτι—(29) χρόνῳ] exscr. Simpl. 741,25sqq. ὁ Θεμίστιος) ἀεὶ om. M 26 συνήρμοσται (cf. v. 29) συμπαρεκτεινόμενα (cf. 154,10) καὶ συνετεροιούμενα Simpl. συνεταιροιοῦται Mo 27 κἄν μὴ περιττεύῃ Simpl. 30 post μέτρον add. κατὰ συμβεβηκός FGHI Aristot. 221 b 8 (om. haec E) 31 στέρησις—κινήσεως] cf. Simpl. 742,24)

    156
    τε καὶ ἡσυχίαν· ὥστε καὶ ἠρεμίαν ἐν χρόνῳ, οὐ πάντως δέ, ἐπειδὴ ἐν [*](330) χρόνῳ, διὰ τοῦτο καὶ ἐν κινήσει· οὐ γὰρ κίνησις ὁ χρόνος, ἀλλ’ ἀριθμὸς κινήσεως καὶ συμβεβηκός τι. οὐκ ἔστι δ’, εἰ ἔν τῳ εἶναι | συμβέβηκέ τι, ἤδη [*](331) καὶ ἐν ᾧ τοῦτο συμβέβηκεν· οὐ γὰρ εἴ τι ἐν ἡμέρᾳ, ἤδη καὶ ἐν τῇ φορᾷ τοῦ ἡλίου. τὸ τοίνυν ἠρεμοῦν ἐν κινήσει μὲν οὐκ ἐνδέχεται εἶναι, ἐν ἀριθμῷ δὲ κινήσεως· λέγομεν γάρ, ὅτι ὁ κάμνων ἐν τοσῷδε ἠρέμησε χρόνῳ· οὐχ ὥσπερ δὲ τὴν κίνησιν μετρεῖ καθ’ αὑτὴν ὁ χρόνος, οὕτω καὶ τὴν ἠρεμίαν, ἀλλὰ κατὰ συμβεβηκός· τῷ γὰρ κίνησιν ἄλλην μετρεῖν. ἡ γὰρ νὺξ μέτρον μὲν καθ’ αὑτὴν τῆς φορᾶς τοῦ ἡλίου τῆς ὑπὸ γῆν, κατὰ συμβεβηκὸς δὲ καὶ τῆς ἡσυχίας τῶν ζῴων, ἠρεμεῖν δὲ λέγεται οὐ τὰ πάντη ἀκίνητα, ἀλλὰ τὰ πεφυκότα μὲν κινεῖσθαι, ἐστερημένα δὲ νῦν τῆς κινήσεως· τῶν γὰρ οὕτως ἀκινήτων ὡς ἠρεμούντων πλείων ἐστὶν ὁ χρόνος καὶ διὰ τοῦτο εἰκότως τὰ ἠρεμοῦντα ἐν χρόνῳ λέγεται ἠρεμεῖν, ὅτι ὁ χρόνος αὐτῶν ἐστιν τῆς ἠρεμίας, μετρήσει δὲ ὁ χρόνος τὸ κινούμενον καὶ τὸ ἠρεμοῦν, ᾗ τὸ μὲν κινεῖται τὸ δὲ ἠρεμεῖ· τὴν γὰρ κίνησιν αὐτῶν καὶ τὴν ἠρεμίαν πόση τις. οὐχ ἀπλῶς οὖν μετρητὸν τὸ κινούμενον ὑπὸ τοῦ χρόνου· οὐδὲ γὰρ ὁ ἥλιος ἁπλῶς μετρητὸς ὑπὸ χρόνου· τὸ γὰρ εἶναι αὐτοῦ οὐ μετρητὸν ὑπὸ χρόνου, ἀλλ’ ἡ κίνησις αὐτοῦ, καθὸ ποσή τίς ἐστιν. δεῖ δὲ μὴ λανθάνειν, ὅτι μέτρον μὲν καὶ κινήσεως καὶ ἠρεμίας λέγεσθαι δύναιτ’ ἄν ὁ χρόνος, ἀριθμὸς δὲ κινήσεως μόνης· τὸ γὰρ πρότερον καὶ τὸ ὕστερον, ὧν ἀριθμός ἐστιν ὁ χρόνος, ἐν κινήσει μέν ἐστιν, ἐν ἠρεμίᾳ δὲ οὔ· οὐ γὰρ καὶ ταύτῃ ἐν μεταστάσει τὸ εἷναι ἀπὸ προτέρου τινὸς ἐπί τι ὕστερον, ὥστε φανερὸν ἐκ τῶν εἰρημένων, ὅτι, ὅσα μήτε κινεῖται μήτε ἠρεμεῖ, ταῦτα οὐ μετρεῖται ὑπὸ χρόνου· ὁ γὰρ χρόνος κινήσεως μόνης καὶ ἠρεμίας μέτρον ἐστίν. | ἕπεται δὲ τούτοις τὸ μήτε τὰ ἀεὶ μὴ [*](332) ὄντα εἶναι ἐν χρόνῳ, οἷον ὅσα μὴ ἐνδέχεται ἄλλως, ὥσπερ καὶ τὴν διάμετρον σύμμετρον εἶναι τῇ πλευρᾷ· οὐδὲ γὰρ κινεῖται ταῦτα οὐδὲ ἠρεμεῖ· κινήσεως δὲ μόνης καὶ ἠρεμίας μέτρον ὁ χρόνος τῆς μὲν καθ’ αὑτήν, τῆς δὲ κατὰ συμβεβηκός. ὅσα μὲν οὖν φθαρτὰ καὶ γενητὰ καὶ ἁπλῶς ὅσα ὁτὲ μὲν ὄντα ὁτὲ δὲ μή, ἀνάγκη ταῦτα ἐν χρόνῳ εἶναι· ἔστι γὰρ ὁ χρόνος τις πλείων, ὃς ὑπερέχει τοῦ εἶναι αὐτῶν καὶ τοῦ μετροῦντος τὴν οὐσίαν αὐτῶν. τῶν [*](1 ἠρεμίαν Μ1Β (Torstrik e coni.): ἠρεμία MoWL ἐπειδὴ AVBL: ἐπεῖδέ M o καὶ συμβεβηκός—(5) ἡλίου] exscr. Simpl. 743,13 sqq. ἔστι δ’ εἰ ἔν τῳ scripsi (cf. Philop. 756,18 τὸ ἔν τινι ὑπάρχον): εἰ τι δὲ ἐν τῷ Themistii libri et aF Simpl.: ἔστι δὲ τὸ ἐν τῷ E Simplicii ἔστι δὲ εἴ τι ἐν τῷ συμβεβηκότι Torstrik) συμβέβηκέ τι M: συμβέβηκε W: συμβεβηκότι BL et Simpl. (ubi εἶναι om.) 4 εἴ τι] ἤτοι M καὶ om. a 6 ἠρεμήσῃ W 8 τῷ— (10) ζῴων] exscr. Simpl. 743,1 sqq. ὁ Θεμίστιος) 10 τῆς τῶν ζῴων ἠρεμίας Simpl. 11 πάντα L1a 13 ὁ om. BL 14 χρόνος αὐτῶν ὃς αὖ et ὦν in ras.) Β 16 aute πόση add. μετρήσει WBL (om. M et Simpl. 744,25): post αὐτῶν coUoc. Aristot. 221 b 18 πόση τις Aristot. 221 b 19: πόση τίς ἐστιν W2BL: πῶς ἐστιν M (η τις super ἐστιν): πῶς ἡ τίς ἐστιν 19 καὶ pr. om. BL 20. 21 τὸ γὰρ πρότερον κτλ.] ex Alexandro: cf. Simpl. 744,5 21 χρόνος (ρό in ras.) M 22 ἐν τῇ μεταβάσει Simpl. 24 οὐ superscr. Β τοῦ χρόνου W et Laur. 85,14 25 μήτε] ’scrib. μήδε’ Spengel 26 ἄλλως] μὴ ἄλλως M 29 καὶ (ante γενητὰ) om. ilB 31 τοῦ τε εἶναι E Aristot. 221 b30 αὐτῶν] sic E Ε Aristot, 221 b 31: om. FGHI)
    157
    δὲ μὴ ὄντων ὅσα μὲν περιέχει ὁ χρόνος, ταῦτα ἐν χρόνῳ· περιέχει δὲ ἢ [*](332) ὁ παρελθὼν ἢ ὁ μέλλων ἢ καὶ ἀμφότερὸι. ἃ μὲν οὖν ὁ παρελθών, ταῦτ’ ἦν οἷον Ὅμηρος, ἃ δὲ ὁ μέλλων, ταῦτα ἔσται οἷον ἔκλειψις, ἃ δὲ ἄμφω, ταῦτα καὶ ἦν καὶ ἔσται οἷον ὁ πόλεμος ὁ Περσικός· ὅσα δὲ μὴ περιέχει, ταῦτα δὲ οὔτε ἦν οὔτε ἔστιν οὔτε ἔσται, ἔτι δὲ τὰ τοιαῦτα τῶν μὴ ὄντων, ὅσων τὰ ἀντικείμενα ἀεί ἐστιν, οἷον τὸ ἀσύμμετρον εἶναι τὴν διάμετρον ἀεί ἐστιν, καὶ οὐκ ἔσται τοῦτο ἐν χρόνῳ, οὐ τοίνυν οὐδὲ τὸ σύμμετρον, διότι ἐναντίον ἐστὶν τῷ ἀεὶ ὄντι· ὧν δὲ τὰ ἁ τικείμενα μὴ ἀεί, ταῦτα δὲ δύναται καὶ εἶναι καὶ μὴ εἶναι καὶ ἔστι γένεσις καὶ φθορὰ αὐτῶν.

    13. Τὸ δὲ νῦν λέγεται διχῶς κυρίως τε καὶ ἐν πλάτει. περὶ δὲ τοῦ κυρίως λεγομένου πρῶτον λεκτέον. ἔσται δὲ τοῦτο καθάπερ καὶ πρότερον εἴρηται, ᾧ καὶ συνέχεται ὁ χρόνος καὶ διαιρεῖται· καὶ γὰρ συνέχει τὸν χρόνον τὸν παρεληλυθότα καὶ τὸν ἐσόμενον (συνάπτουσι γὰρ πρὸς κοινὸν τοῦτον ὅρον ἀμφότεροι), καὶ αὖθις διαιρεῖ καθάπερ καὶ τὸ σημεῖον τὴν γραμ|μήν. διαφέρει δέ, ὅτι τὸ μὲν σημεῖον ὑπομένει, τὸ δὲ νῦν οὔ, ἀλλ’ [*](333) ἀεὶ ἄλλο καὶ ἄλλο, καὶ τὸ μὲν ἐνεργείᾳ διαιρεῖ τὴν γραμμήν, τὸ δὲ δύναμει τὸν χρόνον· οὐδὲ γὰρ ὅλως ἐνεργείᾳ ληφθῆναι δύναται (προλαμβάνει γὰρ ἀεὶ τὸν βουληθέντα αὐτὸ λαβεῖν), ἀλλὰ μόνῃ τῇ ἐπινοίᾳ. καθὸ μὲν τοίνυν διαιροῦν λαμβάνεται καὶ ὡς τοῦ μὲν πέρας, τοῦ δὲ ἀρχή, δύο γίνεται τῷ λόγῳ (οὑ γὰρ ταὐτὸν τὸ πέρατι καὶ τὸ ἀρχῇ εἶναι, εἰ καὶ ἄμφω περὶ ὑποκείμενον), καθὸ δὲ ὡς συνέχον, κατὰ τοῦτο ἓν ἀκριβῶς κατά τε τὸ ὑποκείμενον καὶ τὸν λόγον. καθάπερ ἐπὶ τῶν μαθηματικῶν γραμμῶν ἡ στιγμή· εἰ μὲν διαιροῦσαν αὐτὴν λαμβάνοιμεν, ἄλλη καὶ ἄλλη τῷ λόγῳ καὶ τῇ νοήσει, εἰ δὲ ὡς συνέχουσαν, μίαν καὶ τὴν αὐτήν· οὕτω δὴ καὶ τὸ νῦν τῷ μὲν ὑποκειμένῳ πάντως ἕν, τῷ λόγῳ δὲ ἓν καὶ οὐχ ἕν, ἕν μέν, ὅταν ὡς συνέχον λαμβάνηται, οὐχ ἓν δέ, ὅταν ὡς διαιροῦν, δυνάμει δὲ ταὐτά. καὶ αὕτη πρὸς τὴν στιγμὴν διαφορά, ἄμφω γὰρ περὶ ταύτην καὶ τὸ διαιρεῖν καὶ τὸ συνέχειν, τὸ δ’ εἶναι οὐ ταὐτὸν τῷ τε διαιροῦντι καὶ τῷ συνέχοντι. τὸ μὲν οὖν κυρίως νῦν τοῦτό ἐστιν.

    Λέγεται δὲ καὶ ἄλλως τὸ νῦν. ὁ γὰρ ἐφ’ ἑκάτερα παρακείμενος τῷ τοιούτῳ χρόνος ὅ τε παρελθὼν καὶ ὁ μέλλων καὶ ἐγγὺς ὢν καὶ αὐτὸς λέγεται νῦν κατὰ τὴν γειτνίασιν πρὸς τὸ ἀκριβῶς νῦν. ἥξει γὰρ ὁ δεῖνα [*](5 οὔτε ἔστιν om. L ἔτι] ἔστι Aristot. 222 a 3 9 καὶ ante εἶναι om. Aristot. 222 a 8 ἔστι] ὅτι M 10 κυρίως κτλ.] cf. Simpl. 747,33 sqq. 11 δὲ MW: δὴ BL ante πρότερον add. τὸ L (cf. Simpl. 747,35) 13 παρεληλυθότα] sic G Aristot. 222 a 11: παρελθόντα EFHI 14 ὅρον] cf. Simpl. 748, 17 sqq. et Diels Zur Textgesch. p. 9 16 ἐνεργείᾳ] cf. Alexander apud Simpl. 748,23 18 ἐπιφανεία L (lineola subducta; ἐπινοία a) 19 ante διαιροῦν add. ὡς Torstrik (item v. 23) τοῦ μέν ἀρχή, τοῦ δὲ πέρας W 21 ἀκριβῶς] lac. X litt. L1 (et Laur. 85,18): om. L2a 23 λαμβάνοιμεν libri: λαμβάνοι μὲν a: λαμβάνομεν Spengel ἄλλη καὶ ἄλλη] sic F Aristot. 222 a 17: ἄλλη EGHI; cf. Simpl. 749,5 24 μία καὶ ἡ αὐτή Torstrik 25 τῳ] τὸ L 26 ὡς alt.] εἰς Β 29 οὖν] sic GFI Aristot. 222 a 20: om. Ell; cf Diels Zur Textgesch. p. G 30 ὁ γὰρ—(32) νῦν] exscr. Simpl. 750,1 sqq. 31 καὶ (ante ἐγγὺς) om. W: ἅτε Simpl. post ὢν add. αὐτοῦ νῦν Simpl. 32 νῦν] γέγονε νῦν FGI Aristot. 222 a 23: ἔσται νῦν Η: in Ε desunt verba οὐδὲ ὁ κατακλ. γ. νῦν)

    158
    νῦν, ὅτι τήμερον, καὶ ἦλθε νῦν, ὅτι τήμερον· τὰ δ’ ἐν Ἰλίῳ οὐ γέγονε νῦν, [*](333) οὐδὲ ὁ κατακλυσμὸς νῦν, καίτοι συνεχὴς ὁ χρόνος εἰς ταῦτα, ἀλλ’ ὅτι πόρρω τοῦ παρόντος νῦν.

    Τὸ δὲ ποτὲ χρόνος ὡρισμένος ὑπὸ τοῦ παρόντος νῦν καὶ τοῦ προτέρου [*](334) καὶ τοῦ ὑστέρου, οἷον ποτὲ ἐλήφθη Τροία καὶ ποτὲ ἔσται κατακλυσμός. δεῖ γὰρ πεπεράνθαι καὶ ὡρίσθαι πρὸς τὸ νῦν τὸ πρότερον νῦν καὶ τὸ ὕστερον, ἐφ’ ὧν τὸ ποτὲ λέγεται. σημεῖον δέ· ἐφ’ ὧν γὰρ ὁρίσαι οὐ δυνάμεθα, οὐ λέγομεν εἰδέναι πότε· εἰ δὴ πᾶς ὁ λαμβανόμενος χρόνος τὸ ποτὲ κατηγορούμενον ἔχει, πᾶς ὁ λαμβανόμενος ὥρισται. ἆρ’ οὖν ὑπολείψει ποτὲ ἡ οὔ, ἐπείπερ οὐδὲ ἡ κίνησις; ἄλλος οὖν ἢ ὁ αὐτὸς πολλάκις; ἢ δῆλον ὅτι ὡς ἄν ἡ κίνησις, οὕτως καὶ ὁ χρόνος; εἰ μὲν γὰρ ἡ αὐτὴ καὶ μία γίνεταί ποτε, ἔσται καὶ ὁ χρόνος εἷς καὶ ὁ αὐτός· εἰ δὲ μή, οὐκ ἔσται. δῆλον δὲ ἐκ τοῦ νῦν, ὅτι ἄλλος καὶ ἄλλος· ἐπεὶ γὰρ τὸ νῦν ἅμα ἀρχὴ καὶ τελευτή, δῆλον ὅτι ἄλλου καὶ ἄλλου· οὐ γὰρ δὴ τοὺ αὐτοῦ· ἅμα γὰρ εἴη περὶ ταὐτὸ τὰ ἀντικείμενα. καὶ οὐχ ὑπολείψει δὴ ὁ χρόνος, ἀεὶ γὰρ ἐν ἀρχῇ· ἀεὶ δὲ ἐν ἀρχῇ, ὅτι καὶ ἀεὶ ἐν τῷ νῦν.

    Τὸ δὲ ἤδη ἐγγύς ἐστι τοῦ παρόντος νῦν ἀτόμου, μέρος τοῦ μέλλοντος χρόνου. πότε βαδίζει; ἤδη, ὅτι ἐγγὺς ὁ χρόνος ἐν ᾧ μέλλει. καὶ τοῦ παρελθόν- τος χρόνου αὖ τὸ μὴ πόρρω τοῦ νῦν. πότε βεβάδικας; ἤδη, ὅτι τήμερον ἢ χθές. τὸ δὲ Ἴλιον φάναι ἤδη ἑαλωκέναι οὐ λέγομεν, ὅτι λίαν πόρρω τοῦ νῦν.

    Καὶ τὸ ἄρτι τὸ ἐγγὺς τοῦ παρόντος νῦν μόριον τοῦ παρελθόντος· πότε ἦλθες; ἄρτι, καὶ ἐὰν ἦ ὁ χρόνος ἐγγὺς τοῦ ἐνεστῶτος νῦν. πάλαι δὲ τὸ πόρρω. τὸ δὲ ἐξαίφνης λέγεται μὲν καὶ ἐπὶ τῶν ἀπροσδοκή|τως γιγνομένων, [*](335) λέγεται δὲ μάλιστα ἐπὶ τῶν ἐν ὀλίγῳ χρόνῳ καὶ διὰ σμικρότητα σχεδὸν ἀναισθήτως ἐξισταμένων.

    ἐπειδὴ δὲ ἐν τῷ χρόνῳ πάντα καὶ τὰ γινόμενα γίνεται καὶ τὰ φθειρόμενα φθείρεται, εἰκότως οἱ μὲν σοφώτατον, οἱ δὲ ἀμαθέστατον λέγουσιν εἶναι τὸν χρόνον· Σιμωνίδης μὲν γὰρ σοφώτατον, ὅτι γίνονται ἐπιστήμονες [*](2 ὁ] sic Ε Aristot. 222a24: om. FGI: ἐστι Η 4 πότε plerumque libri 9 κατηγορούμενον cf. Simp]. 750,21 8 δὲ La 10 ἐπείπερ scripsi: ὡς εἴπερ MBL (ὡς del. Spengel): ὥσπερ W οὐδὲ ἡ] ἀεί ἐστι Aristot. 222 a 30 11 καὶ ὁ] καὶ E Aristot. 222a32: om. FGHI 12 δῆλον κτλ.] cf. Simpl. 751,6sqq. 13 ἐπεὶ γὰρ] καὶ γὰρ W: ἐπειδὴ F Aristot. 222 a 33: ἐπεὶ δὲ FGHI 14 αὐτοῦ] quae postea apud Aristot. leguntur (222 b 1) ἀλλὰ—(5) τὸ νῦν, praetermisit Themistius γὰρ ἄν εἴη MWB, Spengel e coni.: γὰρ εἴη L τὰ ἀντικείμενα] τἀναντία ἄν E Aristot. 222 b 6; cf. Diels Zur Textgesch. p. 21 15 ὅτι MWB: ὃ L 17 βαδίζεις EFI Aristot. 222 b 8: βαδίσεις GH 17. 18 παρελθόντος] sic FGHI Aristot. 222 b 9: παρεληλυθότος E 18 αὖ scripsi: οὐ libri: del, Spengel 19 λίαν πόρρω EH Aristot. 222 b 12: πόρρω λίαν FGI 20 τοῦ παρόντος τὸ ἐγγὺς Β1 21 καὶ (i. qu. τουτέστι) M: om. WBL ὁ χρόνος ὁ ἐγγὺς E Aristot. 222 b 14 22. 23 γινομένων M γιν in rasura maioris spatii; 23 διὰ μικρότητα ἐκστάν FI Aristot. 222 b 15; διὰ μικρότητα GH: om. E cf. Diels Zur Textgesch. p. 21; quae sequuntur Aristotelis verba (222b 16) μεταβολὴ—ἐκστατικὸν apud Themistium infra (159,2) ieguntur 24 ἀναισθήτως] ἐν ἀναισθήτῳ χρόνῳ EFGI Aristot. ib.: ἐν ABBREV ἀνεπαισθήτῳ χρ. H 27 σοφώτατον WL2a: σαφέστατον M: σοφώτατ’ Β: σωφώτατον L1; cf. omnino Simpl. 759,8 sqq. et 741,1 sqq. (Simon, fr. 19 p. 1123 Bergk))

    159
    ὑπὸ χρόνου, Πάρων δὲ ἀμαθέστατον, ὅτι καὶ ἐπιλανθάνονται ὑπὸ χρόνου, [*](335) πολὺ λέγων οὗτος ὀρθότερον· μεταβολὴ γὰρ πᾶσα φύσει ἐκστατικόν. δῆλον οὖν, ὅτι φθορᾶς μᾶλλον αἴτιος καθ’ αὑτόν ἐστιν ἢ γενέσεως, καθάπερ ἐλέχθη καὶ πρότερον· καὶ γὰρ ἡ κίνησις καὶ ἡ μεταβολὴ καθ’ αὑτὴν μὲν ἐξίστησι τοῦ προϋπάρχοντος· ἐπειδὴ δ’ ἐνίοτε συμβαίνει τισὶν ἐξισταμένοις τῆς προτέρας αὑτῶν οὐσίας μεταβάλλειν εἰς ἑτέραν, τούτοις ἄν καὶ γενέσεως αἰτία γίνοιτο κατὰ συμβεβηκὸς ἥ τε κίνησις καὶ ὁ ταύτης ἀριθμός, λέγω δέ, ὅτι τοῖς μὲν γινομένοις οὐ μόνον ὁ χρόνος ἀρκεῖ πρὸς τὴν γένεσιν, ἀλλὰ προσδεῖταί τινος ἐνεργείας, ὑφ’ ἧς γίνεται, οἷον τέχνης ἢ φύσεως ἢ διδασκαλίας ἢ πράξεως, τοῖς δὲ φθειρομένοις αὐτὸς ἀρκεῖ μόνος πρὸς τὴν φθοράν, κἄν ἔξωθεν αἰτία μηδεμία προσῇ, ὡς τοῖς ἐν χρόνῳ σηπομέ- νοις. καὶ ταύτην μάλιστα λέγειν εἰώθαμεν ὑπὸ τοῦ χρόνου γίνεσθαι τὴν φθοράν. οὐ μὴν οὐδὲ ταύτην ὁ χρόνος ποιεῖ, ἀλλὰ συμβαίνει καὶ τὴν τοιαύτην ἐν χρόνῳ γίγνεσθαι τὴν μεταβολήν· ἡ δὲ ἑκάστου φύσις καὶ ἡ ὑποκειμένη ὕλη καὶ τούτοις τῆς φθοράς αἰτία· μέτρα γὰρ ἑκάστου τῶν γενέσει ὑπὸ τῆς φύσεως ἐστιν | ὡρισμένα καὶ αὐξήσεως καὶ ἀκμῆς καὶ [*](336) παρακμῆς. ὅτι μὲν οὖν ἔστιν ὁ χρόνος καὶ τί καὶ ποσαχῶς λέγεται τὸ νῦν καὶ τὸ ποτὲ καὶ τὸ ἄρτι καὶ τὸ ἤδη καὶ τὸ πάλαι καὶ τὸ ἐξαίφνης, εἴρηται·

    14. τούτων δὲ ἡμῖν οὕτω διωρισμένων φανερόν, ὅτι πᾶσα μεταβολὴ καὶ πᾶν τὸ κινούμενον ἀνάγκη κινεῖσθαι ἐν χρόνῳ· τὸ γὰρ θᾶττον καὶ τὸ βραδύτερον κατὰ πᾶσάν ἐστι μεταβολήν, τὸ δὲ θᾶττον οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ πρότερον μεταβάλλον εἰς τὸ ὑποκείμενον· λέγω δὲ ὑποκείμενον, εἰς ὃ ἡ κίνησις γίνεται, οἷον τόπον ἢ σχῆμα ἢ πάθος. ἵνα γὰρ σαφέστερον εἴπωμεν, ἐπὶ τῆς κατὰ τόπον φορᾶς, ὅταν τὸ ἴσον διάστημα δύο τινὰ κινῆται κίνησιν ὁμαλήν, θᾶττον λέγεται κινεῖσθαι τοῦτο, ὃ πρότερον διέξεισι τὸ διάστημα. δεῖ δὲ καὶ τὸ διάστημα ταὐτὸν ὑποκεῖσθαι τοῖς κινουμένοις [*](1 παρῶν a 2 οὕτω Ε Simplicii 4 ἐλέγχθη W καὶ—(12) τηκομένοις] exscr. Simpl. 754,1 9 sqq. 5 ἐνίοτε om. W et Simpl. τισὶν Simpl.: τισὶ W2: τί ἄν LW1BL τινὰ Laur. 85,18): τοῖς Spengel ἐξισταμένης M 7 αἴτια L γένοιτο BL 8 ὁ χρόνος superscr. W: post ἀρκεῖ colloc. E Simplicii 9 ὑφ’ ἡ B οἷον—φύσεως om. B 10 μόνος] μόνον ὁ χρόνος Simpl. 12 εἴωθα Ε Aristot. 222 b 25 14 οὐ μὴν om. E Aristot. ib. 13. 14 καὶ τὴν τοιαύτην] καὶ ταύτην W: post γίγνεσθαι colloc. BL 14 τὴν om. BL ἡ δὲ— (17) παρακμῆς] exscr. Simpl. 754,34 sqq. 15, 16 τῶν ἐν γενέσει W et Simpl. 16 ἐστιν] εἰσιν W 17 ἔστιν ὁ MWB: ἔστι L καὶ τίς Ε Aristot. 222 b 27: om. H λέγεται] sic H Aristot. 222 b 28: λέγομεν FGI: τί τε E 18 τὸ ante ποτὲ om. BL τὸ aute ἄρτι om. E Aristot. ib. καὶ τί τὸ ἤδη GHI Aristot. 222 b 29 τὸ ante πάλαι om. EG Aristot. ib. τὸ ἐφεξῆς L 20 διωρισμένων] sic H Aristot. 222 b 30, E Simplicii 756,1; M Philoponi 768,21; διηριθμημένων EFG et aF Simpl.: διῃρημένων I Arist.; cf. Diels Zur Textgesch. p. 18 πᾶσα μεταβολὴ] sic Ε Aristot. 222 b 30. 31 et M Philoponi: ἅπασα ἡ μετ’. H: ἅπασαν μεταβολὴν FGI 21 ἀνάγκη κινεῖσθαι] sic FGIII Aristot. ib. et Philop.): om. Ε 22 quae post μεταβολήν βολήν apud Aristot. (222b 32. 33) leguntur ἐν πᾶσι γὰρ οὕτω φαίνεται praetermisit Themistius 23 εἰς] ὡς M 25 φθορᾶς L κινεῖται L 27 ταὐτὸν MWB, Torstrik e coni.: τοῦτο L (cf. Simpl. 756,18))

    160
    οἷον εὐθεῖαν ἢ περιφερῆ γραμμὴν ἀμφοτέροις καὶ ὁμαλὴν τὴν κίνησιν [*](336) ἄμφω κινεῖσθαι. οὕτως γὰρ ἄν τὸ θᾶττον γνωρίζοιτο τῷ πρότερον ἐφικέσθαι τοῦ πέρατος, ἐπεὶ παρὰ τὴν θατέρου τούτων διαφορὰν συμβαίη ποτ’ ἄν καὶ τὸ βραδύτερον κινούμενον πρότερον μεταβάλλειν καὶ τὸ θᾶττον ὕστερον. ἀλλὰ τούτων μὲν ἔξωθεν ἠκριβολογείσθω. ὅτι δ’ οὖν ἡ πᾶσα κίνησις τὸ θάττον ἔχει καὶ τὸ βραδύτερον, ὃ τὸ πρότερόν ἐστιν καὶ τὸ ὕστερον, ἐν χρόνῳ ἐστίν· πρότερον γὰρ καὶ ὕστερον λέγεται κατὰ τὴν πρὸς τὸ νῦν ἀπόστασιν· τὸ γὰρ νῦν ὅρος τοὐ παρελθόντος καὶ τοῦ μέλλοντος· ὥστε, ἐπεὶ τὸ νῦν ἐν χρόνῳ, <καὶ τὸ πρότερον καὶ ὕστερον ἐν ἔστα· ἐν ᾧ γὰρ τὸ νῦν, καὶ ἡ τοῦ νῦν | ἀπόστασις. δῆλον ὡς, ὅπερ [*](337) λέγομεν, ἀληθές· εἰ γὰρ πᾶσα κίνησις τὸ πρότερον καὶ τὸ ὕστερον ἔχει, ταῦτα δὲ ἐν χρόνῳ, καὶ πᾶσα κίνησις ἐν χρόνῳ.

    Διὰ τί δὲ ὁ χρόνος ἐν παντὶ δοκεῖ εἶναι καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ καὶ ἐν οὐρανῷ; ὅτι κινήσεως τι πάθος ἢ ἕξις ἐστίν· τὸ γὰρ ἀριθμούμενον αὐτῆς ὁ χρόνος, τὰ δὲ προειρημένα πάντα κινητά· ἐν τόπῳ γὰρ ἅπαντα ἢ καθ’ ὅλα ἢ κατὰ μόρια καὶ συνέζευκται ἀλλήλοις ἥ τε κίνησις καὶ ὁ χρόνος, ὥστε ἐν οἷς ἐκείνη, καὶ οὗτος. τὸ δὲ ὅπερ λέγω δυνάμει καὶ ἐνεργείᾳ. ὅσα μὲν γὰρ δυνάμει κινητά, δυνάμει καὶ ἐν χρόνῳ ἐστίν, ὡς τὰ ἠρεμοῦντα· ὅσα δὲ ἐνεργείᾳ, ἐνεργείᾳ ἐν τῷ χρόνῳ. ἀλλ’ εἰ τὸ ἀριθμούμενον τῆς κινήσεως χρόνος ἐστίν, ἆρα, εἰ τὸ ἀριθμοῦν μὴ εἴη, δυνατὸν εἶναι τὸ ἀριθμούμενον; εἰ δὲ μηδὲν ἄλλο πέφυκεν ἀριθμεῖν ἢ ψυχὴ καὶ ψυχῆς ὁ νοῦς, ἆρα μὴ οὔσης ψυχῆς δυνατὸν εἶναι τὸν χρόνον; εἰ τοίνυν διχ’ ὡς λέγεται ὁ ἀριθμός, τό τε ἀριθμητὸν καὶ τὸ ἀριθμούμενον, τὸ μέν, τὸ ἀριθμητόν, δηλαδὴ δυνάμει, τὸ δὲ ἐνεργείᾳ, ταῦτα δὲ οὐκ ἂν ὑποσταίη μὴ ὄντος τοῦ ἀριθμήσοντος μήτε δυνάμει μήτε ἐνεργείᾳ, φανερὸν ὡς οὐκ ἄν ὁ χρόνος εἴη μὴ οὔσης ψυχῆς. καίτοι φησί γε ὁ Βοηθὸς ‘οὐδὲν κωλύει τὸν ἀριθμὸν εἶναι καὶ δίχα τοῦ ἀριθμοῦντος’, ὥσπερ οἶμαι τὸ αἰσθητὸν καὶ δίχα τοῦ αἰσθανομένου. σφάλλεται δέ· ἅμα γὰρ τὰ πρός τι καὶ τὰ δυνάμει πρὸς τὰ δυνάμει, ὥστε εἰ μὴ καὶ ἀριθμητικόν, οὐδὲ τὸ ἀριθμητόν, ἀλλ’ ᾧ συμβέβηκεν ἀριθμητῷ εἶναι, τοῦτο εἶναι ἐνδέχεται καὶ χωρὶς τοῦ [*](1 ὁμαλῆ Simpl. 3 παρὰ MW: περὶ BL θατέρου W: θάτερον M: θατέραν L: in Β compend. script. 5 τούτων] ταῦτα W ἡκριβωλογείσθω M 6 τό γε πρότερον Aristot. 223 a 4 praeter F 8 τὸ γὰρ νῦν—(12) ἐν χρόνῳ] exscr. Simpl. 756,27 sqq. (quod fugit Torstrikium) παρελθόντος] παρήκοντος Aristot. 223 a 6 9 καὶ τὸ πρότερον—χρόνῳ addidi e Simpl. 12 χρόνῳ] quae apud Aristot. leguntur (223 a 8) ἐναντίως—(17) ψυχήν praetermisit Themistius 14 ὅτι] sic Ε Aristot. 223a 18: ἢ ὅτι FGH: διότι T ἡ] ἡ BL, ut KM Philoponi 774,1 16 ὅλα] ὅλου B et Laur. 85,14 (Spengel e coni.): ὅλον Simpl. 757,17 17 χρόνος] τόπος 1 Aristot. 223 a 20: cf. Diels Zur Textgesch. p. 22 ὅπερ BL: ὅπως MW 20 ἄρα M 21 ἡ ψυχὴ ἀριθμεῖν FGl Aristot. 223a 25 26 ὁ Βοηθὸς] exscr. Simpl. 759,18 sqq. 18 sqq. μηδὲν κωλύειν Simpl. κωλύειν e coni. Spengel) 27 τὸν ἀριθμὸν] τὸ ἀριθμητὸν Simpl. (quod in Themistio restituendum esse censet Diels) 29 ἀριθμητικόν] malim ἀριθμῆσον sec. Simpl. 760,8 30 ἀλλ’ ᾦ συμβέβηκεν κτλ] ex Alexandre; cf. Simpl. 759,29)

    161
    ἀριθμοῦντος, οὐ μὴν ἀριθμη|τόν, οὐδὲ ὡς ἀριθμητόν, ὥστε κίνησιν [*](338) μὲν ἐνδέχεται εἶναι καὶ χωρὶς τοῦ ἀριθμεῖσθαι, τὸ δὲ πρότερον αὐτῆς καὶ τὸ ὕστερον διαλαμβάνεσθαί τε καὶ διακρίνεσθαι, ὧν ἡ διάληψις καὶ διάκρισις καὶ ἀριθμὸς τὸν χρόνον ποιεῖ, πῶς δυνατὸν μὴ οὔσης ψυχῆς; μᾶλλον δὲ οὐδὲ κίνησιν εἶναι δυνατὸν ἄνευ ψυχῆς· ἀρχὴ μὲν γὰρ πάσης κινήσεως ἡ κυκλοφορία· ὑπὸ γὰρ ταύτης ἀλλοιοῦται τὰ πάθη τὰ σωματικὰ καὶ αὔξει καὶ φθίνει, αὕτη δὲ ὑπὸ νοῦ καὶ κατ’ ὄρεξιν. καὶ τῶν ζῴ ὢν δὲ ἡ κίνησις ψυχῆς ἔργον ἐστίν, πάσης δὲ κινήσεως ἀριθμὸς ὁ χρόνος· πᾶσα γὰρ κίνησις ἔχει καὶ τὸ πρότερον καὶ τὸ ὕστερον, εἴγε συνεχὴς καὶ μία οὐ μόνον ἡ κατὰ τόπον φορά, ἀλλὰ καὶ αὔξησις καὶ φθίσις καὶ γένεσις καὶ ἀλλοίωσις. πῶς οὖν οὐχ ἅμα πλείους οἱ χρόνοι, ὅταν ἅμα πλείους κινήσεις; εἴγε πάσης κινήσεως ἀριθμὸς ὁ χρόνος ἢ τὸ νῦν ταὐτὸν ἐν πάσαις καὶ ἓν κατ’ ἀριθμόν, κἄν ἡ μὲν φορά, ἡ δὲ ἀλλοίωσις ᾖ. τὸ δὲ νῦν ἐστιν ἐν πάσαις τὸ ἀριθμούμενον καὶ τὸ πρότερόν τε καὶ ὕστερον λαμβανόμενον, ὥστε εἰ τοῦτο ταὐτὸν ἐν πάσαις, εἰκότως ὁ αὐτὸς ἐν πάσαις ὁ χρόνος. εἰ μὲν γὰρ ἄλλως συμβεβηκὸς ἦν ταῖς κινήσεσιν ὁ χρόνος, εὐλόγως ἂν ἐκείναις συνδιῃρεῖτο· ὥσπερ γὰρ τὸ λευκὸν ἢ μέλαν τοῖς σώμασιν· ἐπειδὴ δὲ καὶ τὸ ἀριθμούμενον αὐτῶν ἐστιν καὶ τὸ ποσόν, οὐδὲν κωλύει τοῦτο ταὐτὸν εἶναι καὶ ἓν ἐν τοῖς πλείοσιν. ὥσπερ δὲ καὶ ἐπὶ τοῦ μοναδικοῦ ἀριθμοῦ ταὐτόν ἐστιν οἶμαι τὸ ἀριθμούμενον, κἀν πλείω τὰ ἀριθμητὰ καὶ διαφέροντα ἀλλήλων ὑπάρχωσιν (οἱ μὲν γὰρ κύνες, οἱ δὲ ἵπποι, ἑκάτεροι δὲ ἑπτά, ταὐτὸν τὸ ἀριθμούμενον), | οὕτως δὲ καὶ τῶν κινήσεων τῶν ἅμ ὁ αὑτὸς χρόνος, ἀλλ’ οὐχ ἡ αὐτὴ ταχυτής, οὐδὲ ὁ αὐτὸς τόπος· οὐ γὰρ δὴ κατὰ ταὐτὰ ἀριθμούμενοι τὸν χρόνον ποιοῦσι, λέγω δὲ τάχος ἢ βραδυτῆτα ἢ διαφοράν τινα ἑτέραν, οἷον εἰ ἡ μὲν ἀλλοίωσις, ἡ δὲ φορά, ἡ δὲ αὔξησις εἴη, ἀλλὰ κατὰ μόνον τὸ πρότερον καὶ ὕστερον, ὅπερ ταὐτὸν ἐν πάσαις ταῖς ἅμα. ἃ μὲν οὖν Ἀριστοτέλης φησί, ταῦτά ἐστιν· ἃ δ’ ἄν τις ἀπορήσειε πρὸς τὰ εἰρημένα, εἰς κοινὸν προκείσθω σκοπεῖν.

    Εἰ τὸ πρότερόν <τε καὶ ὕστερον> πρῶτόν ἐστιν ἐν τῷ μεγέθει διαστήματι, ἐφ’ οὗ ἡ κίνησις, εἶθ’ οὕτως ἐν τῷ χρόνῳ, πῶς ἐπὶ τῆς αὐξήσεως καὶ τῆς ἀλλοιώσεως τὸ πρότερόν τε καὶ ὕστερον; οὐ γὰρ ἐν [*](1 οὐδὲ om. Simpl. κίνησιν MB et Aristot. 223 a 27: κίνησις WL 3 ἡ WL2a: εἰ MBL1 διάλειψις Β 12 τὸ νῦν—(27) ἄμα] exscr. Simpl. 764,13 sqq. 12 ἐν] μὲν ἐν W 13 κἄν MWB, Simpl.: ἐὰν L 14 τε om. Simpl. καὶ τὸ ὕστερον Laur. 85,18 (scd τὸ rursus del.) 15. 16 ὁ ante χρόνος om. MW 17 ὥσπερ—σώμασιν om. Simpl., apud quem jtost χρόνος (v. 16) haec inserta leguntur ὥσπερ τὸ λευκὸν καὶ τὸ θερμόν γὰρ om. W, Simpl. 18 καὶ (pr.)] εἰς L: om. Simpl. τὸ unte ποσόν om. M 19 ‘ἓν fort, ’ Spengel: om. Simpl. 20 ante κἀν add. οἷον τὸ τοσόνδε Simpl. 21 ὑπάρχῃ Simpl., qui om. οἱ μὲν—(22) ἀριθμούμενον 22 δὲ] οὖν Simpl. 24 ταὐτὰ WB: ταῦτα ML ταὐτὰ] (25) οἷον] aliquantum immutata apud Simpl. 25 φορά MW et Simpl., Spengcl e coni.: φθορά BL e Simpl. 762,3 26 καὶ] τε καὶ Laur. 85,14 (et fort. Β) ἅπερ ταὐτὰ Simpl. 29 Ei τὸ—(162,11) ὑστέρου] exscr. Simpl. 762,11 ὁ Θεμίστιος) τε καὶ ὕστερον e Simpl. add. Spengel 30 ἐν τῇ κινήσει καὶ τῷ χρόνῳ Simpl. 31 καὶ τῆς] τε καὶ Simpl. τε om. Simpl.)

    162
    διαστήματί γε αὗται, οὐδὲ ποθέν ποι [ἄλλο], ἀλλὰ ὁλόκληρον τὸ σῶμα [*](339) θερμαίνεται κατ’ ὀλίγον καὶ ὁλόκληρον αὐξάνεται. πόθεν οὖν ἐπὶ τούτων ἕξει τὸ πρότερόν τε καὶ ὕστερον ὁ χρόνος, ὥσπερ ἐπὶ τῆς φορᾶς ἐκ τοῦ διαστήματος καὶ τῆς θέσεως; πῶς δὲ μὴ ἔχων παρ’ αὐτῶν τὸ πρότερόν τε καὶ ὕστερον τὸν ἀριθμὸν αὐτῶν ἕξει; ἀλλ’ ἴσως ἐπὶ μὲν τῆς αὐξήσεως ἐξείποι τις ἂν εἶναι τὸ ποθέν ποι· ἀπὸ γὰρ τοῦ ἐλάττονος εἰς τὸν μείζονα τόπον ἡ μεταβολή· ἐπ’ ἀλλοιώσεως δὲ καὶ γενέσεως καὶ φθορᾶς τί ἐροῦμεν; ἄντι|κρυς γὰρ ἐπὶ τούτων ἐξ αὑτοῦ τὸ πρότερόν τε καὶ ὕστερον [*](340) ὁ χρόνος οἴσει. ἢ τοίνυν μόνην μετρεῖ προηγουμένως τὴν κατὰ τόπον κίνησιν, ἢ εἰ καὶ τὰς ἄλλας προηγουμένως, οὐδὲν προσδεῖται τοῦ τῇ θέσει προτέρου τε καὶ ὑστέρου. ἔπειτα εἰ κοινὸς πάσης κινήσεως ἀριθμός, ὁ χρόνος φαίνεται οὐ παρὰ τῆς κινήσεως τὸ εἶναι ἔχων· εἰ γὰρ μὴ παρὰ τῆσδε ἢ τῆσδε, οὐδὲ παρὰ κινήσεως ὅλως· ἄτοπον γὰρ τὸ λέγειν, ὅτι τὸ πρότερόν τε καὶ ὕστερον ταὐτὸν ἐν πάσαις κινήσεσιν· αὐτὸ γὰρ τοῦτο ζηιητέον ἐστί, πῶς ταὐτὸ τὸ νῦν, πότερον γένει ἢ εἴδει ἢ ἀριθμῷ. εἰ μὲν γὰρ γένει ἢ εἴδει, πλείω δήπου κατ’ ἀριθμόν· εἰ δὲ ἓν ἀριθμῷ, πῶς τῶν κατ’ ἀριθμὸν διαφερόντων ἓν κατ’ ἀριθμὸν πάθος; οὕτως δὲ καὶ αὐτὸς ὀνομάζει τὸν χρόνον τῆς κινήσεως· ἀμήχανον γάρ ταὐτὸν καὶ ἓν κατ’ ἀριθμὸν ὑπάρχειν πλείοσιν. οὕτως γὰρ ἂν ἓν ἅμα καὶ οὐχ ἓν γενήσεται· ὡς, εἰ πλείω τὰ νῦν ἐπὶ τῶν πλειόνων κινήσεων, ἐπὶ τῶν ἅμα τὰ ἅμα, πρᾶγμα οὐδ’ εἰς ἐπίνοιαν ἐλθεῖν δυνάμενον· εἰ δὲ μή, ταὐτὸν οὐδέν ἐστι τῆς κινήσεως ὁ χρόνος· οὐδὲ γὰρ ἐκεῖνο ἔχοι ἄν τινα λόγον, ὅτι ὥσπερ τὸ ἀριθμούμενον ταὐτὸν ἐν τοῖς δέκα ἵπποις καὶ τοῖς δέκα προβάτοις, οὕτως καὶ ἐν ταῖς κινήσεσιν· οὐδὲ γὰρ ταὐτὸν τὸ ἀριθμούμενον εἰ μὴ τῷ λόγῳ | μόνον, ὅτι ὅπερ] ἄμφω δέκα, ὅπερ ἡμετέρα ἐπίνοια καὶ θεωρία τοῦ ἐν [*](341) [*](1 γε om. M (superscr. in Laur. 85,18) ἄλλο om. Simpl., seclusit Spengel 2 αὔξεται καὶ πήγνυται Simpl. 3 ἐπὶ] ἐκ aF Simplicii 4 καὶ] τε καὶ Simpl. παρ’ αὐτῶν om. Simpl. 5 τε om. aP Simplicii καὶ τὸ ὕστερον W τὸν ἀριθμὸν αὐτῶν] τὸν κατ’ αὑτὰ ἀριθμὸν aF Simplicii ὁ κρόνος τὸν κατὰ ταῦτα ἀριθμὸν E) ἀλλ’ ἴσως] ἢ Simpl. 6 ἐξείποι] εἴποι Simpl. 8 ἄντικρυς—αὑτοῦ] πόθεν γὰρ ἔτι Simpl. 9 ὁ χρόνος οἴσει] ἕξει ἡ κίνησις ἢ ὁ χρόνος Simpl. τοίνυν] οὖν Simpl. προηγουμένως μετρεῖ post κίνησιν Simpl. (qui add. ὁ χρόνος) 1 1 πρότερόν τε καὶ ὕστερον L et Laur. 85,18: προτέρου καὶ ὑστέρου, ἴνα καὶ αὐτὸς σχῇ τὸ πρότερόν τε καὶ ὕστερον Simpl. indeque Spengel εἰ—(163,7) ἐστίν] exscr. Simpl. ὁ Θεμίστιος) 765,32 sqq. κοινῶς Simpl. ἀριθμός ἐστιν Simpl. 12 περὶ bis L1 ἔχον Simpl. 13 παρὰ (ante κινήσεως) ML2a: περὶ BL1: om. W ὅλως om. W τὸ (post ὅτι) om. Fi Simplicii 14 τε om. aF Simplicii 15 ταὐτὸ M: ταὐτὸν WBL, Simpl. 16 πλείω] ἢ πλείω F Simplicii (in E nonnulla hie omissa) 17 πάθος] πάθος ἢ ἕξις e Simpl. Loa, qui in iis quae sequuntur saepius verba Themistii ad Simplicii exemplar iuterpolata exhibeat καὶ om. Simjil. 19 πλείοσιν] οὕτω πλείοσιν Simpl. ἂν ἓν M: ἓν WBLaa, Simpl.: ἄν Li ὡς] ὥστε Simpl. 20 τὰ alt. (num ταῦτα?)] οὐσῶν L2a, Simpl. 21 πρᾶγμα] πλείω ἔσται νῦν, ὅπερ Simpl. et (servato πρᾶγμα) L2a δυνατόν Simpl. μή, ταὐτὸν (i. qu. ὡσαύτως) οὐδέν ἐστι] μὴ πλείω, ἀλλ’ ἓν καὶ ταὐτόν, ἐξῃρημένον ἔσται καὶ οὐδὲν Lja, Simjd. 22 ἔχοι ἄν xtvaAVBL: ἔχει ἄν τινα M: ἔχει τινὰ Simpl. 24 γὰρ] γὰρ ἐκεῖ L2a, Simpl. 25 ὅπερ (post ὅτι) del. L2a, om. Simpl. ἡ ἡμετέρα aF Simplicii)
    163
    τοῖς διαφέρουσιν ὁμοίως· ὑπόστασις δὲ οὐδεμία καθ’ ἑαυτήν. τοῦτο δὲ ἐπὶ [*](341) τοῦ χρόνου πῶς εὔλογον ἔννοιαν εἶναι τῆς ἡμετέρας ψυχῆς τὸν χρόνον, φύσιν δὲ οἰκείαν μὴ ἔχειν, ὥσπερ ἔοικεν ἐνδώσειν Ἀριστοτέλης, ὅταν συγχωρῇ μὴ οὔσης ψυχῆς μηδὲ τὸν χρόνον ὑπάρχειν, ἐπεὶ καὶ τὸ μέτρον καὶ τὸ ἀριθμὸν λέγειν τὸν χρόνον τοιαύτην ἐστὶν ἐπίνοιαν ἐνδιδόντος. ὥσπερ γάρ φησι Βοηθός, οὐδὲν μέτρον ὑπὸ τῆς φύσεως γίνεται, ἀλλ’ ἡμέτερον ἤδη καὶ τὸ μετρεῖν καὶ τὸ ἀριθμεῖν ἔργον ἐστίν. ταῦτα μὲν οὖν ἐξετάζειν πολλάκις τε χρῆν καὶ ἀβασανίστως μὴ παραδέχεσθαι, ἀλλ’ ἐπειδὴ μετρεῖται ἕκαστον τῶν μετρητῶν ἑνὶ συγγενεῖ, μονάδες μονάδι, γραμμαὶ γραμμῇ, μετρητόν τε καὶ ὁ χρόνος, δῆλον ὡς καὶ ὁ χρόνος ἂν ὑπό τινος ὡρισμένου χρόνου μετροῖτο. τίς οὖν οὗτος, ἐπισκεπτέον. φανερὸν τοίνυν, ὅτι καὶ οὗτος κινήσεως τινος ἔσται μέτρον. πᾶς γὰρ χρόνος μέτρον κινήσεως· εἰ δὴ λάβοιμέν τινα κίνησιν, ἣ τῶν ἄλλων κινήσεων ἔσται μέτρον, δῆλον ὅτι καὶ ὁ ταύτης χρόνος τοῦ χρόνου μέτρον φανήσεται. τίς οὖν αὕτη ἡ κίνησις; ἀλλοίωσις μὲν οὖν ἢ αὔξησις ἢ γένεσις οὐ πάντη εἰσὶν ὁμαλεῖς, φορὰ δέ ἐστι καὶ φοράς ἡ τοῦ παντὸς κυκλοφορία, ἅμα δὲ καὶ γνωριμώτατος ὁ ταύτης ἀριθμός. αὕτη ἄρα μέτρον ἐστὶν τῶν κινήσεων, μέτρον δὲ γίνεται ἀριθμηθεῖσα ὑπό τινος χρόνου καὶ γενομένη τοσήδε· ὁ γὰρ ἐνιαυτὸς καὶ ὁ μὴν καὶ ἡ ἡμέρα χρόνου τε ὀνόματα καὶ ὅροι τοσῆσδε κινήσεως, | οἷον ἡ ὥρα χρόνος † χρόνος μέν [*](342) ἐστιν, ὁρίζεται δὲ τοσήνδε κίνησιν τῆς περιφορᾶς τοῦ παντὸς καὶ τοῦ ἡλίου, ὁρίσασα δὲ μέτρον αὐτὴν πασῶν εἶναι ἐποίησε τῶν κινήσεων· καὶ οὐ μόνον τῶν κινήσεων, ἀλλὰ καὶ τοῦ χρόνου τοῦ πλείονος. αὐτὸς γὰρ μετρεῖ τὸν χρόνον· μέτρον γὰρ ἡ μὲν ὥρα τῆς ἡμέρας, ἡ δὲ ἡμέρα τοῦ μηνός, ὁ δὲ μὴν τοῦ ἐνιαυτοῦ, αὐτὸν δὲ ἀντιμετρεῖ πάλιν ἡ τοσήδε περιφορά. τοῦτο δὲ καὶ ἐκ τῆς ἐναργείας δῆλόν ἐστιν. χρόνου μὲν γὰρ μέτρα ἐνιαυτοὶ μῆνες ἡμέραι ὧραι, ταῦτα δὲ τοσαίδε κινήσεις τῆς τοῦ ἡλίου περιφοράς. οὐκ ἀλόγως οὖν ἔδοξέ τισι χρόνον εἶναι τὴν κίνησιν τῆς περιφορᾶς τοὐ οὐρανοῦ, ὅτι ταύτῃ μετροῦνται αἱ ἄλλαι κινήσεις καὶ τῷ αὐτῆς χρόνῳ. πόσον χρόνον τὸ Ἴλιον ἑάλω; δέκα ἔτεσι, τοῦτο δέ ἐστι τοσαίδε περιφοραὶ [*](1 καθ’ αὐτήν a 2 εἶναι] μόνον εἷναι Simpl. 3 in ἔχειν desinit Β ὥσπερ MW Simpl.: ὅπερ S: ᾧπερ L δώσειν Simpl. ὁ ἀριστοτέλης E Simplicii 5 ἐπίνοιαν] ἔννοιαν Laur. 85,14: ὑπόνοιαν Simpl. 6 γάρ—Βοηθός] καὶ Βοηθός φησιν, ὅτι Simpl. οὐδὲν MWS, Simpl.: οὐδὲ L ὑπὸ MW, Simpl.: ἐπὶ SL 7 ἤδη—ἐστίν] ἔργον ἐστὶν τὸ μετρεῖν καὶ ἀριθμεῖν Simpl. 8 χρὴ W 10 μετρητὸν δὲ W 12 πᾶς γὰρ χρόνος μέτρον κινήσεως MW (cf. Simpl. 768,2 sqq.): πῶς γὰρ χρόνος κινήσεως SL 16 γνωριμώτατα a 17 γίνεται] sic E Simplicii 768,12: γίνεται κινήσεως aF 19 χρόνος alterum cm. W, del. Spengel: χρόνοις χρόνος Li: χρόνου μέν ἐστι μέρος Simpl.; et simile quid Themistium quoque scripsisse suspicor 20 ὁρίζει Simpl. 21 ὁρίσασα Simpl.: ὁρίσας libri αὐτὴν om. S, Simpl.: αὐτὴν Diels πασῶν εἶναι MWS: εἶναι πασῶν L: πασῶν Simpl. ἐποίησε L2a e Simpl.: ποιήσεων MW: ποιήσων S: om. L1 22 αὐτὸς γάρ M: αὐτὸς μὲν γὰρ WSL: ὁ μὲν γὰρ πρότερος καὶ ἐλάττων χρόνος Simpl. μετρεῖ κτλ.] exscr. Simpl. 708,17 sqq. 25 μέτρον W 20 ταῦτα Simpl. 768,19: ταύτῃ libri 28 τῷ αὐτῆς χρόνῳ SL: τῷ αὐτῷ χρόνῳ MW: ὁ χρόνος Simpl. 769,28. (cf. Aristot. 223 b 23) 29 πόσον χρόνον M: πόσου χρόνου WSL)
    164
    τοῦ ἡλίου. διὰ τοῦτο δὲ καὶ τὸ εἰωθὸς λέγεσθαι οὐ φαύλως λελέξεται [*](342) κύκλον εἶναι τἀνθρώπεια πράγματα, τοῦτο δέ, ὅτι πάντα χρόνῳ κρίνεται καὶ λαμβάνει ἀρχὴν καὶ τελευτήν, ὥσπερ κατά τινα περίοδον τοῦ χρόνου· ὁ δὲ χρόνος κύκλος εἶναι δοκεῖ, διότι τοιαύτης φορᾶς ἐστι μέτρον καὶ ἀντιμετρεῖται ὑπ’ αὐτῆς, οὐδὲν δὲ ἄλλο δοκεῖ εἶναι τὸ μετρούμενον ἢ πολλὰ μέτρα, οἷον πολλοὶ πήχεις τὸ στάδιον.

    [*](2 τἀνθρώπια W χρον M (ο superscr. in ras.) quae legjuntur ajiud inde a (224a2) λέγεται usque ad finern libri, praetermisit Themistius.)
    165
    [*](343)

    1. ἐπεὶ δὲ τὰ μὲν καθ’ αὑτὰ μεταβάλλει, τὰ δὲ κατὰ συμβεβηκός, τὰ δὲ κατὰ μόριον, ἀνάγκη ταῦτα προδιελέσθαι. τὰ μὲν οὖν κατὰ συμβεβηκὸς μεταβάλλοντα τοιαῦτά ἐστιν, οἷον ὅταν λέγωμεν τὸ μουσικὸν βαδίζειν ἡ ψύχεσθαι ἢ θερμαίνεσθαι· οὐ γὰρ ᾗ μουσικός, ἀλλ’ ᾧ συμβέβηκεν εἶναι μουσικῷ, οὗτος βαδίζει. πάλιν ὁ τόπον ἐκ τόπου, κατὰ συμβεβνκὸς δὲ καὶ οὗτος· ἐν ᾧ γάρ ἐστιν, τοῦτο καθ’ αὑτὸ μεταβάλλει· κατὰ μόριον δὲ ταῦτα κινεῖσθαι λέγεται καὶ μεταβάλλειν· ὑγιάζεται γὰρ τὸ σῶμα, ὅτι ὁ ὀφθαλμὸς ἢ θώραξ. καθ’ αὑτὰ δὲ ἐκεῖνα μόνα κινεῖται, ἃ μήτε κατὰ συμβεβηκὸς μήτε κατὰ μόριον μεταβάλλει, ὡς ὁ ἵππος τρέχει καὶ ἅπτεται τὸ ἱμάτιον καὶ θερμαίνεται ὅλον τὸ ξύλον καὶ ὁ ὀφθαλμὸς ὑγιάζεται· οὐ γὰρ πάντα πᾶσαν κίνησιν καθ’ αὑτὸ κινητά, ἀλλὰ τὰ μὲν μεταβαίνει μόνον, ὡς τὰ οὐράνια, τὰ δὲ ἀλλοιοῦται μόνον, ὡς ὁ θώραξ, ὡς ὁ ὀφθαλμός· εἴποις δ’ ἄν καὶ τῶν | κινούντων τὰ μὲν κατὰ συμβεβηκὸς [*](344) κινεῖν, ὡς τὸν μουσικὸν οἰκοδομεῖν. τὰ δὲ κατὰ μέρος, ὡς τὸν ἀλοῦντα κινεῖν τὴν μύλην, τὰ δὲ καθ’ αὑτά, ὅσα κατὰ μηδένα τούτων τῶν τρόπων. πέντε δὲ τούτων περὶ τὰ καθ’ αὑτὰ κινούμενα θεωρουμένων, τοῦ κινοῦντος, τοῦ κινουμένου, τοῦ χρόνου, ἐν ᾧ ἡ κίνησις, ἐξ οὗ μεταβάλλει, εἰς ὅ, ἐν τίνι τούτων ἡ κίνησις; ὅτι μὲν οὖν οὐκ ἐν τῷ κινοῦντι, προαπεδείξαμεν, καὶ ὅτι μηδὲ ἐν τῷ χρόνῳ, ἀλλ’ οὐδ’ ἐξ οὗ γίνεται ἡ μεταβολή, οἷον ὅταν ἐκ λευκοῦ μελαίνηται· οὐδὲ γὰρ ὀνομάζεται ἡ κίνησις ἐξ ἐκείνου, ἀλλ’ ἐκ [*](1 ΘΕΜΙΣΤΙΟΥ] τοῦ αὐτοῦ M; de ceteris libris cf. Praef. 2 ἐπειδὴ τὰ μὲν S 4 τὸν μουσικὸν HI Aristot. 224a22, aF Simplicii 802,18; Speiigel e coni. 6 εἶναι ova. Ε1 Aristot. 224a 23: post μουσικῷ colloc. E2FHI 9 θώραξ MWS: ὁ θώραξ L, Aristot. 224a26, Simpl. 802,23 10 ὁ om. M 12 ‘immo καθ’ αὐτὰ’ Spengel κινητὸν M 13. 14 ὁ utroque loco om. ML (et Paris. 1888): priore W (cf. A Simplicii 802,23) 14 εἴποις UW: εἶπον SL 15 ἀλοῦντα Wa 16 μύλην] cf. Simpl. 803,19 17 πέντε κτλ.] cf. Simpl. 807,15 δὲ M: δὴ· WSL τοῦ κινοῦντος] τὸ κινοῦν πρῶτον Aristot. 224 a 34; πρῶτον illud aliter ab aliis explicatum (cf. Simpl. 804,1 sqq. et 805,11) et postea omisit Themistius 18 εἰς ὅ, ἐν τίνι Spengel: εἰς ἕν τι MW (in quo p. 6 post ἐξ οὗ add. καὶ εἰς ὃ) S: εἰς ὃν ἐν τινι L2 (in L1 ἐξ οὗ—κίνησις om.) et ἔν τινι) a)

    166
    θατέρου μᾶλλον, εἰς ὃ πρόεισι καὶ μεταβάλλει οὕτω γὰρ μελαίνεσθαι [*](344) λέγεται, ὅτι εἰς μέλαν μεταβάλλει), καὶ οὐ λευκαίνεσθαι καίτοι ἐκ λευκοῦ· διὰ τοῦτο γὰρ καὶ ἡ φθορὰ οὕτως ὀνομάζεται, ὅτι εἰς τὸ μὴ ὂν <καίτοι ἐξ ὄντος καὶ ἡ γένεσις εἰς ὂν> καίτοι ἐκ μὴ ὄντος. λείπεται τοίνυν ἐν ποτέρῳ τοῖν δυεῖν ἡ κίνησις, εἴτε ἐν τῷ κινουμένῳ καθ’ αὑτὸ εἴτε ἐν τοῖς εἴδεσι καὶ τοῖς πάθεσιν, εἰς ἃ γίνεται ἡ μεταβολή. ἱκανῶς μὲν οὖν καὶ πρότερον ἐπεδείξαμεν, ὡς ἡ κίνησις ἐν μόνῳ τῷ κινουμένῳ, ἐξήρκει δὲ καὶ τοῦ ὁρισμοῦ τῆς κινήσεως ὑπομνήσαντας ἀπηλλάχθαι (ἔφαμεν γὰρ τὴν κίνησιν ἐντελέχειαν εἶναι τοῦ κινητοῦ), ὅμως δὲ ἄξιον ἐπισκέψασθαι, εἰ ἔστιν ὅλως κίνησις ἐν τοῖς εἴδεσι καὶ τοῖς πάθεσιν ἢ τοῖς τόποις, εἰς ἃ τὰ κινούμενα ἅπαντα κινεῖται. ἀλλὰ περὶ μὲν τῶν τόπων, ὅτι ἀκίνητοι, δῆλόν ἐστιν· μεμνήμεθα γὰρ αὐτῶν τῆς πρὸς τὰ ἀγγεῖα διαφορᾶς. δόξειε δ’ ἂν τὰ πάθη κινήσεις εἶναι οἷον λευκότης μελανία θερμότης ψυχρότης· εἰ δὲ | τοῦτο ἀληθὲς ἐπὶ τῶν τοιούτων, ἡ κίνησις εἰς κίνησιν ἄν εἴη μεταβολή. [*](345) οὕτω δὲ ἔσται τι, καὶ ὅτε μεταβέβληκεν, ἔτι κινούμενον, εἴγε εἰς κίνησιν μεταβέβληκεν, ἡ ὅτε γέγονεν ἐν κινήσει, μηκέτι εἶναι κινούμενον. ἀλλὰ δῆλον, ὡς οὐ κατ’ αὐτὰ τὰ πάθη κίνησις, ἀλλὰ τὸ πάσχειν καὶ ἡ κατ’ αὐτὰ μεταβολὴ καὶ οὐχ ἡ λευκότης, ἀλλ’ ἡ λεύκανσις. ὅτι μὲν οὖν οὐ κινεῖται οὐδὲ ἔχει κίνησιν οὐδὲ εἶδος οὐδὲν οὔτε πάθος, δῆλον ἐκ τούτων· κινεῖν δὲ λέγεται ἔνια τῶν εἰδῶν, οἷον ἡ ψυχὴ τὸ ζῷον, ἡ βαρύτης τὸν λίθον, ἀλλ’ ὅμως οὐδὲ ταῦτα κινεῖται καθ’ αὑτά, ἡνίκ’ ἄν εἰς αὐτὰ γένηται ἡ μεταβολή· οὐ γὰρ ἡ βαρύτης πήγνυσι τὴν λιθουμένην ἀναθυμίασιν. εἰ δ’ ἄρα, † κἀκεῖνοι ἤ τινα ἐξ ἀνάγκης. ἀλλ’ ὅτι γε ἡ κίνησις ἐν τοῖς κινουμένοις οὐκ ἐν τοῖς κινοῦσίν ἐστιν, ὁ λόγος ἐξεύρετο. τοῦτο μὲν οὕτως ἡμῖν διωρίσθω· προσθετέον δὲ ἔτι καὶ ταῦτα τοῖς ἄλλως φιλομαθέσιν, ὡς τὸ κατὰ συμβεβηκὸς καὶ τὸ κατὰ μέρος καὶ τὸ καθ’ αὑτὸ καὶ περὶ τούτων λέγεται, εἰς ἃ γίνεται ἡ μεταβολή, οἷον τὸ λευκαινόμενον εἰς τὸ νοούμενον μεταβάλλει κατὰ συμβεβηκός τῷ γὰρ χρώματι συμβέβηκε [*](2 καὶ om. Spengelii operae; in Aristot. 224 b 8 om. EF καίτοι—(4) ὃν om. MWSL1: locum lacunosum (cui antea μὴ v. 4 in τοῦ rautato mederi frustra conatus erat L2) ex Aristot. 224 b 9. 10 expl. L2a 3 καίτοι καὶ Aristot. ib. praeter F (cf. Simpl. 807,24) 4 καίτοι] sic Aristot. FI: καίτοι καὶ ΕΗ 5 δυεῖν S: δυοῖν M(?)WL 8 ἐξήρκει — (9) κινητοῦ] exscr. Simpl. 807,10sqq. 13 κινήσεις Aristot. 224b 14: κίνησις M: κίνησιν WSL 15 ὅτε—(16) κινούμενον] exscr. Simpl. 808,16 sqq. ὅτι M (et M Simplicii) ἔτι τὸ κινούμενον L (et M1 Simplicii) 17 οὐκ αὐτὰ Laur. 85,14 et Spengel e coni. 18 καθ’ αὐτὰ margo Laur. 85,18 οὐχ ἡ WL: οὐχὶ MS ἀλλ’ ἡ λεύκανσις] om. Ε Aristot. 224 b 15 19 οὔτε εἶδος W 20 κινεῖν—(21) λίθον] exscr. Simpl. 807,7 sqq. καὶ ἡ βαρύτης Simpl. 21 κατ’ αὐτά S (in marg. καθ’ αὑτὰ) L ἡνίκ’ ἄν scripsi: ἡνίκα M: ἡνίκα ἄν WSL 22 πήγνυσι—ἀναθυμίασιν] cf. Meteorol. Γ 6 378a28sqq. et De partibus anim. Α 1 641 a 18 sqq. 23 ’f. κἀκεῖ κινοίη τινὰ’ Spengel, κἀν κινοίη τινα (conl. Simpl. 807,9) Diels 25 μὲν οὖν S 26 ὡς τὸ ᾦ (cf. Aristot. 224 b 16): ὡς MSL καὶ τὸ καθ’ αὑτὸ] Aristotelis verba (224 b 17) (de quibus cf. Bonitz Aristot. Studien I p. 205) cum librorum discrepautiis tractare non huius loci est; sufficiat adnotasse Themistium ut supra (165,17) ita et hic et infra (167,4) πρώτως illud aut non novisse aut neglexisse 28 μεταβάλλειν a (μεταβάλ in ultima pagina)
    167
    τὸ νοεῖσθαι), εἰς δὲ χρῶμα κατὰ μέρος μέρος γὰρ τοῦ χρώματος τὸ [*](345) λευκόν)· καὶ εἰς τὴν Εὐρώπην κατὰ μέρος, ὅτι εἰς Ἀθήνας, εἰς μέντοι τὸ λευκὸν χρῶμα ἢ εἰς Ἀθήνας καθ’ ἑαυτό. πῶς μὲν οὗν καθ’ αὑτὸ κινεῖται καὶ πῶς κτὰ συμβεβηκὸς. καὶ πῶς κατὰ μόριον, καὶ ὅτι ἡ κίνησις οὐκ ἐν τῶ εἴδει ἀλλ’ ἐν τῶ κινουμένῳ, φανερὸν ἐκ τῶν εἰρημένων. τὴν μὲν οὖν κτὰ συμβεβηκὸς μεταβολὴν καταλειπτέον· οὐ γὰρ 1 ἐν ὡρισμένοις ἐστίν, ἀλλὰ πάντα εἰς ἅπαντα μεταβάλλειν δύναται καὶ ταύτῃ, οἷον καὶ τὸ χρῶμα εἰς μέγεθος καὶ τὸ μουσικὸν εἰς μέλαν· ἄε ἴ’ τε δύναται περὶ ἕκαστον θεωρεῖσθαι τῷ πολλὴ καὶ ἄπειρος εἶναι· εἴποις γὰρ ἄν ἀεὶ τὴν λευκότητα μεταβάλλειν, καὶ ὅταν μεταβαίνῃ τὸ σῶμα καὶ ὅταν ψύχηται καὶ ὅταν ὑγραίνηται καὶ ὅταν καίηται. διὰ ταῦτ’ οὗν ἀφείσθω, λέγομεν δὲ περὶ τῆς καθ’ αὑτὸ μεταβολῆς. αὕτη τοίνυν ἐν ὡρισμένοις· ἀεὶ γὰρ εἰς ἐναντία καὶ ἐξ ἐναντίων καὶ ἐξ ἀντιφάσεως ὅλως· τὸ γὰρ λευκὸν ἐκ μέλανος ἢ ξανθοῦ ἢ ὅλως ἐκ τοῦ οὐ λευκοῦ. καὶ τοῦτο μὲν ἐκ τῆς ἐπαγωγῆς ἂν βεβαιώσαιο. μὴ θορυβείτω δὲ ὑμᾶς, εἰ πρότερον τὰς μεταβολὰς διορίσαντες ἐξ ἀντικει- μένου εἰς ἀντικείμενα γίνεσθαι νῦν καὶ μεταξὺ παρειλήφαμεν· χρῆται γὰρ καὶ τούτοις ὡς ἐναντίοις τὰ ἐξ αὐτῶν μεταβάλλοντα· ἐπεὶ γὰρ τὰ μεταξὺ κατὰ μίξιν τε καὶ κρᾶσίν πὼς τῶν ἐναντίων, ὅταν εἰς θάτερόν τι τῶν ἐναντίων ἐκ τοῦ μεταξὺ μεταβάλλῃ, οὐ καθὸ τούτου μετέχει, γίγνοιτο ἄν ἡ μεταβολή οὐδὲ γὰρ εἰς αὐτὸ μεταβάλλει), ἀλλὰ καθὸ τοῦ ἐναντίου· ψύχεται γὰρ τὸ χλιαρὸν οὐ καθόσον μετέχει ψυχρότητος, ἀλλὰ καθόσον ἔνεστιν ἐν αὐτῷ καὶ θερμότης. διὸ καὶ τὸ μέσον πρὸς τὰ ἄκρα κἀκεῖνα πρὸς τοῦτο λέγεταί πὼς ἐναντία, ὡς ἡ μέση βαρεῖα πρὸς τὴν νήτην καὶ ὀξεῖα πρὸς τὴν ὑπάτην καὶ τὸ φαιὸν λευκὸν πρὸς τὸ μέλαν καὶ μέλαν πρὸς τὸ λευκόν. τούτων τοίνυν οὕτως διωρισμένων καὶ πάσης μεταβολῆς ἔκ τινος εἴς τι γινομένης, ὡς καὶ τοὔνομα ἐμφαίνει σαφῶς, τετραχῶς ἂν μεταβάλλοι τὸ μεταβάλλον· ἡ γὰρ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον ἢ ἐξ οὐχ ὑποκειμένου εἰς οὐχ ὑποκεί|μενον ἢ ἐξ ὑποκειμένου εἰς μὴ ὑποκείμενον ἢ οὐκ [*](347) ἐξ ὑποκειμένου εἰς ὑποκείμενον. λέγω δὲ ὑποκείμενον μὲν τὸ καταφάσει δηλούμενον, κατάφασιν δὲ τὸ θερμόν, τὸ ψυχρόν, τὸ μέλαν, τὸ λευκόν, τὸ ὑπάρχον ὅλως. εἰ δὲ τὸ ὑποκείμενον ἡμῖν κατάφασιν σημαίνει, δῆλον ὡς [*](1 τῷ νοεῖσθαι M1 2 εἰ μέντοι M 3 καθ’ ἑαυτό M: καθ’ αὑτό WSL 4 cf. quae adnotavi ad 166,26 6 ἐν ὡρισμένοις] cf. Simpl. 811,2 7 καὶ ταύτῃ M: om. W: καὶ πάντη SL Aristotelis verbis 224b28 male intellectis: cf. Simpl. 810,17) 11 λέγωμεν W 13 ἐξ ante ἀντιφάσεως om. SL (L2 in inarg. adscripsit καὶ ἐκ τῶν μεταξύ, sed rursus delevit) 14 καὶ om. Spengelii operae 15 ὑμᾶς MW: ἡμᾶς SL 16 καὶ τὸ μεταξὺ W, Spengel e coni. 18 μίξιν] cf. Simpl. 81 1,18 20 εἰς τὸ αὐτὸ S τοῦ ἐναντίου MW: τοῦ ἐναντίον SL1: τοὐναντίου L2a 22 καὶ θερμότης] θερμότητος S 23 ὡς om. W 25 οὕτως om. W 26 ὡς—σαφῶς om. W 27 ἡ γὰρ κτλ.] pro ordine a Themistio adhibito (I II III IV) in EF Aristot. 225 a 3 sqq. hic inveniUir I III IV II, in HI I II IV III, apud Simpl. 812,7 sqq. (cuius tamen libri valde inter se discrepant), I IV III II 27 ἐξ οὐχ] sic F Aristot.: οὐκ ἐξ EHI 28 εἰς οὐχ] sic FHI Aristot.: εἰς μὴ E μὴ] τὸ S 28. 20 ἢ οὐκ ἐξ] sic EI Aristot.: ἢ μὴ ἐξ FH 29 δὲ] sic E Aristot. 225 a 6: δὲ τό FHI)
    168
    τὸ μὴ ὑποκείμενον ἀπόφασιν ἄν σημαίνοι, ὥστε ἀναγκαῖον τῶν εἰρημένων [*](347) τρεῖς εἶναι τὰς πάσας μεταβολάς, τὴν μὲν ἐκ καταφάσεως ἀρχομένην εἰς ἀπόφασιν δὲ τελευτῶσαν, τὴν δὲ ἀνάπαλιν, τὴν δὲ ἐκ καταφάσεως εἰς κατάφασιν· ὁ γὰρ λοιπὸς τρόπος ἀδύνατος διὰ τὸ μὴ εἶναι κατ’ ἀντίθεσιν· οὔτε γὰρ ἀντίθεσις τοῦτο (ἀποφάσεις γάρ εἰσιν ἄμφω) οὔτε ἐναντία (καταφάσει γὰρ δηλοῦται τὰ ἐναντία). λέγεται τοίνυν ἐκ μὴ λευκοῦ γίνεσθαι τὸ λευκόν, λέγεται καὶ μὴ ἐξ ὕδατος τὸ ὕδωρ. ἄμφω μὲν οὗν οὐκ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον καὶ ἐξ ἀποφάσεως εἰς κατάφασιν, ἀλλ’ ὅρα τὴν διαφοράν· φημὶ γὰρ ἐν τῷ τὸ μὲν λευκὸν οὐχ ἁπλῶς γίνεσθαι καὶ τὸ μουσικόν, ἀλλὰ τὸν ἄνθρωπον γίνεσθαι λευκὸν καὶ μουσικόν, τὸ δὲ ὕδωρ ἀπλῶς γίνεσθαι· οὐκ ἔχω γὰρ εἰπεῖν, τί γίνεται ὕδωρ, ὡς εἶχον ἐπὶ τοῦ λευκοῦ καὶ τοῦ μουσικοῦ, ὅτι ὁ ἄνθρωπος ἢ ὅτι Καλλίας, εἰ μή τι ἄρα τὴν ὑποκειμένην ὕλην τοῖς σώμασι· ταύτην γὰρ ἂν φαίημεν γίγνεσθαι ὅδωρ, ἀλλ’ οὐκ ἔστιν αὕτη τόδε, ὡς Καλλίας ὁ γινόμενος μουσικὸς καὶ λευκός. ἆρ’ οὖν σοι δοκοῦσιν μηδὲν ἀλλήλων διαφέρειν αἱ δύο γενέσεις ἥ τε τοῦ λευκοῦ καὶ ἡ τοῦ ὕδατος; ἢ διοριζόμενος ἀκριβῶς τὴν μὲν οὐδὲ γένεσιν ἂν εἴποις ἀπλῶς, ἀλλά τινα γένεσιν καὶ τοιάνδε οὐ γὰρ ὁλόκληρον ποιεῖ τὴν οὐσίαν), τὴν δὲ γένεσιν ἁπλῶς καὶ κυρίως· | ὅλον γὰρ γίνεται τὸ ὕδωρ καὶ οὐ γίνεται αὐτὸ [*](348) ὕδατος ὄντος, οἷον τὸ θερμὸν ἡ τὸ ψυχρὸν ἢ τὸ λευκὸν ἢ τὸ μέλαν. ἐπεὶ τοίνυν ἅπαν τὸ γινόμενον ἐκ μὴ ὄντος, γίνεται μὲν καὶ τὸ μουσικὸν ἐκ μὴ ὄντος, γίνεται δὲ καὶ τὸ ὕδωρ· ἀλλὰ τὸ μὲν οὐχ ἁπλῶς ἐκ μὴ ὄντος, ἀλλ’ ἐκ τοῦδε μὴ ὄντος, οἷον Καλλίου μουσικοῦ μὴ ὄντος, τὸ δὲ ἀπλῶς ἐκ μὴ ὄντος. καίτοι φαίης ἂν καὶ τὸ ὕδωρ, ὅτι ἐκ τοῦ ἀέρος ὕδατος μὴ ὄντος· ἐκφεύγει δή σε πάλιν ἣν πρόσθεν εἶπον διαφοράν· οὐ γὰρ ὑπομένων ὁ ἀὴρ καὶ ὕδωρ γίνεται, ὡς ὑπομένων ὁ Καλλίας καὶ λευκὸς γίνεται. θέα τοίνυν ἄμφω τὰ συμβαίνοντα ἐκ τοῦ λόγου, ἵνα μᾶλλον μάθῃς τὴν διαφοράν· γίνεται Καλλίας ἐκ μὴ λευκοῦ λευκός· ἀλλ’ ὅταν λέγῃς ‘ἐκ μὴ λευκοῦ’, ἐξ ἐρυθροῦ λέγεις ἢ μέλανος ἢ ξανθοῦ· ταῦτα δὲ ἅπαντα ἀντίκειται πρὸς τὸ λευκόν, ἀλλὰ κατάφασις καταφάσει καὶ ὡς ὄντα πρὸς ὄντα καὶ ὡς ὑπάρχοντα πρὸς ὑπάρχοντα. γίνεται καὶ τὸ ὕδωρ ἐκ τοῦ μὴ ὕδατος. ὥσπερ οὖν ἐκεῖ τὸ μὴ λευκὸν ἔδειξα μέλαν ὑπάρχον ἢ φαιὸν ἢ ξανθόν, οὕτω ἐνταῦθα τὸ μὴ ὕδωρ σὺ δήλωσον κατάφασιν ἡμῖν. ‘νὴ Δί’’, εἴποις ἄν, ‘ὅτι ἀήρ· ἐξ ἀέρος γὰρ ὕδωρ.’ ἀρ’ οὖν ὥσπερ τὸ λευκὸν ἡ τὸ ξανθὸν ἦν ἐναντίον τῷ μέλανι, οὕτως ἐπιδείξαις ἂν σὺ τὸν ἀέρα ἐναντίον τῷ ὕδατι; καὶ πῶς; οὐσία γὰρ ἀντίκειται πρὸς οὐσίαν. ἐπεὶ τοίνυν ἔμπροσθεν εἰρή- [*](1 τῶν MW1SL: ἐκ τῶν W2 et Aristot. 225 a 7 2 τὴν μὲν κτλ.] alius ordo apud Aristot. 225 a 8 sqq. 5 καταφάσει—(6) ἐναντία] cf. Simpl. 812,22 7 τὸ om. L 8 καὶ—κατάφασιν om. W διαφοράν κτλ.] Aspasii est distinctio a Simplicio (814,29) et Themistio sine dubio ex Alexandre hausta (cf. Dielesii index i. v. Ἀσπάσιος) 9 ἐν τῷ del. W2 12 ὁ om. SL 15. 16 ἡ ante τοῦ ὕδατος om. L 16 ἁπλῶς ἂν εἴποις SL 23 φαίης ἄν ὅτι καὶ τὸ ὕδωρ SL 24 δή M: δέ WSL ὑποκειμένων fort. W1 29 ἀλλὰ] ἀλλ’ ὡς ᾦ 30 καὶ] δὲ καὶ S 32 κατάφασιν ἡμῖν M: ἡμῖν κατάφασιν SL: ἡμῖν καταφάσει W νὴ Δί’] μηδὲ M 33 τὸ ante ξανθὸν om. W 35 γὰρ M: γὰρ οὐκ WSL ἐπεὶ ει e corr.) M)
    169
    καμεν, ὡς ὅταν ἐξ ὑποκειμένου λέγωμέν τι μεταβάλλειν εἰς ὑποκείμενον, ἢ [*](348) ἐξ ἀποφάσεως λέγομεν ἢ ἐκ καταφάσεως καὶ τοῦ ἐναντίου, τὸ δὲ ἐκ μὴ ὕδατος οὐ σημαίνει κατάφασιν καὶ ἐναντίον, ἁπλῶς ἄν σημαίνοι τὴν ἀπό- φασιν. ἁπλῶς οὖν ἐκ μὴ ὄντος ἡ τοιαύτη γένεσίς ἐστιν | (λέγω δὲ ἀπλῶς [*](349) μὴ ὄντος οὐ τοῦ παντελῶς μὴ ὄντος, ἀλλὰ τοῦ δυνάμει μὲν ὄντοιν, ὥσπερ λέγομεν ἔχειν τὴν ὕλην), τὸ αὐτὸ δὲ ὁμοίως καὶ ἐπὶ τῆς φθορᾶς, ὅτι καὶ αὕτη παραπλησίως εἰς τὸ μὴ ὂν ἀπλῶς. εἰ δὲ ταῦθ’ οὕτως ἔχει, δηλονότι πλεοναχῶς τὸ μὴ ὄν· καὶ γὰρ τὸ οὐ λευκὸν μὴ ὂν καὶ τὸ οὐκ ἄνθρωπος μὴ ὅν· λέγεται δὲ καὶ τὸ ψεῦδος μὴ ὄν, ἀλλὰ τοῦτο μὲν ἀφείσθω· περὶ λόγου γάρ ἐστι σύνθεσιν ἢ διαίρεσιν, τῶν δὲ προειρημένων δυεῖν ποῖον ἂν κεκινῆσθαι λέγοιτο; ἐγὼ δέ φημι τὸ οὕτως μὴ ὄν, ὡς τὸ μὴ λευκόν, ὡς τὸ μὴ ἀγαθόν, οὐχ ὅτι αὐτὸ τὸ μὴ λευκὸν κινεῖται καὶ αὐτὸ τὸ μὴ ἀγαθόν πῶς γὰρ ἄν, ὃ οὐκ ἔστιν, ὅλως κινεῖσθαι δύναται;), ἀλλὰ Καλλίας ὁ μὴ λευκὸς καὶ Καλλίας ὁ μὴ ἀγαθὸς κινεῖται. οὐκοῦν οὐδὲ ἁπλῶς τὰ τοιαῦτα κινεῖσθαι λέγω, ἀλλὰ κατὰ συμβεβηκός, ὅτι τοῖς κινουμένοις συμβέβηκεν, τὸ δὲ μὴ ὕδωρ καὶ τὸ μὴ πῦρ καὶ τὰ οὕτω μὴ ὄνια πῶς ἄν κινοῖτο; ἆρα καθ’ ἑαυτά; καὶ πῶς, ἃ μὴ τάδε ἐστίν; ἀλλὰ κατὰ συμβεβηκός; τίσιν οὗν; κινουμένοις συμβέβηκεν. ἀδύνατον τοίνυν τὰ οὕτω μὴ ὄντα κινεῖσθαι, εἰ δὲ τοῦτο, ἀδύνατον καὶ τὴν γένεσιν κίνησιν εἶναι. οὐκοῦν οὐδὲ κινεῖται οὐδὲ ἠρεμεῖ τὸ μὴ ὄν· οὐδὲ γὰρ ἐν τόπῳ. οὐ μόνον δὲ ἡ γένεσις οὐκ ἔστι κίνησις, ἀλλ’ οὐδὲ ἡ φθορά· κινήσει γὰρ ἢ κίνησίς ἐστιν ἐναντίον ἢ ἠρεμία, εἰ δὲ κίνησις ἡ φθορά, ἡ γένεσις εἴη ἂν ἡ κίνησις ἢ ἠρεμία. συλλογίσασθαι δὴ λοιπὸν ἅπαντα χρὴ τὰ εἰρημένα· πᾶσα κίνησις μεταβολή, πᾶσα μεταβολὴ ἐξ ἐναντίου εἰς ἐναντίον ἣ κατ’ ἀντίφασιν, | πᾶσα ἄρα κίνησις ἐξ ἐναντίου εἰς ἐναντίον ἢ κατὰ ἀντίφασιν. ἀλλὰ μὴν [*](350) οὐ κατ’ ἀντίφασιν, εἰς ἐναντίον ἄρα ἐξ ἐναντίου. ἐναντία δὲ λέγω τὰ καταφάσει δηλούμενα, οὕτω δὲ ἐπὶ τῶν κινήσεων δηλοῦται καὶ τὰ λεγόμενα κατὰ στέρησιν, τὸ γυμνόν, τὸ ἀγράμματον.

    2. Ἐπισκεπτέον τοίνυν τὰς κατηγορίας ἡμῖν, ἐν ὁπόσοις ἐστὶν ἐναντίωσις· κατ’ ἐκείνας γὰρ μόνας γίνεσθαι τὴν κίνησιν ἀναγκαῖον. πρῶτον τοίνυν κατ’ οὐσίαν οὐκ ἔστι κίνησις· οὐδὲν γάρ ἐστιν ἐναντίον οὐσίᾳ· οὐδὲ γὰρ ἡ [*](3 καὶ τὸ ἐναντίον W ἄν σημαίνοι ἂν τὴν S 4 λέγω δὲ κτλ.] cf. Simpl. 814,1 sqq. 5 μὲν ὄντος SL: μένοντος M: ὄντος W 6 post φθορᾶς add. ἐπι- δείκνυμεν WSL 7 ταῦθ’ MW: τοῦθ’ SL 9 τὸ ψεῦδος] cf. Simpl. 815,25 ὢν 51, 10 σύνθεσιν ἢ διαίρεσιν MW, Spengel e coni.: σύνθεσις ἡ διαίρεσις S: συνθέσεις καὶ διαιρέσεις L 11 δυεῖν M: δυοῖν WSL κεκινεῖσθαι L (unde κινεῖσθαι Spengel) δή W 12 αὐτὸ τὸ] τὸ αὐτὸ SL2 17 κινοῖντο L κινοῖτο a) καθ’ ἑαυτά 51 W: καθ’ ἔτα S: καθ’ αὑτά L 18 τίσιν (quod spectat ad συμβεβηκός) MWL2a: τόσην SLj: τοῖς Spengel 21 ἡ γένεσις κτλ.] cf. Simpl. 819,20 sqq. ἢ κίνησίς] sic I Aristot. 225 a 33: ἡ κίνησις EII: κίνησις F 22 φορά S ἡ γένεσις WL2a: ἢ γένεσις MSL1 ἡ κίνησις MWS2L2a: ἡ κίνησις S1L1 24 ἐξ] οὐκ ἐξ M 28 τὸ γυμνόν] cf. Alexander apud Simpl. 832,7 29 ὁπόσοις MW (similiter ἐν τούτοις et ἐν αὐτοῖς Alexander apud Simpl. 830,1 sq.): ὁπόσαις SL 31 οὐδὲ γὰρ—(170,18) κινούμενον] multa hinc exscripsit Simpl. 833,20 sqq.)

    170
    στέρησις τῷ εἴδει, τοῦτο γὰρ ἐν τοῖς πρώτοις ἁπλούστερον συνεχωρεῖτο· [*](350) ἀπουσία γάρ τις ἡ στέρησις καὶ μὴ ὄν, οὐκ ὂν ἐναντίον τῷ ὄντι· τὸ γὰρ ἐκ σπέρματος τὸ ζῷον γίνεσθαι λέγοντας οἴεσθαι τὴν μεταβολὴν ἐξ οὐσίας εἰς οὐσίαν κίνησιν ἐπιδεικνύναι, πάλιν ἐπὶ τὴν γένεσιν καταφερομένων ἐστίν, ἣν οὐκ οὖσαν κίνησιν ἀπεδείξαμεν· τί γάρ ἐστι τὸ κινούμενον ἐν τῇ τοιαύτῃ μεταβολῇ· οὐκ ἔσται γὰρ τὸ ζῷον (οὐ γὰρ ἔστι πω, γίνεται γάρ) οὔτε τὸ σπέρμα οὐ γὰρ ὑπομένει· διαφθείρεται γάρ)· πῶς γὰρ ἐναντίον τὸ σπέρμα τῶν ζῴων; ἐξ ἐναντίων δὲ ἡ κίνησις εἰς ἐναντία. ἀλλὰ φήσαι x003E; τις ἂν ἴσως ’ὅταν ὕδωρ εἰς πῦρ μεταβάλλῃ, κίνησις ἄν γένοιτο κατ’ οὐσίαν· ἐξ ἐναντίων γὰρ εἰς ἐναντία’. πρὸς δὲ τοῦτο ὁ μὲν Ἀλέξανδρος ἀντιλέγει ἐνίας μὲν ποιότητας τοῦ πυρὸς ἐνίαις ποιότησι τοῦ ὕδατος ἐναντίας εἶναι διδούς, οἷον τὴν ψυχρότητα καὶ ὑγρότητα τῇ ξηρότητι καὶ θερμότητι, οὐ μὴν αὐτό γε τὸ πῦρ ὅλον τῷ ὕδατι· καὶ γὰρ ἐν ἄλλαις ποιότησιν ἑκατέρῳ τούτων τὸ εἶναι. ἐγὼ δὲ καὶ τὴν ὑπόθεσιν οἶμαι ψευδῆ· πῦρ γὰρ εἰς ὕδωρ μεταβάλλειν ἀμήχανον μὴ πρῶτον εἰς ἀέρα με,ταβάλλον, [*](351) ἅπερ φανερῶς οὐδὲ ἐναντία. τί δὲ ὅλως τὸ κινούμενον ἐν ταῖς τοιαύταις μεταβολαῖς; οὔτε γὰρ τὸ ὕδωρ, ὃ φθείρεται, οὔτε τὸ πῦρ, ὃ μήπω ἐστίν· ὃ δέ ἐστιν μετὰ τὴν κίνησιν κεκινημένον, τοῦτ’ ἦν πρότερον τὸ κινούμενον. ὅτι μὲν οὖν κατ’ οὐσίαν οὐκ ἔστι κίνησις, καὶ ἐκ τούτων δῆλον.

    Ἀλλ’ οὐδὲ κατὰ τὸ πρός τι· μεταπίπτει γὰρ ἄνευ τοῦ γενέσθαι περὶ αὐτὸ καὶ τὴν τυχοῦσαν μεταβολήν· γίνεται γὰρ ὁ κίων δεξιὸς οὐδὲν αὐτὸς μεταβάλλων ἐμοῦ μεταστάντος καὶ τὰ δέκα διπλάσια μηδεμίαν λαβόντα προσθήκην τῶν πέντε αὐτοῖς ἀντιτεθέντων καὶ ἡ πρότασις ποτὲ μὲν ἀληθής, ποτὲ δὲ ψευδὴς τῶν πραγμάτων μεταπιπτόντων, ἃ σημαίνεται ὑπ’ αὐτῆς· τὸ γὰρ ‘ἡμέρα ἐστὶν’ ἀξίωμα τὸ αὐτὸ μὲν καὶ ὡσαύτως ἔχον ἀληθὲς μὲν οὔσης ἡμέρας, ψεῦδος δὲ ἐπιγινομένης νυκτός. εἰ δὲ κίνησις μὲν πᾶσα διά τινος μεταβολῆς καὶ τροπῆς αὐτοῦ τοῦ κινουμένου, τὰ πρός τι δὲ οὐχ οὕτως καὶ προσγίνεται καὶ ἀπογίνεται, οὐκ ἂν δήπου κίνησις εἴη κατὰ τὸ πρὸς τι.

    Ἀλλ’ οὐδὲ κατὰ τὸ ποιεῖν καὶ τὸ πάσχειν. τί δή ποτε; ὅτι τὸ ποιεῖν ὑπὸ τὸ κινεῖν ἐστιν καὶ τὸ πάσχειν ὑπὸ τὸ κινεῖσθαι, οὔτε δὲ κινεῖν ἔστιν [*](1 ἐν τῷ πρώτῳ Simpl. 2 οὐκ ὂν] τὸ δὲ οὐκ ὃν W 3 γενέσθαι S τὴν μεταβολὴν M: τὴν τοιαύτην μεταβολὴν WSL (e Simpl. 83.3,29; at cf. infra v. 18) 5 ἐστι M: ἔσται Simpl.: ἐστι καὶ WSL 6 ἔστι πω scripsi: ἐστὶν τὸ MSL1: ἐστι W: ἐστιν L2a 8. 9 φήσαι τόδε τις ἄν scripsi: φήσαι τό τις ἄν M: φήσαι τις ἂν S2: φῆσαί τις ἂν S1L2a: φησί τις ἂν L1: φαίη ἄν τις W 9 μεταβάλλει L κίνησιν a 10 πρὸς τοῦτο δὲ SL Ἀλέξανδρος κτλ.] eadem fere sine auctoris nomine adfert Simpl. 834,7 sqq. 12 ξυρότητι M 14 ἑκατέρῳ MW: ἑκατέρου SL: ἑκατέρων Laur. 85,14 18 μετὰ] κατὰ S 22 μεταβάλλον S δέκα διπλάσια W: δεκαπλάσια MSL: ’fort. δεκαπλάσια διπλάσια’ Spengel 23 μὲν MW, Simpl. 835,1: otn. SL 24 ἁ] καὶ M αὐτῆς] αὐτοῦ Par. 1888 (in W compendium ambiguum) 25 ἡμέρα MWa: ἡμέτερον SL μὲν cm. γ’ ἀληθὴς L 26 ἐπιγινομένης M: ἐπιγενομένης WSL 30 καὶ M et Aristot. 225 b 14: ἡ WSL2a: οὖν ἡ L1 (quod ex οὐδὲ ortum esse videtur) τὸ ποιεῖν—(31) κινεῖσθαι] cf. Alexander apud Simpl. 837,29 sq.)

    171
    κτὰ τὸ κινεῖν οὔτε ἔτι μᾶλλον κατὰ τὸ κινεῖσθαι· καὶ γὰρ εἰπεῖν τοῦτο [*](351) γελοῖον καὶ νοῆσαι πολλῷ γελοιότερον· Ἀριστοτέλης δὲ καὶ πλείω προσάγει τῇδε τῇ ὑποθέσει τὰ δυσχερῆ. μεταβολῆς γὰρ μεταβολὴν καὶ κινήσεως κίνησιν παραδέχεσθαι πρᾶγμα ἀνεπινόητον παντελῶς. πρῶτον μὲν γὰρ εἰς ἄπειρον βαδιεῖται καὶ ἔσται ἀεὶ ἄλλη πρὸ ἄλλης, ἔπειτα καὶ ἠρε|μεῖν οἷόν [*](352) τε ἔσται τὴν κίνησιν καὶ κινεῖσθαι, ἔπειθ’ ὑποκείμενόν τι καὶ τόδε εἶναι, ὥσπερ τὸ σῶμα κινούμενον ἢ τὴν ψυχήν. ἔτι ἄλλο τὸ κινούμενον καὶ ἡ κίνησις· ἄλλο γὰρ ὁ ἄνθρωπος καὶ ἡ κίνησις καὶ ἄλλο ἵππος καὶ δρόμος· † ἄλλο ἄν καὶ ἡ κινουμένη κίνησις εἴη κινήσεως, ὥσθ’ ἅμα τε κίνησιν καὶ οὐ κίνησιν * * τὸ γελοῖον φέρεσθαι τὴν ἀλλοίωσιν ἢ τὴν φορὰν ἀλλοιοῦσθαι ἢ τὴν αὔξησιν τούτων θάτερον ὑπομένειν· ταῦτα γὰρ πάντα ἐν ὑποκειμένοις ἑτέροις καὶ οὐδ’ ἔστιν ὅλως καθ’ ἑαυτά, κατὰ συμββηκὸς μέντοι μεταβάλλειν ἰὴν μεταβολὴν καὶ κινεῖσθαι τὴν κίνησιν λέγειν ἐνδέχεται, οἷον, εἰ συμβαίη τινὶ τρέχοντι ὑγιάζεσθαι, λέγοιμεν ἂν τὸν δρόμον ὑγιάσθαι τινὰ μεταβολήν, οὐχ ὅτι ὁ δρόμος αὐτός, ἀλλ’ ὅτι ἄνθρωπος, ᾧ συμβέβηκεν ὁ δρόμος. ἀλλὰ τὰς κατὰ συμβεβηκὸς κινήσεις ἀφεῖμεν πάλαι. φανερὸν τοίνυν, ὅτι κατὰ τρεῖς κατηγορίας μόνας εἰσὶν αἱ κινήσεις, κατὰ τὸ ποιόν, κατὰ τὸ ποσὸν καὶ τὸ ποῦ· καὶ γὰρ ἐναντιώσεις ἔνι τούτων ἑκάστῃ. τὴν μὲν οὖν κατὰ τὸ ποιὸν κίνησιν ἀλλοίωσιν ὀνομάζομεν λέγω δὲ ποιὸν οὐχ ὡς λέγομεν ποιὸν τὴν ἐν τῇ οὐσίᾳ διαφοράν, τὸ λογικὸν ἢ τὸ πεζὸν ἢ τὸ πτηνὸν ἢ τὸ ἔνυδρον ἀλλά τὸ κατὰ παθητικὴν ποιότητα μόνην, οἷον ψυχρότητα λευκότητα θερμότητα μελανίαν), τὴν δὲ κατὰ τὸ ποσὸν κίνησιν ἑνὶ μὲν οὐκ ἔχομεν ὀνόματι προσαγορεύσαι· καθ’ ἑκάτερον δὲ αὔξησις καὶ φθίσις, ἡ μὲν εἰς τὸ πλεῖον μέγεθος αὔξησις, ἡ δὲ ἐκ τούτου φθίσις· ἡ δὲ κατὰ τόπον κίνησις καὶ τὸ κοινὸν καὶ τὸ ἴδιον [*](2 γελοιότερον MW: γελοιώτερον SL πλείω] cf. Simpl. 842,5 3 μεταβολῆς] μεταβολῆ W 4 post παραδέχεσθαι add. ἀνάγκη W 4. 5 εἰς ἄπειρον κτλ.] ex Alexandre; cf. Simpl. 845,15 sq. 5 πρὸ M2WL: πρὸς M1S 7 post ἔτι ins. εἰ (sec. Simpl. 854,17) Spengel 8 ὁ δρόμος S i) ἄλλο] locus corruptus aut mancus 10 κίνησιν utrobique M: κίνησις cf. Simpl. 854,16sqq. quaeque ibi adnot. Diels lacunara, cuius vestigia solus M servavit, sic fere explendam puto: κίνησιν εἶναι· καὶ (vel ἔτι) τοῦ)το γελοῖον: κίνησίς ἐστι γελοῖον SL: κίνησίς ἐστι καὶ γελοῖον δὲ W: ἔτι γελοῖον ci. Spengel 13 μέντοι] μὲν Laur. 85,14 et E Aristot. 226 a 21: μόνον H: μόνως FI; cf. Simpl. 857,16 ubi μὲν ὡς ὣ in ras.) cod. M post μέντοι in M (et Laur. 85,14) sine ullo signo inserta leguntur Aristoteiis verba (225b 21) μεταβολῆς μεταβάλειν—226 a 16) οὐδέ τις τινός (quae a Bekkeri textu his locis discrepant: 25 εἰς—ἀντικείμεναι—35 εἰ ὑστεραία — 226 a 2 ἀλλὰ τὸ γινόμενον ἤδη 5. G οὖν γίνεσθαι—6 οὐδέν—10 δεῖ ὕλην—14 εἰς τόδε om.—καὶ om.—καὶ πῶς —15 ἡ om.) 15. IG ὅτι ὁ ἄνθρωπος W 17 πάλαι WL2a: πάλιν MSL1 εἰσὶν αἱ MW: εἰσὶ SL 18 καὶ τὸ ποσὸν HI Aristot. 226 a 24: καὶ κατὰ τὸ ποσὸν F: καὶ ποσὸν K (et libri optimi Jletaph. 17) ἐναντιώσεις MWSLj: ἐναντίωσις L2a 19 ἔνι ML2: ἔνιαι SL1: ἐν W, Aristot. 226 a 25, at cm. Metaphys. 1. c: ἑνὶ a 21 ἢ τὸ πτηνὸν om. SL (cf. Simpl. 898,6 sq.) 22 θερμότητα, λευκότητα SL 23.24 καθ’ ἕτερον EH Aristot. 226 a 30 24 πλεῖον] τέλειον Par. 1888 margo (ex Aristot. 226 a 31) 25 τούτων SL)
    172
    ἀνώνυμος, ἔσται δὲ καλουμένη φορὰ τό γε κοινόν. καίτοι γε οὐκ ἀγνοοῦμεν, [*](352) ὅτι φέρε|σθαι ταῦτα μόνα κυρίως φαμέν, ὅσα μὴ ἐφ’ ἑαυτοῖς [*](353) ἔχει τὸ στῆναι καὶ ὅσα μὴ αὐτὰ ἑαυτὰ κινεῖ κατὰ τόπον, ὥσπερ τὰ ἄψυχα. ἀλλὰ περί γε τῆς ἀλλοιώσεως καὶ τοῦτο μᾶλλον ἐπισκεπτέον, ὅταν εἰς τὸ λευκότερον ἐκ λευκοῦ μεταβάλλῃ τὸ σῶμα ἢ τοὔμπαλιν ἐκ τοῦ μᾶλλον εἰς τὸ ἧττον λευκόν, πῶς ἄν γένοιτο τηνικαῦτα ἐξ ἐναντίων εἰς ἐναντία ἢ καὶ τὸ μᾶλλον λευκὸν καὶ τὸ ἧττον μίξει τῶν ἐναντίων ἐστίν· μᾶλλον γὰρ λευκὸν τὸ ἐλάττονος μετέχον μέλανος καὶ ἧττον λευκὸν τὸ πλείονος. ὅταν μὲν οὖν ἁπλῶς εἰς τὸ λευκὸν ἐκ τοῦ μέλανος μεταβάλῃ, ἐκ τοῦ ἀπλῶς ἐναντίου κινεῖται εἰς τὸ ἐναντίον, ὅταν δὲ ἐπὶ τὸ λευκότερον ἐκ τοῦ λευκοῦ, ἐκ τοῦ πὼς ἐνυπάρχοντος ἐναντίου· τῷ γὰρ ἧττον λευκῷ τὸ μέλαν πὼς ἐνυπάρχει. ὅτι μὲν οὖν αὗται τρεῖς μόναι κινήσεις εἰσὶν κατὰ τρεῖς μόνας κατηγορίας, φανερὸν ἐκ τῶν εἰρημένων· ἀκίνητον δὲ λέγεται τό τε ὅλως ἀδύνατον κινηθῆναι, ὥσπερ ὁ ψόφος ἀόρατος καὶ τὸ ἐν πολλῷ χρόνῳ μόλις κινούμενον, ὃ καὶ δυσκίνητον ἄν τις εἴποι, καὶ ὃ βραδέως ἄρχεται τῆς κινήσεως, ὡς λέγομεν ἀοργήτους τοὺς βραδέως ἀρχομένους ὀργίζεσθαι. λέγεται δὲ ἀκίνητον καὶ τὸ πεφυκὸς μὲν κινεῖσθαι καὶ δυνάμενον, μὴ κινούμενον δέ, ὅτε πέφυκεν καὶ ὡς πέφυκεν, ὅπερ ἠρεμεῖν καλῶ τῶν ἀκινήτων μόνον. στέρησις γὰρ ἠρεμία κινήσεως· ἡ στέρησις γὰρ τῶν πεφυκότων καὶ ὡς πεφύκασιν.

    3. ἐπειδὴ δὲ πᾶσα μεταβολὴ ἐν τοῖς ἀντικειμένοις, ὡς ἐπεδείξαμεν, τὰ δὲ ἀντικείμενα τά τε ἐναντία καὶ ἡ ἀντίφασις, ἀντιφάσεως δὲ οὐδὲν μέσον, φανερὸν ὅτι ἐν τοῖς ἐναντίοις τὸ μεταξύ. μεταξὺ δέ ἐστιν, εἰς ὃ πέφυκεν πρότερον ἀφικνεῖσθαι τὸ μεταβάλλον ἢ εἰς | ὃ ἔσχατον μεταβάλλει, [*](354) ὅταν μεταβάλλῃ συνεχῶς κατὰ φύσιν. ἐν ἐλαχίστοις δέ ἐστι τὸ μεταξὺ τρισίν· δυοῖν γάρ τινων * * * των μεταξύ· μεταβάλλειν δὲ λέγεται συνεχῶς τὸ μηδὲν μήτε τοῦ χρόνου διαλεῖπον μήτε τοῦ πράγματος, ἐν ᾧ κινεῖται· οἷον μελῳδῶν τις μετὰ τὴν ὑπάτην φθέγξαιτο τὴν νήτην εὐθύς· οὗτος μὲν γὰρ τοῦ χρόνου οὐδὲν διέλιπε, τοῦ πράγματος δέ, ἐν ᾧ κινεῖται. [*](1 ἔστω W (ex Aristot. 226 a 33) γε (ante οὐκ) om. L (et E1F Aiistot. 226 a 35; ceteri variis locis collocant) 2 μόνον EH Aristot. 226 a 35 ἐφ’ ἑαυτοῖς] sic FH ArLstot. ib.: ἐφ’ αὑτοῖς E: ἐπ’ αὐτοῖς I 6 τοῦ μᾶλλον κτλ.] cf. Simpl. 864,15 ὁ μὲν οὑν Ἀλέξανδρος καὶ ὁ Θεμίστιος) γένοιτο M: γίνοιτο WSL 9. 10 μεταβάλῃ M: μεταβάλλῃ WSL 10 ἐπὶ τὸ] ἐπὶ S 11 ἐναντία ἐνυπάρχοντος W1 15 μόλις] sic E Aristot. 226 b 11; μόγις Fill εἴπῃ M 16 τῆς om. S ὡς λέγομεν—(17) ὀργίζεσθαι] exscr. Simpl. 865,27 sq. 18 καὶ ὡς πέφυκεν om. L καὶ οὖ καὶ ὡς Aristot. 226 b 14 21 ἐπειδὴ—(23) μεταξύ] Aristot.—10 δὲ om. L τοῖς om. a 22 τά τε] τὰ E Aristot. et Metaphys. 1069 a 3 ἡ ἀντίφασις] ἀντίφασις E Aristot. et Metaphys. 1. c: τὰ κατὰ ἀντίφασιν EHI 23 φανερὸν δὲ ὅτι S 24 πρότερον] sic Metaphys. I. c.: πρῶτον Aristot. 226 b 24 (et margo Paris. 1888) 25 συνεχῶς κατὰ φύσιν M: συνεχῶς καὶ κατὰ φύσιν WSL: κατὰ φύσιν συνεχῶς Aristot. 226 b 25 26 τῶν M: τὸ WSL; lacunam expleas aut έκατέρωθεν των (cf. Simpl. 871,23) aut των scripbendo δὲ] γὰρ L 27 μήτε—μήτε] Themistium in Aristotele 226 b28 ἡ τοῦ χρόνου legisse Diels coni. ad Simpl. 872,25 τοῦ ante χρόνου om. S 28 τις] puto <ἄν> τις legendum esse; οἷον <εἰ< Spengel 29 ἔλιπε L)

    173
    μᾶλλον δὲ τοῦτο δῆλον ἐν ταῖς κα τὰ τόπον μεταβολαῖς· οὐ γὰρ οἱ πηδῶντες [*](354) πένταθλον κινοῦνται συνεχῶς, ὅτι τοῦ διαστήματός τι διαλιμπάνουσιν, ἐν ᾧ κινοῦνται· ἢ τοῦτο οὐχ ἁπλῶς θετέον; οὕτως γὰρ ἂν οὐδὲ τοὺς ἁμιλλωμένους ἵππους εἴποιμεν ἄν κινεῖσθαι συνεχῶς. ἀλλὰ χρόνῳ μᾶλλον ἀφοριστέον τὴν κίνησιν τὴν συνεχῆ καὶ τῷ μηδὲν αὐτοῦ διαλείπεσθαι, ἐπεὶ τοῦ γε πράγματος, ἐν ᾧ κινεῖται, τάχ’ οἷόν τε καὶ διαλείπειν καὶ συνεχῶς οὐδὲν ἧττον φαίνεσθαι μεταβάλλοντα, αὐτὸ δὲ καθ’ αὑτὸ τὸ συνεχὲς ἀκρι- βέστερον ἀφοριστέον.

    ἐπεὶ τοίνυν τοῦ συνεχοῦς κοινότερον τὸ ἐχόμενον, τοῦ δὲ ἐχομένου τὸ ἐφεξῆς, πρῶτον τὸ ἐφεξῆς διδακτέον. ἐφεξῆς τοίνυν ἐστὶ ταῦτα ἀλλήλοις, ὧν μεταξὺ μηδὲν ἕτερον ὁμογενές. ἄλλο μὲν γάρ τι τῶν ἐφεξῆς οὐδὲν κωλύεται εἶναι μέσον, ὁμοειδὲς δὲ οὐχ οἷόν τε, οἷον οἰκίαι ἐφεξῆς, ὧν μή ἐστιν οἰκία μεταξύ, γραμμαί, ὧν μὴ γραμμή, ἄνθρωποι, ὧν μὴ ἄνθρωπος. τὸ δὲ ἐφεξῆς ἀεὶ δεύτερόν τι καὶ μετ’ ἄλλο τι πρῶτόν ἐστι· πρῶτον δὲ ἡ τῇ θέσει, ὡς ἐπὶ τῶν γραμμῶν ἢ τῶν οἰκιῶν, ἢ τῷ εἴδει, καθάπερ ἐπὶ μονάδος τε καὶ δυάδος ἐφεξῆς δυὰς μονάδι (οὐδεὶς γὰρ ἄλλος ἀριθμὸς | μεταξύ), ἢ τῇ τάξει· πρῶτον τῇ τάξει τὸ προοίμιον τῆς διηγήσεως [*](355) καὶ ἐφεξῆς ἡ διήγησις τῷ προοιμίῳ· οὐδὲν γὰρ αὐτῶν ὁμοειδὲς μεταξύ. τὸ μὲν οὖν κυρίως ἐφεξῆς τοιοῦτον ἤδη δὲ λέγεται ἐφεξῆς καὶ ὁμογενῆ μέν, οὐχ ὁμοειδῆ δὲ πολλάκις· ἐφεξῆς γὰρ ὁ ἀγὼν τῇ πομπῇ καὶ τὸ νυμφαῖον τῷ γυμνασίῳ.

    ἐχόμενον δέ ἐστιν, ὃ πρὸς τῷ ἐφεξῆς τινος εἶναι κατά τινα τῶν εἴρη. μένων τρόπων καὶ ἅμα τὸ πέρας ἔχει τῷ ἐκείνου πέρατι. τούτων δὲ τὰ μὲν λέγεται μόνον, ὡς ὁ παρελθὼν χρόνος τοῦ μέλλοντος, τὰ δὲ καὶ ἅπτεται, ὡς τὰ σώματα. ἅπτεται δέ, ὧν τὰ ἄκρα ἅμα, ἄκρα δὲ λέγω τὰ πέρατα. ὅταν μὲν οὖν δύο ᾖ ταῦτα τὰ πέρατα, τότε ἔχεσθαι μὲν ἀλλήλων λέγεται καὶ εἶναι ἐφεξῆς, οὐκέτι δὲ εἶναι συνεχῆ· ὅταν δὲ ἓν γένηται τὰ δύο πέρατα αὐτοῦ τε καὶ τοῦ ἐφεξῆς, τότε γίνεται συνεχὲς καὶ ἓν τὸ ὅλον. γίνεται δὲ οὐ πάντα τὰ ἐχόμενα συνεχῆ, ἀλλ’ ὅσα ἓν γίνεσθαι πέφυκεν· ἅπτεται γὰρ τὸ ξύλον τοῦ λίθου, ἀλλ’ οὐκ ἄν γένηται συνεχές. οὐ δεῖ δὲ ἀγνοεῖν, ὅτι κυρίως συνεχῆ γίνεται, ὧν ἡ ἁφὴ σύμφυσιν ἀπεργάζεται. ὡς ἐπὶ τῶν γραμμῶν καὶ τῶν ἐγκεντριζομένων φυτῶν καὶ τοῦ χρόνου, γίνεται δὲ καὶ ἐπὶ τεχνήσεως τινα συνεχῆ, οἷον ξύλα γόμφοις ἢ κόλλῃ, ἅπερ [*](1 post κατὰ τόπον add. καὶ ἐν τῖς ἄλλαις Aristot. 226 b 31 practer Ι οὐ M: οὐδὲ WSL 6 γε om. W διαλείπειν L 7 τὸ καθ’ αὐτὸ συνεχὲς L 9 δὲ cm. S 12 οἰκίαι L2a: οἰκία MWSL, 14 μετ’ MW: μὴ SL1: οὗ L2a ἄλλο τι scripsi: ἄλλον M: ἄλλο WSL 15 τῶν (ante γραμμῶν) om. 8 τῷ εἴδει scripsi sec. EH Aristot. 226b 35, Metaphys. 1068b 31, Simpl. 874,28: τῇ θέσει M: τῇ φύσει WSL et FI Aristot. 16 τε om. L 17 προοίμιον] cf. Simpl. 875,2 19 ἤδη] ἣ δὴ marge S ὁμογενὴς S: ὁμογενὴς L 20 ὁμοειδὴς S2 ἐφεξῆς—(21) γυμνασίῳ] exscr. Simpl. 876, 18 sq. ὁ Θεμίστιος) 21 νύμφαιον L 22 πρὸς τὸ τῷ SL 23 τρόπον Wa 27 δὲ (post ὅταν) om. S 30 γένηται] ‘immo γένοιτο’ Spengel 31 γίνεται συνεχῆ SL 32 ἐγκεντριζομένων φυτῶν] cf. Simpl. 878,20 ἐπιτεχνήσεως W οἷον—(174,1) συνεχῆ om. S καὶ δι’)

    174
    οὐδὲ συνεχῆ κυρίως. φανερὸν τοίνυν, ὃ προειρήκαμεν, ὅτι πρῶτον τὸ [*](355) ἐφεξῆς εἶναι τοῦ ἔχεσθαι· τὸ μὲν γὰρ ἐχόμενον ἀνάγκη ἐφεξῆς εἶναι, τὸ δὲ ἐφεξῆς οὐ πᾶν ἔχεσθαι· διὸ καὶ πρότερον τῷ λόγῳ τὸ ἐφεξῆς· ἐν πλείοσι γὰρ ὥσπερ γένος· καὶ γὰρ ἐν ἀριθμοῖς τὸ ἐφεξῆς, τὸ δὲ ἔχεσθαι ἀλλήλων οὐκ ἔστιν. πάλιν τὸ ἔχεσθαι πρότερον τοῦ | συνέχεσθαι· δεῖ [*](356) γὰρ ἅψασθαι πρότερον, εἰ συμφύσεται. δῆλον οὖν, ὅτι. ἐν οἷς οὐκ ἔστιν ἁφή, οὐδὲ σύμφυσις ἐν τούτοις ἐστίν. οὐ μέντοι γε ἐν ἅπασιν, ἐν οἷς ἔστιν ἁφή, καὶ σύμφυσις ἤδη γενέσθαι δύναται· καὶ γὰρ τὸν Ἐπειὸν ἅψασθαί φησιν Ὅμηρος τῆς ἡμιόνου, ἀλλὰ συμφυῆναί γε ἡμιόνῳ ἄνθρωπον οὐκ ἐνδέχεται. εἰ τοίνυν ταῦτα ἀληθῆ λέγομεν καὶ οὐ ταὐτὸν τὸ ἐφεξῆς καὶ τὸ ἅπτεσθαι, οὐκ ἄν εἴη ταὐτὸν στιγμὴ μονάς. κατὰ μὲν γὰρ στιγμὴν ἅψασθαι δυνατόν, κατὰ μονάδα δὲ οὐκ ἐνδέχεται, ἀλλ’ ἐν ταῖς μονάσιν τὸ ἐφεξῆς, τὸ δὲ ἅπτεσθαι οὐκ ἔστι· καὶ σημείων μέν ἐστι μεταξὺ γραμμή, μονάδων δὲ οὐδέν, ἀλλ’ οὐδὲ δυάδος καὶ μονάδος. δῆλον οὖν, ὅτι τὸ μὲν ἅπτεσθαι ἐν τοῖς θέσιν ἔχουσιν μόνοις, τὸ δὲ ἐφεξῆς καὶ ἐν τοῖς μὴ ἔχουσι θέσιν, ὥσπερ καὶ τὸ ἐχόμενον.

    4. Μία δὲ κίνησις λέγεται πλεοναχῶς· τὸ γὰρ ἓν πολλαχῶς λέγομεν. γένει μὲν οὖν μία κίνησις καὶ τῆ αὐτῇ κατηγορίᾳ, οἷον φορὰ πᾶσα πρὸς φοράν ἐν γὰρ τῷ ποῦ), ἀλλοίωσις πρὸς ἀλλοίωσιν ἐν γὰρ ποιότητι). εἴδει δὲ μία ἐν ταὐτῷ τῆς κατηγορίας εἴδει, ὅταν ἄτομον ᾖ καὶ πρῶτον ἀπὸ τῶν αἰσθητῶν, ὡς λεύκανσις ἔχει πρὸς λεύκανσιν· ἡ γὰρ λευκότης ἓν εἶδος καὶ ἄτομον. εἰ δ’ ἔστιν ἄττα, ἃ καὶ γένει ἅμα † γὰρ καὶ εἴδει, δῆλον ὅτι ἔστι τις κίνησις πὼς μὲν εἴδει μία, πὼς δὲ οὔ. ζητήσειε δ’ ἄν τις, εἰ μία κίνησις αὕτη τῷ εἴδει, ὅταν εἰς ταὐτὸν ἐκ ταὐτοῦ μεταβάλλῃ ταὐτὸν κινούμενον· εἰ γὰρ ἀπλῶς τοῦτο συγχωρηθείη καὶ τούτῳ τὴν αὐτὴν κίνησιν τῷ εἴδει ὁριζόμεθα, | ἔσται ἡ κυκλοφορία τῇ εὐθυφορίᾳ ταὐτὸν [*](357) κατ’ εἶδος· δύναται γὰρ ταὐτὸν ἐπὶ ταὐτὸν ἐκ ταὐτοῦ ποτὲ μὲν ἐπὶ εὐθείας κινεῖσθαι, ποτὲ δὲ ἐπὶ περιφεροῦς. ἡ καλῶς ἐθέμεθα μίαν τῷ εἴδει γίνεσθαι κίνησιν, ὅταν ἄτομον εἶδος ᾖ, καθὸ γίνεται; ἡ δὲ εὐθεῖα [*](1 ὅτι om. L2a πρῶτον] ‘scrib. πρότερον’ Spengel; at cf. Simpl. 879,8 πρῶτόν ἐστι τὸ ἐφεξῆς τοῦ ἁπτομένου 2 εἶναι om. W ἐφεξῆς ἀνάγκη Ε Aristot. 227 a 18. 19 6 συμφύσεται WSL, Aristot. 227 a 25: συμφύεται M 6. 7 οὐκ ἔστιν οὑδὲ σύμφυσις Aristot. 227 a 26 (sed οὐκ ἔστιν om. Η); cf. Simpl. 879,31 sq. 8 Ἐπειὸν] Horn. II. XXIII, 666 9 συμφῦναί γε SL 11 στιγμή] στιγμὴ SL 12 κατὰ δὲ μονάδα W 15 μόνον W 16 θέσιν om. W 17 πλεοναχῶς MW: πολλαχῶς SL (ex Aristot. 227b3 vel Simpl. 881,18) 18 γένει—(19) ποιότητι] exscr. Simpl. 882,7 sqq. καὶ] ἡ ἐν Simpl. 19 τῷ ποῦ WSL: τὸ ποῦ M: τῇ ποῦ κατηγορίᾳ Simpl.: fortasse τῆ ποῦ vel τόπῳ scribeiulum 20 εἴδει δὲ κτλ.] cf. Simpl. 882,13sqq. 21 λευκότης] λεύκανσις coni. Spengel: at cf. Simpl. 882,26 22 ἁ καὶ γένει ἅμα γὰρ καὶ εἴδει] sic M: γὰρ (in quo γίνεται latere recte perspexit Diels) om. SL et ἃ καὶ γένη ἄμα καὶ εἴδη ἐστὶ) W (ex Aristot. 227 b 12) 23 τίς κίνησις MS: τὶς κινήσει W: τῆς κινήσεως L; de Aristotelis verbis cf. Torstrik Philol. XII, 527 et Bonitz Aristotel. Studien I, 241 adn. 1 24. 25 ταὐτὸ W: τὸ αὐτὸ Aristot. 227 b 15 27 κατ’ εἶδος] cf. quae adnot. Diels ad Simpl. 883,24 δύναται—(29) γίνεται] exscr. Simpl. 883,22 sqq. ταὐτὸ ἐπὶ ταὐτὸν S: ταὐτὸ L)

    175
    γραμμὴ καὶ ἡ περιφερὴς διαφέρουσ’. κατ’ εἶδος ἀλλήλων. γένει μὲν οὖν [*](357) καὶ εἴδει κίνησις τοῦτον τὸν τρόπον γίνεται μία παρὰ τὴν διαφόραν τῶν πραγμάτων, ἐν οἷς γίνονται, ἀριθμῷ δὲ μία καὶ κυρίως μία πῶς ἄν εἴη κίνησις, ἐπισκεπτέον.

    ἐπεὶ τοίνυν τρία λέγομεν εἶναι περὶ τὴν κίνησιν, ἣν ὁριζόμεθα, τό τε κινούμενον οἷον τὸν ἄνθρωπον ἢ τὸ ἄστρον) καὶ καθὸ κινεῖται τοῦτο δὲ διττόν, ἢ πάθος ἢ τόπος) καὶ ὅτε κινεῖται τοῦτο δέ ἐστιν ὁ χρόνος), δεῖ τὴν μίαν κίνησιν τῷ ἀριθμῷ ἕκαστον τούτων ἔχειν ἓν ἀριθμῷ, τό τε εἶδος, καθ’ ὃ γίνεται οἷον τὴν χρόαν ἢ τὴν γραμμήν) καὶ τὸ κινούμενον οἷον τὸν Κορίσκον ἡ τὸν Καλλίαν) καὶ τὸν χρόνον ἕνα. εἷς δὲ ὁ συνεχὴς καὶ οὗ μηδὲν διαλείπει. εἰ δέ τι τούτων μὴ κατ’ ἀριθμὸν ἓν εἴη, οὐκέτ’ ἄν ἡ κίνησις μία φυλάττοιτο, οἷον εἰ Κορίσκος ἅμα βαδίζοι καὶ λευκαίνοιτο· τὸ μὲν γὰρ ὑποκείμενον ἓν καὶ ὁ χρόνος εἷς καὶ συνεχής, ἀλλὰ δύο, καθ’ ἃ ἡ κίνησις, χρῶμα καὶ τόπος, ὥστε οὐδὲ μία κίνησις ἡ τοιαύτη. πάλιν Καλλίας καὶ Σωκράτης ὑγιαζέσθωσαν τὴν αὐτὴν ὑγείαν, οἷον ὀφθαλμίαν· ἀλλ’ οὐδ’ αὕτη μία κίνησις· δύο γὰρ τὰ ὑποκείμενα. ἀλλὰ δὴ Σωκράτης ὑποκείσθω βαδίζειν μετὰ νουμηνίαν γε καὶ πάλιν ἑβδόμην. ταύτην τοίνυν ὁ χρόνος μόνος οὐκ ἐᾷ γίνεσθαι μίαν τὴν κίνησιν οὐχ εἷς ὢν οὐδὲ συνεχής, ἐπεὶ καὶ ἄλλο ἀτοπώτερον ὑπομείνειεν ἄν ὁ λόγος. εἰ γὰρ εἷς ὁ χθές [*](358) μου περίπατος καὶ ὃν τήμερον βαδίζω, ταὐτὸν ἔσται τὸ ἐφθαρμένον τῷ ὄντι ἦ τοῦτο καὶ ἐφ’ ὧν συνεχὴς χρόνος;], ἀεὶ γὰρ ἡ προτέρα κίνησις φθείρεται. πῶς οὖν ἔσται μία; ἀλλ’ ἴσως οὕτω μία τῷ συνεχεῖ καὶ τῷ πρὸς ἑαυτὴν οἰκειοῦσθαι καὶ τῷ μὴ διασπᾶσθαι τὸ φθειρόμενον τῷ γινομένῳ, ὅπερ οὐκ ἔστιν ἐπὶ τῶν ἐκ διαλείμματος γινομένων. ἀλλ’ εἴπερ μία κίνησις πάντως ἓν ἔχειν ὀφείλει κατ’ ἀριθμὸν τὸ ὑποκείμενον, ῥέοντα δὲ φαίνεται πάντα τὰ σώματα, οὐδεμία κίνησις ἕξει ταὐτὸν ὑποκείμενον ἀκριβῶς. τοῦτο δὲ καὶ περὶ τῶν ἕξεων ἄν τις διαπορήσειε, πῶς μία ὑγεία οὐχ ἑνὸς ὄντος τοῦ ὑγιαίνοντος. ἢ ταῦτα ἔξω τῆς σκέψεως τῆς προκειμένης; πῶς γὰρ αἱ αὐταὶ μένουσιν οὐσίαι καίτοι συνεχῶς μεταβάλλουσαι, τοῦτο ἀποδοῦναι οὐκ ἔστιν οἰκεῖον τοὐ περὶ κινήσεως λόγου, πλὴν τοῦτό γε παρακείμενον μὴ παρέλθωμεν, ὡς τὴν ἕξιν μίαν καὶ τὴν αὐτὴν ποιεῖν τὴν χθὲς καὶ τὴν τήμερον, οἷον τὴν ὑγείαν ἢ τὴν ἐπιστήμην, οὐδὲν ἄτοπον· συνεχὴς γάρ ἐστι πάσης ἕξεως ὁ χρόνος, τὴν ἐνέργειαν δὲ μίαν οὐκ ἐγχωρεῖ, εἰ μὴ συνεχὴς ἀποδιδοῖτο, τούτῳ δὲ ἀκολουθεῖ τὸ μιᾶς μὲν ἐνερ- [*](12 βαδίζει M1 14 χρῶμα Wl2a: χρόνος MSL1 15 ὑγείαν S: ὑγίειαν MWL 10 αὐτὴ SL 17 βαδίζειν om. M (add. in marg. 1): βαδίζων W γε om. S 19 ὑπομείνοιεν W 21 ἡ] ἡ W, Spengel e coni. ‘nisi potius integrum comma ἢ— κρόνος; locum ’): delevi verba utpote ex aporia margini adscripta orta 22 οὖν ἔσται] μὲν οὖν S 23 πρὸς] πρὸ L τῷ μὴ WL2a: τὸ μὴ MSL, 26 ante οὐδεμία add. ὥστε W1 27 ὑγίεια L 29 αὐταὶ] αὐτοὶ M 30 τοῦτο ἀποδοῦναι om. W 31 ante ποιεῖν una littera erasa in M 32 ὑγείαν S: ὑγίειαν MWS 153 μίαν] μίαν εἶναι W 34 συνεχὴς L: συνεχῶς MW: συνεχῶν S ἀποδιδοῖτο soripsi: ἀποδιδῶτο M: ἀποδιδότω W: ἀποδίδο S: ἀποδοδῆ ‘fort. ἀποδίδοται’ Spengel)

    176
    γείας μίαν εἶναι καὶ ἕξιν πάντως, μιᾶς δὲ ἕξεως καὶ πλείους τὰς ἐνεργείας. [*](358) ἐπεὶ δὲ πᾶσα κίνησις συνεχής, εἴπερ πᾶσα διαιρετή, τήν τε μίαν ἀνάγκη ἀπλῶς συνεχῆ εἶναι καὶ τὴν συνεχῆ μίαν· οὐ γὰρ ἂν γένοιτο συνεχὴς πάσῃ, ὥσπερ οὐδ’ ἄλλο οὐδὲν τῷ τυχόντι τὸ τυχόν, οἷον γραμμὴ φωνῇ, ἀλλ’ ὅσων ἓν τὰ ἔσχατα γενέσθαι δύναται. ἔσχατα δὲ τῶν μὲν οὐκ ἔστιν (οὐδὲν γὰρ | τῆς μονάδος ἔσχατον οὔσης ἀδιαιρέτου, διόπερ οὐδὲ γίνεταί [*](359) τι συνεχὲς ἐξ αὐτῶν), τῶν δὲ ἔστι μέν, ἀνομοιοειδῆ δὲ καὶ διαφέροντα καὶ ὁμώνυμα κοινὸν ἔχοντα ὄνομα τὸ ἔσχατον η τὸ πέρας. τὸ γοῦν γραμμῆς ἔσχατον καὶ βαδίσεως ὁμωνύμως ἀλλήλοις ἔσχατον· διὸ οὐδὲ γίνεται ἐκ τούτων ἕν τι καὶ συνεχές. ἐχόμεναι μὲν οὖν ἀλλήλων εἶεν ἂν καὶ αἱ μὴ αὐταὶ τῷ εἴδει μήτε τῷ γένει· δραμὼν γὰρ ἄν τις πυρέξειεν εὐθὺς καὶ οἷον ἡ λαμπὰς ἡ ἐκ διαδοχῆς φερομένη ἐχομένας μὲν κινεῖται κινήσεις καὶ ἀλλήλαις ὁμοειδεῖς, συνεχεῖς δὲ οὔ· οὐ γὰρ γίνεται ἓν τὸ ἔσχατον τῶν δρόμων, ἀλλ’ ἑκάστου τῶν τρεχόντων οἰκεῖόν τι τοῦ δρόμου πέρας ἐστίν, ὥστε δῆλον, ὅτι ἔχ’ ἕσθαι μὲν ἀλλήλων δύνανται κινήσεις καὶ διὰ μόνον τὸν χρόνον, ὅταν συνεχὴς ἡ, κἄν αὐταὶ πάμπολυ διαφέρωσι, συνεχεῖς δὲ γίνεσθαι οὐ δύνανται διὰ μόνον τὸν χρόνον ἐὰν μὴ ταὐτὸν ἔχωσιν εἶδος. οὕτω γὰρ ἂν τὰ ἔσχατα ἀμφοῖν ἑνωθείη, διόπερ ἀνάγκη τὴν αὐτὴν τῷ εἴδει εἶναι καὶ ἑνὸς καὶ ἐν ἑνὶ τὴν ἁπλῶς συνεχῆ καὶ μίαν, ὥσπερ καὶ πρόσθεν διωρισάμεθα. εἰ δὲ πρὸς πᾶσι τοῖς προειρημένοις καὶ τέλειος εἴη, μᾶλλον δὴ λέγεται μία τῆς ἐχούσης μὲν τἆλλα, ἀτελοῦς δέ· τέλειος δέ ἐστι κίνησις ἡ λαβοῦσα τὸ οἰκεῖον πέρας· τὸ γὰρ ἓν ἐπὶ τῶν τελείων μᾶλλον ἢ ἐνδεῶν κατηγοροῦμεν. μᾶλλον δὲ μία κίνησις καὶ ἡ ὁμαλὴ τῆς ἀνωμάλου· τὴν γὰρ ἀνώμαλον διαιρεῖν ἐοίκασιν αἱ ἐξαλλαγαί. ἔστι δὲ ἐν ἁπάσῃ κινήσει τὸ ὁμαλὸν καὶ τὸ ἀνώμαλον, καὶ ἐν ἀλλοιώσει καὶ ἐν αὐξήσει καὶ ἐν φθορᾷ. γίνεται δὲ τὸ ἀνωμαλὲς ὁτὲ μὲν παρὰ τὴν | φύσιν, ἐφ’ [*](360) οὗ κινεῖται, οἷον ἐπὶ τῆς κεκλασμένης γραμμῆς· ἀδύνατον γὰρ ὁμαλὴν γενέσθαι κίνησιν μὴ ἐφ’ ὁμαλοῦ μεγέθους· ὁμαλὲς δὲ μέγεθος, οὗ τὸ τυχὸν [*](1 πάντως καὶ ἕξιν SL 3 καὶ εἰ συνεχὴς Aristot. 228a21. 22 ‘εἰ] ἡ om. V sic adnot. Bekker) AFa Simplicii 889,29: καὶ ἡ συνεχὴς CM Simplicii; δέ add. ACa Simplicii μία Aristot. libri ib.: μία ἐστίν Simpl. 1. c. 4 ἄλλου L φωνὴ SL1 5 τὰ ἔσχατα ἓν W 6 τῆς μονάδος—(10) συνεχές] exscr. Simpl. 890, 14sqq. 7 συνεχὲς om. SL ἀνομοιοειδῆ M: ἀνομοειδῆ WS: ἀνομοειδεῖ L δὲ om. M 10 αἱ μὴ] sic Aristot. 228 a 27 praeter E μὴ αἱ) 12 ἡ λαμπὰς καὶ ἡ ἐκ S 13 συνεχεῖς] de Aristotelis verbis (228a29) varie traditis cf. Simpl. 891,23 sqq. 14 ἀλλ’—πέρας] exscr. Simpl. 891,11 16 συνεχὴς MW, Bonitz Aristot. Stud. I 210, Spengel e coni.: συνεχῆ SL κἂν WSL: καὶ M αὐταὶ Spengel: αὗται libri διαφέρουσι L 17 γενέσθαι S ἐὰν μὴ MWS: ἐὰν καὶ L1: ἀλλ’ ἐὰν καὶ L2a 18 ἂν om. M (quod fort, aptius ante ἑνωθείη inseratur) ἑνωθείη MW: ἕνα θείη SL ἓ θείη Spengel) 18. 19 εἶναι τῷ εἴδει Ε Aristot. 228 b 2 19 ἐν ἑνὶ χρόνῳ Aristot. ib. 20 εἰρημένοις W (ex Aristot. 228 b 15?) τέλος M 21 δὴ scripsi: δὲ MSL: om. W et Spengel tacite τἆλλα L: τἄλλα MW: τὰ ἄλλα S 22 τὸ γὰρ—(24) ἀνωμάλου] exscr. Simpl. 894,15 et 895,9 24 τὴν MW: τὸν SL 26 φθορᾷ MWSLi φθίσιν Aristot. 228b 21): φορᾶ L2a 27 οὐ] ὧν Ε Aristot. 228b 22: ᾧ FHI οἶον—(28) μεγέθους] exscr. Simpl. 896,20: cf. praeterea 895,17 (nbi Alexandri mentio fit))
    177
    ἐφαρμόττει τῷ τυχόντι μέρει· ἢ παρὰ τὸν τρόπον τῆς κινήσεως, ὅταν ποτὲ [*](360) μὲν ᾖ ταχυτέρα ποτὲ δὲ βραδίων· κἂν γὰρ τὰ ἄλλα πάντα συνδράμῃ, οἷον τὸ μέγεθος ὁμαλές, ὁ χρόνος συνεχής, τὸ εἶδος ταὐτὸν τῆς κινήσεως, τὸ τάχος δὲ μὴ ταὐτόν, ἀνώμαλος εὐθὺς ἡ κίνησις. διόπερ οὐδὲ εἴδη κινήσεως τάχος καὶ βραδυτής ἐστιν· ἐν πᾶσι γὰρ τοῖς εἴδεσίν ἐστι τῆς κινήσεως. καὶ γὰρ ἀλλοιοῦται ταχέως καὶ βραδέως καὶ αὔξεται καὶ μετα- βαίνει τόπον ἐκ τόπου, οἷον τὴν ἐπὶ τὸ κάτω φορὰν θᾶττον μὲν τὸ βαρύ· τερον, βράδιον δὲ τὸ κουφότερον. διόπερ οὔτε βαρύτης καὶ κουφότης πρὸς τὴν ἐπὶ τὰ αὐτὰ ῥοπὴν κατ’ εἶδος ἀλλήλων διοίσουσιν, ἐπεὶ μηδὲ κινήσεων διαφόρων κατ’ εἶδός εἰσι ποιητικαί. καὶ κυρίως μὲν οὖν ἡ ὁμαλὴ μία, γένοιτο δ’ ἄν καὶ ἡ ἀνώμαλος μία τῷ συνεχὴς εἷναι, ἦττον δέ, ὅπερ ἐπὶ τῆς κεκλασμένης εὐθείας συμβαίνει. τὸ δὲ ἧττον μίξει τοῦ ἐναντίου. εἰ τοίνυν τὴν μὲν συνεχῆ καὶ μίαν κίνησιν ἐνδέχεται καὶ ὁμαλὴν εἶναι, τὴν δὲ ἐκ τῶν εἴδει διαφερουσῶν κινήσεων συγκειμένην ἀδύνατον ὁμαλὴν εἶναι, οὐκ ἄν ποτε γένοιτο ἡ τοιαύτη μία συνεχής, ὅτι μηδ’ ὁμαλής· τὸ γὰρ ὁμαλὲς ὑπεθέμεθα, οὗ τὰ μόρια πάντα ἐφαρμόττειν πᾶσιν ἐνδέχεται, λευκάνσεως δὲ καὶ δρόμου πῶς οἷόν τε ἐφαρμόσαι τὰ μόρια;

    5. Διοριστέον δὲ καὶ τὰ περὶ τὰς ἀντιθέσεις. ἀντίκειται δὲ καὶ ἡ κίνησις κινήσει καὶ στάσις κινήσει· | ἀλλ’ ἡ μὲν ὡς ἐναντίον, ἡ δὲ ὡς ἡ [*](361) στέρησις. ποῖαι οὖν ἐναντίαι κινήσεις; ἐπεὶ τοίνυν πᾶσα κίνησις ἔκ τινος εἴς τι καὶ ἐξ ἐναντίου εἰς ἐναντίον, αἱ ἐξ ἐναντίων ἀρχόμεναι καὶ εἰς ἔναν· τίον λήγουσαι εἶεν <ἂν> ἐναντίαι κινήσεις, οἷον ἡ ἐξ ὑγείας ἀρχομένη καὶ λήγουσα εἰς νόσον <καὶ> ἡ ἐκ νόσου μὲν ἀρξαμένη, παυσαμένη δὲ ὑγείαν. δῆλον δὲ καὶ οὕτως ἐκ τῆς ἐπαγωγῆς· ἐναντίον γὰρ δοκεῖ τὸ ὑγιάζεσθαι ἄζεσθαι τῶ νοσάζεσθαι καὶ τὸ ἀνιέναι τῶ κατιέναι καὶ τὸ εἰς δεξιὰ τῶ εἰς ἀριστερὰ βαδίζειν καὶ τὸ ἔμπροσθεν τῷ ὄπισθεν· ἐναντία γὰρ ταῦτα περὶ τόπον ἐστίν. ὅσοις μέντοι γε οὐκ ἔστιν ἐναντία τῶν μεταβαλλόντων, ἡ ἐκ τοῦ αὐτοῦ μεταβολὴ εἰς τὸ αὐτό ἐστιν ἐναντία· ἐξ οὗ γὰρ ἡ φθορὰ μεταβάλλει, εἰς τοῦτο ἡ γένεσις ἔρχεται. ἐκ μὲν γὰρ ὄντος ἡ φθορὰ μεταβάλλει, εἰς τὸ ὂν δὲ ἡ γένεσις ἔρχεται καὶ ἐξ οὗ ἡ γένεσις, εἰς τοῦτο πρόεισιν ἡ [*](1 παρὰ] περὶ SL, ὅταν MW: ὅτε SL 2 βραδίωνα SL 5 τὸ τάχος S 7. 8 βαρύτερον] βραδύτερον S 10 καὶ om. W ὁμαλὴ M: ὁμαλὴς W: ὁμαλὸς SL 12 μίξει] μίξις ἀεὶ Aristot. 229a2; at ἐν παντὶ μίξει Simpl. 899,16 15 μία ἡ μία E) καὶ συνεχὴς Aristot. 229a5 18 τὰ] τὰς M τὸ ἡ om. W 21 εἰς (pr.)] τὸ M (in archetype εἰς scriptum fuisse videtur i. e. εἰς τὸ) 22 ἄν add. Spengel ἡ om. E Aristot. 229a9 ὑγιείας M 23 καὶ ἡ scripsi: ἡ MSL: τῇ W (et Laur. 85,14) ex Aristot. 229a10 ἀρχομένη SL 24 ὑγίειαν MW 25 νοσίζεσθαι Par. 1888 et Ε Aristot. 229 b3 εἰς δεξιὰ M marg. L2a: ἐκ δεξιὰ M text. SL1: ἐκ δεξιῶν W 26 τῷ ἔμπροσθεν τό ὄπισθεν S τῷ εἰς ὄπισθεν Laur. 85,14: τῇ εἰς τὸ ὄπ. Aristot. 229b9 (at εἰς τὸ om. EH); cf. Simpl. 904,18 τόνπον S2 τὸν τόπον Par. 1888) 28 εἰς MWSL, et E Aristot. 229b12 τῇ εἰς L2a et FHI Aristot. ἐξ οὗ γὰρ κτλ.] cf. Simpl. 905,10 sqq. 30 πρόσεισι Simpl. (‘quod emendandum erat’ Dials))

    178
    φθορά. ἡ μὲν γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ἡ δὲ εἰς τὸ μὴ ὂν ἐκ [*](361) τοῦ ὄντος.

    6. Κίνησις μὲν οὖν κινήσει ἐστὶν ἐναντία, κινήσει δὲ στάσις ὡς στέρησις· ῥῆσις· τὸ δ’ ὡς στέρησις λέγω, διότι μὴ στέρησις ἀκριβῶς. ποία δὲ στάσις ποίᾳ κινήσει, διοριστέον· οὐ γὰρ ἡ τυχοῦσά γε τῇ τυχούσῃ. δῆλον δέ, ὅτι ἐπειδὴ ἐν δυσὶν ἡ κίνησις, τῇ μὲν ἐκ τούτου εἰς τὸ ἐναντίον ἡ ἐν τούτῳ μονή, τῇ δὲ ἐκ τοῦ ἐναντίου εἰς τοῦτο ἡ ἐν τῷ ἐναντίῳ μονή. οἷον τῇ μὲν κάτωθεν ἄνω ἡ ἐν τῷ κάτω μονή, τῇ δὲ ἄνωθεν κάτω ἡ ἐν τῷ ἄνω μονή· ἄλογον δὲ ἐναντίαν ποιεῖν ἠρεμίαν τὴν ἐν ἐκείνῳ, εἰς ὃ σπεύ|δει μεταβάλλειν· τέλος γὰρ ἐκεῖνο καὶ ἔσχατον, οὐδὲν δὲ τέλος ἐναντίον [*](362) τίον τῇ ἐπ’ αὐτὸ σπουδῇ, ἀλλὰ μᾶλλον οἰκεῖόν τε καὶ προσήγορον. ἔτι τὰ κατὰ φύσιν κινούμενα τέλος ἔχει τῆς κινήσεως τὴν ἐν ἐκείνοις ἠρεμίαν, ἐφ’ ἃ κινεῖται· τὸ δὲ τέλος τινὸς πῶς ἄν αὐτοῦ στέρησις εἴη; λείπεται ἄρα τὴν ἐν ἐκείνῳ μονὴν ἐναντίαν εἶναι τῇ ἐξ ἐκείνου κινήσει.

    Ἄρα δὲ καὶ οὕτως ἀντίκειται κίνησίς τε καὶ ἠρεμία, ὥστε τὴν μὲν κατὰ φύσιν, τὴν δὲ παρὰ φύσιν εἶναι τοῖς κινουμένοις; ἐπὶ μὲν οὖν τῆς κατὰ τόπον μεταβολῆς τὸ τοιοῦτον ἄν τις εὕροι λίαν ἐμφανῶς. τῇ γὰρ γῇ κατὰ φύσιν μὲν κίνησις ἡ εἰς τὸ κάτω, παρὰ φύσιν δὲ ἡ εἰς τὸ ἄνω καὶ μονὴ μὲν κατὰ φύσιν ἡ εἰς τὸ κάτω, παρὰ φύσιν δὲ ἡ εἰς τὸ ἄνω. ἐπὶ δὲ ἀλλοιώσεως τε καὶ αὐξήσεως οὐκέτ’ ἄν δόξειεν εἶναι τὸ κατὰ φύσιν καὶ παρὰ φύσιν· οὐδὲν γὰρ μᾶλλον τοῦ μελαίνεσθαι τὸ λευκαίνεσθαι κατὰ φύσιν ἢ παρὰ φύσιν ἢ τὸ ὑγιάζεσθαι τοῦ νοσάζεσθαι· ὁμοίως γὰρ δοκεῖ τὸ σῶμα τῶν ζῴων ἀμφοτέρων εἶναι δεκτικόν, ἀλλ’ οὔτε ἡ μὲν αὔξησις κατὰ φύσιν, ἡ δὲ μείωσις παρὰ φύσιν οὔτε ἀνάπαλιν. ἀλλ’ οὔτε αὔξησις αὐξήσει τῇ κατὰ φύσιν ἡ παρὰ τὴν φύσιν ἀντίκειται. ὁμοίως ἐπὶ γενέσεως καὶ φθορᾶς ὁ αὐτὸς λόγος. οὐ γὰρ ἡ μὲν γένεσις κατὰ φύσιν, ἡ δὲ φθορὰ παρὰ φύσιν (τὸ γὰρ γηράσκειν κατὰ φύσιν), οὔτε γένεσιν ὁρῶμεν τὴν μὲν κατὰ φύσιν, τὴν δὲ παρὰ φύσιν. ταῦτα μὲν οὖν ἄν τις διαπο- ρησειεν.

    Εἱ δέ ἐστι τὸ βίᾳ παρὰ φύσιν, καὶ φθορὰ φθορᾷ ἄν εἴη ἐναντία ἡ βίαιος ὡς παρὰ φύσιν οὖσα τῇ κατὰ | φύσιν. ἆρ’ οὗν καὶ γενέσεις εἰσὶν [*](363) [*](3 κίνησις μὲν οὗν κινήσει κινήσει e κίνησις corr.) M et Aristot. 229b21 κινήσει μὲν οὖν κίνησις WSL ἐστὶν ἐναντία M: οὕτως ἐστὶν ἐναντία WSL: ἐναντία οὕτως Aristot. ib. (ubi tamen post οὕτως plura sequuntui) 5 τῇ cm. SL (add. Spengel e coni.) 6 ἐπειδὴ MW et FH Aristot. 229b29: ἐπεὶ SL et EI Aristot. ante ἡ κίνησις add. ὑποκειμένοις Η Aristot. ib. et Simpl. 907,2: post ἡ κίνησις EFI 11 αὑτὸ MWS: αὐτῷ L 11. 12 ἔτι τὰ κτλ.] cf. Simpl. 907,23 sqq. 19 ἐν τῷ κάτω Simpl. 910,11 εἰς τὸ ἄνω S: ἐν τῷ ἄνω MWL et Simpl. (fortasse utroque loco ἐν τῷ Themistio red- dendum 23 ἡ μὲν ἡ αὔξησις L 24 δὲ] δὴ W ἡ δὲ ἡ μείωσις SL 25 κατὰ φύσει L: ὡς φύσει Aristot. 230a25 ἡ] ἡ EFH Aristot. ib.: ἡ δὲ Ι τὴν φύσιν M: φύσιν WSL et Aristot. ib. 27 τὸ γὰρ γηρᾶν I Aristot. 230a28 τὸ γὰρ γῆρας F (Simpl. 910,24 ἡ γὰρ γήρανσις EH οὔτε om. S (add. in marg.) 28.29 διαπορήσειε πορήσειε Μ1 30 εἰ δέ] sic vulgata Aristot. 230 a 29: εἰ δὴ FI: ἢ εἰ EH φθορᾷ Spengel ex Aristot. 230a30: φθορᾶς libri)

    179
    ἔνιαι βίαιοι καὶ οὐχ εἱμαρμέναι εἱμαρμένον δὲ λέγω τὸ κατὰ φύσιν, † ἀρ’ [*](363) οὖν παρὰ φύσιν ἀντίκειται) καὶ αὐξήσεις βίαιοι καὶ φθίσεις; αὔξησις μὲν οἱ σῖτοι οἱ ταχὺ ἁδρυνόμενοι καὶ μὴ πιληθέντες. ἐπὶ δὲ ἀλλοιώσεως ὡσαύτως· τὼς· εἶεν γὰρ ἄν τινες αἱ μὲν βίαιοι, αἱ δὲ φυσικαὶ ἀλλοιώσεις, ὡς τὸ ὑγιάζεσθαι μὴ ἐν κρισίμοις ἡμέραις ἀλλοιοῦσθαι παρὰ φύσιν ἐστίν, τὸ δὲ ἐν κρισίμοις ὑγιάζεσθαι κατὰ φύσιν. ἔσονται δὲ ἐναντίαι καὶ φθοραὶ ἀλλήλαις καὶ φθορὰ γενέσει καὶ οὐδὲν κωλύει· οὐ γὰρ κατὰ ταὐτὸν ἡ φθορὰ γενέσει τε ἀντίκειται καὶ φθορᾷ, ἀλλὰ καθὸ μὲν φθορά γενέσει μόνον ἐστὶν ἐναντία, καθὸ δὲ τοιαύτη φθορά ἐστι κατὰ φύσιν, τῇ παρὰ φύσιν· καὶ γὰρ εἰ τὴν μὲν ἡδεῖαν εἶναι, τὴν δὲ λυπηρὰν συμβέβηκεν, ἦν κατὰ τοῦτο αὐταῖς ἐναντίωσις. οὐ δεῖ δὲ ὑπολαμβάνειν ἕτερον τρόπον ἀντιθέσεως εἶναι τὸν νῦν εἰρημένον, ἀλλ’ ἃς ἐθέμεθα ἤδη κινήσεις τε καὶ μονὰς ἐναντίας καὶ καθ’ ὃν ἐθέμεθα τρόπον, αὗται διανέμονται τὸ κατὰ φύσιν ὑσὶν καὶ παρὰ φύσιν, οἷον ἐναντίαν εἴπομεν εἶναι φορὰν τὴν ἄνωθεν κάτω τῇ κάτωθεν ἄνω. τούτων τοίνυν ἡ μὲν κατὰ φύσιν τῷ πυρί, ἡ δὲ παρὰ φύσιν ἐστὶ καὶ ἔμπαλιν τῆ γῇ· καὶ μοναὶ δὲ ὡσαύτως. ἐπεὶ γὰρ τὴν ἄνω μονὴν τῇ ἄνωθεν κινήσει διωρισάμεθα ἀντικεῖσθαι, γίνεται καὶ τούτων τῇ γῇ ἡ μὲν ἄνω μονὴ παρὰ φύσιν, ἡ δὲ ἄνωθεν κίνησις κατὰ φύσιν, ὥστε κίνησις ἐναντία κινήσει ἐστίν, τουτέστιν ἡ κατὰ φύσιν τῇ παρὰ φύσιν, καὶ μονὴ ἐναντία κινήσει, ἡ τοὐ αὐτοῦ παρὰ φύσιν | τῇ κατὰ φύσιν· ἀλλ’ οὐ τοῖς [*](364) αὐτοῖς, ἀλλ’ ἄλλῳ καὶ ἄλλῳ, οἷον ἐναντίαι κινήσεις εἰσὶν ἡ ἄνωθεν κάτω τῇ κάτωθεν ἄνω, καὶ ἄμφω γε κατὰ φύσιν ἡ μὲν πυρί, ἡ δὲ γῇ. ἀλλ’ εἰ τοῦ κινουμένου ποθέν ποι τὸ μὲν ἐκεῖσέ ἐστιν, ἐξ οὗ κινεῖται, τὸ δέ, εἰς ὃ κινεῖται, ἐναντία δὲ ἡ ἐκεῖ μονὴ τῇ ἐξ ἐκείνου κινήσει, πῶς οὐχ ἅμα [*](1. 2 ἆρ’ οὑν ex 178,31 male repetitum; desiileiatur ᾧ τὸ vel ᾧπερ τὸ vel simile quid, nihil iuvat ἀντίκεινται, quod praebet W et Spengel e ooni. reposuit 3 οἱ] ἡ S 4 εἶεν] sic E Aristot. 230b b 3: εἴησαν FHI γὰρ ἄν τινες] μὲν γὰρ ἄν τινες Par. 1888: γὰρ ἂν ἄν om. I) αἱ μέν τινες FI Aristot. 230b4 ὡς scripsi: ἡ libri: εἰ Spengel: οἷον Aristot. ib. 5 δὲ M et EF Aristot. 230b6: δὴ WSL et HI Aristot. (Simpl. 911,24) G ἐναντία L ἐναντίαι καὶ φθ.] ἐν. αἱ φθ. FI Aristot. ib.: αἱ ἐν. φθ. E: αἱ om. Η ἀλλήλοις Wi 7 γενέσει] οὐ γενέσει; EFI Aristot. 230b 7 (cf. Simpl. 1. c): καὶ οὐ γενέσει μόνον H 8 καὶ om. SL, (et fortasse Mj) μόνῃ Simpl. 911,28, qui exscr. καθὸ μὲν — (11) ἐναντίωσις 9 τοιαύτη om. Simpl. φθορά ἐστι MW: φθορὰ καὶ SL: φθορὰ Simpl. κατὰ τὴν φύσιν S τῇ WL2a: τὴν MSL1 10 εἶναι post λυπηρὰν coll. W: om. M2 αν, fort. ABBREV ἡδεῖαν Μ1): εἶναι olim in marg. scriptura fuisse vid. συμβαίη W ἦν scripsi: ἦν ἄν Siml.: ἄν MSL: εἴη ἂν W; συμβεβήκει ἦν ἄν Diels κατὰ MW et aF Simplicii: καὶ κατὰ SL et ACM Simplicii τοῦτο* M 11 τὸν MW: τὸ SL 14 οἷον εἰ S, εἴπομεν (sc. in cap. 5) MW: εἴποιμεν SL (uade ἄν εἴποιμεν Spengel) 16 μοναὶ MW: μονὴν SL 17 ἄνωθεν κάτω κιν. Aristot. 230b16 praeter E 17. 18 ἡ μὲν μονὴ ἐκείνη Aristot. 230b17 17 ἡ ἄνω add. H) 18 ἄνωθεν κίνησις] κίνησις αὕτη E2FI Aristot. ib.: κίνησις αὐτὴ H: κίνησις E1 ὥστε MW, Aristot. 230b 18: ὥστε καὶ SL 19 μονὴ] μόνον Ε Aristot. ib. 22 γῇ] Aristot. 230b—28 praetermisit Themistius 23 ποι WSL: πη M ἐκεῖσέν ἐστιν L ἐκεῖθέν ἐστιν Laur. 85,14) 24 ἐκεῖ W: ἐκείνου M: ἐν ἐκείνῳ SL: ἐνταῦθα Aristot. 230b28)
    180
    περὶ ταὐτὸν τἀναντία; λύειν γὰρ οὐ χαλεπόν· ἢ γὰρ ὅτι μὴ κατὰ ταὐτὸν [*](364) τἀναντία, ἀλλὰ κατ’ ἄλλο μὲν ἐν ἐκείνῳ μένοι ἄν, κατ’ ἄλλο δὲ ἐξ ἐκείνου κινεῖται οὐ γὰρ ἀμερές ἐστιν τὸ κινούμενον, ὡς δειχθήσεται), ἢ lo ὅτι μηδὲ ἐναντία κυρίως κίνησις καὶ μονή, ἀλλὰ κίνησις μᾶλλον κινήσει. καὶ περὶ μὲν τῶν ἀντιθέσεων τῶν ἐν ταῖς κινήσεσι καὶ ταῖς ἠρεμίαις ἱκανῶς εἴρηται.

    [*](1 γὰρ om. W 2 μένοι ἄν scripsi: μένομεν MSL: μένει W et Spengel e coni. 3 οὐ γὰρ—δειχθήσεται] exscr. Simpl. 917,23 ἅμερόν SL ἐστιν om. W et Simpl. 5 ταῖς ante ἠρεμίαις om. S Aristot. 231a5—17 om. Η nonimllique alii libii et praetermisit Themistius (ἅπερ οὐδὲ ὁ Πορφύριος συνοψίζειν οὐδὲ ὁ Θεμίστιος παραφράζειν εἵλετο Simpl. 918,13 sq.))
    181
    [*](365)

    Εἰ δέ ἐστι συνεχῆ μέν, ὧν τὰ ἔσχατα ἕν ἐστιν, ἁπτόμενα δέ, ὧν ἅμα, ἀδύνατον ἐξ ἀδιαιρέτων εἶναί τι συνεχές, οἷον γραμμὴν ἐκ στιγμῶν, εἴπερ ἡ γραμμὴ μὲν συνεχής, ἡ στιγμὴ δὲ ἀδιαίρετος. δεῖ γὰρ τὰς στιγμὰς ἢ ὅλως, ὁποῖα ἄττα ἄν ὑπόθηταί τις τὰ ἀδιαίρετα, πρῶτον ἀλλήλων ἅπτεσθαι δύνασθαι, εἰ μέλλοι τότε καὶ συμφύσεσθαι· αὕτη γὰρ ἦν ἡ γένεσις τῶν συνεχῶν. πῶς δὲ ἔσται ἅμα τὰ ἔσχατα, ὧν οὐδὲν ἔσχατον; οὐ γὰρ ἔστιν οὐδὲν ἔσχατον τοῦ ἀμεροῦς· ἕτερον γὰρ τὸ ἔσχατον καὶ οὗ ἔσχατον, ὧν δὲ οὐχ οἷόν τε ἅμα γίνεσθαι τὰ ἔσχατα, πῶς οἷόν τε ἓν ἐξ αὐτῶν ἔσχατον γίνεσθαι; καὶ γάρ τινι περιττεύει μέρει τοῦ ἐσχάτου τούτου του τὰ ἀμερῆ συντιθέμενα· ἡ γὰρ ἁφὴ τοὺς ὄγκους αὐτῶν ὅλους καταναλώσει· οὐ γὰρ δήπου μέρεσιν ἢ πέρασιν ἅπτεται ἀλλήλων τὰ ἀμερῆ, ἀλλ’ ἅμα ὅλοις ἐνδύσεται καὶ ὅλα δι’ ὅλων χωρήσει, εἴπερ ὅλα δεῖ καλεῖν, ὧν μηδὲν μόριον. οὐκοῦν οὐδὲ ἡ σύνθε|σις αὐτῶν ποιήσει τι μέγεθος περιττόν, ὥστε διαιρεῖσθαι εἰς ἄλλο καὶ ἄλλο μέρος· οὐδὲ γὰρ ἄν τόπος [*](366) ἔσται μείζων τῶν παμμυρίων ἀμερῶν συντιθέντων ἡ ἑνὸς κατ’ αὐτὸ (οὐδὲ γὰρ προσοίσει διάστημα τὸ προστιθέμενον τῷ προσλαβόντι), καίτοι παντὸς μεγέθους συνεχοῦς μείζων ὁ τόπος τοῦ ὅλου ἢ τῶν μορίων ἑκάστου· ἔτι δέ, εἰ τὰ μόρια τῶν συνεχῶν κεχώρισται ἀλλήλων τῷ τόπῳ, καὶ τὸ μὲν ἐνθαδὶ ἀνάγκη εἶναι, τὸ δὲ ἐνθαδί, οἷον ἐπὶ γραμμῆς, ἡ δὲ σύνθεσις τῶν ἀμερῶν οὐδὲν ποιεῖ μέγεθος, πῶς ποιήσει μόρια κεχωρισμένα τῷ τόπῳ; ἀλλ’ ἴσως τὸ μὲν ἅπτεσθαι ἀλλήλων τὰ ἀμερῆ ἢ ἀλλήλοις γίνεσθαι συν- εχῆ καὶ οὕτως ποιεῖν τι μέγεθος συνεχὲς ἄτοπον ὑποτίθεσθαι δι’ ἃς εἴπομεν δυσχερείας, ἐφ’ ἐξῆς δὲ ἀλλήλοις οὐδὲν κωλύει γίνεσθαι τὰ ἀδι- [*](1 ΘΕΜΙΣΤΙΟΥ] τοῦ αὐτοῦ M: de ceteris libris cf. Praef. 2 δέ ἐστι] δὲ Spcngelii operae ὧν om. W 3 ἄμα M2W et Aristot. 231a23: ἄμεσα M1SL γραμμὴν M2W et Aristot. 231 231a24: γραμμὴ M1SL 4 γὰρ M: μὲν γὰρ WSL 6 μέλλοι ποτε W συμφύσεσθαι WSL2: συμφήσεσθαι M: συμφύεσθαι L1a 7 γένεσις] κίνεσις (!) Μ1 8 ἔστιν MW: γὰρ SL οὐδὲν post ἔσχατον colloc. FHIK Aristot. 231 a28: post ἀμεροῦς Ε 8. 9 οὗ ἔσχατα 9 ὧν τε οὐχ S 10 ἔσχατον] συνεχὲς W2 12 πέρασιν ἢ μέρεσιν M1 15 οὐδὲ MSW: οὐ L et Laur. 85,14 IG ἀμερῶν om. SL ἢ llermolaus Barbarus, Brantlis: μὴ libri 17 προτιθέμενον L προλαβόντι SL 24 γενέσθαι M)

    182
    αἱρετὰ, οἷον στιγμὴ καὶ τὸ νῦν ἐφεξῆς εἶναι τῷ νῦν, ὥστε καὶ τὸ μέγεθος καὶ [*](366) τὸν χρόνον συγκεῖσθαι μὲν ἐκ τῶν ἀμερῶν, οὔτε δὲ ἁπτομένων οὔτε συνεχομένων ἀλλήλοις, ἵνα μὴ τὰς ἐκ τῶν ἐσχάτων ἀπορίας ἀναδεχώμεθα. ὁ δὲ τοιοῦτος λόγος πρῶτον μὲν οὐδὲν ποιεῖ μέγεθος συνεχές, ἀλλὰ πάντα ἐκ διωρισμένων καθάπερ τὸν ἀριθμόν, ἔπειτα οὐδὲ αὐτὸ τοῦτο δυνατὸν ὑποτίθεσθαι. σκόπει δὲ οὕτως· ἤτοι γὰρ οὐδὲν παντελῶς ἔσται μεταξὺ τῶν ἐφεξῆς κειμένων σημείων ἢ ἔσται μεταξύ. εἰ μὲν τοίνυν οὐδὲν παντελῶς, πάλιν ἅπτοιντο ἄν ἀλλήλων τὰ ἀμερῆ (οὐδὲν γὰρ αὐτὰ παρεγκείμενον κωλύσει)· εἰ δὲ ἔσται τι μεταξύ, τί τοῦτ’ ἂν εἴη, σκεφώμεθα. ἐπεὶ γὰρ τὸ κενὸν ἀνῃρή|κασιν ἡμῖν οἱ πρότεροι λόγοι, δῆλον ὡς, εἴπερ ἔσται τι [*](367) μεταξὺ τῶν ἐφεξῆς ἀλλήλοις σημείων, ἢ σῶμα τοῦτο ἔσται ἢ ἐπιφάνεια ἢ γραμμή· καὶ δῆλον ὅτι γραμμή· γραμμὴ γὰρ σημείων ἀεὶ μεταξύ, ἀλλ’ ἐπεὶ δυνατόν, μᾶλλον δὲ ἀναγκαῖόν ἐστιν ἐν ἁπάσῃ γραμμῇ σημεῖον λαβεῖν, λάβοις ἂν καὶ ἐπὶ τῆς μεταξὺ τῶν σημείων ἄλλο σημεῖον, ὃ αὐτὸ γίνεται μεταξύ. πῶς οὖν ἐκεῖνά ἐστιν ἐφεξῆς, ὧν σημεῖον ἕτερον μεταξύ; ὥστε δυοῖν θάτερον, ἢ ἅπτεσθαι ἀλλήλων τὰ ἀμερῆ ἢ μηδὲ ἐφεξῆς εἶναι· εἰ δὲ ἀμήχανον ἅπτεσθαι, ἀμήχανον εἶναι καὶ ἐφεξῆς. οὐδὲ κατὰ τοῦτον οὖν τὸν τρόπον δυνατὸν συγκεῖσθαί τι μέγεθος ἐξ ἀμερῶν. δῆλον τοίνυν ἐκ τῶν εἰρημένων κἀκεῖνο, ὅτι πᾶν μέγεθος συνεχὲς διαιρετὸν εἰς ἀεὶ διαιρετά. καὶ γὰρ τοῦτο ἐκ συλλογισμοῦ τις ἂν συναγάγοι· πᾶν γὰρ μέγεθος συνεχὲς ἢ διαιρετὸν ἢ ἀδιαίρετον. ἀλλ’ οὐκ ἀδιαίρετον (πῶς γὰρ ἂν ἔτι μέγεθος εἴη καὶ συνεχές;)· ὥστε διαιρετόν. πᾶν τοίνυν διαιρετὸν εἰς ἀεὶ διαιρετὰ ἢ εἰς ἀδιαίρετα. ἀλλ’ οὐκ εἰς ἀδιαίρετα καὶ γὰρ ἐξ ἀδιαιρέτων συγκέοιτο ἄν, ὅπερ ἀδύνατον ἀπεδείχθη), εἰς ἀεὶ τοίνυν διαιρετά. ἔτι εἰ μέγεθος ἐξ ἀμερῶν, καὶ γραμμὴν μείζω σημείῳ γραμμῆς δυνατὸν γενέσθαι, ἀλλ’ εἰ τοῦτο, δίχα διαιρεθήσεται τὸ σημεῖον. εἰ γὰρ πᾶσα γραμμὴ δίχα διαιρετή, καὶ ἡ μείζων σημείῳ καὶ ἡ ἐλάττων. ὅταν τοίνυν ἡ μείζων τέμνηται δίχα, καὶ τὸ σημεῖον δίχα τμηθήσεται· καὶ ὅλως ὅταν ᾖ ἐκ περισσῶν στιγμῶν συγκειμένη, καὶ κύκλος δ’ ἄν εἴη τις ἐκ περισσῶν σημείων συγκείμενος. πῶς οὖν οὗτος διαιρεθήσεται I δίχα; οἴχεται δὲ καὶ τὸ τῇ [*](368) διαμέτρῳ δίχα τέμνεσθαι τὸν κύκλον, μᾶλλον δὲ οὐδὲ ὅλως ἔσται διάμετρος· τὸ γὰρ κέντρον ἀμερὲς ὑποκείμενον τὴν δι’ αὐτοῦ γραφομένην εὐθεῖαν οὐ παραδέχεται, ὥστ’ εἰς δύο γενέσθαι. οὐκοῦν οὐδ’ ἡμικύκλιον ἔσται, ἀλλὰ τὸ κέντρον ἀεὶ θατέρῳ μέρει τοῦ κύκλου προσνεμόμενον ἐν [*](1 στιγμὴ IISL: στιγμὴν ἐφεξῆς στιγμῇ W: στιγμὴ στιγμῆς Spengel sec. Aristot. 231b 7; at cf. Simpl. 928,15 τῷ] sic Aristot. libri ib. (τῶν H): τοῦ vulg. Aristot. et Spengel 3 ἐκ τῶν om. W 8 παρεγκείμενον M κεἰ ia ras.) 11 12 ἢ γραμμαί W 12 ἀεὶ σημείων SL 15 μεταξύ; ὥστε—(16) (16) μηδὲ om. L1: μεταξὺ add. et ἐφεξῆς εἶναι del. L2 (itemque a) 20 συναγάγοι MW: συνάγοι SL ἀλλ’ οὐκ ἀδιαίρετον W: om. MS: οὐκ ἀδιαίρετον δὲ L 22. 23 εἰς ἡ εἰς W) ἀεὶ διαιρετὰ ἡ εἰς ἀδιαίρετα ἅδ’ διαι- ρετόν τῆ WSL: εἰς ἀεὶ διαιρετὰ (cett. om.) M 24 εἰ μέγεθος κτλ.] ex Alexandre; cf. Simpl. 930,34 sqq. ὁ Ἀλέξανδρος ἐκ τοῦ Εὐδήμου (fragm. 62 Sp.) λαβών 25 γραμμῆς σημείῳ W 27 ἡ ante ἐλάττων om. M τέμνηται] γένηται W 28 ὅταν ἦ M: ὅταν ἢ W: ἡ SL 30 οὖν om. M τῇ om. S)
    183
    τῇ τομῇ μεῖζον ἐκεῖνο ποιήσει. πολλὰ ἄν τις ἕτερα προσεπιβάλλοι τὰ [*](368) Ἀριστοτέλους ἐξεργάσασθαι φιλοτιμούμενος. ἔτι πρὸς τούτοις εἰ συγκεῖσθαί τι μέγεθος δυνατὸν ἐξ ἀδιαιρέτων καὶ ἀμερῶν, ἀνάγκη καὶ τὴν ἐπὶ τούτου του κίνησιν ἐξ ἀμερῶν συγκεῖσθαι κινήσεων· ἀκολουθεῖ γάρ, ὥσπερ καὶ πρότερον ἐπεδείχθη, τῷ μεγέθει ἡ κίνησις, ἐφ’ οὗ γίνεται, καὶ ὥσπερ, εἰ τὸ μέγεθος συνεχές, καὶ αὕτη συνεχής, οὕτως, εἰ τὸ μέγεθος ἐκ διωρισμένων καὶ ἀμερῶν, καὶ αὕτη τοιαύτη. ἵνα δὲ καὶ ἐκδηλοτέρα γένηται τῆς ἀκολουθίας ταύτης ἡ ἀνάγκη, ὑποκείσθω τι μέγεθος ἐκ τριῶν συγκείμενον ἀμερῶν ΑΒΓ, κινούμενον δὲ ἐπὶ τοῦ μεγέθους τούτου τὸ Ω κίνησιν, ἧς σημεῖα τὸ AEZ. ἔσται τοίνυν ἡ AEZ κίνησις ἐκ τριῶν ἀμερῶν καὶ αὐτὴ συγκειμένη κινήσεων· ἕκαστον γὰρ αὐτῆς μόριον ὁμοίως ἀμερὲς ἔσται τῷ ἐφ’ οὗ γίνεται. εἰ γὰρ τὴν ἐπὶ τοῦ Α κίνησιν διαιρετήν τις εἶναι βιάζοιτο, καὶ τὸ Α ποιήσει διαιρετόν· συνδιαιρεῖται γὰρ ἀεὶ τῇ κινήσει τὸ διάστημα. τοίνυν καὶ τὸ ἥμισυ τῆς κινήσεως ἐφ’ ἥμισυ ἔσται τοῦ Α, ἀλλ’ ὑπόκειται ἀδιαίρετον εἶναι τὸ Α. ὅτι μὲν οὖν ἐξ ἀνάγκης ἀκολουθεῖ τῷ τὸ μέγεθος ἐξ ἀμερῶν συντιθέντι τὸ ποιεῖν καὶ τὴν κίνησιν ἐξ ἀδιαιρέτων κι|νήσεων, [*](369) ἀποδέδεικται· ὅτι δὲ ἀμήχανον κίνησίν τινα ἐξ ἀδιαιρέτων εἶναι κινήσεων, λέγομεν πάλιν. φανερὸν τοίνυν, ὅτι τὸ κινεῖσθαι παρουσίᾳ κινήσεως γίνεται καί, ὅπως ἄν ἔχῃ ἡ κίνησις, οὕτως ἔχει καὶ τὸ κινεῖσθαι. εἰ τοίνυν ἡ κίνησις ἀδιαίρετος γινομένη ἐπὶ τοῦ Α, ἀδιαίρετον ἔσται καὶ τὸ κινεῖσθαι ἐπὶ τοῦ Α· τοῦτο δὲ ἀμήχανον· ὥστε οὐδὲ ἡ κίνησις ἀδιαίρετος. πῶς οὖν ἀμήχανον ἀδιαίρετον εἶναι τὸ ἐπὶ τοῦ Α κινεῖσθαι; ἀνάγκη τὸ κινούμενον ποθέν ποι μὴ ἅμα κινεῖσθαι καὶ κεκινῆσθαι, οὗ ἐκινεῖτο, τουτέστι <μὴ> ἅμα πορεύεσθαι καὶ πεπορεῦσθαι καὶ εἶναι ἐν Θήβαις, μὴ ἅμα βαδίζειν εἰς Πειραιᾶ καὶ εἶναι] καὶ βεβαδικέναι εἰς Πειραιᾶ. ἀλλὰ πρῶτον μὲν τὸ εἰς Θήβας πορεύεσθαι τοῦ ἐν Θήβαις εἶναι, τὸ δὲ εἰς τὸν Πειραιᾶ βαδίζειν τοῦ ἐν τῷ Πειραιεῖ γεγονέναι. τοῦτο τοίνυν ἐπὶ τοῦ αὐτοῦ ἀμεροῦς πῶς ὑπάρξει, ὅταν κινῆται ἐπ’ αὐτοῦ τὸ Ω τῆς Δ αὐτῷ κινήσεως παρούσης, ἣν ἀδιαίρετον ὑπεθέμεθα; ἀμήχανον ἄνον γὰρ ἐπὶ τοῦ ἀμεροῦς πρότερον εἶναι τὸ κινεῖσθαι τοῦ κεκινῆσθαι καὶ τὸ πορεύεσθαι τοῦ πεπορεῦσθαι· διαιρετὴ γὰρ ἄν οὕτως ἡ [*](1 ἄν τις ἕτερα M: ἕτερα ἄν τις WSL προσεπιβάλλοι MW: προσεπιλάβοι SL 2 ἀριστοτέλη a (in L compend. scripturae) εἰ superscr. W 3. 4 ἐπὶ τούτου MW: ἐπὶ τούτοις SL: τούτου Aristot. 231b22: ἐπ’ αὐτοῦ Simpl. 939,9 10 5 ἀπεδείχθη S 7 ἐκδηλότερον L (in M compend. ambiguum) 8 τι MW (cf. v. 9): τὸ SL 9 τὸ ω΄ L2a, Simpl. 932,13: τὶ ω΄ W: τὸ β MSL, ἧς] εἰς (superscr. ἧς) ML2 10 αὕτη libri (cf. Simpl, 1. c.) 11 συγκειμένων S2L (—ένη a) 14 ἔσται ante τοίνυν coll. 16 τοῦ ποιεῖν M τὴν κίνησίν τινα ἐξ L 17 ὅτι] ἔτι M 18 λέγωμεν W, Spengel e coni. 19 ἔχοι W 20 ante γινομένη add. ἡ W et Laur. 85,14 23 οὖ ἐκινεῖτο] sic I Aristot. 30: οὗ ἐκεῖτο ὅτε ἐκινεῖτο E: ὅτε ἐκινεῖτο FK et (lacuna pro ὅτε ἐκινεῖτο relicta) H μὴ addidi 24 μὴ M: μηδὲ W: καὶ SL καὶ εἶναι dflovi 25 ’malim πρότερον τὸ μέν’ Speugel (immeraor Simplicii 933,19) 2(; τὸ δὲ] τοῦ δὲ W 28 Ω] ω΄ L2a: β΄ MWSL1 (ut F Simplicii 934,7) Δ] δὲ W αὐτῷ κινήσεως ML-ja: κινήσεως αὐτῷ W: αὐτοκινή- σεως SL1)
    184
    κίνησις εἴη. πῶς δὲ ὅλως ὑπάρξει τὸ κινεῖσθαι; τὸ <γὰρ> μὴ ἠρεμεῖν ἐστι [*](369) μήτε κεκινῆσθαι καὶ μήτε ἐν ἐκείνῳ εἶναι ἐξ οὗ κινεῖται, μήτε ἐν τούτῳ, ἐφ’ ὃ κινεῖται· εἴτε γὰρ ἐν ἐκείνῳ, ἠρεμοίη ἄν, εἴτε ἐν τούτῳ, οὐκέτ’ ἄν ἐπ’ αὐτοῦ κινοῖτο. ἐν τῷ μεταξὺ ἄρα τοῦ ἀφ’ οὗ καὶ ἐφ’ ὅ. διαιρετὴ ἄρα καὶ ἡ κίνησις καὶ τὸ μέγεθος, ὥστε δυοῖν θάτερον ἀναγκαῖον ἢ τὰ ἀμερῆ ποιεῖν πάλιν διαιρετὰ ἢ τὴν θέσιν ταύτην φυλάττοντας περι|πίπτειν [*](370) ἐκείνῳ τῷ ἀδυνάτῳ τῷ τὸν βαδίζοντα εἰς τὸν Πειραιᾶ ἐν αὐτῷ τῷ βαδίζειν βεβαδικέναι εἰς Πειραιᾶ καὶ τὸν ἀπιόντα εἰς Μέγαρα ἐν αὐτῷ τῷ ἀπιέναι ἀπεληλυθέναι εἰς Μέγαρα. ἀλλ’ ὁ σοφώτατος ἡμῖν Ἐπίκουρος οὐκ αἰσχύνεται χρῆσθαι φαρμάκῳ τῆς νόσου χαλεπωτέρῳ καὶ ταῦτα Ἀριστοτέλους τὴν μοχθηρίαν τοῦ λόγου προεπιδείξαντος. ἐπὶ μὲν γὰρ τῆς ὅλης τῆς ΑΒΓ κινεῖται, φησί, τὸ κινούμενον, ἐφ’ ἑκάστου δὲ τῶν ἀμερῶν, ἐξ ὧν σύγκειται, οὐ κινεῖται, ἀλλὰ κεκίνηται· εἶτ’ οὐκ αἰσθάνεται περιπίπτων ἀναριθμήτοις τισὶν ἀτοπίαις, πρῶτον μέν, ὅτι τὴν κίνησιν τὴν ἐφ’ ὅλης τῆς ΑΒΓ συντίθησιν οὐκ ἐκ κινήσεων, ἀλλ’ ἐκ περάτων κινήσεως καὶ τοῦ κεκινῆσθαι· ἡ γὰρ ὅλη κίνησις ΔΕΖ οὐχ ἕξει κίνησιν τὰ μόρια, τὸ Δ καὶ τὸ E καὶ τὸ Ζ κεῖται γὰρ οὐ κινεῖσθαι καθ’ ἑκάστην τούτων, ἀλλὰ κε- κινῆσθαι)· ἔπειθ’ ὅτι τὸ κεκινῆσθαί φησιν ἀληθές, ἐφ’ οὗ μηδέποτε τὸ κινεῖσθαι γέγονεν ἀληθές, καὶ τὸ διεληλυθέναι ὑπάρχειν, ᾧ μὴ πρότερον τὸ διιέναι, καὶ τὸ βεβαδικέναι, ᾧ μὴ πρότερον τὸ βαδίζειν, καὶ ὅλως τὸ παρῳχημένον ἀληθές, οὗ τὸ ἐνεστὼς οὐδέποτ’ ἦν ἀληθές. ἔτι δὲ εἰ πᾶν τὸ κινεῖσθαι πεφυκός, ὅτε πέφυκεν, ἤτοι κινεῖται ἐξ ἀνάγκης ἢ ἠρεμεῖ, x003E; μὴ κινεῖται τὸ Ω κατὰ τὸ Α, δῆλον ὅτι ἠρεμεῖ ἐν τῷ Α, ὁμοίως δὲ καὶ ἐν τῷ Β, ὁμοίως δὲ καὶ ἐν τῷ Γ· ἀλλὰ καὶ κεῖται κινεῖσθαι ἐπὶ τῆς συγκειμένης ἐκ τῶν ΑΒΓ, ὥστε κατὰ πᾶν μέρος ἠρεμοῦν τῆς ABE πάσαν οὐδὲν ἧττον διήξει. ὅλως δὲ εἰ μὲν ἐφ’ ἑκάστου τῶν ἀμερῶν κίνησις ὑπ- άρξει τὸ Ω, πῶς ἔχον | κίνησιν οὐ κινήσεται; εἰ δ’ οὐχ ὑπάρξει κίνησις, [*](371) ἀλλ’ ἠρεμία, ἐξ ἠρεμίας ἡ κίνησις συντεθήσεται. ἔτι καὶ τὸν χρόνον ἀναγκαῖόν ἐστιν ἐξ ἀδιαιρέτων συγκεῖσθαι, εἰ τὸ μέγεθος ἐξ ἀμερῶν· εἰ γάρ τις μέγεθος μὲν ἀμερὲς ὑποτίθοιτο, μηκέτι δὲ χρόνον τινὰ ἀμερῆ, ἀλλὰ πάντα διαιρεῖσθαι δυνάμενον, οὗτος πάλιν προήσεται καὶ τὴν τοῦ μεγέθους ἀμέρειαν· ὁμολογεῖται γάρ, ὅτι πᾶν τὸ ἰσοταχὲς ἐν τῷ ἐλάττονι χρόνῳ ἔλαττον κινεῖται διάστημα. εἰ τοίνυν καὶ οὗτος ὁ χρόνος εἴη διαιρετός, ἐν [*](1 ὑπάρξει τῷ W τὸ γὰρ scripsl: τὸ M τοῦτο γὰρ τὸ Laur. 85,1 4) WS: εἰ τὸ L2 (in L1 τὸ μὴ—κεκινῆσθαι om.) 1 μὴ om. W ἔστι] ἔτι W 3 ὅ] ᾦ (item V. 4) 6 περιπατεῖν S 7 et 8 αὑτῶ τῷ WLja et Laur. 85,14: αὐτῷ τὸ MSL1 9 Ἐπίκουρος] Usener Epiciir. fr. 2.78 p. 197,17 9. 10 αἰσχύνεσθαι L 11 προϋποδείξαντος W τῆς ὅλης τῆς SL, Arist. 232a6, SimpL 934,5: ὅλης τῆς W, Philoponi Exc. Yen. 862,30: τῆς M 16 ἡ (cf. Sirapl. 934,14)] εἰ Usener 17 κινεῖσθαι WS2: κινεῖται MS1: κεκινεῖσθαι L 20 ᾧ] ὃ M 21 ἢν] ἄν L 23 εἰ add. Usener; cf. Simpl. 935,1 sqq. τὸ] δὲ τὸ W et Laur. 85,14 Ω] ω΄ β΄ MWSL1 (item V. 27) 26. 27 ὑπάρχει L, et Laur. 85,14 man. 1 27 τὸ MW et sic correctum in Aldinae exemplo Graecensi: τῷ SL 28 ἔτι καὶ κτλ.] cf. Alexander apud Simpl. 936,25 sqq. 31 προσήσεται W 33 κεῖται S εἴη] ἔσται FI Aristot. 232 a 22: om. EHK)
    185
    ᾧ κινεῖταί τι κατὰ ἀμεροῦς καὶ ἐλαχίστου, δῆλον ὡς ἐν τῷ μέρει τοῦ [*](371) χρόνου τούτου μέρος τι τοῦ ἐλαχίστου διήξει. ἀνάγκη τοίνυν καὶ χρόνους ἀμερεῖς ὑποτίθεσθαι τῷ συντιθέντι τὸ μέγεθος ἐξ ἀμερῶν.

    2. Ὁ δὲ ἀμερεῖς ὑποτιθέμενος χρόνους διαφθείρει τὸ θᾶττον καὶ βραδύτερον, πράγματα ἐν ὀφθαλμοῖς ὄντα καὶ πᾶσι γνώριμα. τίς γὰρ ἔστιν, ὃς οὐκ οἶδεν, ὅτι ταχύτερος ἵππος χελώνης καὶ ἅρματος ἅμαξα βραδυτέρα; καὶ εἴ γέ τινα τῶν πολλῶν ἐπανέροιο, τί δήποτε ταχύτερον λέγεται τῆς ἁμάξης τὸ ἅρμα, ἀποκρίνοιτο ἄν οὐ δεηθεὶς τῆς Ἐπικούρου σοφίας, ὅτι τὸ μὲν ἅρμα ὥρᾳ μιᾷ σταδίους ἂν διέλθοι τριάκοντα, τὴν ἅμαξαν δὲ ἐν τρισὶν ἢ τέτρασιν ὥραις τοὺς αὐτοὺς ἀνύσαι σταδίους. ἐν ᾧ γὰρ οἱ ἵπποι τοὺς τριάκοντα διαθέουσιν, οἱ βόες μόλις ἄν ἑπτὰ πορευθεῖεν· ποίας γὰρ ταῦτα σοφίας εἰδέναι, ὅτι τὸ μὲν θάττον ἐν ἐλάττονι χρόνῳ δίεισι τὸ ἴσον διάστημα, τὸ δὲ βραδύτερον ἐν τῷ ἴσῳ χρόνῳ ἔλαττον διαπορεύεται μῆκος, ὥσπερ ἐγὼ καὶ οἱ ἐμοὶ παῖδες τὴν αὐτὴν ὁδὸν τὴν | ἐκ Νικαίας εἰς τὴν [*](372) πατρίδα, ἐγὼ μὲν ἀπήνην δημοσίαν ἔχων, οἱ δὲ ἅμαξαν, οὐκ ἐν ἴσῳ διηνύ- σαμεν χρόνῳ, ἀλλ’ ἐγὼ μὲν ἐν δύο νυχθημέροις, οἱ δὲ ἐν τέτρασιν. ταῦτα τοίνυν οὕτως ὄντα ἐναργῆ καὶ πρὸ ὀφθαλμῶν πᾶσιν ἀνθρώποις ἀπολλύουσι προιόντα ἢ διαφθείρουσιν οἱ χρόνους ἀμερεῖς καὶ ἐλαχίστους ὑποτιθέμενοι. σκόπει δέ· εἰ γὰρ ἔστιν ἐλάχιστος καὶ ἀμερής τις χρόνος, πότερον ἐν αὐτῷ κινεῖσθαι δυνατὸν ἢ ἀδύνατον; εἰ μὲν γὰρ ἀδύνατον, ἀδύνατον καὶ ἐν τῷ ἐξ αὐτοῦ συγκειμένῳ· οὗ γὰρ ἐν οὐδενὶ μορίῳ κινεῖσθαι δυνατόν, πῶς ἔσται δυνατὸν ἐν τῷ ὅλῳ; εἰ δὲ δυνατὸν ἐν ἀμερεῖ χρόνῳ κινεῖσθαι, δυνατὸν δήπου καὶ βραδύτερον ἐν αὐτῷ καὶ θᾶττον κινεῖ- σθαι· καὶ οὐ λέγω πάντως ταὐτὸ κινούμενον, ἀλλ’ ἄλλο καὶ ἄλλο. εἰ τοίνυν προσπαίζων ἡμῖν ὁ λόγος ὑπόθοιτο χελώνην ἐν τῷ οὐρανῷ κινουμένην ἢ ἕτερον βραδὺ χελώνης παραπλησίως, τοῦτο δήπου καὶ αὐτὸ κινηθήσεται ἐν τῷ ἀμερεῖ χρόνῳ καὶ ἐλαχίστῳ, κινούμενον δὲ ἐξανύσει ποσόν τι πάντως διάστημα. ἆρ’ οὖν τὸ διάστημα τοῦτο τὸ βραχύ, τὸ σμικρόν, τὸ ὁπόσον ἂν ἐθέλῃς, ὁ ταχύτατος ἥλιος ‘ὁ τὸ πτηνὸν ἅρμα ἐλαύνων᾿ καὶ οὗτος ἐν ἀμερεῖ χρόνῳ διάξει ἢ ἐν ἐλάττονι τοὐ ἀμεροῦς; εἰ μὲν τοίνυν ἐν ἀμερεῖ, τὴν χελώνην ποιοῦσιν ἰσοταχῆ τῷ ἡλίῳ· ἰσοταχὲς γὰρ τὸ ἴσῳ χρόνῳ τὸ ἴσον ἀνύον διάστημα. εἰ δὲ ἐν ἐλάττονι τοῦ ἀμεροῦς, οὐκέτι φυλάττουσιν ἐλά- χιστόν τινα χρόνον. πρὸς μὲν οὖν τὴν ὑπόθεσιν τὴν τοιαύτην καὶ ταῦτα ἐξήρκει, ἡμεῖς δὲ ἐπὶ πλέον ἐπεξέλθωμεν τῷ λόγῳ· γένοιτο γὰρ ἄν οὕτως φανερώτερον τὸ μήτε χρόνον ἐξ ἀμερῶν μήτε μέγεθος συγκεῖ σθαι. ἐπειδὴ [*](373) γὰρ ἀναγκαῖον ἐν ἐλάττονι χρόνῳ τὸν ἵππον τῆς χελώνης ταὐτὸν ἀνύειν διάστημα, ὑποκείσθω ταχύτερόν τι καὶ βραδύτερον, ταχύτερον μὲν [*](3 τῷ μέγεθος SiL] 6 βραδύτερον S 7 εἰ δέ τινα S, (om. καὶ) L 8 τὸ om. S 10 ante ἀνύσαι add. μόλις W τοὺς om. W 11 μόλις oin. S 15 πατρίδα] Paphlagoniam 16 τέσσαρσιν S 18 ἀπολύουσι MW 22. 23 ἐν τῷ ἀμερεῖ χρόνῳ S 24 καὶ ἄλλο om. M 26 χελώνη W 29 ἐθέλοις W ὁ] ὅτι S cf. Plato Phaedr. Ε ταχύτατον S1 30 διήξει W et Laur. 8.3,1.4 31 τῷ ἴσῳ SL: τὸ ἐν τῷ ἴσῳ Spengel 32 ἀνύων L (em. Spengel e coni.) 34 ἐπὶ πλέον om. M 35 μέγεθός τι SL 35. 36 ἐπεὶ SL 36 ταὐτὸν MW: ταὐτὸ SL)

    186
    τὸ Α, βραδύτερον δὲ τὸ Β, καὶ κινείσθω τὸ βραδύτερον, τουτέστι τὸ Β, [*](378) τὴν ΓΔ εὐθεῖαν τῷ ZH χρόνῳ. δῆλον τοίνυν, ὅτι τὸ θᾶττον, λέγω δὲ τὸ Α, ἐν ἐλάττονι χρόνῳ τοῦ ZH ταὐτὸν κινηθήσεται μῆκος, λέγω δὲ τὴν ΓΔ εὐθεῖαν. κεκινήσθω τοίνυν ἐν τῷ ΖΘ. πάλιν δὲ ἐπειδὴ τὸ θᾶττον τὸ Α ἐν τῷ ΖΘ διελήλυθε τὴν ὅλην, τὸ βραδύτερον τὸ Β ἐν τῷ αὐτῷ χρόνῳ τὴν ἐλάττω τῆς ΓΔ διεξίτω τὴν ΓΚ. ἐπεὶ τοίνυν τὸ βραδύτερον ἐν τῷ ΖΘ χρόνῳ τὴν ΓΚ διῄει, τὸ θᾶττον ἐν τῷ ἐλάττονι χρόνῳ τὴν ΓΚ διεξῄει, ὥστε πάλιν τὸ ΖΘ ὁ χρόνος διαιρεθήσεται· τὸ γὰρ Α τὴν ΓΚ ἐν τῷ ΖΘ χρόνῳ διαπορεύεται. τὸ Β τοίνυν ἐν τῷ αὐτῷ τούτῳ χρόνῳ οὐκέτι τὴν ΓΚ, ἀλλ’ ἐλάττω τῆς ΓΚ, τὴν Γ μόνον. νοήσομεν τοί- νυν, ὡς ἀεὶ τὸ θᾶττον ἡμῖν καὶ βραδύτερον μεταλαμβάνουσι καὶ τῷ ὑποδεδειγμένῳ τρόπῳ χρωμένοις τῆς μεταλήψεως τὸ μὲν θᾶττον ἀεὶ διαιρήσει τὸν χρόνον, τὸ βραδύτερον δὲ ἀεὶ διαιρήσει τὸ μέγεθος. τὸ μὲν γὰρ θᾶττον ἀεὶ τὴν αὐτὴν εὐθεῖαν ἐν τῷ ἐλάττονι χρόνῳ, τὸ βραδύτερον δὲ ἐν τῷ αὐτῷ χρόνῳ τὴν ἐλάττονα εὐθεῖαν διήξει. ἀεὶ δὲ οὔσης δυνατῆς τῆς μεταλήψεως (ἀεὶ γὰρ δυνατὸν τὸ θᾶττον νοεῖν καὶ τὸ βραδύτερον) ἀεὶ καὶ τὸν χρόνον καὶ σὺν τῷ χρόνῳ τὸ μέγεθος διαιρεῖν δυνησόμεθα· ἀκολουθεῖ γὰρ ταῦτα ἀλλήλοις, λέγω δὲ ἥ τε τοῦ μεγέθους διαίρεσις καὶ ἡ τοῦ χρόνου, καὶ εἰ διαιρετὸς ὁ χρόνος καὶ ὁσάκις διαιρετός, διαιρετὸν καὶ τὸ μέγε θος καὶ τοσαυτάκις. καὶ τοῦτο μάλιστα ἐκ τῶν ἰσοταχῶς κινουμένων [*](374) γνώριμον γίνεται· ἀεὶ γὰρ ἐν ἡμίσει χρόνῳ τὸ ἥμισυ δίεισι μέγεθος καὶ ἐν τῷ τριτημορίῳ τὸ τριτημόριον καὶ ἐν τῷ πολλοστημορίῳ τὸ πολλοστημόριον, ὥστ’ εἰ τὸν χρόνον ἐπ’ ἄπειρον, καὶ τὸ μέγεθος· συμπαρεκτείνεται ὁ τῆς κινήσεως χρόνος τῷ διαστήματι, ἐφ’ οὗ τὸ συνεχῶς κινούμενον μεταβαίνει καὶ διὰ τοῦτο, καθ’ ὃν ἄν τρόπον ὁ χρόνος τὸ ἄπειρον ἔχῃ, κατὰ τὸν αὐτὸν ἕξει καὶ τὸ διάστημα, εἰ μὲν ἀδιεξίτητος καὶ ἀτελεύτητος καὶ μηδὲν ἔσχατον ἔχων, ὡς ἀδιεξίτητον καὶ τὸ μῆκος, εἰ δὲ τῷ διαιρεῖ- σθαι καὶ τέμνεσθαι, πάλιν καὶ τὸ μῆκος παραπλησίως, εἰ δὲ ἐν ἀμφοῖν, ἐν ἀμφοῖν καὶ τὸ μέγεθος.

    τοῦτο δὲ ἀγνοεῖ Ζήνων ἢ προσποιεῖται, ὅταν οἴηται τὴν κίνησιν ἀναιρεῖν αἱρεῖν ἐκ τοῦ μὴ δυνατὸν εἶναι λέγειν ἐν πεπερασμένῳ τῷ χρόνῳ τὰ ἄπειρα διελθεῖν τὸ κινούμενον καὶ ἅψασθαι τὸ Α ἀπείρων καὶ καθ’ ἕκαστον, [*](1 κινείσθω] sic I Aristot. 232 b 28: κεκινήσθω EFIIK 3 χρόνῳ om. Par. 1888, Aristot. 232 b 30 τοῦ ζῆ MW, Spengel e coni.: τῷ ζῆ SL ταὐτὸ W κινήσεται Ε Aristot. ib. 5 διελήλυθε τὴν ὅλην ἐν τῷ ζ΄ (pro ζθ΄) W τῆ ὅλη Μ1 7 τὴν—(10) χρόνῳ om. L τὸ] εἰ W 9 ZH] ζθλ S 11 καταμβάνουσι S 16 μεταλήψεως] cf. Simpl. 943,25 τὸ alt. om. S 19 ὁσάκις M ὁσ in ras.) ἐν] καὶ ἐν E Aristot. 233a 14 22 τριττημόριον W (ut vid.) 23 ἐπ’ om. L: ὥστε τὸν vel ὥστ’ εἰ ὁ χρόνος ἄπειρος, ἄπειρον coni. Spengel 25 μεταβάλλει M ἔχει SL et fort. Al, 28 ante καὶ τὸ μῆκος add. τῇ διαιρέσει et post εἰ δὲ ἐν om.) ἀμφοῖν add. ὁ χρόνος FHIK Aristot. 233a20 om. utraque E) 32 τὸ A} α΄ om. W, ἄπειρον SL: τῶν ἀπείρων (del. καὶ) coni. Spengel 33 εἰς S (s in ras.): ὡς W)

    187
    χρόνος τῆς κινήσεως τῆς ἐπ’ αὐτῷ πεπερασμένος. οἱ γὰρ ἐπὶ τοῦ σταδίου [*](374) κυλιόμενοι τροχοὶ τῶν ἀρμάτων οὐδὲν δήπου, φησί, παραλείπουσι τῆς διαι- ρέσεως τοῦ σταδίου, ἀπείρου δὲ οὔσης αὐτῆς καὶ τῶν ἐπ’ αὐτῆς γινομένων μερῶν, πῶς ἄπειρα διαθέουσιν ἐν χρόνῳ πεπερασμένῳ; τοῦτο γὰρ αὐτῷ τὸ ἀδύνατον ἠκολούθησεν ἐκ τοῦ μὴ κατιδεῖν ἢ μὴ ἐθελῆσαι, ὅτι διχῶς λέγεται ἄπειρον καὶ μῆκος καὶ πᾶν ὅλως τὸ συνεχὲς ἢ τῷ διαιρεῖσθαι ἐπ’ ἄπειρον ἢ τῷ μηδὲν ἔσχατον ἔχειν μηδὲ πέρας τι τοῦ μεγέθους. τὸ μὲν οὖν τοιούτου I μήκους τῆς] κατὰ τὸ πηλίκον ἀπείρου φαίην ἂν ὡς οὔτε [*](375) ἅψασθαι παντὸς δυνατόν, οὐδὲ πᾶν διελθεῖν ἐν χρόνῳ πεπερασμένῳ, τοῦ δὲ ὡρισμένου μὲν κτὰ τὸ πηλίκον, κατὰ δὲ τὴν τομὴν καὶ διαίρεσιν ἀπείρου καὶ δυνάμει ἀπείρου, οὐκ ἐνεργείᾳ, ἐνδέχοιτ’ ἂν ἐν πεπερασμένῳ χρόνῳ καὶ ἅπτεσθαι παντὸς καὶ διελθεῖν. καὶ γὰρ αὐτὸς οὗτος ὁ χρόνος πεπέραται ἐν τῷ πηλίκῳ, ἄπειρος δέ ἐστιν τῇ διαιρέσει καὶ οὕτως ἄπειρος ὡς τὸ μῆκος. δυνάμει γὰρ ἄμφω, ὥστε ἐν ἀπείρῳ χρόνῳ τὸ ἄπειρον δίεισιν, ἐν τῷ δυνάμει τὸ δυνάμει, καὶ ἅπτεται τῶν κατ’ ἐπί- νοιαν ἀπείρων μερῶν τοῖς κατ’ ἐπίνοιαν ἀπείροις τοῦ χρόνου μέρεσιν, ἐπεὶ καθ’ ἑκάτερόν γε σημαινόμενον τοῦ ἀπείρου καὶ ἡμεῖς συγχωροῦμεν, μᾶλλον δὲ καὶ ἀποδείκνυμεν, ὡς οὔτε τὸ ἄπειρον μέγεθος δυνατὸν παρελθεῖν ἐν χρόνῳ πεπερασμένῳ οὔτε ἐν ἀπείρῳ χρόνῳ πεπερασμένον, ἀλλ’ ἐάν τε ὁ χρόνος ἄπειρος ᾖ, καὶ τὸ μέγεθος, ἐάν τε τὸ μέγεθος, καὶ ὁ χρόνος. ἔσται γὰρ μέγεθος μὲν πεπερασμένον τὸ ΑΒ, χρόνος δὲ ἄπειρος τὸ Γ, εἰλήφθω δέ τι τοῦ χρόνου πεπερασμένον, οἷον τὸ ΓΔ. ἐν τούτοις τοίνυν διήξει τι τοῦ μεγέθους τὸ κινούμενον καὶ ἔστω διεληλυθὸς τὴν BE. τοῦτο τοίνυν τὸ μέρος τοῦ μήκους, λέγω δὲ τὸ BE, ὅλην καταμετρήσει τὴν ΑΒ ἢ ὑπερβαλεῖ τοῦ μέρους τοῦ τελευταίου. διαφέρει γὰρ οὐδέν, εἴγε ἀεὶ τὸ ἴσον τῷ BE μέρει ἐν ἴσῳ χρόνῳ διήξει, τοῦτο δὲ καταμετρεῖ τὸ ὅλον μέγεθος καὶ ὑπερβάλλει τοῦ μέρους τοῦ τελευταίου· πεπερασμένος γὰρ ἔσται πᾶς χρόνος, ἐν ᾧ διῆλθε τὸ ὅλον. εἰς ἴσα γὰρ μέρη διαιρεθήσεται εἰς ὅσαπερ καὶ τὸ μέγεθος. εἰ δέ σε ταράττει τὸ μὴ | πάντως ἀπαρτίζειν [*](376) [*](4 αὐτῷ] αὐτοῦ W G πᾶν om. W: post ὅλως leg. apud Aristot. 233 a25 ἢ τὸ διαι- ρεῖσθαι Sj: ἤτοι (sic E: ἡ τῷ FK: ἢ τὸ III) κατὰ διαίρεσιν Aristot. ib. 8 τῆς MW: τοῦ SL: delevi κατὰ τὸ πηλίκον libri κατὰ τὸ πόσον FIIIK Aristot. 233 a 26: κατὰ ποσὸν E): κατὰ τὸ τηλίκον Spengel tacito; item v. 10 9 οὔτε S τοῦ] τὸ M 10 μὲν om. W II οὐκ ἐνεργείᾳ, ἐνδέχοιτ’ ἄν] male baec intellcxisse videtur Simpl. 94;7,25.26 13 πεπέρανται WL οὕτως] οὗτος W 15. 16 κατ’ ἐπίνοιαν—τοῖς om. S 18 καὶ om. L ὡς οὔτε M e corr. οὗτε—(19) οὔτε] οὐδὲ—οὐδὲ Aristot. 233a31. 32 τὸ om. 19 ἐάν] sic E Aristot. 233a32: ὄν FHIK 21 ἔσται MW: ἔστω SL, Aristot. 233a34 μὲν om. W, Aristot. ib. δὲ] sic Ε Aristot. 233 a 35: δὴ FIIIK 22 πεπερασμένου Spengelii operae τούτοις MW: τούτῳ SL ex Aristot. 233b 1 25 ὑπερβαλεῖ Spengel L: ὑπερβάλλη L: ὑπερβάλλῃ S: ὑπερβάλλει MW 26 μέρει] μένει S; μέγεθος Aristot. 233b4 χρόνῳ om. L 28 ἐστι πᾶς κρόνος MW: ἔστα χρόνος πᾶς in marg.) S: πᾶς ἔσται χρόνος ​ ἔσται ὁ χρόνος πᾶς F Aristot. 233 b 6: ἔσται ὁ πᾶς χρόνος EHIK εἰς—(29) μέγεθος] exscr. Simpl. 950,5 εἰς om. Ε Aristot. ib. 29 εἰς ὅσαπερ καὶ] καὶ Ε Aristot. 233b 7 ὡς Ἀλέξανδρος καὶ Ἀσπάσιος καὶ Θεμίστιος γράφουσιν Simpl. 1. c), quod εἰς ὅσα καὶ interpr. Simpl.: ὡς καὶ FHIK)
    188
    τὸ BE κατὰ τὸ μετροῦν τὴν ΑΒ, ἔξεστί σοι τὸ BE τηλικοῦτον ποιεῖν, [*](376) ἡλίκον καταμετρήσει τὴν BA. εἰ γὰρ καὶ κατὰ τὴν πᾶσαν ἐν ἀπείρῳ χρόνῳ διέξεισιν, ἀλλὰ τό γε BE πάντως ἐν πεπερασμένῳ, ὥστ’, εἴπερ τὸ BE καταμετρεῖ τὴν ΒΑ, καὶ ὁ χρόνος, ἐν ᾧ φαίη τις ἄν, ὅτι καὶ τὸ BE μέρος ἐν ἀπείρῳ χρόνῳ διέξεισιν· ἀλλ’ ἀδύνατον. εἰ γὰρ ὥρισται κατὰ θάτερον πέρας ὁ χρόνος καὶ ἄρχεταί ποτε τῆς κινήσεως τὸ κινούμενον ἀπὸ τοῦ Β σημείου, ἀνάγκη τὴν BE διελθεῖν ἐν χρόνῳ πεπερασμένῳ. ἐπεὶ γὰρ ἐν ἐλάττονι χρόνῳ τὸ μέρος δίεισιν ἢ τὸ ὅλον, ἀνάγκη τὸν ἐλάττονα τοῦτον καὶ πεπεράνθαι. τὴν μὲν ἀρχὴν τὴν αὐτὴν ἕξει τῷ ὅλῳ, τὸ δὲ πέρας ἐκ τοῦ ἐλάττων εἶναι προσλήψεται. ἡ αὐτὴ δὲ ἀπόδειξις καὶ εἰ τὸ μῆκος ἄπειρον ὑποθοίμεθα, τὸν χρόνον δὲ πεπερασμένον. ἔσται γὰρ ἡμῖν πάλιν καὶ τὸ μῆκος πεπερασμένον τῇ παραπλησίᾳ μεθόδῳ χρωμένοις, ἡ δὲ αὐτὴ ἀπόδειξις ἡμῖν, κἀν μὴ ἰσοταχῆ τὴν κίνησιν ὑποθοίμεθα. εἰ γὰρ καὶ μὴ ἐν ἴσῳ χρόνῳ τὸ ἴσον κινεῖται διάστημα κατὰ τὴν ὑπόθεσιν ταύτην, ἀλλ’ ἢ ἐν πλείονι τὸ ἴσον ἢ ἐλάττονι, δῆλον ὅτι καὶ διαιρεθέντος τοῦ πεπερασμένου διαστήματος εἰς τὰ ἴσα μέρη, συνδιαιρεθήσεται καὶ ὁ χρόνος εἰς τοσαῦτα μὲν μέρη, οὐκέτι δὲ ἴσα ἀλλήλοις. ἀλλὰ μὴν εἴς γε τὸ πεπερασμένον αὐτὸν ἐπιδεῖξαι ἐξαρκεῖ τὸ ἐκ μορίων ὡρισμένων τῷ ἀριθμῷ συγκείμενον αὐτὸν ἐπιδεῖξαι, κἂν ἄνισα ταῦτα τὰ μέρη τυγχάνῃ, καὶ ἀνάπαλιν, εἰ ὁ χρόνος πεπερασμένος μέν, ἄπειρον δὲ ὑπέκειτο διάστημα· μόνως τοίνυν ἐνδέχεται ἐν ἀπείρῳ χρόνῳ πεπερασμένον κινεῖσθαι διάστημα, εἰ τὸ αὐτὸ πάλιν καὶ πάλιν κινοῖτο, ὥσπερ ὁρῶμεν καὶ τὰ θεῖα σώματα. εἰ [*](377) δὲ οὐ δίεισιν ἄπειρον διάστημα ἐν πεπερασμένῳ χρόνῳ τὸ πεπερασμένον σῶμα, φανερὸν ὡς οὐδὲ τὸ ἄπειρον σῶμα, εἰ κινούμενον ὑποθοίμεθα, διέλθοι ἄν πεπερασμένον διάστημα ἐν πεπερασμένῳ χρόνῳ. ἡνίκα γὰρ ἂν διίῃ τὸ ἄπειρον σῶμα τὴν πεπερασμένην γραμμήν, δῆλον ὡς τηνικαῦτα καὶ ἡ πεπερασμένη γραμμὴ τὸ ἄπειρον σῶμα διέξεισιν, ἀλλ’ ἀποδέδεικται τοῦτο ἀδύνατον. καὶ μὴν εἰ καὶ τὸ διάστημα ἄπειρον ὑποθοίμεθα καὶ τὸ κινούμενον σῶμα, μόνος δὲ ὁ χρόνος εἴη πεπερασμένος, ἀνάγκη καὶ τὰ [*](2 τὴν om. S 3 ἀλλά γε W1 BE] βε W ε corr.) 4 ὁ (e corr.) M 5. 6 ἐπὶ θάτερον F Aristot. 233b 12: ἐπὶ θάτερα EHIK 9 ὅλῳ WL: λόγῳ MS 10 ἐλάττον (!) S 11 ante μῆκος add. μὲν SL (ex Aristot. 233b 13 ὑποθώμεθα Spengel 13. 14 εἰ γὰρ—(189,1) πεπερασμένα] exscr. Simpl. 951,30 sqq. ’non verbum verbo ’ Diels) 13. 14 εἰ γὰρ καὶ] κἀν ACM Simplicii: καὶ F: εἰ καὶ a (e Theinistio) 14 κινεῖται Simplicii libri praeter C, in quo κινῆται τί) 15 καὶ om. SL: ante οὕτω coll. Simpl. (qui cm. δῆλον ὅτι) διαιρεθηθεν (sic) W1: διαιρεθήσεται W2 16 διαιρεθήσεται Par. 1888 et F Simplicii 17 δὲ εἰς ἴσα Simpl. 18 τὸ (post γε) om. S 19 αὐτοὶ W τυγχάνῃ W η e corr.) 20 πεπεραμένον W πεπερασμένων C Simplicii: —νως F) ὑπέκειτο MW ὑποκέοιτο τὸ AC Simplicii: ὑποκέειτο τὸ M: ὑπόκειται τὸ aF): ὑπάρχει τὸ S: ὑπέχεί τὸ L 22 κινοῖτο MW, Simpl.: κινεῖτο SL (unde κινεῖται tacite Spengel) 24 ὡς] ὅτι aF Simplicii οὐδὲ S δ in ras.) 25 τὸ πεπερασμένον CM Simplicii 26 ἂν om. aCM Simplicii διίῃ Α Simplicii: δίεισι Themistii libri et aF Simplicii: διίοι CM Simplicii 28 ἀλλ’ ἀποδ. τοῦτο δὲ (δὲ om. F) τοῦτο Simpl.)
    189
    λοιπὰ ἀναφανῆναι πεπερασμένα. ταῦτα μὲν οὖν ἔξωθεν τοῦ προκειμένου [*](377) προσείληφεν ἡμῖν ὁ λόγος διὰ τὴν Ζήνωνος ἀπορίαν, ἐπανίωμεν δὲ ὅθεν ἐξέβημεν, ὡς οὔτε γραμμὴ οὔτε ἐπίπεδον οὔθ’ ὅλως οὐδὲν τῶν συνεχῶν οὔτε ἄτομον ἐνδέχεται εἶναι οὔτε ἐξ ἀτόμων συγκεῖσθαι οὐ μόνον διὰ τὰ πρότερον εἰρημένα, ἀλλ’ ὅτι καὶ διαιρεῖσθαι τὸ ἄτομον ἐξ ἀνάγκης συμβήσεται. ἐπεὶ γὰρ ἐν παντὶ χρόνῳ τὸ θᾶττόν ἐστιν καὶ τὸ βραδύτερον, τὸ δὲ θᾶττον πλέον διέρχεται μῆκος ἐν τῷ ἴσῳ χρόνῳ, ἐνδέχοιτ’ ἄν τὸ πλέον τοῦτο ἢ διπλάσιον ἢ τριπλάσιον ἢ καὶ ἡμιόλιον εἶναι. ἐνηνέχθω τοίνυν ἡμιόλιόν τι διάστημα τὸ θᾶσσον ἐν τῷ ἴσῳ χρόνῳ, ἤπερ τὸ βραδύτερον, καὶ διῃρήσθω τὸ μέγεθος εἰς τρί’ ἀμερῆ, ἐφ’ οὗ τὸ μὲν ταχύτερον ὅλου διαπορεύεται, τὸ δὲ βραδύτερον οὐ καθόλου, ἀλλ’ ἐπὶ τῶν δυεῖν ἀμερῶν ἐν τῷ ἴσῳ χρόνῳ. οὕτω γὰρ ἄν ἡμιόλιον εἴη τὸ μῆκος τοῦ μήκους, ἀλλ’ εἴπερ τὸ μῆκος ἐξ ἀτόμων σύγκειται τριῶν, ἐφ’ οὗ κινεῖται τὸ θᾶσσον, καὶ ὁ χρόνος ἐκ τριῶν ἀμερῶν συντεθήσεται, ἐν ᾧ κινεῖται, εἴπερ ἐξ ἀνάγκης ὁ χρόνος ἀκολουθεῖ τῷ διαστήματι, καθάπερ ἐδείχθη. ἀλλ’ ἐπεὶ τὸ βραδύτερον ἐν τῷ ἴσῳ χρόνῳ, <ἐν ᾦ> τὰ δύο πάρεισιν [*](378) εἰσιν ἀμερῆ, ὅταν θάτερον διανύσῃ τῶν ἀμερῶν, τότε δήπου τὸν ἥμισυν ἀναλώσει χρόνον· ἦν δ’ οὗτος ἐκ τριῶν συγκείμενος ἀμερῶν. ὥστε δίχα τὸ ἓν τῶν ἀτόμων τοῦ χρόνου διαιρεθήσεται, εἴπερ ὁ πᾶς δίχα ἐκ τριῶν.

    3. Περὶ δὲ τοῦ νῦν τοὐ κυρίως τε καὶ ἀληθῶς λεγομένου καὶ πρό- τερον μὲν ἱκανῶς ἀπεδείξαμεν, ὅτι ἐστὶν ἀμερὲς καὶ ἀδιαίρετον καὶ ἐν παντὶ χρόνῳ ἓν ταὐτὸ νῦν, πέρας μὲν τοῦ γεγονότος, ἀρχὴ δέ ἐστι τοῦ μέλλοντος, οὐδὲν δὲ οἷον καὶ νῦν ἐπισκέψασθαι, εἰ τοιοῦτον τὸ νῦν. οἶμαι τοίνυν ἅπαντας ἄν ὁμολογῆσαι, ὅτι τὸ νῦν ἔσχατόν ἐστι τοῦ γεγονότος καὶ πρὸ τοῦ νῦν οὐδέν ἐστιν ὅλως τοῦ μέλλοντος· πρὸ γὰρ τῆς τοῦ γεγονότος νότος τελευτῆς πῶς δύναιτ’ ἄν εἶναί τι μέλλον· εἴη γὰρ ἄν οὐδὲν οὐκέτι μέλλον, ἀλλὰ γεγονὸς ἐμπεριεχόμενον τῷ πέρατι τοῦ γεγονότος. πάλιν τοίνυν καὶ τοῦτο παραπλησίως ἅπασι γνώριμον, ὅτι τὸ νῦν ἐστιν ἀρχὴ τοῦ μέλλοντος χρόνου καὶ ἀρχὴ πρώτη, μεθ’ ἣν οὐδέν ἐστι παρεληλυθότος. πῶς γὰρ ἄν τι παρεληλυθὸς μετὰ τὴν ἀρχὴν τοῦ μέλλοντος; ἇρα γοῦν τὸ [*](3 γραμμὴ MW, Aristot. 233 b 16: γραμμὴν SL οὐθ’] οὔτε τι Ε Aristot. 233 b 17 5 ἀλλὰ καὶ ὅτι EFIK Aristot. 233b18: ἀλλ’ ὅτι Η Η 6 θᾶττό—βραδύτερον] τὸ θᾶττον καὶ τὸ add. Ι) βραδύτερόν ἐστι EFIK Aristot. 233b 19: τὸ βραδύτερόν ἐστι καὶ τὸ θᾶττον H 7 τῷ om. E Aristot. 233b20 20 9 ἤπερ Speugel tacite (et Anonymus Graecensis; cf. 181,27): εἴπερ libri 10 τρί’ ἀμερῆ Diels: τρία μέρη libri 11 δυεῖν M: δυοῖν WSL 14 ἀμερῶν WSL: μερῶν M 16 ἐν ᾦ addidi: καὶ pro τὰ Spengel tacite 19 δίχα om. L2a 22 ὅτι—(24) (24) μέλλοντος] exscr. Simpl. 955,18 sqq. 23 ταὐτὸ νῦν] καί ταὐτὸν malim malim ταὐτὸν ὃν ‘ἐστι ’ Spengel: om. Simpi. 24 οἷον] ἧττον S τοιοῦτον] cf. Aristut. 233 b 35 (ubi Ε τοιοῦτο) 25 ὅτι τὸ νῦν— (31) μέλλοντος] multa hinc sumpsit Simpl. 955,20 sqq. ἔσχατόν τι E Aristot. ib. 27 εἶναί τι] εἶναι SL 29 καἰ—νῦν om. L καὶ a Victorio in Aldinae exemplo Monacensi enotatum omisit Spengel παραπλήσιον SL 30 μεθ’] καθ’ S ’scrib. παρεληλυθός aut τοῦ παρεληλυθότος’ Spengel: τοῦ γεγονότος Simpl.)

    190
    ἔσχατον τοῦ παρεληλυθότος καὶ ἡ τοῦ μέλλοντος ἀρχὴ δύο ἐστὶν ἀκριβῶς [*](378) ἀλλήλων κεχωρισμένα ἢ ἓν καὶ ταὐτὸν πέρας τε ἅμα τοῦ παρεληλυθότος καὶ ἀρχὴ τοῦ ἐσομένου; λέγω τοίνυν ἓν καὶ ταὐτόν· εἰ γάρ ἐστιν ἀλλήλων κεχωρισμένα, ἅπτεσθαι μὲν ἀλλήλων οὐκ ἄν δύναιντο· ἀμερῆ γὰρ ἄμφω καὶ οὐδὲν αὐτῶν ἔσχατον, ἀλλ’ αὐτὰ ἔσχατα. οὐκ ἐῶσι | δὲ οὐδὲ οἱ [*](379) πρότεροι λόγοι συγκεῖσθαι τὸν χρόνον ἐκ τῶν νυνὶ ἐφεξῆς ὄντων ἢ ἁπτομένων· οὐδὲν γὰρ ἐξ ἀμερῶν συνεχές. εἰ δὲ οὐχ ἅπτεται ἀλλήλων δύο ὄντα κεχωρισμένα, ἀναγκαῖον αὐτῶν εἶναί τι μεταξύ. τί δὲ τοῦτ’ ἐστίν, εἰ μὴ χρόνος; πέρατα μὲν γὰρ ἀμφότερα χρόνου καὶ τὸ ἔσχατον τοῦ γεγονότος καὶ τοῦ μέλλοντος ἡ ἀρχή, μεταξὺ δὲ τῶν περάτων τῆς γραμ- μῆς οὐδὲν ἕτερον ἢ γραμμή, ὥσπερ μεταξὺ τῶν περάτων τοῦ σώματος οὐδὲν ἕτερον ἢ σῶμα. τὸ γὰρ κενὸν καλῶς ποιοῦν ἐκποδὼν γέγονεν. εἰ οὖν χρόνος ἐστὶ μεταξὺ τοῦ πέρατος τοῦ γεγονότος καὶ τῆς τοῦ μέλλοντος ἀρχῆς, δῆλον ὡς οὔτε γεγονὼς οὗτος οὔτε μέλλων ἐστίν. τί δήποτε; ὅτι τὸ νῦν αὐτὸ περιέχει, οὔτε δὲ μετὰ τὸ νῦν ὁ γεγονώς οὔτε πρὸ τοῦ νῦν ὁ μέλλων, ἀλλ’ εἰ μήτε παρεληλυθώς ἐστι μήτε μέλλων ὅλος ἐστὶ νῦν. καὶ ἐπειδὴ πᾶς χρόνος διαιρετός, δύναται διαιρεῖσθαι καὶ οὗτος ὁ νῦν, ἀλλὰ πᾶσα διαίρεσις χρόνου τὸ μὲν παρεληλυθὸς αὐτὸ ποιεῖ, τὸ δὲ μέλλον· ὅρα δὲ τὰ συμβαίνοντα ἄτοπα. ὁ γὰρ μεταξὺ χρόνος οὗτος ὁ μακρὸς νῦν, ὃν διῃρήκαμεν εἰς τὸ παρεληλυθὸς καὶ τὸ μέλλον, καθ’ ὅσον μέν ἐστι μετὰ τὸ ἔσχατον τοῦ γεγονότος, ὅλος μέλλων ἐστίν ἔσται τοίνυν τοῦ μέλλοντός τι παρεληλυθός), καθόσον δὲ πρὸ τῆς ἀρχῆς τοῦ ἐσομένου, ὁλόκληρος ἔσται γεγονώς. ἔσται τοίνυν τοῦ γεγονότος τι μέλλον, ἵν’ ἐάσω τὸ προχειρότατον, ὅτι τοῦ νῦν τὸ μέν ἐστι παρεληλυθός, τὸ δὲ μέλλον, καὶ ὅτι τῆς γε τομῆς ἀλλαχοῦ καὶ ἀλλαχοῦ γινομένης πολλὰ ἐν τῷ νῦν ἐστι τὰ νῦν καὶ οὐχ ἅμα, ὥστ’ εἴπερ ταῦτα ἀδύνατα, ἀνάγκη ταὐτὸν εἶναι νῦν πέρας τε καὶ ἀρχὴν καὶ | ἀκριβῶς [*](380) ἀδιαίρετον. τί οὖν ἐκ τούτων συμβαίνει; πρᾶγμα παράδοξον μέν, ἀληθέ- στατον δέ, τὸ μηδὲν ἐν τῷ νῦν κινεῖσθαι. εἰ γὰρ ἐνδέχεται κινεῖσθαι ἐν τῷ νῦν, καὶ θᾶττον ἄν ἐνδέχοιτο κινεῖσθαί τι καὶ βραδύτερον. κινείσθω τοίνυν τὸ βραδύτερον ἐν τῷ νῦν πηχυαῖον εἰ τύχοι διάστημα. ἐκ δὴ τῶν προτέρων λόγων τὸ θᾶσσον οὐκ ἐν τῷ νῦν, ἀλλ’ ἐν ἐλάττονι τοῦ νῦν ταὐτὸν ἀνύσει διάστημα. διαιρεθήσεται ἄρα τὸ νῦν, ὃ ἀδιαίρετον ἀπεδείξαμεν. οὐδὲν ἄρα ἐν τῷ νῦν κινεῖσθαι δυνατόν. ἀλλὰ μὴν οὐδὲ ἠρεμεῖν. ἠρε- [*](1 ἀκριβῶς] ἀληθῶς W 6 συγχεῖσθαι S νυνὶ MW: νῦν SL 7 οὐδὲν γὰρ κτλ.] nonnulla hinc mutuatus est Simpl. 956,13 sq. et 957,5 sqq. 8 ἀναγκαῖον SL: ἀν’) M: ἀνάγκη W et Laur. 85,14 9 ὁ χρόνος W 13 τοῦ πέρατος om. W 15 δήποτε] ποτε a 16 παρεληλυθός W 17 ὅλος ML: ὅλως WS πᾶς ὁ W (sed ὁ rursus del.) 18 τὸ μὲν κτλ] cf. Simpl. 959,8 sqq. 19 ὅρα] ὅρος M 21 μετὰ τοῦ ἐσχάτου W, 22 πρὸ] πρὸς W 23 ἐσομένου Ma (ut vid.) W: ἑπομένου SL: σπομένου M, γεγονώς MWS: γεγονός L 26 καὶ (ante οὐχ) in ras. M 27 ἀρχὴν WSL, Simpl. 960,5: ἀρχὴ M 30 καὶ θᾶττον] τὸ θᾶττον S ante καὶ βραδύτερον add. ἐν αὐτῷ Aristot. 234a25 praeter Ε 32 θᾶττον L ἀλλ᾿—νῦν om. L 33 ὃ M: ὅπερ WSL)
    191
    μεῖν’ γὰρ λέγομεν τὸ πεφυκὸς κινεῖσθαι καὶ μὴ κινούμενον, ὅτε πέφυκεν. [*](380) εἰ δὲ ἐν τῷ νῦν οὐδὲν πέφυκε κινεῖσθαι, δῆλον ὡς οὐδὲ ἠρεμεῖν. ἐπεὶ τοίνυν ἀποδέδεικται ἱκανῶς, ὡς, ὅτι ταὐτόν ἐστιν τὸ νῦν ἐν ἀμφοῖν τοῖν χρόνοιν, λέγω δὲ τῷ παρεληλυθότι καὶ τῷ μέλλοντι, τοὐ μὲν πέρας τοῦ δὲ ἀρχή, εἰ τοίνυν ἐν τῷ παρεληλυθότι χρόνῳ κινούμενόν τι νοήσαιμεν, ἐν τῷ μέλλοντι δὲ ἠρεμοῦν, δῆλον ὅτι ἐν τῷ νῦν ἅμα κινήσεται καὶ ἠρεμήσει. καθὸ μὲν γὰρ τοῦ παρελθόντος ἐστὶ πέρας, κινήσεται, καθὸ δὲ ἀρχὴ τοῦ μέλλοντος, ἠρεμήσει, ὥστε ἐν ταὐτῷ κινήσεται καὶ ἠρεμήσει, εἴγε ἐν τῷ νῦν πέφυκεν ἠρεμεῖν καὶ κινεῖσθαι. νῦν μὲν γὰρ οὐδὲ ἀναγκαῖον καῖον τοῦτο συμβαίνειν, ὅτι μηδὲ ἐν τῷ νῦν κινεῖσθαι δύναιτο, τότε δ’ ἂν ἐξ ἀνάγκης ἠκολούθει τὸ ἄτοπον. τὸ γὰρ πεφυκὸς ἐν τῷ νῦν κινεῖσθαι καὶ ἐν παντὶ τῷ παρελθόντι χρόνῳ κινούμενον καὶ ἐν τῷ νῦν ἂν ἐκινεῖτο πέρατί γε ὄντι τοῦ παρελθόντος, ὁμοίως δὲ καὶ τὸ πεφυκὸς ἐν τῷ νῦν ἠρεμεῖν καὶ ἐν παντὶ τῷ μέλλοντι ἠρεμοῦν | καὶ ἐν τῷ νῦν ἄν ἠρέμει [*](381) ἀρχῇ γε ὄντι τοῦ μέλλοντος· οὕτω δὲ συνέβαινεν ἂν ἐν ταὐτῷ καὶ ἠρεμεῖν καὶ κινεῖσθαι. δόξαι τ’ ἄν ἴσως τὸ μηδὲν ἐν τῷ νῦν κινεῖσθαι πιθανώτερον, τὸ δὲ μήτε ἠρεμεῖν οὐκ εὔλογον παραπλησίως. καὶ τοῦτο δὲ ἄν τις οὐ χαλεπῶς παραδέξαιτο ἐννοήσας, ὅτι τότε λέγομεν ἠρεμεῖν τὸ σῶμα, ὅταν ὁμοίως ἔχῃ νῦν τε καὶ πρότερον, ἐν δὲ τῷ νῦν οὐκ ἔστι τὸ πρότερον, ὥστε οὐδὲ ἠρεμεῖν. ἀνάγκη τοίνυν τὸ κινούμενον καὶ τὸ ἠρεμοῦν ἐν χρόνῳ κινεῖσθαι καὶ ἠρεμεῖν.

    4. Πότερον δὲ ἄρα ἅπαν τὸ μεταβάλλον διαιρετὸν ἢ καὶ ἀμερὲς ἐνδέχεται, καθάπερ οἱ μαθηματικοί φασι τὴν στιγμὴν φέρεσθαι καὶ ποιεῖν τῇ φορᾷ τὴν γραμμήν, ἐπισκεπτέον. εἰ τοίνυν ἀνάγκη τὸ μεταβάλλον μήτε ἐν ἐκείνῳ εἶναι, εἰς ὃ μεταβάλλει (μεταβεβληκὸς γὰρ ἄν εἴη), μήτε ἐν ἐκείνῳ, ἐξ οὗ μεταβάλλει (οὐδὲ γὰρ οὕτως ἄν μεταβάλλοι), δῆλον ὡς περιλείπεται τὸ μέν τι αὐτοῦ ἐν τούτῳ εἶναι, τὸ δὲ ἐν θατέρῳ· οὔτε γὰρ ἂν ἐν ἀμφοῖν, οὔτε ἐν οὐδετέρῳ δυνατόν, ὥστε ἐξ ἀνάγκης ἂν εἴη διαιρετόν. ἀλλὰ τοῦτο ἐπὶ μὲν τῆς κατὰ τόπον μεταβολῆς καὶ αὐτόθεν ἐναργὲς ἐκ τῆς ἐπαγωγῆς, γνωριμώτερον δὲ ἐπὶ ἀλλοιώσεως ἢ αὐξήσεως. ἐφ’ ὧν δὲ συμβαίνει βαίνει ποτὲ ἀθρόαν εἶναι τὴν μεταβολήν, πῶς ἀναγκαῖον τὸ μὲν ἐν τῷ [*](1 ἐλέγομεν Aiistot. 234a32 praeter L, Spengel e coni. 2 ὡς] sic Ε Aristot. 234a34: ὅτι FIIIK 4 τῷ ante μέλλοντι om. SL 7 παρεληλυθότος S et Laur. 85,14 9 ki[hsuai L γὰρ om. L M: οὐδὲ M: οὐδὲν W: οὐκ SL 12 ἅπαντι S 15 ἀρχή L καὶ ἠρεμεῖν om. W 16 ’fort. δόξαι δ’’ Spengel μηδὲν WSL: μηδὲ M νῦν Loa (et Paris. 1888 man. 2): om. MWSLj Ι7 δὲ superscr. W μήτε] num μηδὲ? sed totum enuntiatum graviore vulnere laborare videtur παρα- πλήσιον L καὶ om. W 18 post ἠρεμεῖν add. μὲν EFI Aristot. 234 b 5 19 τε Diels: ’δε (sine accentu) M: δὲ WL: τι S et Laur. ¨ del. Spengel (sec. Aristot. 234 b 6); καὶ νῦν καὶ πρότερον Simpl. 962,18 21 καὶ κινεῖσθαι καὶ κινούμενον ἐν χρόνῳ καὶ ἠρεμεῖν τὸ ἠρεμοῦν Aristot. 234b 8. 9 (sed ἠρεμεῖν τὸ om. E) et Simpl. 962, 14 sqqo (cf. V. 21 et 30) 22 ἄρ om. WSL ἅπαν om. MW ἡ καὶ] ἡ in rasura maioris spatii M 23 φέρεσθαι φ in ras.) M 24 εἰ τοίνυν πτλ.] cf. Simpl. 963,15 τὸ μεταβάλλον om. W 25 γὰρ om. S 26 ἄν μεταβάλλει M (sed εἰ in ras.) 26. 27 περιείληπται W1 27 ‘ὰν del.: Spengel)

    192
    λευκῷ εἶναι, τὸ δὲ ἐν τῷ μέλανι; τοῦτο δὲ ὁ Θεόφραστος ἀπορεῖ διαρρήδην [*](381) ἐν τῷ Περὶ κινήσεως πρώτῳ καὶ τοῖς ἐξηγηταῖς ὄχλον παρέσχεν. τὸ μὲν οὖν λέγειν, ὡς οὐκ ἔστιν οὐδενὸς ἀθρόα μεταβολὴ καθ’ ὅλα τὰ μόρια παραπλησίως, ἀλλ’ ἐν πᾶσιν, ἐν οἷς ἀθρόα δοκεῖ γίγνεσθαι μεταβολή, τὸ [*](382) μέν τι πρότερον μεταβάλλει μέρος, τὸ δὲ ὕστερον, καὶ ἐπὶ τοῦ πηγνυμένου γάλακτος καὶ ἐπὶ τοῦ μελαινομένου σώματος ἐκ τῆς ἀκτῖνος· ἢ γὰρ τὸ εὐπαθέστατον μόριον πρῶτον ἢ τὸ ἐγγύτερον τοῦ τὴν κίνησιν ἐνδιδόντος· τὸ δὲ ταῦτα λέγειν οὐ σφόδρα ἀληθές· δείκνυσι γὰρ ἡμῖν ἡ αἴσθησις, ὅτι γίγνονταί τινες ἀθρόαι μεταβολαὶ σωμάτων καὶ ἀλλοιώσεις, καὶ πρὸς τὴν Μελίσσου θέσιν οὕτως ἐξ ἀρχῆς ἀντεθήκαμεν. ἀλλ’ οὐδὲ ἐκεῖνό γε. ὅτι μόνον ἐπὶ τῶν κατὰ τόπον μεταβολῶν τὴν δεῖξιν Ἀριστοτέλης πεποίηται· φανερῶς γὰρ περὶ παντὸς λέγει τοῦ μεταβάλλοντος. ἃ τοίνυν ἡμῖν ἐπῆλθεν εἰς βοήθειαν τῷ λόγῳ, ταῦτά ἐστιν. οἰόμεθα τὸν Ἀριστοτέλην περὶ τῶν ἀθρόως μεταβαλλόντων, ὅτι διαιρετά ἐστι καὶ μεγέθη, μηδὲ λόγου προσδεῖσθαι νοῆσαι· εἰ γὰρ ἀθρόως ἐκεῖνα μεταβάλλειν φαμέν, ὧν ἅπαντα τὰ μέρη καὶ καθ’ ἕνα χρόνον ἢ ἀλλοιοῦται ἢ αὔξεται, δῆλον ὡς ἐπὶ τῶν μέρη τινὰ κεκτημένων ἡ τοιαύτη μεταβολή. ἃ δὲ οὐδὲν κέκτηται μέρος, πῶς ἀλλοιοῖτο ἂν ἅμα καθ’ ὅλα τὰ μέρη; ἢ τοίνυν οὐ τοῦτό ἐστι μεταβάλλειν ἀθρόως τὸ κατὰ πάντα ὁμοῦ τὰ μόρια μεταβάλλειν ἤ, εἰ τὸ ἀθρόως τοῦτό ἐστιν, γελοῖον τὸ ζητεῖν, εἰ διαιρετὰ τὰ τοιαῦτα· διόπερ Ἀριστοτέλης ἐπὶ μὲν τούτων ὅλως | οὐδὲ ἐποιήσατο λόγον, ἐπὶ δὲ τῶν [*](383) κατὰ τοὺς ἄλλους τρόπους μεταβαλλόντων.

    Κίνησις δὲ διχῶς διαιρετή, ἕνα μὲν τρόπον τῷ χρόνῳ, ἕτερον δὲ κατὰ τὰς τῶν μερῶν τοῦ κινουμένου ἰδικὰς] κινήσεις. τῷ μὲν οὖν χρόνῳ διαιρετὴ γίνεται κίνησις, ὅτι ἡ πλείων ἐν πλείονι καὶ ἡ ἐλάττων ἐν ἐλάττονι, [*](1 Θεόφραστος] fr. 53 Witniner ἀπορρεῖ SL ἀπορεῖ a) 2. 3 τὸ μέν οὑν λέγειν κτλ.] haec contra Alexandrura dicta esse adnot. Spengel (cf. Simpl. 968,30 sqq. ὁ δὲ Εὐφραδὴς Θεμίστιος οὐκ ἀποδέχεται τοῦ Ἀλεξάνδρου τὸ κτλ.). 4 ἅπασιν S ἐν ante οἶς om. L 5 μέντοι SL μεταβάλλειν Spengel Simplicii veibis 969,2 obiter inspectis 7 εὐπαθέστερον Laur. 85,14 (e Simplicio 968,24) 8 ἀληθές M: ἀληθῆ WSL 10 ἀντιθείκαμεν W ἐκεῖνό γε] cf. Simpl. 967,4 τινές φασι) 12 ἃ τοίνυν om.) ἡμῖν—(22) μεταβαλλόντων] exscr. Simpl. ὁ Θεμίστιος) 969,14 sqq. 13 ἀριστοτέλη S (et a Simplicii) post περὶ add. μὲν Simplicii libri praeter F 14 καὶ μεγέθη om. Simpl. 15 νομίσαι Simpl. (quod in Themistio quoque restituendum puto) 15. 16 ἅπαντα ἅμα τὰ μέρη Simpl. 16 καὶ om. L ἡ post χρόνον om. Simpl. 16. 17 ἐπὶ τῶν μέρη M marg. γρ.) W, et Simpl.: ἐπὶ μέρη L2a: ἐπὶ πέρατος M text.: ὅτι πέρατα SL1 17 ante ἡ add. ἐστὶν Simpl. Ι7. 18 μέρος, πῶς Lga et Laur. 85,14, Simpl.: πέρας (superscr. μέρος) M: μέρος W et S marg. γρ.): πέρας S text. L1; unde unde apparet πῶς oiim in πέρας corruptum fuisse, quae corruptela alteram labem (v. 17. 18) traxit 18 post ἐστι add. τὸ Simpl. τὸ μεταβάλλον F) 19 κατὰ πάντα ὁμοῦ MWS et Α Simplicii: τὰ πάντα ὁμοῦ L: κατὰ τὰ πάντα ὁμοῦ Spengel: ὁμοῦ κατὰ πάντα a Simplicii: ὁμοῦ CFM Simplicii εἰ Mg, Spengel e Simp).: εἰς MjWSL 20 ἀθρώως L ἀθρόως a) 21 ὁ Ἀριστοτέλης Simpl. (praeter a) ante λόγον add. τὸν Simpl. ὅλως οὐδὲ] sic Α Simplicii: ὅλως οὐκ CM: οὐδ᾿ ὅλως aF 23 δὲ om. M 24 ἰδικὰς seclusi, ut ab interpolatore falso hue ex 193,1 translatum 25 ἡ πλείων ἐν πλείονι] cf. Simpl. 969,30 sqq.)

    193
    μετὰ δὲ * * * <κατὰ> τἀς τῶν μερῶν τοῦ κινουμένου ἰδικὰς κινήσεις· [*](383) ἡ μὲν γὰρ ὅλη κίνησις ἐν τῷ ὅλῳ, τὰ μόρια δὲ αὐτῆς ἐν τοῖς μορίοις τοῦ κινουμένου ἐστίν. διαιρετὰ καὶ καθ’ ἃ ἡ κίνησις γίνεται, οἷον ὁ τόπος καὶ ὁ ὄγκος καὶ τὰ χρώματα, ἀλλ’ οὐχ ὁμοίως, ἀλλὰ τὰ μὲν ποσὰ καθ’ αὑτά, τὸ δὲ ποιὸν κατὰ συμβεβηκός· τῷ γὰρ τὸ σῶμα διαιρεῖσθαι, ἐν ᾧ τὸ λευκὸν ἡ τὸ μέλαν. ἠκολούθησε δὲ μάλιστα τὸ καὶ τὴν κίνησιν καὶ καθ’ ἃ ἡ κίνησις εἶναι διαιρετὰ τῷ πρώτῳ, εἶναι τὸ κινούμενον οιαιρετον.

    5. ἐπειδὴ δὲ πᾶν τὸ μεταβάλλον ἔκ τινος εἴς τι μεταβάλλει, ἀνάγκη τὸ μεταβεβληκός, ὅτε πρῶτον μεταβέβληκεν, εἶναι ἐν ᾧ μεταβέβληκεν, οἷον τὸν ἐλθόντα Ἀθήναζε, ὅτε πρῶτον ἐλήλυθεν, Ἀθήναζε εἶναι [καὶ τὸν γενόμενον] καὶ τὸν αὐξηθέντα δίπηχυν, ὅτε πρῶτον ηὐξήθη, δίπηχυν εἶναι, καὶ τὸν ὑγιασθέντα, ὅτε πρῶτον ὑγίασται, ὑγιαίνειν. τὸ δὲ ὅτε πρῶτόν φημι· συμβαίνει γὰρ αὐτὸν ἐληλυθότα πέρυσιν Ἀθήναζε μὴ εἶναι Ἀθήναζε νῦν, ὅτε μέντοι πρῶτον ἐλήλυθεν, ἀνάγκη Ἀθήναζε εἶναι. δῆλον δὲ καὶ ἐκ τοῦ λόγου. τὸ γὰρ μεταβάλλον ἐξ οὗ μεταβάλλει, ἐξίσταται καὶ ἀπολείπει δὲ αὐτό. οὐδὲν γὰρ ἄλλο ἐστὶν | τὸ μεταβάλλειν ἔκ τινος ἢ τὸ ἀπολείπειν ἐκεῖνο. [*](384) ὅτι τοίνυν τοῦθ’ οὕτως ἔχει, σκεψώμεθα μίαν τῶν μεταβολῶν τὴν κατὰ ἀντίφασιν. ὅταν τοίνυν τι μεταβέβληκεν εἰς τὸ ὂν ἐκ τοῦ μὴ ὄντος, δῆλον ὡς ἀπολέλοιπε τὸ μὴ ὄν. ἔσται ἄρ’ ἐν τῷ ὄντι· μεταξὺ γὰρ οὐδὲν τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι. τοῦτο δ’ ἄν τις καὶ ἐπὶ τῶν λοιπῶν μεταβολῶν θεωρήσειε. ποῦ γὰρ ἔσται τὸ μεταβεβληκός, εἰ μὴ ἐν ᾧ μεταβέβληκε; τὸ μὲν γὰρ ἐξ οὗ κεῖται ἀπολελοιπέναι. ἐν ἄλλῳ δέ τινι ἄν εἴη᾿, φαίη τις ἄν, ‘ὡς ἐν τῷ μεταξύ· οὐ γὰρ πᾶσαι κατὰ ἀντίφασιν αἰ κινήσεις᾿. ἀλλ’ εἴπερ ἐν τῷ μεταξύ, μεταβάλλον αὐτὸ ποιοῦμεν, οὐ μεταβεβληκός, ὡς ὑπεθέμεθα, εἰ δὲ μεταβέβληκεν ἤδη, πῶς ἂν εἴη ἐν τῷ μεταξύ; πῶς γὰρ ἂν δύναιτο τὸ μεταβεβληκός, ὅτε μεταβέβληκεν, ἔτι μεταβάλλειν εἰς ὃ μεταβέβληκεν; φανερὸν τοίνυν, ὅτι καὶ τὸ γεγονός, ὅτε γέγονε πρῶτον, εὐθὺς ἔστιν καὶ τὸ ἐφθαρμένον, ὅτε ἔφθαρται πρῶτον, οὐκ ἔστι, τὸ δὲ πρῶτον τοῦτο, ἐν ᾧ [*](1 μετὰ MSL: W et Laur. 85,14, Spengel e coni.; sic fere lacunain explendain puto μετὰ δὲ <ταῦτα διαιρετὴ κατὰ> 2 τὰ δὲ μόρια W o καὶ ante καθ’ 3. 4 ὁ τόπος καὶ ὁ ὄγκος] cf. Alexander (apud Sirapl. 975,24 sq.) περὶ τοῦ τόπου καὶ τοῦ μεγέθους 4 ποσὰ] ποσοῦ Aristot. 235a 18 ex Alexanilri coniectura pro τόπου; cf. Sitnpl. 1. c. 5 τῷ—ἐν ᾧ] exscr. Simpl. 975,19 sq. 6 ἡκολούθησε] sic FHK Aristot. 235b 1 (et CM Simplicii 978,20): ἠκολούθηκε FI Aristot. (et aAF Simplicii) 7 ἡ om. L πρώτῳ MS: πρώτως W: πρῶτον L 9 δὲ et ἔκ τινος om. Ε Aristot. 235b6 10 εἶναι ἐν ᾦ μεταβέβληκεν om. L et E Aristot. 235b8 11 τὸν ἑλθόντα—(15) εἶναι] cf. Simpl. 979,17 sqq. Ἀθήναζε] frustra hie Spengel Ἀθήνῃσιν scripsit et vv. 14,15 e cod. L recepit: ἐν Ἀθήναις Simpl., ut decet cultioris serraonis scriptorem 11. 12 καὶ τὸν γενόμενον delevi 13 ὅτε pr.] ὅτι M 15 πρώτως Simpl. Hi τὸ μὲν γὰρ Ε Aristot. 235b8 ἐξίσταται καὶ] in his verbis desinit W, in cuius locum substiluo C (i. e. Paris. 1888 cum Vindob. phil. 110 consentientem δὲ ’ Spengel 18 ὅτι M ὅ in ras.) 19 ὅταν] ὅτε Spengel ex Aristot. 235b14 20 ἄρ’ ἐν scripsi: ἄρα MCSL1: ἄρα ἐν L2a ex Aristot. 235b15 24 ἐν τῷ μεταξύ] ἐν μεταξύ τινι Simpl. 980,21 25 ὑποθέμεθα L)

    194
    λέγεται πρῶτον μεταβεβληκέναι τι καὶ γεγονέναι καὶ ἐφθάρθαι ἢ ἠλλοιῶσθαι, [*](384) ἀνάγκη ἀμερὲς καὶ ἓν μόνον εἶναι. πρῶτον γὰρ ἐκεῖνο λέγεται, οὗ μηδὲν ἄλλο πρῶτόν ἐστιν καὶ ὃ μὴ τῷ ἄλλο τι τοιοῦτον εἶναι καὶ αὐτὸ τοιοῦτόν ἐστιν, ἐπεὶ καὶ τὸ ὁρᾶν ὑπάρχειν λέγομεν τῷ ἀνθρώπῳ, ἀλλ’ οὐ πρώτῳ, διότι τοῖς ὄμμασι πρώτοις, καὶ τὸ δύο ὀρθὰς ἔχειν τῷ ἰσοσκελεῖ, ἀλλ’ οὐδὲ τούτῳ πρώτῳ· τῷ τριγώνῳ γὰρ πρὸ αὐτοῦ. ἐφ’ ὧν γὰρ ἢ τῷ μέρει πρῶτον ἢ τῷ γένει τὸ λεγόμενον ὑπάρχειν ὑπάρχει, τούτοις οὐ πρώτοις ὑπάρχει, καὶ ἐν ᾧ δὴ χρόνῳ πρῶτόν τι μεταβέβληκεν, εἰ διαιρετὸς οὗτός | ἐστιν, οὐκ ἐν τούτῳ πρώτῳ μεταβέβληκεν, ἀλλ’ ἐν τῷ μέρει, ὥστε [*](385) ἢ τοῦ πρώτου πρῶτον ἢ τὸ πρῶτον ἄτομον καὶ ἀμερές. φανερὸν τοίνυν, ὅτι καὶ τὸ γεγονὸς καὶ τὸ ἐφθαρμένον ἐν ἀτόμῳ τὸ μὲν ἔφθαρται τὸ δὲ γέγονε, καὶ οὐκ ἀπορήσομεν τοῖς σοφισταῖς ἀποκρίνασθαι πότε ἀποτέθνηκε τὸ τεθνηκὸς πυνθανομένοις καὶ ἐν ποίῳ χρόνῳ· εἴτε γὰρ ἐν ᾧ ἔζη, γίνεται ζῶν ἅμα καὶ τεθνηκός, εἴτε ἐν ᾧ τέθνηκε, γίνεται πάλιν τεθνηκός, ἡνίκα ἤδη τεθνήκει· εἰ δὲ ἐν μηδενὶ χρόνῳ, οὐδέποτε ἔσται τεθνηκός. ἀλλὰ τοῦτο οὐκ ἀληθές. τέθνηκε γὰρ οὐκ ἐν χρόνῳ, ἀλλ’ ἐν πέρατι χρόνου, καθάπερ ἐδείχθη. τὸ μὲν οὖν πέρας τῆς κινήσεως ἔστι τε καὶ γνώριμον γίνεται· ἐνδέχεται γὰρ ἐπιτελεσθῆναι τὴν μεταβολὴν καὶ τέλος ἐστὶ μεταβολῆς, ὃ δὴ καὶ δέδεικται, ἀδιαίρετον ὑπάρχον διὰ τὸ πέρας εἶναι καὶ ἄτομον. ἆρα δὲ ὥσπερ τὸ πέρας λαβεῖν ἐνδέχεται, οὕτω καὶ τὴν ἀρχὴν τῆς κινήσεως; λέγω δὲ ἀρχὴν τὴν κατὰ χρόνον, ἐν ᾧ πρῶτον ἄρχεται χρόνῳ μεταβάλλειν τὸ μεταβάλλον. αὕτη τοίνυν ἢ χρόνος ἐστὶν ἢ ἀρχὴ χρόνου καὶ οἷον τὸ νῦν. εἰ μὲν τοίνυν χρόνος, χρόνος δὲ πᾶς διαιρετός, οὐκ ἔστι παύσασθαι τὸν χρόνον αὐτὸν τέμνοντας, ὥστε εἰς τὴν ἀρχὴν καταντῆσαι, καὶ ὅλως οὐκέτι πρώτη. ἡ γὰρ ἐν τῷ μορίῳ προτέρα. εἰ δὲ τὸ νῦν ἀρχὴ τῆς μεταβολῆς, πρῶτον μέν, ἐπειδὴ πᾶν τὸ ἀρχόμενον μεταβάλλειν εὐθὺς μεταβάλλει, ἐν τῷ νῦν ἄν τι μεταβάλλοι, ὅπερ ἀμήχανον, εἶτ’, εἴπερ ἐνδέχεται ἐξ ἠρεμίας τι μεταβάλλειν, δῆλον ὡς ἔσται πέρας τῆς ἠρεμίας ἐκείνης τὸ νῦν. τοῦτο τοίνυν τὸ πέρας | πότερον ταὐτόν ἐστιν [*](386) τῇ ἀρχῇ τῆς μεταβολῆς ἢ ἕτερον; ἀλλ’ εἰ μὲν ἕτερον, ἔσται τὰ νῦν ἐχόμενα ἀλλήλων· τό τε γὰρ πέρας τῆς ἠρεμίας ἔσται νῦν καὶ ἀδιαίρετον καὶ ἡ τῆς μεταβολῆς ἀρχὴ παραπλησίως· μεταξὺ γὰρ οὐκ ἔνεστι χρόνον ποι- [*](1 πρῶτον] πρώτῳ ’hic et ’ Spengel; at cf. Simpl. 982,1 et quae aduot. Diels 1.2 ἀλλοιοῦσθαι S 2 ἓν μόνον εἶναι MC: ἓν μόριον εἶναι SL: ἓν εἶναι μόνον Laur. 85,14 4 ὑπάρχειν λέγομεν SL et ACM Simplicii 982,12: ὑπάρχει λέγομεν M: ὑπάρχειν λέγεται C: λέγομεν ὑπάρχειν aF Simplicii 8 δὴ] δὲ Spengel tacite 9 οὐκ] οὐδὲ C πρώτῳ ML: πρῶτον CS 12 τοῖς σοφισταῖς] cf. Alexander apud Simpl. 983,25 sqq. ἀποκρίνεσθαι C 15 ἐτεθνήκει C 18 ἐπι- τελεσθῆναι κτλ.] cf. Simpl. 984,14 sqq. 19 ante μεταβολῆς add. τῆς C 20 ’fort, ἆρά γε) Spengel 22 ἄρχεται M ἆ in ras.) τοίνυν cm. L 25 οὐκέτι] οὐκ ἔστι L1, Spengel e coni. 28 εἶτ’ εἴπερ SL: εἴ τι περ M et Par. 1888: ἔτι εἴπερ Vindob. 110 30 ἔσται S (αι in ras.) 32 παραπλήσιον S ἔνεστι] ἔστι S et Laur. 85,14)
    195
    εἰν· οὔτε γὰρ κινηθείη <ἂν> ἐν αὐτῷ οὔτε ἠρεμήσει τὸ σῶμα. εἰ δὲ ταὐτὸν [*](386) πέρας τε καὶ ἀρχή, ὥσπερ ἀποδέδεικται, συμβήσεται τὸ πέρας τῆς ἠρεμίας ἀρχὴν εἶναι τῆς κινήσεως. ἅμα τε οὖν κινήσεται καὶ οὐ κινήσεται. τὸ μὲν γὰρ ἐν τῷ πέρατι τῆς ἠρεμίας οὔπω κινεῖται, τὸ δὲ ἐν τῇ ἀρχῇ τῆς μεταβολῆς ἤδη κινεῖται. οὐ μόνον δὲ τοῦ χρόνου λαβεῖν ἀμήχανον, ἐν ᾧ πρῶτον τὸ μεταβάλλον ἤρξατο τῆς μεταβολῆς, ἀλλ’ οὐδὲ αὐτοῦ τοῦ μεταβάλλοντος ἔστι τὸ πρῶτον μέρος λαβεῖν, ὃ πρῶτον μεταβέβληκεν. διαιρετὸν γὰρ δὴ σῶμα πᾶν, ὥσπερ καὶ χρόνος. θαυμαστὸν τοίνυν, καθάπερ φησὶν ὁ Θεόφραστος, καὶ λίαν παρὰ τὰς ἐννοίας, εἰ μὴ ἔστιν ἀρχὴ κινήσεως, πέρας δέ ἐστιν, καὶ ὅλως εἰ μὴ ἄμφω πεπερασμένα, ἀλλὰ τέλος μὲν ἔστι τοῦ βαδίζειν, ἀρχὴ δὲ οὔ, καὶ τέλος μὲν τοὐ πλεῖν, ἀρχὴ δὲ οὐκ ἔστι, καὶ ἡνίκα μὲν ἐπαύσατο τοῦ τρέχειν ὁ ἵππος, ἔστιν εἰπεῖν, ἡνίκα δὲ ἤρξατο, οὐκ ἔστιν. ἡ οὐ τοῦτό φησιν Ἀριστοτέλης, ὡς οὐκ ἔστιν ἀρχὴ τῆς κινήσεως, ἀλλ’ ὡς οὐκ ἔστιν αὐτὴν λαβεῖν; ἀλλ’ ἐκεῖνο πῶς τὸ μὲν πέρας τῆς κινήσεως ἀδιαίρετον ἀποδείκνυσι καὶ διὰ τοῦτο εἶναί φησι ληπτόν, τὴν δὲ ἀρχὴν οὔτε ἀδιαίρετον οὔτε ληπτήν; καίτοι τοῖς πέρασιν ὁμοίως ἔχουσιν αἱ ἀρχαί. εἰ γὰρ σημεῖον πέρας γραμμῆς καὶ ἀρχὴ σημεῖον, καὶ δοκεῖ τοῦτο ἀξίωμα εἶναι τὸ μὴ ταὐτὸν εἶναι ἀρχὴν καὶ οὗ ἐστιν ἀρχή, ὥστ’ [*](387) οὐδὲ κίνησις ἡ ἀρχὴ τῆς κινήσεως· εἰ δὲ μὴ κίνησις, οὐδὲ διαιρετὴ οὐδὲ ἐν χρόνῳ, ἀλλ’ ἐν τῷ νῦν, καθάπερ τὸ πέρας. τάχα οὖν τὴν μὲν ἀρχὴν τῆς κινήσεως δώσει ληπτὴν εἶναι, καθάπερ τὸ πέρας, τὴν δὲ πρώτην κίνησιν ἄληπτον, καὶ ἀληθὲς τοῦτο. ἐν χρόνῳ γὰρ αὕτη καὶ τὸν χρόνον εἰς ἄπειρα διαιρεῖν δυνατόν. τοῦτο δὲ καὶ αὐτὸς γνώριμον ποιεῖ προιὼν τῷ ἐπιμελῶς προσέχοντι. δῆλον δέ, ὅτι κατὰ τὸν αὐτὸν λόγον καὶ ἡ ἐσχάτη κίνησις οὐκ ἄν εἴη ληπτὴ καὶ τὸ πέρας αὐτῆς ληπτόν τε καὶ ἀδιαίρετον. οὔτε δὴ τοῦ χρόνου λαβεῖν ἔστιν οὔτε τοῦ μεγέθους τὸ πρῶτον, ἀλλ’ οὐδὲ τοῦ τόπου οὐδὲ τοῦ ὄγκου, καθὰ γίνεται ἡ κίνησις. καὶ γὰρ ταῦτα συνεχῆ καὶ εἰς ἄπειρα διαιρετά, εἰ μή τις ἐπ’ ἀλλοιώσεως μόνον ἀμφισβητήσειεν. ἔστι γὰρ λαβεῖν τοῦ χρώματος τὸ πρῶτον, εἰς ὃ γίνεται ἡ μεταβολὴ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ· πάθη γὰρ ταῦτα καὶ ἀδιαίρετα· διαιρεῖται γὰρ κατὰ συμβεβηκὸς τῷ τοῖς διαιρουμένοις ὑπάρχειν.

    6. τούτων τοίνυν οὕτω διωρισμένων καὶ δειχθέντων, ὅτι πᾶς χρόνος καὶ πᾶν μέγεθος ἀεὶ διαιρετόν, φανερὸν ὅτι πᾶν τὸ κινούμενον ἀνάγκη πρότερον [*](1 ἄν ins. Spengel (qui add. ‘et fort. ἠρεμήσειε᾿); at cf. 200,7. 8 (ἀεὶ—διεξελεύσεται) 2 ἀρχὴ MC et Spengel e coni.: ἀρχὴν SL 4 μὲν om. C οὔπω] οὕτω L1, Par. 1888, Laur. 85,14 6 αὐτοῦ τοῦ libri, Spengel e coni.: τοῦ αὐτοῦ a 9 Θεόφραστος] fragm. XXV p. 166 Wiramer; cf. Simpl. 986,5 13 ἡ οὐ CSL: ἡ M φησιν ἀριστοτέλης MC: ἐστὶν φησιν L1: φησιν SL2a 14 malim ἀλλ’ εἰ ἐκεῖνο, πῶς 15 ληπτόν] cf. quae adnot. Diels ad Sirapl. 986,8 16 ληπτὴν] ληπτόν S 18 ante ἀρχὴν add. τὴν C 19 ἡ om. C 20 ante χρόνῳ add. τῷ C 21 ληπτὴν] ληπτὸν C (in Par. 1888 corr.) 22 γὰρ cm. C 24 λόγον] τρόπον C 26 οὔτε δὴ κτλ.] cf. Simpl. 989,1 8 sqq. δὴ] δέ Spengel tacite vel Spengelii operae 28 καὶ ante εἰς om. M 31 διῃρημένοις L 33 καὶ πᾶν μέγεθος MC, a Simplicii 992,13: καὶ μέγεθος SL: om. Simplicii libri πᾶν τὸ—(196,3) κεκινῆσθαι] exscr. Simpl. 992,14 sqq.)

    196
    κεκινῆσθαι, οὐχ ὡς πεπαῦσθαι τῆς κινήσεως, ἀλλ’ ὡς ἤδη τι διεληλυθέναι [*](387) τὸ διιόν. ἐπεὶ γὰρ τὸ κινούμενον ὅταν κινῆται, * * * δῆλον ὡς τὸ κινούμενον ἀναγκαῖον κεκινῆσθαι. ληφθέντος οὖν οὗ κεκίνηται μεγέθους, ἐπεὶ τοῦτο εἰς ἄπειρον μερίζεται, συμβήσεται τὸ κινούμε|νον τὸν αὐτὸν [*](388) τόπον ἄπειρον κεκινῆσθαι πρότερον· ὁμοίως δὲ καὶ τὸ κεκινημένον κεκινῆσθαι. τεμνομένου γὰρ ἀεὶ τοῦ μεγέθους πάσας κεκινημένον ἐστὶν τὰς τομάς. ἔτι δὲ εἰ λέγοιμεν κεκινῆσθαι τῷ λαβεῖν τὸ ἔσχατον αὐτοῦ τῆς κινήσεως, οἷον τὸ νῦν, τὸ νῦν δὲ ἐν ἅπαντι ἀεὶ χρόνῳ δυνατὸν λαβεῖν, καὶ τὸ κεκινῆσθαι ἐν ἅπαντι χρόνῳ παραπλησίως. ἔτι δὲ τὸ συνεχῶς μεταβάλλον καὶ μὴ φθαρὲν μηδὲ πεπαυμένον τῆς μεταβολῆς μεταβάλλειν ἢ μετα- βεβληκέναι ἐστὶν ἀναγκαῖον ἐν ᾧ δή τινι τοῦ χρόνου, ἐν δὲ τῷ νῦν οὐκ ἔστιν μεταβάλλειν, ἀναγκαῖον ἄρα μεταβεβληκέναι καθ’ ἕκαστον, ὥστε εἰ τὰ νῦν ἄπειρα, πᾶν τὸ μεταβάλλον ἄπειρα ἔσται μεταβεβληκός. οὐ μόνον δὲ τὸ κινούμενον ἀναγκαῖον ἤδη προκεκινῆσθαι πρότερον· οἷον γὰρ πέρας ἢ παῦλα τὸ κεκινῆσθαι κινήσεως· ἅπαν γὰρ τὸ ἔκ τινος εἴς τι μεταβεβληκὸς ἐν χρόνῳ μεταβέβληκεν, ὁ δὲ χρόνος διαιρετός. εἰ γὰρ ἐν τῷ νῦν, ἐν μὲν τῷ αὐτῷ, ἐν ᾧ ἐστιν, ἐξ οὗ μεταβάλλει, οὐ μεταβέβληκεν, εἰ δὲ ἐν ἄλλῳ, μεταξὺ ἔσται χρόνος· οὐ γάρ ἐστιν ἐχόμενα τὰ νῦν ὥσπερ οὐδὲ <στιγμὴ> στιγμῆς. ἐπεὶ δὲ πᾶς χρόνος διαιρετός, ἐν τῷ ἡμίσει μεταβέβληκε, καὶ ἐν ἐκείνῳ πάλιν ὁμοίως· καὶ γὰρ ἀεὶ οὕτως, ὥστε μεταβάλλοι ἂν πρότερον· πέρας γὰρ ἀεὶ τοῦ μεταβάλλειν τὸ μεταβεβληκέναι· τοῦτο δὲ ἐπὶ τῆς κατὰ τόπον κινήσεως γνωριμώτερον διὰ τὸ συνεχὲς εἶναι τὸ μέγεθος καὶ τὸ διάστημα καὶ ὁμοίως τέμνεσθαι τῷ χρόνῳ, ἐπὶ δὲ τῶν ἄλλων μετα|βολῶν διοριστέον. εἰ μὲν γὰρ πᾶσα ἐν χρόνῳ μεταβολή, [*](389) ἀληθὲς τὸ λεγόμενον καὶ τὸ μεταβεβληκὸς ἀνάγκη διὰ τοῦ μεταβαλεῖν [*](2 post κινῆται quaeclam exciderunt, quorum loco haec apud Simplicium leguntur: μετήλλαγεν ἔκ τινος εἴς τι εἰ γὰρ ἐν ταὐτῷ· εἴη οὐκ ἀν’ κινοῖτο), τὸ δὲ μετηλλαχὸς κεκίνηται; inter Themistii verba haec recepit Spengel 3 ἀναγκαῖόν ἐστι Simpl. οὗ] ὃ coni. Speagel 4 μερίζεται om. C 5 πρότερον—κεκινῆσθαι cm. L et Laur. 85,14 κεκινημένον κινεῖσθαι Spengel 6 τεμνόμενον M 7 λέγοιμεν ’SL: λέγομεν Laur. 85,14 ex Aristot. 237a4 τῷ Spengel e Simpl. 993,11: τὸ libri (et A Simplicii) 8 ἀεὶ scripsi: δεῖ MC: om. SL et Laur. 85,14 9 παραπλήσιον L δὲ libri et F Simplicii: δὴ M Simplicii 994,6: δ’ εἰ Aristot. 237 a 12 et aAC Simplicii, quod fortasse servato πέπαυται (v. 10) in Themistio restituendum 10 πεπαυμένον Laur. 85,14 et Spengel e coni.: πέπαυται MCSL 11 ᾦ δέ τινι C 12 post ἄρα add. τι C ἕκαστον τῶν νῦν EFI Aristot. 237a15 indeque in Themistio Spengel: ἕκαστον νῦν IIK Aristot. 14 ’fort. προκεκινῆσθαι, ἀλλὰ καὶ τὸ κεκινημένον ἀνάγκη κινεῖσθαι πρότερον᾿ Spengel; at cf. quae adnot. ad 197,24 17 ἐν μὲν τῷ om. C ἔης ’fort, ἐν τῴ ἐξ᾿ Spengel; at tradita verba εἰ γὰρ—μεταβάλλει optime respondent iis quae ap. Aristot. 237a21. 22 leguntur: οὐκοῦν ἐν μὲν τῷ αὐτῷ νῦν ἐν ᾦ ἐστιν ἐν τῷ Α 19 στιγμὴ addidi στιγμῆς] στιγμαί L δὲ πᾶς χρόνος] πᾶς δὲ χρόνος K Aristot. 237a26: χρόνος δὲ πᾶς FHI χρόνος δ’ ἅπας Ε ἄλλω C et Laur 85,14 20 μεταβέβηκε S 21 ἀεὶ] (197,8) χρόνου] exscr. Simpl. 998,3 sqq. 24 ἅπασα Simpl. μεταβολὴ ἐν κρόνῳ C e Simplicio 25 μεταβαλεῖν MC: μετα- βάλλειν SL)
    197
    πρότερον ἐλθεῖν εἰς τὸ μεταβεβληκέναι, εἰ δὲ καὶ ἀθρόως γίνονταί τινες τινες [*](389) μεταβολαί, οὐκέτι ἴσως συγχωρητέον. λέγω δὲ νῦν ἀθρόως οὐχ ὡς καθόλου τὰ μόρια μόνα, ἀλλ’ ὡς οὐκ ἐν χρόνῳ, ἐφ’ οὗ τοῦ μεταβεβληκέναι πρότερον τὸ μεταβάλλειν οὐκ ἔστιν. Ἀλέξανδρος μὲν οὖν οἴεται πᾶσαν μεταβολὴν εἶναι ἐν χρόνῳ, Θεόφραστος δὲ ἔοικε διαποροῦντι καὶ ἴσως ὑφεωρᾶτο τὰς ἀπὸ σκότους εἰς φῶς μεταβολάς, ὅταν εἰσκομισθέντος εἰς τὸ δωμάτιον λύχνου πᾶς ὁ οἶκος ἀθρόως ἀναπλησθῇ τῆς αὐγῆς καὶ τοῦ φωτὸς ἄνευ χρόνου. ἀλλὰ τοῦτο μὲν καὶ αὖθις σκεπτέον. κρατύνει δ’ οὖν ὁ Ἀριστοτέλης, ὅτι ἀνάγκη τὸ μεταβεβληκὸς μεταβάλλειν καὶ τὸ μεταβάλλον μεταβεβληκέναι καὶ ἔστι τοῦ μὲν μεταβάλλειν τὸ μεταβεβληκέναι πρότερον, τοῦ δὲ μεταβεβληκέναι τὸ μεταβάλλειν, καὶ ὅτι οὐδέποτε ληφθήσεται τὸ πρότερον· αἴτιον δέ, φησί, τούτου τὸ ἐπ’ ἄπειρον εἶναι τὴν διαίρεσιν τῶν τε μεγεθῶν καὶ τοῦ χρόνου καὶ μὴ εἶναι ἀμερὲς ἀμεροῦς ἐχόμενον, ἀλλ’ ὥσπερ ἐπὶ τῶν γραμμῶν οὐκ ἂν λήξειέ ποτε ἡ διαίρεσις τῷ μὲν προστιθεῖσα μέρει, τοῦ δὲ ἀφαιροῦσα, οὕτως ἔχει καὶ ἐφ’ ἀπάντων τῶν συνεχῶν. φανερὸν οὗν, ὅτι καὶ τὸ γεγονὸς ἀνάγκη γίγνεσθαι πρότερον καὶ τὸ γιγνόμενον γεγονέναι, λέγω δὲ οὐχ ἅπαν, ἀλλ’ ὅσα διαιρετὰ καὶ μεγέθη, ἐπεὶ καὶ ἁφὰς σωμάτων γεγονέναι μὲν εἴποις ἄν, οὐ διὰ τοῦ γίγνεσθαι [*](390) δέ, γίγνεται δὲ ἀθρόως καὶ οὐκ ἐν χρόνῳ. πιστωτέον δὲ καὶ ἐκ τῆς ἐπαγωγῆς· γέγονε γὰρ τοῦτο ὕδωρ· οὐκοῦν ποτε καὶ ἐγίνετο. γέγονε τοῦτο οἰκία· οὐκοῦν καὶ ἐγίνετό ποτε οἰκία. καὶ γάρ, ὅτε τὰ θεμέλια κατεβάλλετο, ἐγίνετο ἡ οἰκία. εἰ δὲ ἀκριβολογῇ μὴ τὴν οἰκίαν τηνικαῦτα γίνεσθαι, ἀλλὰ τὰ θεμέλια, ἀλλ’ ὅτι γε τῆς οἰκίας τι ἦν τὰ θεμέλια συγχωρήσεις. ἡμῖν δὲ ἀπόχρη εἰς τὸ λέγειν, ὅτι τοῦ γεγονέναι τὴν οἰκίαν τὸ γίγνεσθαι πρότερον ἦν, ἢ τὴν οἰκίαν αὐτὴν ἢ ἐκείνης γέ τι· ὁμοίως καὶ ἐπὶ τοῦ φθείρεσθαι καὶ ἐφθάρθαι· ἀεὶ γὰρ ἔσται τοῦ μὲν φθείρεσθαι τὸ ἐφθάρθαι πρόμεταβεβληκέναι] [*](1 ’fort, addendum καὶ τὸ μεταβάλλον διὰ τοῦ μεταβεβληκέναι εἰς τὸ μεταβάλλειν᾿ Spengel (coll. Simpl. 998,8.9); at cf. Aristot. 237a34. 35 ἀθρόως MSL, Simpl. ἀθρόαι M): ἀθρόον C et Laur. 14 3 τὰ] τὴν C (in Vindobonensibus post τὴν II litt. spatium) ὡς οὐκ] οὐχ ὡς aAF Simplicii: ὡς CM 4 Ἀλέξανδρος] cf. Simpl. 997,31 5 Θεόφραστος] fragm. LIV Wimmer; cf. Simpl. 998,13 sqq. 6 ὅταν M ἀν’ e corr.) ἔ ὁ ὄγκος ἀθρόως M: ὁ οἶκος ἀθρόον Laur. 85,14: ἀθρόως ὁ οἶκος CSL et Simpl. (ἀθρόον M) αὐτῆς Mj 10 μεταβάλλον MCSa: βάλλον L (Λ i. e. λείπει praefixit L2) ἔσται Ε Aristot. 237 b 5 10. 11 τὸ τὸ δὲ—τοῦ L 12 πρότερον MCSL1 et F Aristot. 237b7: πρῶτον L2a et EHIK Aristot. (Simpl. 990,15) αἴτιον bis scriptum in MSLj; cf. τὸ πρῶτον καὶ τὴν ἀρχὴν apud Simpl. 1. c. τούτου τὸ L2a, xiristot. 237b7: τοῦτο MS: τὸ CL1 τὸ εἶ. ἄπειρον εἶναι bis scriptum in MS (num τοῦ τοῦτο ἐπ’ ἄπειρον εἶναι τὸ ἐπ’ ἄπειρον εἶναι ?) ἐπ’ om. Ε Aristot. 237 b8 15 ἀφαιροῦσα M αι in ras.) 16 ὅτι] ἔστι (per com- pendium scr.) M 17 ὅσα] ἁ E Aristot. 237b11 18 ἁφὰς κτλ.] ex Alexandro; cf. Simpl. 997,31 μὲν om. Spengel tacite 19 δὲ (alt.)] γὰρ C πιστωτέον MCL2a: πιστώτερον S: πιστότερον L1 20 τοῦτο τὸ ὕδωρ C ἐγένετο CL1 24 ’fort. τὸ γίγνεσθαι καὶ τὸ γεγονέναι᾿ Spengel; at ’J’hemistius hie et alibi alternm tantum membrum commemorasse satis habuit)
    198
    τερον, τοῦ δὲ ἐφθάρθαι τὸ φθείρεσθαι, ἐξ ὧν ἔτι μᾶλλον πιστευτέον, ὅτι [*](390) τὸ πρῶτον οὐκ ἔστι λαβεῖν οὐδεμιᾶς μεταβολῆς.

    8. To δὲ ἵστασθαι τοῦ στῆναι πολὺ διαφέρει. στῆναι μὲν γάρ ἐστι τὸ παύσασθαι τῆς κινήσεως, ἵστασθαι δὲ τὸ ἐπὶ τὴν παῦλαν ταύτην ἰέναι. ἔστι δὲ τὸ μὲν ἵστασθαι ταὐτὸν τῷ ἠ1ο---uίζεσθαι, τὸ δὲ στῆν·αι τῷ ἠρε- μἡσαι. τὸ τοίνυν ἱστάμενον καὶ τὸ ἠρεuιζόa-ανον κινεῖται· πᾶν γὰρ κινεῖ- τα·- ἢ ἠρεμεῖ, εἰ δ’ οὔπω ἠρεμεῖ τὸ ἱστάμενον, δῆλον ὡς κινεῖται. δῆλον οὖν, ὡς καὶ ἐν χρόνῳ ἵστασθαι ἀνάγκη, ἐπεὶ καὶ θᾶττον καὶ βραδύτερον ἵστασθαί φαμεν, ταῦτα δὲ ἐν χρόνῳ. ὅσα δὴ τῷ κινεῖσθαι συμβαίνει, ταῦτα καὶ τῷ ἵστασθαι ἅπαντα, οἷον τό τε, ἐν ᾧ πρώτῳ ἵσταται χρόνῳ, I ἐν ὁτῳοῦν τούτου ἵστασθαι μέρει, καὶ τὸ μὴ εἶναι λαβεῖν, ἐν ᾧ πρώτῳ [*](391) ἵσταται τὸ ἱστάμενον, ἐπειδὴ τὸ ἵστασθαι καὶ τὸ κινεῖσθαι ταὐτὸν ἀπεδείχθη. οὐδὲ δὴ τὸ ἠρεμοῦν, ὅτε πρῶτον ἠρέμησεν, ἔστι λαβεῖν· ἐν ἀμερεῖ γὰρ οὐκ ἠρέμησεν. ὅτε γὰρ πέφυκε κινεῖσθαι, τότε πέφυκε καὶ ἠρεμεῖν, πέφυκε δὲ ἐν χρόνῳ κινεῖσθαι, ὥστε ἐν χρόνῳ καὶ ἠρεμεῖν. ἔτι δὲ καὶ λέγομεν ἠρεμεῖν, ὅταν ὁμοίως ἔχῃ νῦν καὶ πρότερον, οὐχ ὡς ἑνὶ κρίνοντες ἀλλὰ δυοῖν τοῖν ἐλαχίστοιν, ὥστε οὐκ ἔσται ἀμερές, ἐν ᾧ ἠρεμεῖ, ἀλλὰ χρόνος, χρόνος δὲ οὐκ ἔστι πρῶτος οὐδὲ μέγεθος οὐδ’ ὅλως συνεχές, ὥστε οὐκ ἔσται λαβε-·-ν οὐδὲ τῆς ἠρεμίας τὸ πρῶτον. ἐπεὶ δὴ πᾶν τὸ κινούμενον ἐν χρόνῳ κινεῖται, ἀδύνατον, ἐν ᾧ πρώτῳ κινεῖται χρόνῳ, ἐν τούτῳ κατά τι εἶναι τοῦ διαστήματος (λέγω δὲ κατά τι εἶναι τὸ καὶ αὐτὸ τὸ κινούμενον καὶ τῶν μερῶν ἕκαστον ἐν ταὐτῷ εἶναι καὶ ἴσῳ διαστήματι)· ἠρεμεῖν γὰρ ἄν οὕτω τε ἅμα καὶ κινεῖσθαι συμβαίη. τί γὰρ ἄλλο ἐστὶ τὸ ἠρεμεῖν ἢ τὸ ἐν ταὐτῷ χρόνον τινὰ εἶναι καὶ αὐτὸ ὅλον τὸ κινούμενον καὶ τὰ μέρη; εἰ οὖν ἐν μηδενὶ χρόνῳ τὸ κινούμενόν ἐστι κατά τι τοῦ δια- στήματος, ἐφ’ οὗ κινεῖται, μηδὲ τὸν ἴσον αὑτῷ κατέχει χρόνον, πῶς διανύει τὸ ὅλον ἐν τούτῳ τῷ χρόνῳ διάστημα καὶ διέξεισιν; ἢ ὅτι ἐν τῷ νῦν ἔστι κατά τι τοῦ διαστήματος, τοῦτο δὲ πέρας τοῦ χρόνου, καὶ ἐν τῷ νῦν μόνον κατέχει τὸν ἴσον αὑτῷ τόπον, ἐν ᾧ οὔτε ἠρεμεῖν πέφ υκεν οὔτε1 [*](1 ante ἐξ in M ἀρ’ i. e. Ἀριστοτέλης superscr. πιστευτέον ἐστίν, ὅτι CSL 2 Cap. VII praetermissum a Themistio 5 ταὐτὸν τὸ L (τῷ a) et Par. 1888 5. 6 τὸ δὲ ἠοεμῆσαι a; corn Victorius, anonymus Graecensis (cf. 184,27), Brandis 8 καὶ τὸ θᾶττον C 10 ἵστασθαι χρόνῳ C 11 τούτου oin. C 12τὸ ante ἱστάμενον om. L 13 ἀμερεῖ] ἀμερῆ μὲν L 14 οὐχ L Ι5 δὴ καὶ C: δὲ καὶ τότε Ar’istot. 238’’ 15 (praeter ) 16 οὐχ ὡς M: καὶ οὐχ ὡς C: οὐχ S: ὡς οὐχ L (Aristot.) 18 οὐδὲ] οὐ μὴν C 19 δὴ M: δὲ CSL 21 τοῦ διαστήματος et (22) καὶ ἴσῳ διαστήματι e Them, recepit Simpl. 1010,3 sqq. δὲ M: δὲ τὸ CSL 22 ἴσῳ] ἰδίῳ S ’ 23 ἄν om. MC; at fortasse pro οὕτω τε scribendum ἂν τότε συμβαίη M: αὐτῷ συμβαίνει Ca: αὐτῷ συμβαίνοι S (οἱ in ras.): αὐτῷ συμβαίνῃ L 24 χρόνῳ M, 25 εἰ οὖν — (28) χρόνου] exscr. Simpl. 1010,21 sqq. 20 post κινεῖται add. εἰ κατὰ τόπον κινεῖται aCFM Simplicii (om. ) κατέχειν C (in Par. 1888 corr. man. 2) L, χρόνον] τόπον Simpl. indeque Laur. 85,Ι4, Par. Ι888 a man. 2, anonymus Graecensis 27 post διέξεισιν add. αὐτὸ Simpl. 28 πέρας] παρὰ S 29 μόνον] sic aF Simplicii: μόνῳ ACM αὑτῷ Spengel: αὐτοῦ libri: ἑαυτῷ Simpl. 1010,29)

    199
    κινεῖσθαι; καὶ τοῦτό τε αὐτὸ δυνάμει καὶ τῷ ἐπινοεῖν ἡμᾶς, ἐπεὶ ἐνεργείᾳ [*](392) γε οὐδαμῶς· ἵσταιτο γὰρ ἄν πάλιν καὶ εἰς τὰ ἄπειρα διαιροῖτ’ ἂν ὁ χρόνος καὶ γίγνοιτ’ ἄν ἐντελεχείᾳ τὰ ἄπειρα.

    9. οὕτω δὲ καὶ Ζήνων παραλογίζεται. εἰ γὰρ ἠρεμεῖ, φησίν ἅπαντα, ὅταν ᾖ κατὰ τὸ ἴσον αὑτῷ διάστημα, ἔστι δὲ ἀεὶ τὸ φερόμενον κατὰ τὸ ἴσον ἑαυτῷ διάστημα, ἀκίνητον ἀνάγκη τὴν ὀιστὸν εἶναι τὴν φερομένην. τοῦτο δὲ ψεῦδος· οὐ γὰρ ἀεὶ τὸ φερόμενον κατὰ τὸ ἴσον διάστημα, μᾶλλον δὲ οὐδὲ ὅλως ἐν χρόνῳ ἐστίν, ἀλλ’ ἐν τῷ νῦν μόνον, καθὰ προείρηται, οὐ σύγκειται δὲ ὁ χρόνος ἐκ τῶν νῦν, οὔτε ἐντελεχείᾳ τὰ νῦν ὑπάρχει οὐδὲ μόριον ὅλως τοῦ χρόνου νῦν, ὥσπερ οὐδὲ ἄλλο τοῦ συνεχοῦς, ἀμερές τε καὶ ἀδιαίρετον μόριον.

    τέσσαρες δέ εἰσιν οἱ τὴν κίνησιν ἀναιροῦντες λόγοι τοῦ Ζήνωνος καὶ παρέχοντες δυσκολίαν τοῖς λύουσιν, ἔστι δὲ ὁ μὲν πρῶτος τοιοῦτος. εἰ ἔστι κίνησις, ἀνάγκη τὸ κινούμενον τὸ ἥμισυ πρῶτον διεξιέναι ἰοῦ διατήματος, ἄπειρα δὲ τὰ ἡμίση ἀεὶ γὰρ τοῦ ἤδη ληφθέντος ἡμίση σημεῖα δυνατὸν λαβεῖν)· οὐχ οἷόν τε δὲ τὰ ἄπειρα διεξελθεῖν ἐν πεπερασμένῳ χρόνῳ, οὐχ οἷόν τε οὖν οὕτω κινεῖσθαι. ῥητέον δέ, ὡς οὐκ ἐνεργείᾳ πρῶτον ἐπ’ ἄπειρον ἡ διαίρεσις ἐν τοῖς συνεχέσιν, ἀλλὰ δυνάμει, καὶ τὸ κινούμενον οὐ διαιροῦν δίεισι τὸ διάστημα, οὐκέτι γὰρ ἂν ὡς ἐφ’ ἑνὸς καὶ συνεχοῦς αὐτοῦ κινοῖτο οὐδὲ κίνησιν συνεχῆ, | καὶ ὁμοίως τὸ ἄπειρον ἔν [*](393) τε τῷ χρόνῳ καὶ τῷ μεγέθει, καθάπερ εἴρηται πρότερον, ὥστε οὐκ ἐν πεπερασμένῳ τὸ ἄπειρον, ἀλλ’ ἐν ὁμοίως ἀπείρῳ.

    Δεύτερος δέ ἐστιν ὁ λόγος ὁ καλούμενος Ἀχιλλεὺς τετραγῳδημένος καὶ τῷ ὀνόματι· οὐ γάρ, ὅπως φησίν, τὸν Ἕκτορα καταλήψεται ὁ ποδωκέστατος Ἀχιλλεύς, ἀλλ’ οὐδὲ τὴν βραδυτάτην χελώνην. εἰ γὰρ τὸ διῶκον ἀνάγκη πρότερον ἐλθεῖν ἐπὶ τὸ πέρας τοῦ διαστήματος, οὗ τὸ φεῦγον προελήλυθεν, ἀδύνατον ἄλλο ὑπ’ ἄλλου καταληφθῆναι. ἐν ᾧ γὰρ ὁ διώκων τοῦτο δίεισι τὸ διάστημα, δῆλον ὡς ὁ φεύγων ἕτερόν τι προστίθησιν· εἰ γὰρ καὶ ἔλαττον ἀεὶ τῷ βραδύτερος ὑποκεῖσθαι, ἀλλ’ οὖν προστίθησί γέ τι. [*](1 ’fort. τοῦτ’ αὐτὸ᾿ Spengel τε] γε? τῷ M1L: τὸ M2CS 2 ἵσταιτο Spengel: ἵσταται libri (ἵστατο Vindob. 110) διαιρεῖται (om. ἂν) S 3 γένοιτ’ C 4 ante Ζήνων add. τὸ L (unde ὁ Ζήνων Brandis) 5 αὑτῶ Spengel ἑαυτῷ Simpl. 1011,20): αὐτοῦ libri κατὰ] (6) διάστημα] ἐν τῷ νῦν Aiistot. 239b7 (at F rec. ἐν νῦν τῷ κατὰ τὸ ἶσον) 6 ἑαυτῷ Spengel: ἑαυτοῦ MSL: αὐτοῦ C 8 ’fort. καθάπερ εἴρηται. Spengel 9 ἐκ τῶν] ἐν τῷ M οὗτε—νῦν om. C 10 τὸ νῦν Laur. 85,14 et Spengel e coni. 12 τέσσαρες] sic F Aristot. 239b9: τέτταρες EIIIK εἰσὶν οἱ] εἰσι E Aristot. 239b 10 13 ὁ μὲν πρῶτος—(22) ἀπείρῳ] cf. Simpl’ 1013,4 sqq. 14 τὸν κινούμενον M 17 οὕτω M: οὔτε CSL: οὐδέ Spengel 20 συνεχοῦς SLi (et Vindob. 110), Simpl., Spengel e coni.: συνεχῶς MLaa et Par. 1888 κινεῖτο L κινοῖτο a) 21 μεγέθει] sic aF Simplicii 1013,17: διαστήματι ACM 23 καλλούμενος L καλούμενος a) ἀχιλεὺς Laur. 85,14 24 Ἕκτορα] cf. Simpl. 1014,22 24. 25 ποδοκέστατος S: πωδεκέστατος L 25. 26 τὸ διῶκον ἀνάγκη (α) scripsi propter τὸ φεῦγον (v. 9) ot ἄλλο (v. 10), etsi in proximo enuntiato masculino genere utitur Them.: τὸν διώκοντα MCS: δεῖ τὸν διώκοντα Laur. 85,14: τὸν διώκοντα ἀνάγκη L (cf. Simpl. 1014,14 1014,14 sqq.))

    200
    ἔστω τοίνυν δεκαπλασίονι τάχει τῆς χελώνης ποδωκέστερος Ἀχιλλεύς, [*](393) σταδιαίου δὲ ὄντος τοῦ διαστήματος ὅλου προειληφέτω τὸ ἡμιστάδιον ἡ χελώνη. ἐν ᾧ δὴ τὸ ἡμιστάδιον Ἀχιλλεὺς διατρέχει, τὸ δέκατον ἂν τοῦ ἡμισταδίου τοῦ λοιποῦ ἡ χελώνη διαπορεύοιτο· ἐν ᾧ δὲ τὸ δέκατον τοῦτο πάλιν ὁ Ἀχιλλεύς, αὐτοῦ τοῦ δεκάτου τὸ δέκατον προσλαμβάνοι ἂν ἡ χελώνη ἐξ οὗ μήπω κεκίνηκε διαστήματος· ἀεὶ δὲ τοὐ προστιθεμένου μεγέθους ὑπὸ τῆς χελώνης δέκατον ἔχοντος, ἀεί τι καὶ προσλαμβάνοι ἂν ἡ χελώνη καὶ οὐδέποτε ἑκάτερον αὐτῶν τὸ στάδιον διεξελεύσεται. κἀνταῦθα δὴ τὴν ἐπ’ ἄπειρον διαίρεσιν αἰτιατέον, ὡς ἐνεργείᾳ ποιεῖται ὁ λόγος αὐτήν, οὐ δυνάμει. τοσοῦτον γὰρ οὗτος τοῦ πρὸ αὐτοῦ διαφέρει τῷ μὴ ποιεῖν εἰς ἡμίση τὴν διαίρεσιν ἐπ’ ἄπειρον, ἀλλ’ ἴσον δήποτε λόγον. εἰ δ’ ἄλλως συγχωρηθείη τὴν πεπερασμένην δύνασθαι τὸ κινούμενον διεξελθεῖν, | ὡς [*](394) ἐδείξαμεν, καταλήψεται πάντως ὑπὸ τοῦ θάττονος τὸ βραδύτερον. ἂν γὰρ ᾖ δωδεκαπλάσιον αὐτοῦ θᾶττον, ὃ τὸ βραδύτερον ἐν ἡμέρᾳ κεκίνηται, τοῦτο κινηθήσεται τὸ θᾶττον ἐν ὥρᾳ τῇ τελευταίᾳ τῶν δώδεκα καὶ καταλήψεται αὐτὸ ἐν τῷ πέρατι τῆς ὥρας. νῦν δὲ ἀναγκάζουσιν ὡρισμένον τι μέρος κινεῖσθαι πρότερον τοῦ διαστήματος, εἶθ’ οὕτως ὅλον, κἀντεῦθεν ὁ παραλογισμὸς ἐκ τῆς εἰς ἄπειρον διαιρέσεως· ἡμεῖς δὲ μέρος μέν τι πρῶτον κινεῖσθαι τοῦ ὅλου φαμέν, ὁρίσαι δ’ αὐτὸ οὐχ οἷόν τ’ εἶναι. διαιροῖτο γὰρ ἂν ἤδη καὶ τὸ μέγεθος καὶ ἡ κίνησις καὶ οὐκέτι ἂν φυλάττοιτο συνεχὴς οὔτε ἡ κίνησις μία. χηνῶν δὲ προσνεανιεύεται ἐν τῷ λόγῳ· τὸ γὰρ προέχον φησὶν ἀδύνατον καταληφθῆναι. ἡνίκα μὲν οὖν προέχει, καὶ ἡμεῖς λέγομεν ὡς ἀδύνατον (ἅμα τε γὰρ ἂν προέχοι καὶ οὐ προέχοι), ἀλλ’ οὐκ ἀεὶ προέχειν αὐτοῦ συγχωρησόμεθα, ὥστε ἀεί τι προσλαμβάνειν μέρος ὡρισμένον τοῦ διαστήματος, ἀλλ’ ἥξειν ποτὲ ἐπὶ τὸ πέρας, ὥστε καὶ τὸ θᾶττον ὁμοίως. ὅταν τοίνυν ὁ χρόνος τοιοῦτος ᾖ τῆς κινήσεως τοῦ ταχυτέρου, ὥστε μὴ πλείονι λείπεσθαι ἢ ὅσῳπέρ ἐστιν ἀργότερον τὸ βραδύτερον, ἀναγκαῖον αὐτὸ ὑπὸ τοῦ ταχυτέρου καταλαμβάνεσθαι.

    Τρίτος δὲ ἦν λόγος ὁ περὶ τῆς ὀιστοῦ τῆς φερομένης, ὃν φθάσαντες ἤδη λελύκαμεν· ἀεὶ μὲν γὰρ ἕκαστον τῶν κινουμένων ἐν τῷ νῦν τὸ ἴσον ἑαυτῷ κατέχει διάστημα, ἀλλ’ οὐ σύγκειται ἐκ τῶν νῦν ὁ χρόνος οὕτε εἰς τὰ νῦν διαιρεῖται, μὴ συγχωρουμένου δὲ τούτου οὐ πρόεισι συλλογισμός.

    [*](1 ποδωκέστερος τῆς χελώνης S ποδοκ.) L 1 et 3 ante ἀχιλλεὺς add. ὁ SL 2 σταδίου C 3 κατατρέχει C (in Par. 1888 διατρέχει a man. 1) 10 πρὸς αὐτοῦ SL (emend, iam Brandis et Spengel) εἰς] ὡς S: om. Laur. 85,14 11 ἥμισυ L1 δέποτε C 14 τὸ] δὲ S κεκίνηται] κινήσεται C 15 θᾶσσον SL ἐν τῇ ᾤρα C τῶν libri: ABBREV a (quod pro τοῦ accepit Spengel) 18 μέρος om. S μέν τι] μέντοι CS2 21 προνεανιεύεται MC ἐν] ἔτι ? 22 φύσιν L φησὶν a) προκαταληφθῆναι M προέχει M, Spengel e coni.: προέχῃ CSL 23 ἄν] ἀεὶ et bis προέχει MC1 (vix recte) 24 ὥστε MS: ὡς οὔτε C: οὕτε L μέρος ὡρισμένον M: ὡρισμένον μέρος CSL 29 δὲ ἦν] δ’ ἦν L: δ’ οὖν Spengel nescio unde τῆς alt. om. C 30 ἤδη λελύκαμεν] ἐδηλώσαμεν C 31 τῶν νῦν Spengel (ex Aristot. 239b32): τοῦ νῦν libri 32 πρόεισι] πρόεισιν ὁ Spengel)
    201

    τέταρτος δέ ἐστιν λόγος ὁ περὶ τῶν ἐν τῷ σταδίῳ φερομένων· τρεῖς [*](395) γὰρ ὄγκους ἴσους κατὰ τὸ μῆκος ποιήσας τὸν μὲν κινεῖ, τὸν δὲ ἵστησι, τὸν δὲ ἀντικινεῖ. ἐπεὶ δὲ θᾶττον ὁ κινούμενος δίεισι τὸν ἀντικινούμενον ὄγκον ἢ τὸν ἑστῶτα, οἴεται σόφισμα πλέκειν ἐντεῦθεν. ‘τὸ γὰρ ἴσον διάστημα,’ φησίν, * * * ἴσοι γὰρ ὅ τε μένων ὄγκος καὶ ὁ φερόμενος) ‘ἐξ ἐναντίας οὐκ ἐν ἴσῳ δίεισι χρόνῳ.’ καὶ σφόδρα γε, ὥ θαυμάσιε· ὁ μὲν γὰρ ἕστηκεν, ὁ δὲ ἀντικινεῖται. εἰ δὲ ἔμενον ἄμφω, τότ’ ἄν παράλογον ἦν.

    Ἐρωτᾶται δέ τις καὶ ἕτερος λόγος παρὰ τοὺς τέσσαρας τοὺς εἰρημένους περὶ τῆς κατὰ ἀντίφασιν μεταβολῆς. ἐπειδὴ γὰρ κεῖται τὸ κινούμενον καὶ ἔκ τινος εἴς τι μεταβάλλον ἐν μηδετέρῳ εἶναι, ὅτε κινεῖται, μήτ’ ἐξ οὗ μήτ’ ἐν τῷ εἰς ὅ, ἡνίκα ἀν’ γίγνηται, φασί, κατὰ ἀντίφασιν ἡ μεταβολή, οἷον ἐκ τοῦ λευκοῦ εἰς τὸ μὴ λευκὸν ἢ ἐκ τοὐ εἶναι εἰς τὸ μὴ εἶναι, δῆλον ὡς οὔτε λευκόν ἐστιν οὔτε οὐ λευκόν, οὔτε ὂν οὔτε οὐκ ὂν τὸ μεταβάλλον, ἀλλ’ ἀδύνατον. ἀντιφάσεως γὰρ οὐδὲν μεταξύ. ἡμεῖς δέ φαμεν ὡς ἀμφότερα μᾶλλόν ἐστι τὸ μεταβάλλον, οὐχ ὡς οὐδέτερον, καὶ λευκὸν καὶ οὐ λευκὸν καὶ μουσικὸν καὶ οὐ μουσικόν, ἀλλ’ οὐχ ὅλον, ἀλλὰ κατά τι μὲν λευκόν, κατά τι δὲ οὐ λευκόν· οὕτως δὲ καὶ ἔσται καὶ οὐκ ἔσται τὸ φθειρόμενον κατά τι μέντοι γε ἑκάτερον, οὐχ ὅλον ἐν ἑκατέρῳ, μέχρις ἄν φθείρηται. ἦν δὲ καὶ οὗτος ἐπὶ τῆς ἀντιφάσεως διορισμὸς ὁ μὴ | κτὰ ἄλλο καὶ ἄλλο. ἡ σφαῖρα δὲ κινουμένη περὶ μένοντα τὸν ἄξονα καὶ [*](396) ὁ κύκλος ὁ περὶ τὸ κέντρον ὁμοίως πῶς ἠρεμοῦσιν; οἴονται γὰρ καὶ τοῦτο παραλογίζεσθαι. ‘μένουσι γάρ,’ φασίν, ἐν ταὐτῷ τόπῳ᾿. ἀλλὰ πρῶτον μὲν τὰ μόρια τῶν οὕτω κινουμένων οὐδ’ ὅλως ἐν ταὐτῷ μένει, ἀλλ’ ἕκαστον αὐτῶν ἐν ἄλλῳ καὶ ἄλλῳ γίνεται συνεχῶς, ἔπειτα οὐδὲ τὸ ὅλον· οὐ γὰρ ἡ αὐτή ἐστιν περιφέρεια ἀπό τε ἄλλης καὶ ἄλλης ἀρχῆς λαμβανομένη, εἰ μὴ κατὰ συμβεβηκός, ὅτι περὶ ταὐτὸν ὑποκείμενον, ἀλλ’ ἑτέρα μὲν ἀπὸ τοῦ Α ἀρχομένοις, ἑτέρα δὲ ἀπὸ τοῦ Β, καὶ πάλιν ἑτέρα ἀπ’ ἄλλου σημείου, ὥστε οὐδέποτε ἐν τῇ αὐτῇ τὸ ὅλον ἐστίν.

    10. Ἀποδεδειγμένων δὲ τούτων λέγομεν, ὅτι τὸ ἀμερὲς οὐκ ἐνδέχεται κινεῖσθαι πλὴν κατὰ συμβεβηκός, οἷον κινουμένου τοῦ σώματος ἢ τοῦ μεγέθους, ᾧ ἐνυπάρχει, καθάπερ στιγμὴ καὶ ὥσπερ τὸ ἐν τῷ πλοίῳ κινούἐν [*](1 σταδίῳ Aristot. 239 b 33 praeter Ε 2 ὄγκους Laur. 85,14; sic aut v. 1 φερομένων <ὄγκων> Spengel e coni.: ὄντας MCSL 5 ante ἴσοι exciderunt quaedam ἴσα ὄντα vel ἰσοταχῆ καὶ ἴσα ὄντα ἐναντίας MC, Aristot. 239b34: ἐναντίου S: ἐναντίων L 6 ὁ μὲν Spengel: τὸ μὲν libri 8 ἐρωτᾷ L 9 κεῖται CM Simplicii 1020,12 sqq.: κινεῖται Themistii libri et aAF Simplicii 10 ‘καὶ fort, delendum’ Spengel ἐξ] ἐν τῷ ἐξ Spengel 11 γίγνηται MC (γίνηται SL), Brandis et Diels e coni.: γίνεται a (unde γὰρ pro ἄν Spengel) 14 ante ἀλλ’ ins. ἀλλά μεταξὺ Spengel ex aF Simplicii 1020,17 (cf. quae aduot. Diels) 15 καὶ ante λευκὸν om. C 18 τι om. S ὅλον MC: ὅλως SL 19 ὁ] τὸ Simpl. 1021,12 21 ὁ κύκλος δὲ ὁ C 22 φασίν Spengel φησίν MSL: om. C 23 μένη C 25 ἀρχῆς om. SL 26 περὶ] παρὰ L 30 πλὴν] πάλιν S κινουμένου τοῦ σώματος] sic E Aristot. 240b 9: τοῦ σώματος κινουμένου FlIIK 31 ᾦ ἐνυπάρχει] τοῦ ἐν ᾦ ὑπάρχει FH τὸ) IK Aristot. 240b10: τῶν ἐνυπάρχειν E τὸ om. M)

    202
    μένον ὑπὸ τῆς τοῦ πλοίου φορᾶς. οὕτω δὲ καὶ τὰ μέρη κτὰ συμβεβηκὸς [*](396) κινεῖται τῷ ἐνυπάρχειν τῷ ὅλῳ, πλὴν οὐχ ὁμοίως· τὰ μὲν γὰρ μέρη κινεῖται νεῖται ὅμως καὶ καθ’ αὑτά, ἀμέλει καὶ διαφέρουσαι τούτων κινήσεις εἰσὶ τῆς τοῦ ὅλου. ἴδοι δ’ ἄν τις ἐπὶ τῆς σφαίρας μάλιστα τὴν διαφοράν· τῆς μὲν γὰρ ὅλης ἰσοταχής ἐστιν ἡ κίνησις, οὐ ταὐτὸν δὲ τάχος ἑκάστου τῶν μερῶν τῶν τε περὶ τοὺς πόλους καὶ τῶν περὶ τὸν μέγιστον κύκλον.

    Τὰ δὲ ἀμερῆ οὐδαμῶς οἷά τε κινεῖσθαι καὶ καθ’ αὑτὰ πλὴν κατὰ συμβεβηκὸς καὶ τῷ ἐνυπάρχειν· εἰ γὰρ οἷόν τε (ὑποκείσθω τι κινούμενον ἀμερές) ἔσται, εἴτε ἐκ μεγέθους εἰς μέγεθος, εἴτε ἐκ ποιότητος εἰς | ποιότητα, [*](397) εἴτε μεταβάλλον ἐκ τοῦ εἶναι εἰς τὸ μὴ εἶναι, ἐν ᾧ δὲ χρόνῳ πρῶτον ἄρχεται μεταβάλλειν * * * * ἠρεμοῖ ἄν· εἰ δὲ ἐκεῖνο, εἰς ὃ μεταβάλλει, μεταβεβληκὸς ἂν εἴη, οὐ μεταβάλλον· λείπεται ἄρα τὸ μὲν ἐν τούτος εἶναι, τὸ δὲ ἐν ἐκείνῳ. ἀλλὰ μεριστὸν οὕτως ἐστί· μοναχῶς γὰρ ἄν οὕτως ἦν ἡ κίνησις τῶν ἀμερῶν, εἰ σύγκειτο ὁ χρόνος ἐκ τῶν νῦν· ἐπεὶ γὰρ κατὰ τὸ νῦν ἕκαστον κεκίνηται, ὃ κεκίνηται, εἴπερ σύνθετος ὁ χρόνος ἐκ τῶν νῦν, ἦν ἂν λέγειν τὸ ἀμερὲς κεκινῆσθαι καθ’ ἕκαστον νῦν, οὕτω δὲ καὶ καθ’ ὅλον τὸν χρόνον, οὕτω δ’ ἂν ἠκολούθει καὶ τὴν κίνησιν ἐκ κινημάτων καὶ περάτων συγκεῖσθαι κινήσεως καὶ τὸν χρόνον ἐκ τῶν νῦν καὶ τὸ διάστημα ἐξ ἀμερῶν καὶ μηκέτ’ ἂν εἶναι τοῦ κινεῖσθαι πρότερον τὸ κεκινῆσθαι. ἔτι πᾶν τὸ κινούμενον κατὰ τόπον εἰ μέλλει μεῖζον αὑτοῦ κινήσεσθαί τι διάστημα, πρότερον ἐξ ἀνάγκης ἔλαττον ἑαυτοῦ κινηθήσεται ἢ καὶ ἴσον· εἰ γὰρ εἴη τὸ κινούμενον πηχυαῖον, οὐκ ἂν διέλθοι τὴν ὄργυιαν, εἰ μὴ πρότερον ἡμίπηχυ κινηθῇ τοῦ διαστήματος ἢ πηχυαῖον, τοῦτο δέ ἐστιν ἔλαττον ἢ ἴσον. εἶναι μὲν γὰρ ἐν ἐλάττονι τόπῳ κινούμενον οὐκ ἐνδέχεται, κινεῖσθαι δὲ καὶ προιέναι κατ’ ἔλαττον οἷόν τε. τούτου τοίνυν οὕτως ἔχοντος εἰ κινοῖτο κατὰ τόπον τὸ ἀμερές, ἔλαττον μὲν ἑαυτοῦ οὐ κινηθήσεται διάστημα· εἴη γὰρ ἂν οὕτως γε μεριστόν. εἰ δὲ ἀεὶ κατὰ τὸ ἴσον ἑαυτῷ κινηθήσεται, ὅταν διεξέλθῃ τὴν γραμμήν, ἔσται ταύτην καταμεμετρηκός· εἰ δὲ τοῦτο, | ἔσται σύνθετος ἐξ ἀμερῶν ἡ γραμμή. ἔτι [*](398) εἰ πᾶν ἐν χρόνῳ κινεῖται, κινεῖται δὲ καὶ ἡ στιγμὴ τὸ ἴσον αὐτῇ διά- [*](4 διαφορὰν CSL: φοράν M 6 πόλους κτλ.] ex Alexaudro; cf. Siinpl. 1026,7 sqq. τῶν ante περὶ om. C 9 post ἔσται add. δὲ C ποιότητος] cf. Simpl. 1026,25 10 post μὴ εἶναι exspectes ἢ ἐκ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι (coll. Simpl. 1026,27); at cf. quae adnot. ad 197,24 δὲ om. L 11 πρῶτον scripsi (cf. 194,21): τὸν MSL : τὸ νῦν C: om. Laur. 85,14 10. 11 verba ἐν ᾦ δὲ χρόνῳ πρῶτον ἄρχεται μεταβάλλειν spectant ad Aristot. 240b 22 ὁ δέ χρόνος ἔστω ἐν ᾦ πρώτῳ μεταβάλλει ἐφ’ οὖ Δ; ceter omnia incerta propter orationem hiantem. locum lacunosum esse intellexit iam L2a, qui suo Marts eum sanare conatus est his verbis post μεταβάλλειν insertis ἡ ἐν ἐκείνῳ ἐξ οὗ μεταβάλλει, καὶ οὕτως 11 ἐκεῖνο MCSLo ἐκεῖνος L1): ἐν ἐκείνῳ a 11. 12 μεταβάλλοι M 12 οὐ om. SL ἄρα] γὰρ ἄρα L 14 τῶν ἀμερῶν] τοῦ ἀμεροῦς Simpl. 1029,16 σύγκοιτο SL 15 ὃ κεκίνηται om. SL 20 μέλλοι SL et Laur. 85,14 κινήσεσθαι Spengel: κινήσασθαι libri 24 ἢ] ἄν S 25 ante κατ’ add. καὶ SL 28 ἑαυτῷ Spengel: ἑαυτοῦ libri διεξέλθοι M (ut F Simplicii 1028,21) 30 αὐτὴ L (ut FHIK Aristot. 241 a 12): om. M)

    203
    στῆμα, ἐν χρόνῳ δήπου καὶ τοῦτο κινεῖται· ἀλλὰ παντὸς χρόνου λαβεῖν [*](398) ἔστιν ἐλάττω χρόνον, ὥστε καὶ τούτου λάβοιμεν ἂν ἐλάττω, καθ’ ὃν ἡ στιγμὴ τὸ ἴσον αὐτῇ μετελήλυθε διάστημα, ἀλλ’ ἀδύνατον. ἐν γὰρ τῷ ἐλάττονι ἔλαττον ἀνάγκη κινεῖσθαι, ὥστε ἔσται διαιρετὸν τὸ ἀδιαίρετον· μοναχῶς γὰρ ἄν κινοῖτο τὸ ἀμερές, ἀλλὰ καὶ ἀδιαίρετον, εἰ ἐν τῷ νῦν κινεῖσθαι δυνατὸν εἶναί τις ἄν δόξαι.

    Μεταβολὴ δὲ οὐκ ἔστιν οὐδεμία ἄπειρος· ὥρισται γὰρ ἑκάστης τὰ πέρατα. καὶ περὶ μὲν τῶν ἄλλων δῆλον εὐθύς, οἷον γενέσεως φθορᾶς ἀλλοιώσεως αὐξήσεως φθίσεως· γενέσεως μὲν γὰρ πέρατα καὶ φθοράς τὰ τῆς ἀντιφάσεως μέρη, τὸ εἶναι καὶ τὸ μὴ εἶναι, ἀλλοιώσεως δὲ τὰ ἐναντία. ταῦτα δὲ ἄκρα μεταβολῆς. ὁμοίως δὲ καὶ αὐξήσεως μὲν τὸ πέρας τοῦ κατὰ τὴν οἰκείαν φύσιν τελείου μεγέθους, φθίσεως δὲ ἡ τοῦδε ἔκστασις. περὶ δὲ φορᾶς οὕτως μὲν οὐκ ἔστιν ἀποδεῖξαι· οὐ γὰρ πᾶσα ἐν ἐναντίοις, οὐδὲ ἐν ἀντιφάσει, ὥσπερ ἔχει καὶ ἡ τῶν ζῴων κίνησις καὶ ἡ τοῦ παντὸς περιφορά· ἡ μὲν γὰρ τῶν ζῴων παντελῶς ἀόριστος καὶ οὐκ ἐξ ἐναντίου εἰς ἐναντίον, ἡ δὲ περιφορὰ ἀπ’ αὐτοῦ εἰς αὐτό. ἄλλως δὲ ἀποδεικτέον· ἐπεὶ γὰρ τὸ ἀδύνατον τμηθῆναι οὐδὲ τέμνεσθαι δυνατόν (λέγω δὲ ἀδύνατον, ὃ τῷ μὴ ἐνδέχεσθαι οὕτω καλεῖται), καὶ ὅλως τὸ ἀδύνατον γενέ- σθαι οὐδὲ γίνεσθαι δυνατόν· ἀδύνατον γάρ ἐστι τὴν διάμετρον σύμμετρον τῇ πλευρᾷ γενέσθαι, οὐκοῦν οὐδὲ γίνεσθαι δυνατόν. εἰ δὲ τοῦτο ἀληθές, ἐπειδὴ [*](399) φορὰν ἄπειρον ἐνεχθῆναι ἀδύνατον, οὐδὲ φέρεσθαι δυνατόν. ἣν δὲ φέρεσθαι δυνατόν, καὶ ἧ φέρεται ταύτην δυνατὸν ἐνεχθῆναι· πεπερασμένη ἄρα, ἣν φέρεται καὶ τὰ ζῷα καὶ τὰ θεῖα σώματα ἅπαντα. μίαν δὲ ἄρα κίνησιν ἐνδέχεται τὴν αὐτὴν κατ’ εἶδος πάλιν καὶ πάλιν γινομένην καὶ συνεχῆ καὶ ἄπειρον εἶναι τῷ χρόνῳ· ἄλλην μὲν γὰρ ἀπ’ ἄλλης ἴσως δυνατόν, οἷον εἰ μετὰ φορὰν ἀλλοίωσις εἴη καὶ μετὰ τὴν ἀλλοίωσιν αὔξησις καὶ πάλιν γένεσις· οὕτω γὰρ ἀεὶ μὲν ἔσται κίνησις, ἀλλ’ οὐ μία δι’ ἁ τὸ μὴ εἶναι μίαν ἐξ ἀπασῶν, ὥστε δὲ καὶ γίνεσθαι μίαν οὐκ ἐνδέχεται ἄπειρον εἶναι τὸν χρόνον πλὴν μιᾶς, αὕτη δέ ἐστιν ἡ κύκλῳ φορά.

    [*](5 γὰρ om. EI Aristot. 241a 23 ἀλλὰ del. Spengel εἰ ML: ἡ C: εἴη S 6 δόξαι scripsi: δόξη MC: δόξει SL: δόξειεν Spengel 11 μεταβολῆς M: τῆς μεταβολῆς CSL ’scrib. αὐξήσεως καὶ φθίσεως· αὐξήσεως᾿ Spengel μὲν om. C 13 φορᾶς Spengel: φθορᾶς libri πᾶσα] sic E Aristot. 241 3: ἅπασα FHIK ἐν om. L (habet a) et Laur. 85,14 (fortasse M1 quoque) 16 ἀπὸ ταὐτοῦ εἰς ταὐτό Spengel 17 ἐπεὶ] sic HK Aristot. 241b 3: ἐπειδὴ EFI post τμηθῆναι add. οὕτω Aristot. 241b4 (in Ε erasum) 18 ὃ τῷ S inarg. γε) L: ὅτῳ MCS text. ἐνδέχεται CSi et Laur. 85,14 καλεῖσθαι C et Laur. 85,14 21 ἣν—δυνατὸν om. S 22 ante ἐνεχθῆναι add. καὶ SL 25 ἄλλα μὲν γὰρ ἀπ’ ἄλλων C 26 μετὰ φορὰν Simpl. 1031,17 sqq.: μεταφορὰν Vindob. 110: μεταφορὰ MSL1 et Paris. 1888: μετὰ τὴν φορὰν L2a et Laur. 85,14 ex Aristot. 241 b 15 26. 27 καὶ πάλιν γένεσις om. L 27 γὰρ M2 (in rasura maioris spatii) CL: γὰρ ἂν S et Laur. 85,14 28 ὥστε] ὡς δὲ καὶ MS2: δὲ CS1L et Aristot. 214 b18 γενέσθαι C 29 τῷ χρόνῳ Spengel (sec. Aristot. 241b19) ἡ κύκλῳ φορά] sic I Aristot. 241b20: ἡ κ. μία φ. E: ἡ μία ἡ κ. φ. FHK)
    204
    [*](400)

    2. ἐπειδὴ πᾶν τὸ φερόμενον ὑφ’ ἑαυτοῦ κινεῖται ἡ ὑπ’ ἄλλου, ὅσα μὲν ὑφ’ ἑαυτοῦ κινεῖται, δῆλον ὡς ἅμα ἐν ἑαυτοῖς τὸ κινοῦν ἔχει (ἐνυπάρχει γὰρ αὐτοῖς ἡ κινητικὴ δύναμις), ὅσα δὲ ὑπ’ ἄλλου κινεῖται τὴν κατὰ τόπον φοράν, ἐπὶ τούτων ἐπισκεπτέον, εἰ μηδέν ἐστι μεταξὺ τοῦ τε προσεχῶς κινοῦντος καὶ τοῦ φερομένου. τετραχῶς τοίνυν ὑπ’ ἄλλου ταῦτα κινεῖται· ἡ γὰρ ἕλκοντος ἢ ὠθοῦντος ἢ ὀχοῦντός γε ἢ δινοῦντος· πᾶσαι γὰρ αἱ κατὰ τόπον κινήσεις εἰς τούτους τοὺς τρόπους ἀνάγονται· ἡ γὰρ ῥίψις καὶ αὐτὴ ὑπὸ τὴν ὦσίν ἐστιν. σφοδρὰ γὰρ ὦσίς ἐστιν ἡ ῥίψις αὐτοῦ μὲν οὐκ ἐπακολουθοῦντος † σφοδροτέ|ρας ὑπὸ τῆς ῥύμης, ὅταν αὕτη γένηται † τῆς [*](401) κατὰ τὴν φύσιν κινήσεως τοῦ ῥιφθέντος. εἰ δὲ τέσσαρες οὗτοι τρόποι τῆς ὑπ’ ἄλλου φορᾶς, ἀδύνατον δὲ ἢ ὠθοῦντα μὴ ἅπτεσθαι ἢ τὸν ἕλκοντα ἢ τὸν δινοῦντα ἢ τὸν ὀχοῦντα, δῆλον ὡς τοῦ κινουμένου καὶ τοῦ προσεχῶς κινοῦντος οὐδὲν μεταξύ. ἀλλ’ οὐδὲ τοῦ ἀλλοιουμένου καὶ τοῦ ἀλλοιοῦντος· ἅμα γὰρ συμβαίνει τε εἶναι τὸ ἔσχατον ἀλλοιοῦν καὶ τὸ πρῶτον ἀλλοιούμενον, ἀλλοιοῦται δὲ τὰ αἰσθητὰ καὶ ὑπὸ αἰσθητῶν, αἰσθητὰ δέ ἐστιν ταῦτα, οἷς [*](1 ΘΕΜΙΣΤΙΟΥ] τοῦ αὐτοῦ M: cf. Praef. Non integrum librum seel selectas tantum partes circumscribendo reddidisse Themistiura iam Simplicius animadvertit; cf. 1036, 15 sqq. καὶ ὁ Θεμίστιος δὲ τὴν ὅλην πραγματείαν παραφράζων ἐν τούτῳ τῷ βιβλίῳ γενόμενος πολλὰ τῶν ἐν αὐτῷ κεφαλαίων κατενωτίσατο et 1051,9 sqq. ὁ Θεμίστιος ἐν οἷς ἔγνων ἐγὼ βιβλίοις ἀπὸ ταύτης τῆς ῥήσεως τῆς λεγούσης (243a11 vel 21) ἅπαν δὴ τὸ φερόμενον αὑτὸ (at ἢ αὑτὸ om. Them.; cf. Simpl. 1049,1 quaeque ibi aduot. Diels) ὑφ’ ἑαυτοῦ κινεῖται ἡ ὑπ’ ἄλλου ἤρξατο τοῦτο τὸ βιβλίον παραφράζειν τῶν μέχρι τοῦδε ῥηθέντων ἐν αὐτῷ καταφρονήσας καὶ οὐδέ ἐν τοῖς ἑξῆς τὴν συνέχειαν φυλάττει. 3 ἄμα] ἄρα SL 5 τε om. C 8 ἀνάγονται] ἄγονται· ἁλίσκεται γὰρ τοῖς ἑαυτοῦ λόγοις C 9 αὕτη libri ἡ ῥίψις κτλ.] ab Aristot. α 20 ad vers. vulg. 244a21 transit Them. ἡ] ἡ L2a 10 post γένηται add. θάττων ex Aristot. vers. vulg. L; quo additamento locus graviter corruptus non sanatur. nam post ἐπακολουθοῦντος desideratur <τοῦ ὠθοῦντος>; reliqua intacta relinquere praestat. σφοδροτέρας γενομένης τῆς ὤσεως Aristot. vers. vulg. II τὴν om. S et Laur. 85,14 δὲ MC: δὴ SL τρόποι om, L 12 ἀδύνατον κτλ.] Aristot. 244a14 ὠθοῦντος C: τὸν ὠθοῦντα Spengel 14 οὐδὲ C et Laur. 85,14 οὐδὲν MSL 15 τε om. C et Ε Aristot. vulg. 244a27: εἶναι τότε FHIK Aristot. 16 τὰ αἰσθητὰ] τὰ ἀλλοιούμενα Simpl. 1058,10 et Aristot. 245a3)

    205
    διαφέρει σῶμα σώματος, βαρύτης κουφότης καὶ θερμότης ψυχρότης καὶ τὰ [*](401) σύστοιχα, ἅπτεται δὲ καὶ τὸ θερμαῖνον καὶ τὸ ψῦχον καὶ τὸ λευκαῖνον καὶ τὸ τὴν αἴσθησιν κινοῦν· καὶ γὰρ αἱ κατ’ ἐνέργειαν αἰσθήσεις ἀλλοιώσεις εἰσί· τῷ μὲν γὰρ πυρὶ συνεχὴς ὁ ἀήρ, τῷ δὲ ἀέρι τὸ σῶμα, καὶ τὸ μὲν χρῶμα τῷ φωτί, τὸ δὲ φῶς τῇ ὄψει. οὕτω δὲ καὶ ἐπ’ ἀκοῆς καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων· ἅμα γὰρ τῇ γεύσει ὁ χυμὸς καὶ ὄσφρησις τῷ ὀσφραντῷ καὶ οὐδὲν μεταξύ. ὁμοίως δὲ οὐδὲ αὐξανομένου καὶ αὐξάνοντός ἐστι μεταξύ. αὐξάνει γὰρ προσγινομένου τινὸς καὶ ἑνουμένου καὶ πάλιν φθίνει ἀπόντος ἀεὶ τοῦ φθίνοντος. καθ’ ὅσα μὲν τὸ ἄψυχον ἀλλοιοῦται, κατὰ πάντα καὶ τὸ ἔμψυχον· οὐ μὴν τὸ ἀνάπαλιν. αἱ γὰρ αἰσθήσεις αἱ κατ’ ἐνέργειαν ἴδιαι τῶν ἐμψύχων ἀλλοιώσεις εἰσίν.

    3. Ὅτι δὲ τὸ ἀλλοιούμενον ἀλλοιοῦται ὑπὸ τῶν αἰσθητῶν καὶ ἐν ἄλλοις οὐ γίνεται ἀλλοίωσις, ὧδε ἄν τις καταμάθοι σαφῶς. μάλιστα γὰρ [*](402) τῶν λοιπῶν ἐν σχήμασιν καὶ μορφαῖς καὶ ἕξεσιν καὶ ταῖς τούτων ἀφαιρέσεσιν καὶ μεταβολαῖς ἀλλοιώσεις ἂν γίνεσθαί τις ὑπολάβοι, οὐκ ἀληθὲς δέ· τὸ μὲν γὰρ σχηματισθὲν οὐκέτι καλοῦμεν τῷ ὀνόματι τῆς ὑποκειμένης οὐσίας οἷον τὸν ἀνδριάντα χαλκὸν ἢ τὴν κλίνην ξύλον, ἀλλὰ παρωνυμιάζοντες τὸν μὲν χαλκοῦν, τὴν δὲ ξυλίνην, τὸ δὲ ἠλλοιωμένον ἔτι καλοῦμεν ὁμοίως· θερμὸν γὰρ τὸν χαλκὸν καὶ ψυχρόν, καὶ τὸ ξύλον ὑγρὸν ἢ σκληρὸν ὡς ἐνταῦθα μὲν ὑπομένοντος ἀκριβῶς πρότερόν τε καὶ νῦν τοῦ τὸ πάθος ἀναδεξαμένου τὸ ὑπὸ τῆς ἀλλοιώσεως ἐγγενόμενον, ἐπὶ δὲ τῶν σχημάτων σχηματιζομένων οὐκέτι μενούσης παντελῶς ἐν ταὐτότητι τῆς ὑποκειμένης οὐσίας· ἐγγὺς γὰρ γενέσεως εἰσιν αἱ τοιαῦται μεταβολαί· συμβάλλοθσι γὰρ ἁμωσγέπως καὶ τὴν ὑποκειμένην φύσιν ἥτις ἂν εἴη. καθάπερ οὖν ἄλογον ἠλλοιῶσθαι τὸν ἄνθρωπον λέγειν τὸν γενόμενον ἢ τὴν οἰκίαν ἢ τὴν ναῦν μένειν γὰρ δεῖ ταὐτὸν τὸ ἀλλοιούμενον ἀκριβῶς), οὕτω καὶ ἐπὶ τῶν σχηματίσεων ἔχει. γενέσθαι μὲν οὖν ἴσως ἕκαστον καὶ ἐπὶ τῶν γενέσεων ἀναγκαῖον ἀλλοιουμένου τινός, οἷον τῆς ὅλης πυκνουμένης ἢ ψυχομένης, οὐ μέντοι τὰ γινόμενά γε ἀλλοιοῦται, οὐδὲ ἡ γένεσις αὐτῶν ἀλλοίωσις· ἔστι γὰρ καὶ αἵρεσις ἐπὶ τῶν γενέσεων ἀλλοιοῦσθαι τὸ πρότερον τὴν ὑποκειμένην ὕλην, ἀλλ’ οὐκ ἐπὶ τῆς αὐτῆς φύσεως μένειν, ἣν εἶχε πρῶτον. οὐ γὰρ γῆ καὶ ὕδωρ ὁ κέραμος ἢ ὁ πηλός, ἀλλ’ εἰς ἑτέραν [*](1 κουφότης et ψυχρότης L2a: κουφότητος et ψυχρότητος MCSL1: num βαρύτητες κουφό- τητες καὶ θερμότητες ψυχρότητες scrib. (coll. Siinpl. 1058,1 sqq.) ? 3 καὶ γὰρ κτλ.] Aristot. 244b11; cf. infra v. 10 sqq. 4 τῷ μὲν κτλ.] Aristot. 245a5 πυρὶ] cf. Philoponi exc. Venet. 875,29 6 γὰρ] δὲ C ante ὄσφησις add. ἡ C 9 ἀπιόντος Car. Scbenkl ἀπογινομένου Aristot. 245 a 14) καθ’ ὅσα κτλ.] Aristot. b 12 καθ’ CL et Laur. 85,14: μεθ’ M: καὶ S ἄψυχον—(10) ἔμψυχον L2a: ἔμψυχον—ἄψυχον MCSLi 10 τὸ ante ἀνάπαλιν cm. SL (cf. Alexandri verba apud Simpl. 1093,22) 12 Ὅτι κτλ.] Aristot. 245 b 3 13 μεταμάθοι C 19 καὶ ψυχρόν om. C 20 τοῦ SL: τοῦτο MO 21 ἐγγινόμενον CS 22 σχημάτων om. C 24 εἴη] ’scrib. ᾖ’ Spengel 27 σχηματίσεων MC: μετασχηματίσεων SL γε Spcngel ex Aristot. 246 a 9: τε MSL: τι Vindob. 110: τις Par. 1888: τις ἄν Taurinensis)

    206
    φύσιν μετέστη, οὔτε μὴν τὸ γεγονὸς οἷον τὴν πλίνθον ἢ τὸν ἀμφορέα· [*](402) οὐδὲ γὰρ ἦν πρὸ τούτων πλίνθος ἢ ἀμφορεύς. |

    Ἀλλὰ μὴν οὐδὲ τὰς τοῦ σώματος ἕξεις ἢ τὰς τῆς ψυχῆς, οἷον νόσους [*](403) τε καὶ ὑγείας καὶ κακίας καὶ ἀρετάς, εἴποις ἄν ἀλλοιώσεις οὐδὲ ἀλλοιοῦσθαι κατὰ ταῦτα τὰ σώματα τῶν ζῴων καὶ τὰς ψυχάς· αἱ μὲν γὰρ ἀρεταὶ τελειώσεις εἰσί, διὸ μάλιστα τότε ἔχει κατὰ φύσιν ἕκαστον, ὅταν ἀπολάβῃ τὴν οἰκείαν ἀρετήν, αἱ δὲ κακίαι διαφθοραί. ὥσπερ οὖν οὐδὲ τὸ τελειούμενον ἀλλοιοῦται ἄτοπον γάρ, εἴ τις τὴν ὀροφουμένην οἰκίαν ἀλλοιοῦσθαι λέγει καὶ μὴ ὀροφοῦσθαι), τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει τῶν τε τοῦ σώματος καὶ τῶν τῆς ψυχῆς. ἔτι πᾶσα ἀρετὴ καὶ κακία ἐν τῷ συμμέτρῳ καὶ ἀσυμμέτρῳ, ταῦτα δὲ τοῦ πρός τι. κατὰ τὸ πρός τι δὲ οὐκ ἔστιν ἀλλοίωσις.

    Ἀλλὰ μὴν οὐδὲ αἱ τοῦ νοητικοῦ μέρους ἕξεις οὔτε αἱ λήψεις τῶν ἕξεων, καὶ οὐχ ὅπως γε ἀλλοιώσεις, ἀλλ’ οὐδὲ γενέσεις ὅλως. αἱ μὲν γὰρ ἐπιστῆμαι ἐκ τῶν καθόλου, τὰ καθόλου δὲ ἐκ τῶν κατὰ μέρος ἀθροίζονται, οὐδὲ τῆς ἐνεργείας τοῦ νοῦ γένεσίς ἐστιν ἢ ἀλλοίωσις· οὐδὲ γὰρ ὅλως ἐν χρόνῳ οὐδὲ συμπληροῦται αὐτοῖς τὸ εἶναι ὑπὸ τοῦ χρόνου, εἰ καὶ ὅτι μάλιστα χρόνου ὄντος νοοῦμέν τε καὶ θεωροῦμεν, ὥσπερ δὴ καὶ τὸ ἅπτεσθαι χρόνου μὲν ὄντος γίνεται, οὐκ ἐν χρόνῳ δέ. καὶ τοῦτο δῆλον ἐκ τοῦ ἐν παντὶ μορίῳ τοῦ χρόνου ὁμοίως ἅπτεσθαι τὰ ἁπτόμενα, ὡς οὐδὲν τοῦ χρόνου δεόμενα εἰς τὴν τοῦ ἅπτεσθαι γένεσιν, ἃ δὲ οὐ προσδεῖται χρόνου, ὥστε ἐκ τῆς δυνάμεως εἰς τὴν ἐνέργειαν μεταβάλλειν, ταῦτα ἀχρόνως γίνεται.

    4. οὐκ ἔστι δὲ πᾶσα κίνησις πάσῃ συμβλητὴ οὐδὲ | κοινὸν μέτρον [*](404) ἀπασῶν· τί γὰρ ὅμοιον πάθους καὶ φορᾶς; ἀλλ’ οὐδὲ φορᾶς τῆς κύκλῳ ἐστὶ καὶ εὐθείας· οὕτε γὰρ τὰ διαστήματα συμβλητά, ἥ τε περιφερὴς γραμμὴ καὶ ἡ εὐθεῖα· οὔτε γὰρ μείζων ἡ ἑτέρα τῆς ἑτέρας οὔτ’ ἐλάττων· οὔτ’ οὖν τὸ ταχύτερον ἐπὶ πασῶν πρὸς πάσας οὔτε τὸ βραδύτερον, ὁμοίως δέ, ὡς εἰ λέγοιμεν ὀξύτερον εἶναι τὸ γραφεῖον τοῦ οἴνου καὶ τὸ ξίφος τῆς νήτης. ἀλλ’ ἴσως ἐρεῖ τις, ὅτι κοινὸν μέτρον ἁπασῶν ὁ χρόνος φορᾶς νεύσεως πτήσεως βαδίσεως αὐξήσεως ψύξεως καὶ τῶν τοιούτων· ἐν ἴσῳ γὰρ χρόνῳ τὸ μὲν ἠνέχθη, τὸ δὲ ἔπαθε, τὸ δὲ ηὐξήθη· ἀλλ’ οὐ διὰ [*](2 οὐδὲ MCS: οὐδὲν L 4 τε om. C ὑγιείας M καὶ κακίας om. C 7 δὲ] δὴ C 9 ’immo λέγοι Spengel μὴ om. SL ὀροφεῖσθαι SL 10 τῶν om. C ἔτι κτλ.] Aristot. 246b3 11 καὶ ἀσυμμέτρῳ om. M; cf. Simpl. 1113,9 sqq. τοῦ om. C 13 Ἀλλὰ κτλ.] Aristot. 247 b 1 νοητοῦ L1 et Laur. 85,14 (in M compend. scripturae) 16 ἡ] ἡ C γὰρ om. a 17 εἰ om. L (exstat in a) 22 τὴν om. C ἀχρόνως] cf. Simpl. 1076,6 24 οὐκ κτλ.] Aristot. 248a10; οὐκ ἔστι—(25) ἀπασῶν] cf. Simpl. 1082, 18 sqq. πάσῃ MCa, Vict, e coni.: πᾶσι SL 26 ’fort, οὐδὲ γὰρ—συμβλητὴ᾿ Spengel; at cf. Simpl. 1085,13 27 οὔτε γὰρ κτλ.] Aristot. 248a24 οὔτ’ ἐλάττων L: οὔτ’ οὗν ἐλάττων MCS 28 οὔτε (ante τὸ βραδύτερον) Spengel: οὑδὲ libri 29 ὁμοίως κτλ.] Aristot. 248b 8 ὁμοίως MC: ὅμοιον SL ὡς om. C εἰ λέγοιμεν MC, Spengel e coni.: εἰ λέγομεν S: εἰ ελέγοιμεν L 30 ἀλλ’ ἴσως κτλ.] Aristot. 249a8)

    207
    τοῦτο γενικήν τινα εἶναι κίνησιν ῥητέον, μόνα δὲ τὰ συνώνυμα συμβλητά, [*](404) καὶ ἰστέον, ὅτι τῶν ὁμωνυμιῶν αἱ μὲν ἔχουσί τι κοινὸν αἱ δὲ οὕ, καὶ αἱ μὲν ἐγγὺς αἱ δὲ πόρρω.

    5. ἐπεὶ δὲ τὸ κινοῦν δυνάμει τινὶ κινεῖ καὶ ἔν τινι διαστήματι καὶ ἐν ποσῷ χρόνῳ, ἆρα ὡς ἡ πολλαπλάσιος δύναμις πολλαπλάσιον κινεῖ βάρος, οὕτως ἡ πολλοστημόριος πολλοστημέοριον; οἷον εἰ τὸν κίονα οἱ πεντήκοντα, τὸ πεντηκοστὸν τοῦ κίονος εἷς δυνατὸς κινῆσαι καθ’ αὑτόν· καὶ εἰ στάδιον οἱ πεντήκοντα ἐν ἡμέρᾳ μιᾷ τὸν στῦλον ὅλον κινοῦσι, τὸ ἡμιστύλιον οἱ πεντήκοντα δύο σταδίους ἐν τῇ ἡμέρα, οἱ δὲ πέντε καὶ εἴκοσι τὸ στάδιον μόνον. καὶ εἰ, καθάπερ τὸ στάδιον οἱ πεντήκοντα, τὸ πεντηκοστὸν τοῦ σταδίου κινήσει τὸν κίονα τοῦτον, ἄνθρωπος εἷς ἐν τῷ ἴσῳ χρόνῳ, ἐν ὅσῳπερ τὸ ὅλον οἱ πεντήκοντα. τούτων γὰρ τὰ μὲν φαίνεται ἔχειν τὴν ἀναλογίαν, τὰ δὲ οὐ δύναται, οἷον οὖν καὶ τὸ τελευταῖον τῶν εἰρημένων· [*](405) συμβαίνει γὰρ ἄν οὕτως τῷ ἰσχυροτάτῳ τὸ ἀσθενέστατον τὸ αὐτὸ κινεῖν, οὐ τὸν ἴσον μὲν τόπον οὐδ’ ὡσαύτως, παράδοξον δὲ καὶ ὁπωσοῦν καὶ ὁτιοῦν, ὥστε καὶ τὸν ἕνα κινεῖν τὸ πλοῖον καὶ τὸ δεκατάλαντον βάρος. φαίνεται γάρ, ὅτι κατά τινα δυνάμεως ὑπεροχὴν τὸ κινοῦν κινεῖ καὶ ἔστιν ἡ μέν τις ἀπολειπομένη πόρρω τοῦ κινητοῦ καὶ ὥσπερ ἀσύμβλητος αὐτῶν, ἡ δ’ οἷον ἡττωμένη, ἡ δὲ οἷον ἰσάζουσα ἤδη, ἡ δὲ καὶ κρατοῦσα λοιπόν· διὰ τοῦτο γὰρ ὁ μὲν εἷς πόρρω τοῦ κινῆσαι τὴν ναῦν, οἱ δέκα δὲ ἐλάττους, οἱ τριάκοντα δὲ οὐδὲ κρατοῦσιν οὐδὲ κρατοῦνται, προσγενομένου δὲ ἑνὸς ὑπερέχουσιν ἤδη τοῦ κινητοῦ, ποιεῖ δὲ οὐχ εἷς, ἀλλ’ ἡ τῶν συμπάντων δύναμις, ὥσπερ καὶ ἐπὶ τῶν ἰσορρόπων ζυγῶν. εἷς γὰρ χαλκὸς προστεθεὶς τὸ σύμπαν βάρος ἐκίνησεν, ἀεὶ δὲ ἐγγυτέρω τοῦ κινεῖν τὸ πλέον τοῦ ἐλάττονος, ὥσπερ καὶ ἐπὶ τῶν μεγεθῶν ἐγγυτέρω. τοῦ τρίπηχυ εἶναι τὸ παλαιστοῦ δέον ἢ τὸ πήχεος, ἔτι δὲ μᾶλλον τὸ δυοῖν δακτύλοιν, καὶ ἔτι μᾶλλον τὸ δακτύλου ἑνός, οὐδέ πη δὲ οὐδὲ ταὐτόν, πρὶν ἄν προστεθῇ τὸ δακτυλιαῖον. αἴτιον δὲ οὐ τὸ ὕστατον προστεθὲν τοῦ τριπηχυαίου, ἀλλὰ τὸ ἐξ ἀπάντων μέγεθος. ἀλλ’ ἐπὶ μὲν τούτων ὥρισται τὸ ποσὸν καὶ ῥᾴδιον εὑρεῖν καὶ τῇ αἰσθήσει καὶ τῷ λόγῳ τὸ μέγεθος προσελθόν, ὅ τι τρίπηχυ μέγεθος πρῶτον ἐποίησεν, ἐπὶ δὲ τῆς νεὼς νεωλκίας καὶ τοὐ ζυγοῦ χαλεπὸν ἀποδοῦναι, πότε τοσοῦτον ἐγένετο, ὥστε πρῶτον κινῆσαι. τὸ γὰρ παρὰ μικρὸν ἐνταῦθα ἀνακύπτει καὶ ὁ σωρίτης καθάπερ ἐπὶ τοῦ πλούτου καὶ τῆς [*](406) [*](4 Ἐπεὶ κτλ.] Aristot. 249b27 5 ἡ SL: ὁ MC; cet. cf. Simpl. 1103,3 sqq. 7 πεντικοστὸν L κίονος M (ονος e corr.) 8 ante ἐν add. καὶ S στόλον et ἡμιστόλιον C 10 πεντικοστὸν L (sed πεντηκοστὸν a) 13 ἀναλογίαν] cf. Simpl. 1103,17 14 συμβαίνοι Spengel; cf. ind. verb. i. v. ἄν τὸ (ante ἀσθενέστατον) 5 text.: τὸν S marg. 15 καὶ ante ὁτιοῦν cm. C 16 ὁτιοῦν] ποσὴν Aristot. 250a 17 (sed ποσὸν HI) 17 κινεῖ] κινεῖται C 18 καὶ oin. L 23 εἴς κτλ.] cf. Simpl. 1197,21 25 τοῦ τρίπηχυ εἶναι scripsi: εἶναι τοῦ τρίπηχυ libri: τοῦ εἶναι τρίπηχυ Spengel 26 ἡ τἶῦ M (super οὐ rasura) 27 οὐδέ πη MC: οὐδέπω SL ταὐτόν scripsi: τοῦτον libri: τοῦτο Spengel προστεθῆ L (πρ), Spengel e coni.: προτεθῇ MCSa 28 ’fort. τῷ τριπηχυαίῳ᾿ Spengel 30 προσελθόν, ὅ τι scripsi: προσελθόντι libri: προσελθὸν τὸ Vindob. 110): ὃ προσελθὸν Spcugcl 31 νεολκίας SL)

    208
    φαλακρότητος. οὐκοῦν θαυμαστέον, διὰ τί δήποτε οὗτος μόνος μὲν τυγχάνων [*](406) οὐκ ἐκίνει, μετὰ δὲ τριάκοντα τυχὸν ἴσως, ὥσπερ οἶμαι καὶ βοῶν μόνος μὲν οὐκ ἂν ἐξάκουστος γένοιτο, μετὰ πολλῶν δὲ ἐν τῷ θεάτρῳ· ἄλλο γὰρ τὸ ἐξ ἀπάντων ἑκάστου, πλὴν ἐμφαίνεταί γέ πὼς τὸ ἐξ ἀπάντων καὶ τὸ ἐξ ἑκάστου, ἀεί τε ἡ ἀθρόος δύναμις πλείω τῆς μεμερισμένης, ἐπεὶ καὶ τὸ σιτίον τὸ τηλικοῦτον καθ’ αὑτὸ μὲν ὑγιεινόν, πολλὰ δὲ ὁμοῦ τηλικαῦτα νοσερὰ ἤδη καὶ βλαβερά. οὔτ’ οὖν, ὡς οἴεται Ζήνων, ἐπειδὴ ὁ μέδιμνος τῶν κέγχρων ψοφεῖ, καὶ ἡ μία κέγχρος ψοφήσει, οὔτ’ ἐπειδὴ τὴν πέτραν κοιλαίνουσιν οἱ πολλοὶ σταλαγμοί, ἀνάγκη τι καὶ τὸν ἕνα κοιλαίνειν· οὐ γὰρ συντεμαχίζονται τοῖς μεγέθεσιν αἱ δυνάμεις, ἀλλ’ ἔστιν ἐφ’ ὧν προαπολείπουσι τοὺς ὄγκους ἔτι τέμνεσθαι δυναμένους· καὶ περὶ μὲν τούτων ἅλις.

    Μάλιστα δὲ τὰ τοιαῦτα καθ’ ἑαυτὰ θεωρίαν τινὰ ἔχει καὶ ζήτησιν, πότερον οἱ πάντες τηλικοῦτον κινήσουσι βάρος, ἡλίκον ἐκ τῶν καθ’ ἕκαστον γίνεται· λέγω δὲ οἷον, εἰ ταλαντιαῖον ἕκαστος, οἱ πάντες ἑκατὸν ταλάντων βάρος ἢ μεῖζον ἢ ἔλαττον. ἔλαττον μὲν οὐκ εὔλογον, μεῖζον δὲ μᾶλλον· ποιεῖ γὰρ τὸ ἀθρόον καὶ φιλότιμον ἅμα καὶ παρορμητικὸν ἀλλήλων, ὥσπερ ἐν τοῖς ἵπποις ζευγνυμένοις εἰς τὸ τάχος, θέρμης μᾶλλον † εἴτε καὶ δυνάμεως ἐπιγενομένης μείζονος, διὰ τὴν ἐπίτασιν ἐκθερμαινομένων καὶ διαμιλλωμένων. ἀλλὰ τοὐναντίον οὐκ ἄλογον, ὥστε διαιρούμενον εἰς τοὺς καθ’ ἕκαστον βάρος ἢ τὸν ὄγκον μὴ δύνασθαι πάντα φέρειν, τάχα δὲ [*](407) καὶ ἀναγκαῖον, εἴπερ ἐκεῖνο ἀληθές. ἀφαιρεῖται γάρ τι τῆς δυνάμεως μεριζόμενον, ὃ προσεπέθηκεν ἢ ἐπέδωκεν ὁ ἀθροισμός. ὅμοιον δ’ ἄν δόξειεν ὡς διὰ πολλοῦ τοῖς ἐπὶ τῶν διαγραμμάτων συμβαίνειν· ἐκεῖ τε γὰρ ἡ διπλάσιον τετραπλάσιον καὶ ἐνταῦθα οἱ ἀθρόοι πολλαπλάσιον. διαφορὰ δὲ καὶ ἐν τῷ τὰ κινούμενα τοιαῦτα εἶναι τῷ σχήματι, καθάπερ καὶ ὅταν δι’ αὑτῶν κινῶνται· τὸ γὰρ σφαιροειδὲς εὐκίνητον γέγονεν. ἐνταῦθα γὰρ τὸ ἥκιστα βεβηκὸς καὶ κατ’ ἐλάχιστον ἁπτόμενον, οἷον γὰρ προοδοποιεῖται πρὸς τὴν κίνησιν. διὸ καὶ ὅλως τὸ κινούμενον ῥᾷον ἢ τὸ ἀκίνητον, ὡσαύτως δὲ καὶ ὅσα ἄλλα παραπλήσια τούτοις· ἅπαντα γὰρ ταῦτα ἑτέραν τινὰ ἔχει θεωρίαν. |

    [*](2 de τυχὼν vix cogitandum 4 τὸ (post γὰρ) MSL et Par. 1888: τῷ a: om. Vindob. 110: τοῦ Spengel ἑκάστου MC: ἕκαστον SL 5 ἀεὶ—(7) βλαβερά om. C ἡ] καὶ L πλείων Spengel 6 ἑαυτὸ L 9 τι] ‘τις?’ Spengel 10 συντεμμαχίζονται C 10. 11 παραλείπουσιν C 12 Μάλιστα κτλ. usque ad finem libri Themistii sunt τὰ om. SL 13 οἱ SL: εἰ MC 14 ἑκατὸν] ἢ ἑκατὸν Vindob. 110: ἢ κατὰ Par. 1888 17 ὐποζευγνυμένοις C εἴτε non intellego: aut ἔτι aut εἶτα scribendum 18 ἐπιγενομένης Vindob. 110, Spengel e coui.: ἐπιγενομένου ceteri libri 20 ’scrib. τὸ βάρος᾿ Spengel πάντως C 22 ἐπιδέδωκεν δ’ om. SL 23 num διαγραμμισμόν haec spectant? ’fort. συμβαίνει᾿ Spengel (συμβαίνουσιν Neapol.) ἡ om. a 24 καὶ om. C (in Paris. 1888 lacuna III litt.) 26 κινοῦνται L (et Par. 1888): κινοῦντα a γὰρ om. SL)
    209
    [*](408)

    1. Ἕπεται δὲ ἐφεξῆς ἐπισκέψασθαι, πότερον γέγονέ ποτε κίνησις οὐκ οὖσα πρότερον καὶ φθείρεται πάλιν οὕτως, ὥστε κινεῖσθαι μηδέν, ἢ οὔτε ἐγένετο οὔτε φθείρεται, ἀλλ’ ἀεὶ ἦν καὶ ἀεὶ ἔσται καὶ τοῦτο ἀθάνατον καὶ ἄπαυστον ἐν τοῖς οὖσίν ἐστιν, οἷον ζωή τις ὑπάρχουσα πᾶσι τοῖς ὑπὸ φύσεως συνεστῶσιν. καὶ γὰρ ὅτι μὲν ἔστι κίνησις, ἅπαντες ὁμολογοῦσιν, ὅσοι περὶ φύσεως πραγματεύονται καὶ περὶ γενέσεως καὶ φθορᾶς διαλέγονται, ὅτι δὲ ἀίδιος, οὐκέθ’ ἅπαντες, ἀλλ’ ὅσοι μὲν ἀπείρους τοὺς κόσμους εἶναί φασι καὶ ἀεὶ τοὺς μὲν γίγνεσθαι τοὺς δὲ φθείρεσθαι, ἀεί φασιν εἶναι τὴν κίνησιν· ἕπεται γὰρ αὐτοῖς τὰς γενέσεις καὶ τὰς φθορὰς εἶναι μετὰ κινήσεως. σεως. ὁμοίως δὲ τούτοις, ὅσοι καὶ ἕνα κόσμον καὶ ἀίδιον ὑποτιθέντες, συνομολογοῦσι καὶ τὴν κίνησιν ἀίδιον εἶναι· ὅσοι δὲ ἕνα μὲν οὐκ ἀίδιον δέ, τούτοις ἀκολουθεῖ ταῖς περὶ τοῦ παντὸς ὑποθέσεσι καὶ περὶ τῆς κινήσεως χρῆσθαι. δύο δὲ οἱ τρόποι τῶν οὐκ ἀί|διον ποιούντων τὸν κόσμον, καὶ παρὰ τούτους οὐκ ἔστιν ἄλλος· ἡ γάρ, ὡς Ἀναξαγόρας φησίν, ἁπάντων ὁμοῦ μεμιγμένων τὸν ἄπειρον χρόνον ἄρξασθαί ποτε τὸν νοῦν τοῦ κόσμου καὶ τῆς κινήσεως, ἢ ὡς Ἐμπεδοκλῆς· οὗτος μὲν γὰρ ἐν μέρει κίνησιν ποιεῖ τοῦ παντὸς καὶ ἠρεμίαν, κίνησιν μέν, ὅταν ἡ φιλία τὸ πᾶν εἰς ἓν ἐκ πολλῶν συνάγῃ ἢ αὖθις τὸ νεῖκος εἰς πολλὰ ἐξ ἑνός, ἠρεμίαν δὲ ἐν τοῖς μεταξὺ χρόνοις, ὥστε Ἀναξαγόρᾳ μὲν ἡ κίνησις ἀρξαμένη συνεχῶς ἔστι καθάπερ δὴ καὶ ὁ κόσμος, Ἐμπεδοκλεῖ δὲ ἐν μέρει ποτὲ μὲν ἔστι, ποτὲ δὲ οὐκ ἔστι, ὥσπερ καὶ ὁ κόσμος. σκεπτέον δὲ περὶ τούτων, πῶς ἔχει· γένοιτο γὰρ ἄν ἴσως πρὸ ἔργου οὐ μόνον εἰς τὴν περὶ φύσεως θεωρίαν, ἀλλὰ καὶ [*](1 ΘΕΜΙΣΤΙΟΥ] τοῦ αὐτοῦ M; de ceteris libris cf. Praef. 2 ποτε 0111. Ε Aristot. 250b11 3 ὥστε cm. Ε Aristot. 250b 12 fi γὰρ om. L 7 διαλέγονται] cf. Simpl. 1 120,24 sqq. 8 ὅσοι] sic ΕΚ Aristot. 250b18: ὁπόσοι FHI τοὺς] τε EHl Aristot. ib.: om. FK et Simpl. 1120,28 8.9 εἶναι φασιν εἶναι L εἶναι alt. del. Spengel) 10 τἀς ante φθορὰς om. E Aristot. 250b 21 19 συναγάγῃ C ἠρεμίαν Spengel e Siinplicio 1125,22 φαίνεται δὲ καὶ ὁ Θεμίστιος ταύτης τῆς ἐννοίας ἐχόμενος, scil. interpretationis ab Alexandro prolatae; cf. Simpl. I. c. v. 11 sqq.): ἠρεμία libri ἐν] ἔν τε S 21 καὶ] εἰ καὶ C 22 δὲ] sic Ε Aristot. 251a5: δὴ FHIK τούτων] sic EF Aristot. ib.: τούτου HIK et Simpl. 1125,25)

    210
    πρὸς τὴν μέθοδον τὴν περὶ τῆς πρώτης ἀρχῆς καὶ τοῦ πρώτου τῶν πάντων [*](409) αἰτίου. ἀρξώμεθα δὲ πρῶτον ἐκ τῶν διωρισμένων ἡμῖν καὶ ἤδη κειμένων. φαμὲν δὲ τὴν κίνησιν εἶναι τὴν ἐντελέχειαν τοῦ κινητοῦ καθὸ κινητόν. ἀναγκαῖον ἄρα, εἰ μέλλοι ποτὲ κίνησις ἔσεσθαι μὴ οὖσα, προυπάρξαι τὰ πράγματα δυνάμενα κινεῖσθαι καθ’ ἑκάστην κίνησιν· καὶ γὰρ χωρὶς τοῦ τῆς κινήσεως ὁρισμοῦ τοῦτο δῆλον. εἰ γὰρ ἀλλοίωσις ἔσται, δεῖ προϋπάρξαι πρῶτον τὸ ἀλλοιωθῆναι δυνάμενον· εἰ φορὰ κατὰ τόπον, δεῖ πάντως πρότερον ὑπάρξαι τὸ κατὰ τόπον οἷόν τε φέρεσθαι καὶ δὴ τὸ καυστὸν εἶναι πρὶν καίεσθαι καὶ τὸ καυστικὸν πρὶν κάειν. τούτου τοίνυν οὕτως ἔχοντος τοῦ δεῖν ἐξ ἀνάγκης προϋπάρχειν τὰ πράγματα τῆς κινήσεως ἐπιτηδείως ἔχοντα πρὸς αὐτήν, τοὺς ὑποθεμένους κίνησιν γενέσθαι ποτὲ μὴ οὖσαν καὶ ἀρχὴν αὐτῇ προτιθέντας τὴν κατὰ χρό|νον περὶ τῶν πραγμάτων [*](410) ἐρωτητέον, ἐπεὶ μὴ καθ’ αὑτὴν ἡ κίνησις, ἀλλ’ ἐν πράγμασι, τὰ πράγματα ταῦτα προυπῆρχε τὸν ἄπειρον χρόνον καὶ ἀίδια ἦν ἢ καὶ αὐτὰ γενέσεως ἔσχον ἀρχήν; εἰ μὲν τοίνυν ἐγένετό ποτε μὴ ὄντα, ταύτην κεκίνηται πρότερον κίνησιν, δι’ ἣν εἰς τὸ εἶναι ἦλθεν ἐκ τοῦ μὴ εἶναι καὶ οὐ λέγω νῦν, ὅτι ἡ γένεσις κίνησις, ἀλλ’ ὅτι πάντως διὰ κινήσεως), ὥστε τῆς ληφθείσης αὐτοῖς κινήσεως κινήσεως ἄλλην ἀναφαίνεσθαι πρότερον ὑπὸ τοὐ λόγου. ἵνα μὲν γὰρ κίνησις γένηται, δεῖ πρότερα γενέσθαι τὰ κινησόμενα, ἵνα δὲ γένηται τὰ κινησόμενα, δεῖ πρότερον κίνησιν ἄλλην γενέσθαι, ὥστε κατὰ τοῦτον τὸν τρόπον οὐχ οἷόν τε λαβεῖν τὴν ἀρχὴν τῆς κινήσεως· ἀεὶ γὰρ τῆς πρώτης λαμβανομένης ἄλλη τίς ἐστι προτέρα. ‘ναί’, φησίν, ‘ἀλλ’ ἐκείνην λέγω προτέραν τὴν κίνησιν, δι’ ἧς ἐγένετο τὰ κινεῖσθαι δυνησόμενα᾿. ἀλλ’ εἰ μέμνησαι τοῦ τῆς κινήσεως ὁρισμοῦ καὶ δίδως ἀεὶ προυπάρχειν τὸ κινεῖσθαι δυνάμενον τῆς κινήσεως καί, ὅταν γένηται τὰ πράγματα διὰ κινήσεως, καὶ μετέχειν πάντως ἐν τῇ γενέσει κινήσεως, * * * πρότερον πρὸς ἐκείνην τὴν κίνησιν ἐπιτηδείως, καθ’ ἣν εἰς τὴν γένεσιν ἔρχεται. ἐπειδὴ γὰρ οὐδὲν ἐκ τοῦ παντελῶς μὴ ὄντος, ἀλλ’ ἐκ τοῦ τὶ μὲν ὄντος τὶ δὲ μὴ ὄντος, ἀνάγκη προϋπάρχειν πὼς τὸ τὴν πρώτην ταύτην μεταβολὴν καὶ κίνησιν ὑφιστάμενον. πάλιν οὖν ἐρησόμεθα ὁμοίως, τὸ προυπάρχον ἀίδιον ἦν ἢ γενητόν; εἰ γὰρ 5 εἰ γὰρ πάλιν λέγομεν, ὅτι γενητόν, προήξομεν ταὐτὰ ἀποροῦντες· μόνως γὰρ οὕτως ἦν δυνατὸν ἀρχὴν λαβεῖν τῆς κατὰ χρόνον κινήσεως, εἴπερ ἦν δυνατὸν ἐκ τοῦ παντελῶς μὴ ὄντος ποιεῖν τὴν γένεσιν. ἀλλὰ δῆτα | προϋπαρχέτω τὰ πράγματα τὸν ἅπαντα χρόνον ἀίδια· ἄρχεται [*](411) δὲ τῆς κινήσεως ἀπό τινος χρόνου. φαίνεται μὲν δὴ καὶ αὐτόθεν ἐπιστήτὴν [*](1 τὴν περὶ L2a ex Aristot. 251 a 7 τὴν om. F): τοῦ περὶ MCSL1 3 δὴ Speugel sec. Aristot. 251 a 9 ἐντελέχειαν] sic FHI Aristot. ib.: ἐνέργειαν ΕΚ 4 κίνησιν et οὖσαν 5.6 τοῦ τῆς SL et Laur. 85,14: τῆς τοῦ MC 8 δὴ MiC et Ε Arist. 251 a 15: δεῖ M2SL 9 κάεσθαι fort. S1 et Aristot. 251 a 16 (praeter Η) 12 προστῆς τιθέντας C 14 ἦν ἀίδια SL 15 ἔσχεν Spengel ταύτην MC: ταῦτα SL 17 τῆς om. M 23 τὴν e corr. M 26 μετέχειν scripsi: μετέχει libri: μετέχῃ Spengel lacunam significavi; desideratur secundae personae verbum velut προήξεις: ἕξει πάντως inserunt CSL ἥξει π. vix aptum videtur) 31 λέγομεν πάλιν C προήξομεν MSL: πράξομεν C 34 ἄρχεται MC: ἀρχέτω SL)
    211
    σασιν ἄλογος ἡ ὑπόθεσις· τί γὰρ δήποτε νῦν ἄρχεται κινεῖσθαι πρότερον [*](411) δ’ οὔ; ὁμοίω δὲ καὶ προάγουσιν εἰς τὸ ἐφεξῆς τὸν λόγον ἀτοπώτερα συμβαίνει· εἰ γὰρ τῶν μὲν οἷόν τε ὄντων κινεῖσθαι τῶν δὲ οἷόν τε ὄντων κινεῖν ὅμως πρότερον μὲν ἦν ἀμφοῖν ἠρεμία, νῦν δὲ ἄρχεται τὸ μὲν κινεῖσθαι τὸ δὲ ἠρεμεῖν, δεῖ πρότερον ὑπάρχειν αἰτίαν τῆς μεταβολῆς, δι’ ἣν πρότερον οὐκ ἐνήργει κατὰ δύναμιν, νῦν δὲ ἀπείληφε τὴν ἐνέργειαν· οὐ γὰρ δὴ χωρὶς αἰτίας ὁμοίως ἔχοντα πρὸς ἄλληλα νῦν τε καὶ πρότερον, νῦν μὲν ἐνεργεῖ πρότερον δ’ οὔ, ἀλλ’ ἢ πλέον ἀλλήλων πρότερον ἀφειστήκει νῦν δὲ πλησίον γέγονεν, ἤ τι μεταξὺ πάντως ἦν τὸ κωλῦον, ὃ νῦν ἀνῄρηται. ὅ τι δ’ ἄν τούτων ὑπόθῃ, κίνησιν ἑτέραν ὑποτίθεσθαι ἀνάγκη τῆς προτέρας ὑποκειμένης. εἰ γὰρ ἀεὶ μὲν τὰ πράγματα ἦν, οὐκ ἀεὶ δὲ τὰ μὲν κινεῖται τὰ δὲ κινεῖ, ἀλλὰ ἤρξατο νῦν, δῆλον ὡς πρότερον οὐκ εἶχε τὴν σχέσιν ταύτην πρὸς ἄλληλα, ἣν νῦν ἔχοντα τὸ μὲν κινεῖται τὸ δὲ κινεῖ, ἀλλὰ μετέβαλλεν αὐτῶν θάτερον ἢ ἀμφότερα, ἢ τὸ κινητικὸν μόνον ἢ τὸ κινητόν. εἴπερ οὖν, ἵνα τῆς πρώτης ἄρξηται κινήσεως, προτέρας κινήσεως δεῖται ταῦτα, ὑπομένει καὶ οὗτος ὁ λόγος· εἰ δὲ δὴ καί τις ἐκείνην πρώτην λέγει τὴν κίνησιν, καθ’ ἣν τὸ κινητικὸν μεταβέβληκεν εἰς τὸ νῦν κινεῖν καὶ καθ’ ἣν πρὸς τὸ κινητὸν τὴν σχέσιν ταύτην ἀπείληφεν, οὐδὲν πλέον οὐδ’ οὕτως συμπερανεῖ· πάλιν γὰρ ταύτης τῆς μεταβολῆς τὴν αἰτίαν ἐπιζητήσομεν· οὐ γὰρ ἕξει λέγειν I μὴ πάλιν ἄλλης προτέρας κινήσεως ἐφαψάμενος. ἀλλὰ [*](412) τί ταῦτα ἐξὸν αὐτοὺς ἐπιδεῖξαι διελεγχομένους ὑφ’ ἑαυτῶν; οἱ γὰρ λέγοντες πρότερον οὐκ εἶναι κίνησιν λέγουσί τινα εἶναι χρόνον τότε, ὅτε οὐκ ἦν κίνησις· τὸ γὰρ πρότερον αὐτοῖς τοῦτο σημαίνει. ἀλλὰ μὴν ἀδύνατον χρόνον εἶναι δίχα κινήσεως, καθάπερ ἀποδέδεικται πρότερον. ἀκολουθεῖ τοίνυν τοῖς λέγουσιν, ὅτι ἦν ποτε χρόνος, ὅτε οὐκ ἦν κίνησις, τὸ λέγειν ὅτι ἦν ποτε κίνησις, ὅτε οὐκ ἦν κίνησις. εἰ γὰρ δὴ καὶ περὶ τοῦ χρόνου τις ἡμῖν διαμάχοιτο, ὅτι γέγονέ ποτε πρότερον οὐκ ὤν, ὥσπερ δὴ καὶ Πλάτων’ δοκεῖ ποιεῖν ἐν τῷ Τιμαίῳ γεννᾷ γὰρ αὐτὸν σὺν τῷ οὐρανῷ), πρὸς τοῦτον ἐξαρκεῖ μὲν καὶ τὴν ἁπάντων δόξαν τῶν φυσικῶν καὶ συμφωνίαν ἐπιδεικνύειν περὶ τῆς ἀιδιότητος τοῦ χρόνου. Δημόκριτος μὲν γὰρ τοῦτο αὐτὸ μέγιστόν φησι τεκμήριον εἶναι τοῦ μὴ πάντα εἶναι γενητὰ διὰ τὸ τὸν χρόνον ἀγένητον εἶναι. ἀλλ’ ἵνα μὴ μόνον πλήθει μαρτύρων δυσωπεῖν δοκῶμεν, τὸν λόγον αὐτὸν καθ’ αὑτὸν ἐξετάσομεν, εἰ οἷόν τέ ποτε γενέσθαι μὴ ὄντα τὸν χρόνον. μάχεται δὲ καὶ αὕτη πρὸς ἑαυτὴν ἡ ὑπόθεσις· τὸ γὰρ ποτὲ καὶ μὴ εἶναι πρότερον καὶ τὸ γενέσθαι νῦν ἐν χρόνῳ πάντα χρόνου κατηγορήματα καί, [*](1 δεῖ ποτε C 4 ante ἠρεμία add. ἡ C 5 ἠρεμεῖν] κινεῖν marg. L (at ἠρεμεῖν a) et margo cod. Par. 1888 6 πρότερον M: πρότερον μὲν CSL ἐνεργήσει S: ἐνείργει Laur. 85,14 8 ἀφεστήκει C 10 ὑπόθῃ Spengel: ὑποθοίῃ libri γένηται Simpl. 1128,13) 12 ἀλλὰ ἤρξατο νῦν om. C 14 μετέβαλλεν MSL (ut Κ Aristot. 251b7): μετέβαλεν C et Laur. 85,14 (ut Ε Aristot.: ἔδει μεταβάλλειν FHI) μόνον om. SL 18 κινητὸν] κινεῖν C 21 αὐτοὺς CSL: αὐτὰ M 25 ποτε om. C 27 ποτε om. C ante Πλάτων add. ὁ L 28 τιμίῳ] p. 37 0 31 πάντη C 33 ἐξετάσωμεν C, Spengel e coni. 34 καὶ μὴ M: καὶ τὸ μὴ CSL)
    212
    ἵνα τὰ ἄλλα παρῶ, τίς οὐκ οἶδεν, ὅτι οὔτε τὸ νῦν ἄνευ χρόνου οὔτε ὁ [*](412) χρόνος ἄνευ τοῦ νῦν· μεσότης γὰρ χρόνου τὸ νῦν καὶ ἀρχήν τινος χρόνου καὶ τελευτὴν ἔχον ἅμα, ἀρχὴν μὲν τοῦ ἐσομένου, τελευτὴν δὲ τοῦ παρελθόντος, ὃ μόνον ἐστὶ τοῦ χρόνου δυνατὸν λαβεῖν. εἰ οὖν ἐφ’ ἀπάσης γενέσεως καὶ ἐφ’ ἅπαντος γινομένου τοῦ νῦν | συνεπινοεῖν ἀναγκαῖον, [*](413) ἀναγκαῖον αὐτῷ συνεπινοεῖν ἐπ’ ἀμφότερα καὶ τὸν χρόνον, ὥστε εἰ νῦν ἤρξατο ὁ χρόνος, καὶ πρότερον ἦν χρόνος, οὗ πέρας τὰ νῦν· εἰ δὲ ἀδύνατον ταῦτα, ἀίδιος δήπουθεν ὁ χρόνος, εἰ δὲ ὁ χρόνος ἀίδιος, καὶ ἡ κίνησις, εἴπερ ἄνευ κινήσεως χρόνον ἐπινοεῖν ἀδύνατον ἐπιδέδεικται.

    τοῖς δὲ αὐτοῖς χρησόμεθα λόγοις καὶ ἐπὶ τοῦ ἄφθαρτον εἶναι τὴν κίνησιν. ὡς γὰρ ἐπὶ τοῦ γίνεσθαι κίνησιν συνέβαινε, προτέραν εἶναί τινα κίνησιν τῆς πρώτης λαμβανομένης, οὕτως ἐνταῦθα ὑστέραν τῆς τελευταίας· φθαρείσης γὰρ τῆς κινήσεως ἢ φθείρεται καὶ τὰ πράγματα ἢ μένει. εἰ μὲν οὖν φθείροιτο, ἐπειδὴ μηδὲν εἰς τὸ παντελῶς μὴ ὂν ἀφανίζεται, δῆλον ὡς εἰς ἄλλο τι μεταβάλλει, μεταβολὴ δὲ πᾶσα διὰ κινήσεως· ἔσται ἄρα μετὰ τὴν φθορὰν τῆς κινήσεως κίνησις. εἰ δὲ ἀεὶ διαμένει, τὰ αὐτὰ πάλιν ἐρησόμεθα, ἅπερ καὶ ἐπὶ τοῦ γίνεσθαι τὴν κίνησιν. τί γὰρ δήποτε τὰ μὲν κινητὰ ὄντα τὰ δὲ κινητικὰ ἠρεμεῖ τὸν ἄπειρον χρόνον καὶ πρότερον μὲν ἐκίνει καὶ ἐκινεῖτο, νῦν δὲ οὐκέτι; τὸ γὰρ ἄλογον καὶ ἀναίτιον μάλιστα ἐπὶ τῆς φύσεως φυλακτέον, ὡς σχεδὸν ἅπαντες παρορῶσιν, ἐπεὶ καὶ Ἐμπεδοκλῆς ἐν μέρει ποιῶν τὴν κίνησιν καὶ ἠρεμίαν κίνησιν μὲν ὑπὸ τῆς φιλίας καὶ τοῦ νείκους, ἠρεμίαν δὲ ἐν τοῖς μεταξὺ χρόνοις οὐ προστίθησι τὴν αἰτίαν, δι’ ἣν ἐν μέρει ταύτην ἀποδίδωσιν· ἀλλ’ οὐδὲ Ἀναξαγόρας τὴν αἰτίαν προσεπιλέγει, δι’ ἣν τόδε τὸ μῖγμα ἠρεμοῦν τὸν ἄπειρον χρόνον ἤρξατό ποτε κινεῖν ὁ βραδύτατος νοῦς. διὰ τί γὰρ οὐ θᾶττον καὶ τοῦ θᾶττόν γε διὰ τί μὴ θάττον ἀεί; καὶ οὐδὲν γὰρ ἄλογον οὔτε ἄτα|κτον ἐν [*](414) τοῖς παρὰ τῆς φύσεως γινομένοις, ἀλλ’ ἡ φύσις αἰτία πάσης τάξεως καὶ τοῦ γίνεσθαι κατὰ λόγον· τὸ δὲ τὸν ἄπειρον χρόνον ἠρεμεῖν, νῦν δὲ ἄρξα- σθαι τῆς κινήσεως, εἴτε εἰς ἄπειρον κινησόμενα εἴτε ἠρεμήσοντα πάλιν τίνα λόγον ἔχει, τίνα δὲ τάξιν μηδεμιᾶς λεγομένης διαφορᾶς, δι’ ἣν νῦν μᾶλλον ἢ πρότερον; ἢ γὰρ ἁπλῶς ἔχειν δεῖ τὰ φυσικὰ καὶ οὐχ ὁτὲ μὲν οὕτως ὁτὲ δὲ ἄλλως, οἷον τὸ πῦρ φύσει ἄνω φέρεται καὶ ἡ γῆ κάτω, ἢ τοῦ μὴ ὡσαύτως ἔχειν ἀεὶ λόγον ἀποδοτέον τῷ φυσικῷ. καίτοι οὐδὲ ὅσα ἀεὶ ἔστιν οὕτως ἢ γίνεται, οὐδὲ ταῦτα ἅπαντα ἄνευ λόγου τε καὶ ἀρχῆς· [*](2 καὶ (ante ἀρχὴν)] sic ΕΚ Aristot. 251b21: om. Fill χρόνου post ἐσομένου coll. EHIK Aristot. ib.: om. F 3 ἔχον Viudob. 110 et Laur. 85,14 ex Aristot. ib.: ἔχων cett. libri 3.4 παρεληλυθότος C (ut FHI Aristot. 251 b 22 22) 5 τὸ νῦν Laur. et Spengel e coni. 7 ὁ M: om. CSL τὰ] τὸ S 11 κίνησιν alt.] sic FEIK Aristot. 251 251b29 καὶ κίνησιν E εἶναί τινα scripsi sec. E Aristot. 251b30: εἶναι τὴν M: εἶναι CSL: τινὰ εἶναι FlIIK Aristot. 19 καὶ pr. om. M et Par. 1888 20 ὡς] ὃ Sturz ad. Emped. p. 269 24 μίγμα M 29 κινησόμενα CL et Laur. 85,14: κινησόμεθα MS 30 ἔχοι 31 ἡ γὰρ Laur. 85,14 et Spengel (ex Aristot. 25a17): εἰ γὰρ cett. libri καὶ] sic E Aristot. ib.: om. FHIK 33 τοῦ Spengel: τὸ libri 34 ἀεὶ] sic ΕΚ Aristot. 252a33: ἀεὶ ἡ FHI)

    213
    ἀεὶ γὰρ τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἔχει ἴσας τὰς γωνίας, ἀλλ’ ὅμως ἐστὶ [*](414) τοῦ ἀεὶ τοιοῦτον εἶναι ἕτερον αἴτιον· ἀλλ’ ἐκεῖνα τῶν ἀιδίων αἴτια, ὅσα αἴτια, πρῶτα καὶ ἀρχαὶ πρῶται. οὕτως μὲν οὖν προηγουμένως κατασκευάζοντι φαίνεται μὴ ἐνδέχεσθαι εἶναι χρόνον, ὅτε κίνησις οὐκ ἦν ἢ οὐκ ἔστι.

    2. Λυτέον δὲ καὶ αὖθις, ἅ τις ἄν ὑπολάβοι πρὸς τὴν θέσιν ταύτην ἐναντίως ἔχειν. φαίη γὰρ ἄν τις πρῶτον μέν, ὡς, εἰ μηδεμία κίνησις ἀίδιος, οὐδ’ ὅλως ἀίδιος κίνησις. ἀλλὰ μὴν ὥρισται πᾶσα μεταβολὴ (πᾶσα γὰρ ἔκ τινος εἴς τι) καὶ τὰ πέρατα ἑκάστης τἀναντία, ἀφ’ οὗ τε ἄρχεται καὶ εἰς ὃ λήγει, ἴσμεν· ἄπειρον γὰρ οὐδὲν κινεῖται. δεύτερον δέ, εἴπερ ἐναργῶς ὁρῶμεν, ὅτι δυνατὸν κινηθῆναι τὸ παντελῶς πρότερον μὴ κινούμενον, καὶ νῦν ἄρξασθαι τῆς κινήσεως πρότερον μηδ’ ἡντιναοῦν ἔχον κίνησιν ἐν ἑαυτῶ μήτε καθόλου μήτε κατὰ μέρος, φανερὸν ὅτι | δυνατὸν γενέσθαι [*](415) κίνησιν οὐκ οὖσαν. κινεῖται γὰρ καὶ ἄψυχα ἀπό τινος ἀρξάμενα χρόνου, οἷον γῆ πῦρ ὕδωρ ἀήρ, καὶ τὰ σύνθετα οὐδεμίαν ἔχοντα πρότερον μεταβολήν, ἀλλ’ ἠρεμοῦντα, πάλιν κινεῖται καὶ τὰ ἔμψυχα ἐκ παντελοῦς ἠρεμίας. καίτοι πρὸς μὲν τὰ ἄψυχα ἐνσταίη τις ἄν, ὅτι κινεῖται ὑπ’ ἄλλου πρότερον αὐτοῦ κινουμένου, ὡς μὴ λίαν ἐκ τούτων τὴν κίνησιν γένη τὴν ἀποδείκνυσθαι. πρὸς δὲ δὴ τὰ ἔμψυχα καὶ τὰ ζῷ οὐδὲ ἔνστασιν ἐξευρεῖν τινα ῥᾴδιόν ἐστι· ταῦτα γὰρ ὑφ’ ἑαυτῶν κινεῖται πολλάκις ἐκ παντελοῦς τῆς προτέρας ἡσυχίας. εἰ δὲ ἐν ζῴῳ δυνατὸν τοῦτο, γενέσθαι κίνησιν οὐκ οὖσαν οὔτε ἐν αὑτῷ οὔτε ἔξωθεν, τί κωλύει τὸ αὐτὸ συμβῆναι καὶ ἐν τῷ παντί; εἰ γὰρ ἐν σμικρῷ κόσμῳ δυνατόν, καὶ ἐν τῷ μεγάλῳ.

    Πρῶτον δὴ τὸ πρῶτον ἐπικεπτέον. ὅτι μὲν οὖν, εἰ πᾶσα γένοιτο κίνησις ἐξ ἐναντίων εἰς ἐναντία, ὁρίζεται ὑπὸ τῶν ἐναντίων καὶ περατοῦται, καὶ οὐκ ἔστι συνεχὴς οὐδ’, εἰ πάλιν ἀνακάμπτει καὶ πάλιν, ὀρθῶς λέγεται. οὐδὲ γὰρ τὴν αὐτὴν καὶ μίαν οἷόν τε εἶναι τὴν τοιαύτην, ὥσπερ οὐδὲ τῆς χορδῆς εἷς ἀριθμῷ καὶ ὁ αὐτὸς φθόγγος, ὅταν πλήττηται πάλιν καὶ πάλιν, καὶ τοῦτο δὲ προιόντες ἀκριβέστερον ἐπιδείξομεν· ἀλλ’ ὅπερ ἔφην, εἰ μὲν ἅπασα κίνησις τοιαύτη, καλῶς λέγεται τὸ μηδεμίαν μήτε ἀίδιον εἶναι κίνησιν μήτε συνεχῆ· εἰ δὲ ἔστι τις καὶ μία συνεχὴς καὶ οὐκ ἐξ ἐναντίων εἰς ἐναντία, δῆλον ὡς οὐκέτι προσεκτέον τούτῳ τῷ λόγῳ. ἀλλὰ μὴν περί γε τοῦ κινεῖσθαι τὰ ἄψυχα μήτε κινούμενα ῥᾴδιον εἰπεῖν, ὡς ὑφ’ ἑτέρων κινούμενα μένα οὐδὲν θαυμαστὸν κινεῖσθαι μέν, ὅταν αὐτοῖς παρῇ τὸ κινοῦν, μὴ κινεῖσθαι δέ, ὅταν μή· οὐ γὰρ ἐν τῷ ταῦτα | ἄρχεσθαί γε τοὐ κινεῖσθαι [*](416) [*](1 ἔχει ἴσας MC (cf. Aristot. 252b2): ἴσας ἔχει SL 2 αἴτια ora. L2a 4 μὴ] μηδὲ C 6 Λυτέον] ληπτέον C ἂν om. C 7 εἰ MC: εἰ δὲ SL: εἰ 0)] Spengel 8 ἅπασα Aristot. 252b10 (praeter Κ) 12 ’scrib. τὸ πρότερον᾿ Spengel ἡντινοῦν C, Spengel e coni.: ὁντιναοῦν MSL 23 μικρῷ SL 24 τὸ om. C 26 ἀνακάμπτοι SL 29 ἀποδείξομεν C 33 μήτε M: πρότερον μήτε CSL; πρότερον illud, si genuinum esset, aut post κινούμενα transponenduiii (cf. Simpl. 1189,28) aut praeposito ἠρεμοῦντα (cf. lb. v. 2.5) suppleiidum esset ὡς M: ὡς τὰ CSL 35 γε (τε Simpl. 1189,29) τοῦ κινεῖσθαι MC: om. SL)

    214
    καὶ πάλιν παύεσθαι δείκνυται ἁπλῶς ἡ κίνησις οὐκ ἀίδιος. ὑφ’ ὧν· γὰρ [*](416) ἔξωθεν ὄντων ταῦτα κινεῖται, ἐκεῖνα τί κωλύει κινούμενα συνεχῶς καὶ ἀεὶ τῆς τούτων παρὰ μέρος κινήσεως αἴτια γίνεσθαι; τὸ γὰρ δὴ καὶ τοῦτο ὂν αὐτὸ ζητεῖν, τί δήποτε οὐκ ἀεὶ κινεῖται τὰ ἄψυχα ἀεὶ κινουμένου τοῦ κινοῦντος αὐτά, οὐκέτι περὶ κινήσεως ἀμφισβητούντων ἐστίν, εἴτε ἀίδιος εἴτε μή, ἀλλ’ ὅλως προσαπορούντων, τί δήποτέ ἐστίν τινα τῶν ὄντων, ἃ ποτὲ μὲν κινεῖται, ποτὲ δὲ ἠρεμεῖ, ὡς τοῦτο ἀρχὴν τῆς παρούσης συμπάσης πάσης σκέψεως εἶναι, διὰ τί πολλὰ τῶν ὄντων τοιαῦτα. φαίνεται γὰρ καὶ τὰ ζῷα ποτὲ μὲν κινούμενα, ποτὲ δὲ ἠρεμοῦντα παντελῶς, καὶ ὅταν κινῆται ἐν αὑτοῖς ἔχοντα τῆς κινήσεως τὴν αἰτίαν. ἢ τὸ μὲν ἐπὶ ζῴων λύειν οὐ χαλεπόν, εἰ καὶ μάλιστα οὗτος ὁ λόγος δοκεῖ πιθανώτερον κατασκευάζειν, ὅτι δυνατὸν κίνησιν οὐκ οὖσαν γενέσθαι· οὐδὲ γὰρ ἠρεμεῖ ποτε παντελῶς, ἀλλ’ ἀεί τινας κινήσεις κινεῖται συμφύτους, οὔτε πάσης κινήσεως ἐν αὑτοῖς ἔχει τὴν αἰτίαν καὶ τὴν ἀρχήν, ἀλλὰ μόνης τῆς κατὰ τόπον· πολλὰς δὲ κινεῖται καὶ ἔξωθεν ὑπὸ τοῦ περιέχοντος. καὶ γὰρ θερμαίνεται καὶ ψύχεται καὶ λευκαίνεται καὶ μελαίνεται καὶ ὁρᾷ καὶ ἀκούει τῶν ἐνδιδόντων ἔξωθεν τὰς κινήσεις ταύτας τῷ ζῴω. οὐδὲν οὖν κωλύει, μᾶλλον δὲ ἴσως καὶ ἀναγκαῖον ἐν μὲν τῷ σώματι πολλὰς ἐγγίνεσθ·αι κινήσεις ὑπὸ τοῦ περιέχοντος, τούτων δὲ ἐνίας τὴν διάνοιαν ἢ τὴν ὄρεξιν κινεῖν, ἐκείνην δὲ τὸ ὅλον ζῷον. ἡ μὲν γὰρ θερμασία ἰὴν ἐπιθυμίαν ἐκίνη|σεν τοῦ ποτοῦ, ἡ [*](417) δὲ ἐπιθυμία τὸ ζῷον ἐπὶ τὸ ὕδωρ, μάλιστα δὲ ὁ ὕπνος δῆλον ποιεῖ· τότε γὰρ τὴν ἐξ αὑτῶν οὐ κινούμενα κίνησιν τὰ ζῷα ὅμως κινοῦνται πολλὰς κινήσεις πεττομένης τῆς τροφῆς, φανταζομένης ἰῆς διανοίας, ἀλλοιουμένων τινῶν ἐν αὐτοῖς ὑπὸ τοῦ περιέχοντος, θερμαινομένων ἢ ψυχομένων. οὕτω γοῦν καὶ διανίσταται πάλιν αἰτίας τινὸς γενομένης τῶν τοιούτων ἀλλοιώσεων, τοῦ διεγείρεσθαι. ἀλλὰ καὶ περὶ τῆς τῶν ζῴων κινήσεως καὶ περὶ τῆς τῶν ἀψύχων καὶ περὶ πάσης ἀπλῶς τῆς προκειμένης σκέψεως ὅπως τἀληθὲς ἔχει, γένοιτ’ ἂν φανερόν, εἰ μάθοιμεν, ὃ καὶ προεῖπον, τί δήποτε ἔνια τῶν ὄντων ποτὲ μὲν κινεῖσθαι φύσιν ἔχει ποτὲ δὲ ἠρεμεῖν.

    3. Ἄνωθεν οὖν ἀναλαβοῦσι διαιρετέον. ἀνάγκη δὴ ἤτοι ἠρεμεῖν πάντα [*](1 καὶ—(3) κινήσεως om. S 3. 4 τοῦτο ὂν αὐτὸ] τοῦτ’ αὐτὸ Spengel: num τοῦτο ὃν αὐτὸ <ζητήσεως ἄξιον> ζητεῖν; cf. Simpl. 1189,33 ζητεῖν ὡς ἄξιον ζητήσεως 4 κινῆται C (sed in Vindob. 110 coir. man. 1) 5 διαμφισβητούντων SL 6 ὅλως] ὡς S 11 πιθανώτερον MC: πιθανώτερος SL ’fort. πιθανωτέρως᾿ Spengel) 12 οὐδὲ] ’scrib. οὔτε᾿ Spengel 16 τῶν—(17) κωλύει om. L ‘fort. τῶν ἔξωθεν ἐνδιδόντων vel ἐνδιδόντων τῶν ἔξωθεν᾿ Spengel 17 ταύτας—(18) κινήσεις om. C 18 ἐν μὲν] om. FHI Aristot. 16 19 ἐκείνην C et EFIII Aristot. 253a17: ἐκείνη MSaLa et Κ Aristot.: ἐκεῖνο S1 20 γὰρ MC, Spengel e coni.: ora. SL θερμανσία S1 τὴν] ἡ δὲ S ποτοῦ] αὐτοῦ S 22 ἑαυτῶν C οὐ CSL: ὁ M (om. Laur. 85,14) ὅμως ποιοῦνται πολλάς τὰς κινήσεις C (at cf. Simpl. 1191,11 sqq.) 23 πεττομένης M marg. (γρ.): παυσαμένης M text. CS: L; cf. Simpl. 1258,20 quaeque ibi adnot. Diels 26 περὶ μὲν τῆς τῶν ζῴων C 28 ἔχει Spengel e Simpl. 1191,23 ἔχη libri προεῖπον] προῦπτον C 30 Ἄνωθεν —(215,1) ἠρεμεῖν om. M Ἄνωθεν οὖν] cf. Simpl. 1193,12 δὴ ἤτοι] sic FK Aristot. 253a24: δ’ ἤτοι EI: δή τοι Η)

    215
    ἡ κινεῖσθαι ἢ τἂ μὲν κινεῖσθαι τὰ δὲ ἠρεμεῖν· καὶ εἰ τὰ μὲν κινεῖται τὰ [*](417) δὲ ἠρεμεῖ, πάλιν τοῦτο τριχῶς ἄν συμβαίνοι· ἢ γὰρ τὰ μὲν κινούμενα ἀεὶ κινεῖται, τὰ δὲ ἠρεμοῦντα ἀεὶ ἠρεμεῖ, ἢ πάντα πέφυκεν ὁμοίως κινεῖσθαι καὶ ἠρεμεῖν, τὸ λοιπὸν ἔτι καὶ τρίτον· ἐνδέχεται γὰρ τὰ μὲν ἀεὶ τῶν ὄντων ἀκίνητα εἶναι, τὰ δὲ ἀεὶ κινούμενα, τὰ δὲ ἀμφοτέρων μεταλαμβάνειν, ὅπερ ἡμῖν ἀποδεικτέον ἐστίν. τοῦτο γὰρ ἔχει λύσιν γε πάντων τῶν ἀπορηθέντων καὶ τέλος ἡμ·ῖν τῆς περὶ κινήσεως πραγματείας. ὅτι μὲν οὖν οὐ πάντα ἠρεμεῖ, γελοῖον ζητεῖν τινα λόγον ἀφέντας τὴν αἴσθησιν (ἀρρωστία γάρ ἐστι διανοίας μὴ διακρίνειν τά τε λόγου δεόμενα καὶ τὰ μή· ὑπὲρ ἐνίων γὰρ βέλτιον ἔχομεν ἢ λόγου δεῖσθαι) καὶ ἅμα οὐ πρὸς τὸν φυσικὸν ἡ ἀμφισβήτησις, ὥσπερ | εἰρήκαμεν καὶ ἀρχόμενοι. ἀλλὰ καὶ ὅτι μὴ πάντα [*](418) κινεῖται, ἀεί ἐστι μὲν ὁμοίως ἐναργὲς καὶ οὐ προσδεόμενον λόγου, προσήκει δὲ ἴσως τοῦτο μᾶλλον ἐξελθεῖν· οὐ γὰρ οὕτω παρὰ τὴν μέθοδον ὁ λόγος ὁ τὴν ἠρεμίαν καὶ μονὴν τῶν ὄντων ἀφαιρούμενος, ὡς ὁ τὴν κίνησιν. φασὶ δὲ δή τινες ἅπαντα μὲν ἀεὶ κινεῖσθαι, λανθάνειν δὲ τοῦτο τὴν ἡμετέραν αἴσθησιν, πρὸς οὗς καίπερ οὐ διορίζοντας, πότερον μίαν κίνησιν λέγουσιν ἅπαντα κινεῖσθαι συνεχῶς καὶ ποίαν γε ταύτην ἢ καὶ πάσας ἁπλῶς εἰπεῖν τὰς κινήσεις, ὁμοίως οὐ χαλεπὸν ἀπαντῆσαι· οὔτε γὰρ αὔξεσθαί τι πέφυκε συνεχῶς οὔτε πάλιν συνεχῶς μειοῦσθαι οὕτε συνάπτειν τὴν αὔξησιν τῇ μειώσει, ἀλλ’ ἔστι στάσις καὶ ἠρεμία ἐν μέσῳ, ἐπεί, εἰ συνεχὴς ἡ κίνησις ἦν ἀπὸ ἰῆς αὐξήσεως εἰς ἰὴν μείωσιν, τὸ αὐξανόμενον ἂν εἰς τὸ μειοῦσθαι μετέβαλεν. οὔτε, εἰ δύο πήχεις ηὔξηται ἐν τοῖς εἴκοσιν ἐνιαυ- τοῖς, ηϋξηταί τι μόριον τῶν δύο πηχῶν ἐν ὥρᾳ μιᾷ· ὅμοιον γὰρ τὸ λέ- γειν, ὡς, ἐπειδὴ τὴν πέτραν ἐκοίλαναν οἱ πεντακισχίλιοι σταλαγμοὶ τοσονδί, καὶ ἕκαστος τῶν σταλαγμῶν μέρος τι πάντως ἐκοίλανε καί, εἰ διέστησε τοὺς λίθους ἐκφυεῖσα εἰς σπιθαμὴν ἡ συκῆ, καί, ἡνίκα πρῶτον ἐκ τῆς κεγχραμίδος ὑπεφύετο, μέρος τι διίστησι τῆς σπιθαμῆς· ἀλλ’ ὥσπερ οἱ ἑκατὸν ἅμα καθέλκουσι τὴν ναῦν, εἷς δὲ ἕκαστος οὐδ’ ἂν σαλεύσειε προσελθών, οὕτως οἱ μὲν τοσοίδε σταλαγμοὶ τοσονδὶ τῆς πειρὰς ἀφεῖλον, εἷς δὲ καθ’ αὑτὸν μέρος οὐδ’ ὁτιοῦν. οὐ γὰρ εἰ διαιρετὸν τὸ μέγεθος, ἐκοίλανεν [*](2 συμβαίνῃ M 5 ἀκίνητα SL (Aristot. 253a29): ἀεικίνητα (vel ἀεὶ κινητὰ) MC 6 γε πάντων] τε πάντων EK Aristot. 253a31: πάντων τε FHI ἀπορρηθέντων L 9 post ἐνίων add. μὲν C 13 ἐπεξελθεῖν C 15 φασὶ δέ δή M φασὶ δὲ Laur.) 85,14) S: φασὶ μὲν δή C φασὶ δή L: φασί E Aiistot. 253b9: καὶ φασί FHIK Aristot. λανθάνειν Spengel: λανθάνει libri δὲ om. C 17 ἅπαντα κινεῖσθαι] cf. Simpl. 1196,14 18 εἰπεῖν M: om. CSL ὁμοίως] ὅμως Spengel αὐξάνεσθαί C 19 πάλιν συνεχῶς κτλ.] cf. Simpl. 1196,21 sqq. 21 ὑπὸ L 22 μετέβαλλεν SL οὗτε SL: εἴτε M: εἶς C: εἶτ’ si scribas, post μιᾷ interrogationis signum ponendum erit, quod minus placet ηὔξηται (scil. τι v. 11) MCL: at fortasse excidit arboris nomcn (velut συκῆ): ηὔξηνται S 25 καὶ om. L ἐκοίλανε CSL: ἐκοίλαν M 27 διέστησεν Laur. 85,14 (e Simpl. 1197,10) 28. 29 προσέλθῃ F Simplicii 1197,15: προελθών aAM, quod dcf. Diels 29 τοσοίδε] sic FlI Aristot. 253b 18 (?) Simpl.: τοσοιδὶ EIK Aristot., Spengel τοσονδὶ] sic E Aristot. ib.: τοσόνδε FHIK)
    216
    ἐξ ἀνάγκης ἕκαστος αὐτῶν ἐκοίλανάν] τι μόριον τοῦ μεγέθους, ἀλλ’ ὑπὸ [*](419) τῶν τοσῶνδε ὅλον ἐπῆλθε τοσόνδε. πάλιν γὰρ καθάπερ ἐπὶ τῆς νεωλκίας ὑπὸ τῶν πεντήκοντα τέως ἡ ναῦς μὴ κινουμένη προσελθόντος ἑνὸς διεσαλεύθη καὶ ὥσπερ ἐπὶ τῆς τρυτάνης τὰ μὲν δέκα τάλαντα οὐκ ἐποίησεν τὴν ῥοπήν, δραχμὴ δὲ προσελθοῦσα καθείλκυσεν, οὕτως οἱ μὲν τοσοίδε σταλαγμοὶ οὔπω δύναμιν ἔσχον κοιλᾶναι τὴν πέτραν, προσελθόντος δὲ ἑνὸς ἐδυνήθησαν φανερὸν τοίνυν, ὡς οὐδὲ ἐπὶ τῶν μειουμένων ἀναγκαῖον ἀεί τι ἀπιέναι ὅτι διαιρεῖται τὸ μειούμενον εἰς ἄπειρα, ἀλλὰ καὶ ὅλον ποτὲ ἀπιέναι ἐνδέχεται, ὁμοίως δὲ καὶ ἐπ’ ἀλλοιώσεως ὁποιασοῦν· οὐ γὰρ εἰ μεριστὸν εἰς ἄπειρον τὸ ἀλλοιούμενον, διὰ τοῦτο καὶ ἡ ἀλλοίωσις, ἀλλ’ ἀθρόα πολλάκις γίνεται ἐφ’ ὅλου τοῦ μεγέθους, ὥσπερ ἡ πῆξις· ὅλως γὰρ ἀλλοίωσις οὐδεμία συνεχὴς καὶ ἐπ’ ἄπειρον· ἐξ ἐναντίου γὰρ πᾶσαι εἰς ἐναντίον. καὶ τὸ νοσοῦν εἰς ὑγείαν μεταβάλλον, ἕως μὲν ἄν μεταβάλλῃ, συνεχῶς ἀλλοιοῦται, μεταβάλλον δὲ εἰς ὑγείαν ἠρεμεῖ κατ’ ἐκείνην ἤδη τὴν ἀλλοίωσιν, τοὺς δὲ λίθους οὐχ ὁρῶμεν πρὸς θεῶν πολλῷ χρόνῳ μήτε μαλακωτέρους γινομένους μήτε σκληροὺς μήτε κινουμένους κατὰ τόπον· θαυμαστὸν γάρ, εἰ λέληθεν ἡμάς ταῦτα συμβαίνοντα περὶ τοὺς κίονας. καὶ ἡ γῆ δὲ οὐκ ἐξ ἀνάγκης ἐν τῷ κάτω μένει, τῶν τε ἄλλων ἕκαστον τῶν φυσικῶν σωμάτων τῶν οὐκ ἐν τῳ οἰκείῳ τόπῳ γενόμενον ἠρεμεῖ· ποίαν γὰρ εἴπωμεν αὐτὸ τηνικαῦτα κινεῖσθαι κίνησιν; οὔτε γὰρ τὴν κατὰ φύσιν ἤδη γάρ ἐστιν ἐν τῇ προσηκούσῃ χώρᾳ) οὔτε τὴν παρὰ φύσιν (μένει γὰρ ἐν τῷ οἰκείῳ τόπῳ). ὁμοίως δὲ τόδε ἀδύνατον τὰ μὲν ἀεὶ κινεῖσθαι, τὰ δὲ ἀεὶ ἠρεμεῖν· ὁρῶμεν γὰρ ἐπὶ πολλῶν τὰς εἰρημένας μεταβολάς, οἷον αὐξήσεις τε καὶ [*](420) μειώσεις καὶ τὰς παρὰ φύσιν κινήσεις. οὔτ’ οὗν ἀεὶ κινεῖται τὸ κινούμενον μένον (τὰ γὰρ αὐξανόμενα ἵσταται, ὅταν ἀπολάβῃ τὸ μέγεθος) οὔτε ἀεὶ ἠρεμεῖ τὰ ἠρεμοῦντα (τὰ γὰρ παρὰ φύσιν κινούμενα ἐκ τῶν ἰδίων τόπων κινεῖται, ἐν οἷς πρότερον ἠρέμει) ἀλλ’ οὔτε τὸ γιγνόμενον ἀεὶ γίνεται, ἀλλὰ παύεται ταύτης τῆς μεταβολῆς, ὅταν γένηται· οὔτε τὸ φθειρόμενον φθείρεται, ἀλλ’ ἔστι πέρας αὐτοῦ τῆς φθοράς. εἶεν. ὅτι μὲν οὖν οὔτε πάντα <ἀεὶ κινεῖται οὔτε πάντα> ἀεὶ ἠρεμεῖ οὔτε τὰ μὲν ἀεὶ δὲ ἠρεμεῖ, δέδεικται ἐναργῶς. λοιπὸν δὲ ἡμῖν ἐξετάσαι τοὺς δύο τρόπους, πότερον ἅπαντα ἔστι τοιαῦτα, οἷα ποτὲ μὲν κινεῖσθαι ποιὲ δὲ ἠρεμεῖν, ἢ [*](1 ἐκοίλανάν MSL: ἐκοίλανέ C: del. Spengel; fuit, cum excidisse putarem quaedam veliit τὸ μέγεθος, ὃ ἅπαντες οἱ σταλαγμοὶ> ἐκοίλαναν, ἐξ ἀν’. ἐκ. αὐτῶν ἐκοίλανέν τι κτλ. 2 om. C; exspectes ὑφ’ ὅλων τοσῶνδε (cf. Simpl. ὑπὸ γὰρ τῶν ὅλων ἀφῃρέθη) ἐπὶ Spengel sec. Simpl.: ὑπὸ libri 4 τῆς om. SL 5 καθείλκησεν L 7 μυουμένων M 8. 9 ἐνδέχεται ποτὲ ἀπιέναι C ὁποιασοῦν] ὁποιασποτοῦν E Aristot. 253b23 οὐ γὰρ εἰ Ca: εἰ γὰρ εἰ M: οὐ γὰρ SL 10 ἄπειρον] sic FHI Aristot. 253b24: ἄπειρα ΕΚ 12 πᾶσα 16 ’scrib. σκληροτέρους᾿ Spengel 17 συμβαίνοντας SL1 περὶ SL: παρὰ MO 18 μένει] μέρει C 19 τῷ om. S γινόμενον C εἴπωμεν scripsi: εἴποιμεν MC: ἄν εἴποιμεν SL 22 τόδε scripsi (an τοῦτο?): τὸ MC1SL1: om. L2a ἀεὶ ἠρεμεῖν SL: ἀεὶ ἠρεμεῖ M: ἠρεμεῖν ἀεὶ C: ἠρεμεῖν (om. ἀεὶ) Laur. 85,14 23 γὰρ] sic FHIK Aristot. 254a7: γὰρ καὶ E 25 ἀπολαύοι M 27 ἠρέμει Spengel tacite: ἠρεμεῖ libri 29 αὐτοῦ] ‘ταύτησ?)’)
    217
    τοῦτο μὲν οὐκ ἀληθές, ἐκεῖνο δὲ ῥητέον, ὡς ἔνι μὲν οὕτως ἔχει τῶν ὄντων [*](420) ὡς ἀνὰ μέρος κινεῖσθαί τε καὶ ἠρεμεῖν, ἔνι δὲ ἀεὶ ἠρεμεῖ, μᾶλλον δὲ ἀκίνητά ἐστιν ἀεί, ἔνια δὲ ἀεὶ κινεῖται. ὅτι γὰρ τούτου τι ἔστι καὶ σύμφωνον μόνον πρὸς τὴν ἀλήθειαν, δεικτέον ἡμῖν πάλιν ἀπ’ ἄλλης ἀρχῆς ἀρξαμένοις. οὕτως γὰρ ἄν καὶ τὴν κίνησιν ἀίδιον εἶναι ἀκριβέστερον πιστωσαίμεθα.

    4. τῶν δὴ κινούντων καὶ κινουμένων τὰ μὲν κατὰ συμβεβηκὸς κινεῖται, τὰ δὲ κατὰ μόριον, τὰ δὲ καθ’ αὑτά. ἴσμεν δέ, εἴγε μεμνήμεθα τῶν πρότερον εἰρημένων, τίνα ἐστὶν τὰ κατὰ συμβεβηκὸς κινούμενα καὶ τίνα τὰ κατὰ μόρια. ἐκεῖνα μὲν ἐατέον (ἄπειρα γὰρ καὶ οὐχ οἷά τε εἰς ὡρισμένην ἐλθεῖν διαίρεσιν), τῶν δὲ καθ’ αὑτὰ κινουμένων τὰ μὲν φύσει, τὰ δὲ βίᾳ [*](421) καὶ παρὰ φύσιν κινεῖται. φύσει μέν, ὅσα ἔχει τὴν ἀρχὴν τῆς κινήσεως ἐν ἑαυτοῖς, οἷον τὰ ζῷ καὶ τῶν ἀψύχων ὅσα, ὡς πέφυκεν, οὕτως κινεῖται, κάτω μὲν τὰ βαρέα καὶ γεηρά, ἄνω δὲ τὰ κοῦφα· παρὰ φύσιν δέ, ὅσα βία καὶ μὴ ὡς πέφυκεν, οἷον εἰ τὸν λίθον τις ἄνω ῥίπτων ἢ τὸ πῦρ εἰς τὸ κάτω βιάζοιτο. κινεῖται δὲ καὶ τὰ σώματα τῶν ζῴων πολλάκις παρὰ φύσιν τὴν ἑαυτῶν (βαρέα γὰρ ὄντα καὶ γεηρὰ κινεῖται ἄνω πηδώντων ἢ ἁλλομένων τῶν ζῴων)· τὸ μὲν δὴ ζῷον οὐδέποτε παρὰ φύσιν κινεῖται· ἐν ἑαυτῷ γὰρ ἔχει τὴν ἀρχὴν καὶ τῆς τοιαύτης κινήσεως, τὸ σῶμα δὲ παρὰ φύσιν· οὐ γὰρ ᾗ σῶμα οὐδ’ ᾗ βαρύ. ὅσα μὲν δὴ παρὰ φύσιν κινεῖται, δῆλον εὐθύς, ὅτι κινεῖται ὑπό τινος· ὑπ’ ἄλλου γὰρ βιαζομένου τὴν φύσιν, ἐπεὶ οὐδ’ ἄν παρὰ φύσιν ἐκινεῖτο, εἰ μὴ ὑπ’ ἄλλου· ὅσα δὲ κατὰ φύσιν, ἐπὶ τούτων ἀρφισβητεῖται, εἰ πάντα ὑπό τινος κινεῖται· διὰ τοῦτο γὰρ κινεῖσθαι δοκεῖ τὰ κατὰ φύσιν, ὅτι ὑφ’ ἑαυτῶν καὶ οὐχ ὑπ’ ἄλλου. ἐπὶ μὲν τοίνυν τῶν ἐμψύχων φανερὸν τὸ ὑπό τινος ταῦτα κινεῖσθαι κινεῖσθαι· εἰ γὰρ καὶ μὴ ὑπ’ ἄλλου μηδὲ ἔξωθεν, ἀλλ’ οὖν γε ἐν ἑαυτοῖς ἔστιν ἕτερον μὲν τὸ κινοῦν, ἕτερον δὲ τὸ κινούμενον) καὶ οὐ τοῦτο ἀμφισβητοῦσιν, εἰ μὴ ὑπό τινος κινεῖται (κινεῖται γὰρ ὑπὸ ψυχῆς), ἀλλ’ ἡ ζήτησις, πῶς δεῖ λαβεῖν λαβεῖν ἐν αὐτοῖς τὸ κινοῦν καὶ τὸ κινούμενον· ἐῴκει γάρ, ὥσπερ ἐν τοῖς πλοίοις καὶ τοῖς μὴ φύσει συνισταμένοις, οὕτω καὶ ἐν ἰοῖς ζῴοις εἶναι διῃρημένον τὸ κινοῦν καὶ τὸ κινούμενον καὶ οὕτω τὸ ἅπαν αὐτὸ ἑαυτὸ [*](2 ἀεὶ ἠρεμεῖ Spengel: ἀεὶ ἠρεμεῖν libri (quod utpote nimis neglegenter dictu mvix quisquam defendet) 3 ἔσται M στ e corr.) 4 ἀρχῆς ἄλλης 8 ἴσμεν δὴ εἴγε C 9 προτέρων OS τὰ ante κατὰ συμβ. ora. MC (fortasse recte) 9. 10 τὰ ante κατὰ μόρια om. C 11 τῶν δὴ C καθ’ αὑτὰ JICS et EIK Aristot. 254b12: καθ’ ἑαυτὰ L et FlI Aristot. 13 ἐν αὐτοῖς C 14 ἄνω δὲ Spengel: ἄνω τε libri 15 μὴ ὡς MC: ὡς μὴ SL 19 ἐν αὐτῷ C καὶ oin. Laur. 85,14 et Vindob. 110 20 ἦ σῶμα] ἦν σῶμα C 25 post ἄλλου add. μηδὲ ἔξωθεν SL τῶν om. Spengelii operae 26 ἐν αὐτοῖς C 27 μὲν MCS2: μὲν γὰρ SJ. 28 κινεῖται alterum om. C κινεῖται γὰρ ὑπὸ ψυχῆς] cf. Simpl. 1208,31 29 δεῖ] δὴ C διαλαβεῖν et ἔοικε (sec. Aristot. 254 b 29 et 30) scribeiiduin esse coni. Spengel ἐν αὐτοῖς L: ἐν ἑαυτοῖς MCS: αὐτοῦ Aristot. ib. 31 ante τὸ κινοῦν add. καὶ C οὕτως οὐ τῷ ἅπαν L ἑαυτὸ] sic all Simplicii 1206,33; αὐτό Aristot. 254b32 et AF Simplicii)

    218
    κινεῖν. * * * λέγεται ὑπ’ | αὐτοῦ κινεῖσθαι τὸ ζῷον, ἀλλ’ ὅτι ἐν [*](422) ἑαυτῷ ἔχει καὶ τὸ κινοῦν καὶ τὸ κινούμενον. ἐπὶ δὲ τῶν ἀψύχων, ὅταν κατὰ φύσιν κινῆται, χαλεπὸν ἀποδοῦναι, ὑπὸ τίνος· οὕτε γὰρ ὑπ’ ἄλλου καὶ ἔξωθεν, ὡς τὰ παρὰ φύσιν, οὐδ’ ὑπὸ τῆς ἔνδον ἀρχῆς ἐν ἑαυτοῖς καὶ αἰτίας, ὥσπερ ὁρῶμεν τὰ ἔμψυχα· οὐδὲ γὰρ ἔστιν ἐν ἑαυτοῖς τὸ μὲν κινοῦν τὸ δὲ κινούμενον, οὔτε διῄρηται εἰς τὸ πάσχον καὶ τὸ ποιοῦν, ὥσπερ τὰ ζῷα εἰς ψυχὴν καὶ σῶμα· οὐδὲ γὰρ διῄρηται ὅλως, ἀλλ’ ἔστι συνεχῆ καὶ ἡνωμένα· ἄλλως τε εἴπερ εἶχεν ἐν ἑαυτοῖς τὴν αἰτίαν τῆς κινήσεως, οἷόν τινα ψυχήν, οὐ κινεῖν αὑτὰ μόνον, ἀλλὰ καὶ ἱστάναι δύνασθαι, ὥσπερ ἔτι τῶν ζῴων, συμβαίνει. καὶ οὐ καθ’ ἕνα τρόπον ἐκινεῖτο ἄν, ἀλλὰ κατὰ πλείους, ὥσπερ τὰ ζῷα· καὶ γὰρ βαδίζει καὶ τρέχει καὶ πηδᾷ καὶ ὀρχεῖται καὶ φέρεται ἄνω καὶ κάτω· ταῦτα δὲ ἁπλὴν καὶ μίαν κινεῖται κίνησιν, ὥσπερ ἠναγκασμένην. ἀρ’ οὖν ὑπό τινος καὶ ταῦτα; σκεπτέον δή, πῶς.

    Ἐστι καὶ τῶν κινούντων τὰ μὲν κατά φύσιν κινητικὰ τὴν ἑαυτῶν τὰ δὲ παρὰ φύσιν· παρὰ φύσιν μέν, ὡς ὁ μοχλὸς κινεῖ τὸν λίθον· οὐ γὰρ ᾗ σίδηρος οὐδ’ ᾗ βαρὺς ἀνακουφίζει τὴν πέτραν οὐδ’ ἔχει τὴν ἀρχὴν ταύτην ἐν ἑαυτῷ, ἀλλ’ ἔξωθεν· φύσει δέ ἐστι κινητικὰ τὰ ἐν αὑτοῖς ἔχοντα τὴν ἀρχὴν τῆς κινήσεως, ἣν κινεῖ. πᾶν δὴ τὸ ἐνεργείᾳ αἴτιον κινητικόν ἐστι φύσει τοῦ δυνάμει τοιούτου, οἷον τὸ ἐνεργείᾳ θερμὸν τοῦ δυνάμει θερμοῦ. τὸ γὰρ θερμόν, ὅταν θερμαίνῃ τὸ οἷόν τε θερμανθῆναι, κατὰ τὴν ἐν αὑτῷ ἀρχήν τε καὶ αἰτίαν θερμαίνει· ὡς γὰρ κινητικὸν | φύσει τὸ ἐνεργείᾳ θερμὸν [*](423) τοῦ δυνάμει θερμοῦ, οὕτω κινητὸν φύσε τὸ δυνάμει θερμὸν ὑπὸ τοῦ ἐνεργείᾳ θερμοῦ· ὥσπερ γὰρ ἐκεῖνο τοῦ ποιεῖν, οὕτω τοῦ πάσχειν τοῦτο τὴν ἀρχὴν ἐν ἑαυτῷ ἔχει. τὸ δὴ πῦρ καὶ ἕκαστον τῶν ἁπλῶν σωμάτων κινοῦνται μέν, ὅταν κινῶνται πάντως ὑπ’ ἄλλων, ἀλλὰ βία μέν, ὅταν παρὰ φύσιν καὶ ἐφ’ ὃ μὴ πεφύκασι, φύσει δέ, ὅταν εἰς τοὺς οἰκείους τόπους καὶ ἐφ᾿ οὓς πεφύκασι φέρεσθαι. ἡ δὲ εἰς τὸν κατὰ φύσιν τόπον φορὰ οὐδὲν ἄλλο ἐστὶν ἢ δυνάμεως ἐνέργεια καὶ τελειότης, ἣν ἕκαστον εἶχε πρὸ τοῦ κινεῖσθαι. ταύτην δὲ ἀπολαμβάνει τὴν ἐνέργειαν ὑπὸ τοῦ ποιήσαντος αὐτὸ τοιοῦτον, ὁποῖον γενόμενον οὐκέθ’ οἷόν τε μένειν ἐν τόπῳ, ἐξ οὗ [*](1 κινεῖν] sic EFK Aristot. 254b32: κινεῖ HI lacunam indicavi; exciderunt talia fere <οὐκ ὀρθῶς οὑν αὐτὸ> λέγεται κτλ.; cf. Simpl. 1208,38 sqq. ’scrib. ὑφ’ 2 δὲ MC: δὲ δὴ SL 4 οὐδ’ M: οὐδὲ S: οὔθ’ OL 5 οὐδὲ] οὔτε Spengel 0 post κινεῖν add. ἂν L μόνον CL: μόνα MS ἑστάναι Vindob. 110: ἵστασθαι a δύνασθαι MCS, quod noa afligi, cum e συμβαίνει pendere videatur: ἐδύνατο L ex Aristot. 255a7 (δύναιτο F) 10 ἕνα] ἕτερον C 12 δὲ om. 13 post ὑπό τινος add. ἀεὶ Aristot. 255a19 praeter I 14 ante τῶν add. δὲ (ex Aristot. 255a20) L2a τὴν αὐτῶν L2a: αὐτῶν Aristot. 255a21 15 παρὰ φύσιν alt. om. C 17 δέ ἐστι] δὲ L κινητὰ C ἐν αὐτοῖς MCS: ἐν ἑαυτοῖς L IS δὴ] δὲ C 20 θερμαίνῃ τὸ οἷόν τε scripsi: θερμαίνηται τὸ οἷόν τε Par. 1888 man. 2 et Vindob. 110: θερμαίνηται τοιόνδε MS et Par. 1888 man. 1: θερμαίνῃ τὸ ἐπιτήδειον L: τὸ δυνάμει τέως θερμόν Simpl. 1211,30 ἐν αὑτῷ Laur. 85,14: ἑαυτῷ MSL1 et Par. 1888: ἑαυτῶν Vindob. 110: ἐν ἑαυτῶ L2a 22 κινητικὸν CL1 θεμὸν L (θερμὸν a) 24 δὲ C 25 κινοῦνται πάντως ὐπ’ ἀλλήλων S)

    219
    κινεῖται. τὸ τοίνυν ποιῆσαν μεταβάλλειν εἰς πῦρ τὸν ἀέρα τοῦτο τὸ αἴτιον [*](423) αὐτὸ τοὺ καὶ ἐνεργῆσαι ὡς πῦρ καὶ ὡς κοῦφον, ἐνέργεια δὲ αὐτὸ τὸ φέρε· σθαι ἄνω· πᾶν γὰρ τό γινόμενον ἢ κινούμενον, οἷον νοεῖς, ὑπό τινος τοιόνδε ἦν καὶ ἀπολαβὸν τὴν ἕξιν, ἣν πρότερον εἶχε δυνάμει, εὐθὺς καὶ ἐνεργεῖ κατ’ ἐκείνην, ἂν μή τι κωλύσῃ. ὁ γὰρ μανθάνων, ὅταν μάθῃ, θεωρεῖ παραχρῆμα, ἐὰν μή τι ἕτερον ἐμποδίσειεν οἷον προαίρεσις ἢ ἀσχολία. ὥσπερ οὖν αἴτιος τῷ μανθάνοντι τῆς θεωρίας ὁ ποιήσας οἷόν τε θεωρεῖν, οὕτως αἴτιος τῷ κούφῳ τὸ ἄνω φέρεσθαι ἐκ τοῦ κάτω ὁ ποιήσας αὐτὸ κοῦφ’ ὂν ἐκ βαρέος. ἔστι δὲ ἄλλως μὲν δυνάμει κοῦφον τὸ ξύλον, ὅτι δύναται εἰς πῦρ μεταβάλλειν, ἄλλως δὲ δυνάμει τὸ πῦρ, ὅτι δύναται ἤδη φέρεσθαι ἄνω, ὥσπερ ἄλλως μὲν δυνάμει μουσικὸς ὁ μαθεῖν οἷός τε τὴν ἐπιστήμην, ἄλλως δὲ ὁ ἔχων | μὲν ἤδη, μὴ χρώμενος δέ, καὶ ἔστιν ἐν μεθορίῳ τοῦ [*](424) τε ἀπλῶς δυνάμει καὶ τοῦ ἁπλῶς ἐνεργείᾳ, καθάπερ ὁ τὴν ἕξιν ἔχων τῆς μουσικῆς τοῦ τε μήπω μαθόντος καὶ τοῦ χρωμένου. τὸ μὲν δὴ ἐκ τῆς πρώτης ἐκείνης δυνάμεως μεταβαλεῖν πάντως ὑπ’ ἄλλου καὶ ἔξωθεν· τὸ γὰρ πῦρ οὐχ ὑφ’ ἑαυτοῦ γίνεται, ἀλλ’ ὑπ’ ἄλλου· ὅταν δὲ μεταβάλλῃ καὶ λάβῃ τὴν ἕξιν, ἣν εἶχε δυνάμει ὑπὸ τοῦ κατ’ ἐνέργειαν αὐτὴν κεκτημένου) ἔστι μὲν καὶ τότε δυνάμει κοῦφον, ἂν μὴ ἐνεργῇ, ἀλλὰ τελειοτέρα τε αὕτη ἡ δύναμις καὶ εὐθὺς ἔχουσα ἑπομένην τὴν ἐνέργειαν, εἴπερ μηδὲν ἔξωθεν κωλύοι) ὁ γὰρ ἀήρ, μέχρι μὲν ἂν οὕτω δυνάμει λέγηται κοῦφος, ὡς εἰς πῦρ οἷός τε μεταβάλλειν, οὔπω κινεῖται ἄνω· ὅταν δὲ οὕτω δυνάμει λέγηται κοῦφος, ὡς ἤδη μεταβεβληκὼς εἰς πῦρ, εὐθὺς ἄνω φέρεται, εἰ μηδὲν βίᾳ κατέχει. τὸ τοίνυν αἴτιον τοῦ τὴν πρώτην δύναμιν εἰς τὴν δευτέραν μεταβάλλειν αἴτιον εὐθὺς δευτέρως τῆς ἐνεργείας. οὕτω τοίνυν λέγομεν καὶ ταῦτα ὑπ’ ἄλλου κινεῖσθαι, τὸ πῦρ ἄνω καὶ τὴν γῆν κάτω, ὅτι ἐγένετο ὑπ’ ἄλλου πῦρ καὶ γῆ· οὐ γὰρ ὑπ’ αὐτῶν. γενομένοις δὲ εὐθὺς ἠκολού- θησε, καθ’ ἣν ἐγένετο φύσιν, καὶ ἐνεργήσειν, ἂν μή τι κω λύῃ. ὁ δὲ τὸ ὑφιστάμενον καὶ κωλῦον κινήσας ἔστι μὲν καὶ ὡς αὐτὸς κινεῖ, ἔστι δὲ ὡς οὔ, οἷον ὁ τὸν κίονα ὑποσπάσας ἢ τὸν λίθον ἀφελὼν ἀπὸ τῶν ἀσκῶν ἐν 30 τῷ ὕδατι. προηγουμένως μὲν γὰρ τὸν κίονα κινεῖ καὶ τὸν λίθον, κατὰ [*](1 τὸ alt. om. C et Laur. 85,14 2 αὐτὸ MCS: αὐτῷ L malim καὶ τοῦ ἐνεργῆσαι ἐνεργεία C 4 ᾖν] ἢν L ἀπολαβὸν scripsi (sec. Siinpl. 1217,12 et 17): ἀπολάβοι MCS: ἀπολαύβῃ L1: ἀπολάβῃ L2a εἶχε L: ἔχειν MCS: ἔχει Laur. 85,14; num ἔχειν <πεφύκει>? 6 ἐὰν μή τι MC (cf. ind. verb. i. v. ἐὰν): εἰ μὴ εἰ μή τι L 9 εἰς L2a: ὡς MCSL1 11 et 12 ἄλλος M 12 χρώμενος] θεωρῶν FHIK Aristot. 255a34: ἐνεργῶν E 15 μεταβάλλειν SL 18 τελειοτέρα] cf. Alexander apud Simpl. 1215,25 sqq. τε αὕτη scripsi: δὲ αὕτη lihri: αὕτη a 20 κωλύοι ML2a: κωλύει CSL1 λέγεται C et Laur. 85,14 ὡς] καὶ C 21 δυνάμει λέγηται M: δυνάμει λέγεται C et Laur. 85,14: λέγηται δυνάμει SL 22 μεταβεβληκὸς S1L1a et Laur. 85,14 (qui κοῦφον quoque) 23 κατέχοι C 26 γὰρ M: γὰρ δὴ CSL γενομένης MC 27 ἐνεργήσειν scripsi: ἐνεργήσῃ M2 η alt. in rasura maioris spatii) CSL1: ἐνεργῆσαι L2a κωλύῃ CL: κωλύει MS 28 μὲν] sic H Aristot. 255b25: om. EFIK καὶ ὡς] ‘ὡς καὶ? Spcngel 29 ἢ] sic FK Aristot 255b26: ἢ ὁ EHI 30 μὲν γὰρ] γὰρ L1: μέν L2a (ut Simpl. 1217,25))
    220
    συμβεβηκὸς δὲ τὸν τοῖχόν τε καὶ τ]ν ἀσκόν. εἰ τοένυν ᾶπαντα ἢ βίᾳ ἢ [*](424) κατὰ φύσιν κινεῖται, ταῦτα δ’ ὑπό τινος, ἅπαντα ἂν τὰ κινούμενα ὑπό τινος κι|νοῖτο. πῶς οὖν λέγομέν τινα κινήσεως ἀρχὴν ἔχειν ἐν ἑαυτοῖς, οἷον [*](425) τὰ φυσικὰ σύμπαντα σώματα 5 ἢ κινήσεως ἀρχὴν ἔχειν τὸ τοῦ κινεῖσθαι ἀρχήν, τὸ δύναμιν ἔχειν καὶ ἐπιτηδειότητα πρὸς τὸ εἰς τοῦτο μεταβάλλειν, εἰς ὃ μεταβάλλον ὑπό τινος κινήσεται τήνδε τὴν κίνησιν; ὅτι μὲν οὖν ἅπαν τὸ κινούμενον ὑπό τινος κινεῖται, ἱκανῶς διὰ τῶν ἔμπροσθεν ἀποδέδεικται.

    5. Κινεῖται δὲ ἅπαν ὑπὸ τοῦ κινοῦντος διχῶς, ἤτοι γὰρ τὴν ἀρχὴν τοῦ κινεῖν ἐν ἑαυτῷ ἔχοντος ἢ ἔξωθεν καὶ αὐτοῦ κινουμένου, οἷον ὁ λίθος· ἢ γὰρ ὑπ’ ἀνθρώπου ἡ ὑπὸ μοχλοῦ ἢ ἄλλου τινὸς ἑαυτὸ μὴ κινοῦντος, ἀλλ’ ὑφ’ ἑτέρας ἀρχῆς κινουμένου. οὐκ εἰς ἄπειρον δὲ πρόεισιν, ἀλλ’ ἵσταται ἐπὶ τὴν δι’ αὑτῆς κινοῦσαν ἀρχήν. ὁ μὲν γὰρ λίθος ὑπὸ τοῦ μοχλοῦ, ὁ μοχλὸς δὲ ὑπὸ τῆς χειρός, ἡ δὲ χεὶρ ὑπὸ τοῦ ἀνθρώπου, ὁ ἄνθρωπος δὲ οὐκέθ’ ὑπ’ ἄλλου, ἀλλ’ ὑφ’ ἑαυτοῦ. ἄμφω δή φαμεν κινεῖν καὶ τὸν μοχλὸν καὶ τὸν ἄνθρωπον, ἀλλὰ μᾶλλον ἐκεῖνον· ἐκεῖνος γὰρ κινεῖ καὶ αὐτὸν τὸν μοχλὸν καὶ ἄνευ μὲν τοῦ τέκτονος ὁ μοχλὸς οὐ κινήσοι ἄν, ἄνευ δὲ τοῦ μοχλοῦ δύναιτ’ ἄν ὁ τέκτων κινῆσαι τὸν λίθον. δῆλον τοίνυν, ὡς καί, ὅταν μὴ προσεχῶς κινῇ τὸ κινοῦν ἑαυτό, ἀλλὰ διά τινος μέσου, καὶ οὕτως ἐκεῖνο τὴν ἀρχὴν ἔχει τῆς κινήσεως, ὥστε πᾶν τὸ κινούμενον ὑπό τινος ἂν κινοῖτο ἑαυτὸ κινοῦντος· ἢ γὰρ εὐθὺς τὸ κινούμενον ὑπὸ τοιούτου κινεῖται ἢ ἔρχεταί ποτε εἰς τὸ τοιοῦτον· οὐ γὰρ δὴ εἰς ἄπειρον πρόεισιν, ὥστ’ ἀεὶ τοῦ κινοῦντος ἕτερον αἴτιον εἶναι τὸ κινητικόν. πρῶτον [*](426) μὲν γὰρ οὐκέθ’ οἷόν τε ἔσται λαβεῖν ἀρχὴν τῆς κινήσεως, μηδενὸς δὲ ὄντος, ὅθεν ἡ ἀρχὴ ἰῆς κινήσεως. οὐδ’ ἄν κίνησις εἴη λοιπόν· ἔπειτα συμβήσεται βήσεται ἐν πεπερασμένῳ χρόνῳ ἀπείρου μεγέθους καὶ ἄπειρον γίνεσθαι κίνησιν· δῆλον γάρ, ὡς, εἴπερ ἄπειρα εἴη τὰ κινοῦντά τε καὶ κινούμενα, ἀναγκαῖον ἕν τι μέγεθος ἐξ αὐτῶν ἄπειρον γενέσθαι. λέγω δὲ ἕν, οὐχ ὅτι συνεχές, ἀλλ’ ὅτι ἐξ ἁπτομένων· πάντα γὰρ τὰ κινοῦντα τῷ αὐτὰ κινεῖσθαι κατὰ τόπον ἁπτόμενα κινεῖ. τί οὗν συνήγαγεν ἡμῖν ὁ λόγος; εἰ τὸ μὲν ὑπό τινος κινεῖσθαι τοῖς κινουμένοις ἀναγκαίως ὑπάρχει, τὸ δ᾿ ὑπό τινος ἔξωθεν αὐτοῦ κινουμένου οὐκ ἀναγκαίως, δυοῖν θάτερον περιλείπεται ἢ εἰς ἀκίνητον ἵστασθαι προϊόντας, τὸ πρῶτον κινοῦν, ἢ εἰς αὐτοκίνητον. ἐπεὶ [*](2 ἄν τὰ] αὐτὰ C 4 ἔχει L 5 post ἀρχήν add. ἢ L2a, quo probate τὸ δύναμιν ἔχον coni. Spengel τῷ δύναμιν ἔχειν Sirapl. 1218,8 6 μεταβάλλειν Simpl. (errore piito typothetae) 8 ’fort, γὰρ Spengel ὁ om. C et Laur. 85,14 10 ἀνθρώπου] ἄλλου S 14 οὐκέθ’] οὐχ C ἄμφω M et Aristot. 256a8: ἄμφω μὲν CSL 15 ἐκεῖνον Spengel: ἐκεῖνος libri: malim (τὸν) ἄνθρωπον; cf. Simpl, 1221,19, ubi ad Aristoteiicura τὸ πρῶτον (256a10) 10) additur τουτέστιν ὁ ἄνθρωπος 16 κινήσοι ἂν M (num κινήσαι ἄν?): κινοίη ἄν C1: κινήσειεν ἂν SL: κινήσει Aristot. 256 a 12 indeque Spengel 22 ὥστ’] ὡς C 24 ὅθεν—(29) κινεῖ] exscr. Simpl. 1223,24 sqq. 28 αὐτὰ Spengel e Simpl: αὐτὸ libri 29 κατὰ τόπον ante κινοῦντα (v. 28) Sirapl. τί οὖν κτλ.] ad Aristot. 257a26 (cf. Simpl. 1523,30 sqq.) transit Themistius. quae leg. inde a πρὸς δὲ (256b3) usque ad ἀμιγὴς ὤν (ib. 27), post κινήσεται (258a4) collocavit Alexandrum secutas (cf. Simpl. 1224, 26 sqq. et cjuae adn. ad 223,12) εἰ] εἰς C)

    221
    γὰρ τὸ κινοῦν ἢ κινεῖσθαι ἀναγκαῖον ἢ μὴ κινεῖσθαι, εἰ μὲν μὴ κινεῖσθαι, [*](426) ἀκίνητόν ἐστιν· εἰ δὲ κινεῖσθαι, ἤιοι ὑφ’ ἑαυτοῦ ἢ ὑπ’ ἄλλου, καὶ δέδει- κται, ὡς οὐκ ἐξ ἀνάγκης ὑπ’ ἄλλου· λείπεται ἄρα ὑφ’ ἑαυτοῦ· καὶ γὰρ ἄλως εὔλογον τὸ αὐτοκίνητον αἴτιον εἶναι μᾶλλον κινήσεως ἢ τὸ ὑπ’ ἄλλου κινούμενον· τὸ γὰρ αὐτὸ καθ’ αὑτὸ πρότερον ἀεὶ καὶ αἴτιον τοῦ δι’ ἕτερον.

    τοῦτο τοίνυν αὐτὸ σκεπτέον λαβοῦσιν ἄλλην ἀρχήν, πῶς τὸ αὐτοκίνητον κινεῖ καὶ τίνα τρόπον. πρῶτον δὲ ἀπάντων διαιρετέον, κατὰ πόσους τρόπους τὸ αὐτοκίνητον δύνασθαι λέγεσθαι αὐτοκίνητον. ἐπειδὴ γὰρ κεῖται τὸ κινούμενον μέγεθος εἶναι καὶ συνεχές, ἢ οὕτω λέγοιτ’ ἄν, ὡς τοῦ ὅλου κινοῦντος ἅμα ἑαυτὸ καὶ κινουμένου ὑφ’ ἑαυτοῦ, ἢ ὡς μέρους ἑαυτοῦ [*](427) αὑτό τε καὶ τὸ ὅλον κινοῦντος ἢ τοῦ ὅλου μέρος τι ἢ πάλιν μέρους τινὸς τοῦ ὅλου μέρος ἕτερον τοῦ ὅλου· καὶ εἰ τοῦτο, οὕτως, ὥστε ἕκαστον ὑπὸ ἑκάστου ἀντικινεῖσθαι ἢ ὡς τὸ μὲν κινεῖν μόνον τὸ δὲ κινεῖσθαι, καὶ καθ’ ὃν μόνον τρόπον δειχθήσεται αὐτοκίνητόν τι εἶναι δυνάμενον· οἱ γὰρ ἄλλοι πάντες τελευτῶσιν εἰς τὸ ὅλον τι αὑτὸ κινεῖν, ὅπερ αὐτόθεν ἄτοπόν τε καὶ ἀδύνατον, ὡς ἐπιδείξομεν. πρῶτον δὲ ὑπομνηστέον, ὅτι εἰς τοῦτο τελευτῶσιν ἅπαντες οἱ λοιποὶ τρόποι χωρὶς τοῦ ὑστάτου· καὶ γὰρ εἰ ὑπὸ μέρους τινὸς τὸ ὅλον κινοῖτο, τὸ μέρος τοῦτο, εἰ τὸ ὅλον κινεῖ, καὶ τὸ καθ’ αὑτὸ μέρος κινήσει, ὥστε ἀφαιρεθέντος τοῦ λοιποῦ μέρους, τοῦτο τὸ μέρος ἔσται ὅλον ἑαυτὸ κινοῦν. ἀλλὰ κἄν ὑπὸ τοῦ ὅλου τὸ μέρος, ὁ αὐτὸς λόγος. ἀλλ’ εἰ καὶ αὐτὰ τὰ μέρη πάλιν ἄλληλα ἀντικινοῖ, τὸ αὐτὸ ἄτοπον· εἰ γὰρ ἕκαστον αὐτῶν, ὑφ’ οὗ κινεῖται, τοῦτο ἀντικινεῖ, ἕκαστον αὐτῶν ἔσται αὐτὸ ἑαυτὸ κινοῦν διὰ μέσου τινός. ὅτι μὲν εἰς τοῦτο τελευτῶσι πάντες οἱ τρόποι, φανερὸν ἐκ τῶν εἰρημένων· ὅτι δὲ ἄτοπον ὅλον τι ὑφ’ ἑαυτοῦ ὅλου κινεῖσθαι, πολλαχόθεν <ἂν> καταμάθοιμεν. πότερον γὰρ τὴν αὐτὴν κίνησιν, ἣν κινεῖ τὸ αὐτοκίνητον, ἢ ἑτέραν; εἰ μὲν δὴ ἑτέραν, οὐκέτ’ ἄν ἀκριβῶς αὐτοκίνητον εἴη, μᾶλλον δὲ ὅλως, ἀλλ’ ἕτερον μὲν αὐτοῦ τὸ κινοῦν, ἕτερον δὲ τὸ κινούμενον, εἴπερ καὶ αἰ κινήσεις αὐτῶν ἕτεραι. εἰ δὲ δὴ τὴν αὐτήν, οὐδ’ ὑπονοήσαι τις ἄν, πῶς φέροι ἂν ἅμα καὶ φέροιτο τὴν αὐτὴν φορὰν ἢ ἀλλοιοῖτο καὶ ἀλλοιοῖ, ὥστε διδάσκοι ἄν καὶ μανθάνοι ἅμα καὶ [*](428) [*](5 πρότερον ἀεὶ καὶ αἴτιον] ὃν αἴτιον ἀεὶ πρότερον HFI Aristot. 257a30: ὃν ἀεὶ πρότερον αἴτιον ΕΚ; unde καὶ in Themistio del. Spengel (5 ἄλλην oiu. C 8 δύνασθαι JlSJi: ’jvaxat C et Laur. 85,14, Victorius e coni. κεῖται] ὁμολογεῖται L 9 καὶ om. C ἢ οὕτω κτλ.] Eudemi sunt; cf. Simpl. 1233,36 sqq. 10 ὑφ᾿ ἑαυτὸ C 11 τὸ ὅλον X (i. e. exc. cod. Paris. 1859), Spengel e coni.: τοῦ ὅλου libri 13 ἀντικινεῖσθαι SL: ἀντικεῖσθαι MC καὶ cm. X, del. Spengel 14 μόνον cm. C: post τρόπον coll. Laur. 85,14 16 ὑπομνητέον C 18 εἰ] εἰς M καθ’ αὐτὸ] ἑαυτὸ L2a 19 ἀφαιρεθέντος] cf. Thiloponi Exc. Par. 836,35 et Simpl. 1240,32 20 τὸ om. M (add. man. 1) 21 ἀντικινοῖ MCS: ἀντικινοῖτο L; cf. Pbiloponi Exc. Ven. 886,25 22 ὑφ’ SL: ἐφ’ MC 23 ὅτι—(24) εἰρημένων] om. L 24 ὑφ’ ἑαυτοῦ Ma: ὑφ’ ἑαυτὸ C: ἐφ’ ἑαυτοῦ SL ὅλου L: ὅλον MCS: ὅλως Χ; cf. Simpl. 1235,29 25 ἄν add. Spengel: ἄν τις καταμάθοι X (fortasse καταμάθοι τις ἄν scribendum; cf. 223,1 26 δὴ CSL: δι’ M 29 οὐδ’] οὐχ C φέροι ἄν ὅλον καὶ φέροιτο Ε Aristot.257b (cf. Simpl. 1234,13): φέροιτο—φέροι FHIK 30 ἢ] sic E Aristot. 257b4 et Simpl. 1234,114: καὶ FHIK)

    222
    ὑγιάζοι καὶ ὑγιάζοιτο τὴν αὐτὴν ὑγείαν. ἄτοπα μὲν δὴ καὶ εὐθὺς ταῦτα, [*](428) ἀτοπώτερα δ’ ἄν μᾶλλον φανείη, εἰ ὑπομνήσομεν ἑαυτούς, ὅτι πᾶν μὲν τὸ κινούμενον εἴς τι δυνάμει ἐστί, καθ’ ὃ κινεῖται, οἷον τὸ θερμαινόμενον, ὅτι δυνάμει ἐστὶ θερμόν, καὶ τὸ ψυχόμενον, ὅτι δυνάμει ψυχρόν· πᾶν δὲ τὸ κινοῦν ἐνεργείᾳ ἐστὶν ἤδη, καθ’ ὃ κινεῖ· τὸ γὰρ θερμαινόμενον ἐνεργείᾳ ψυχρόν. εἰ δὲ ταῦθ’ οὕτως ἔχει, τὸ αὐτοκίνητον ἐκινεῖτο † ἑαυτό· κινεῖται οὖν ὑφ’ ὅλου, ἅμα τε ἂν δυνάμει καὶ ἐνεργείᾳ εἴη πρὸς τὸ αὐτὸ (δυνάμει μὲν καθὸ κινεῖται, ἐνεργείᾳ δὲ καθὸ κινεῖ) καὶ ἀτελὲς ἅμα καὶ τέλειον κατὰ ταὐτό (ἀτελὲς μὲν καθὸ δυνάμει, τέλειον δὲ ἤδη [θερμὸν καὶ 10 ψυχρὸν ἤδη] ἐνεργείᾳ)· ὥσθ’ ἅμα εἴη θερμόν τε ἤδη καὶ οὔπω θερμὸν καὶ ψυχρὸν ἤδη καὶ οὔπω ψυχρόν. λείπεται τοίνυν τοῦ αὐτοκινήτου τὸ μέν τι κινεῖν μέρος, τὸ δὲ κινεῖσθαι, ὧν τὸ μὲν κινοῦν ἀκίνητον πάντως ἐστίν, τὸ δὲ κινούμενον ἐνίοτε μὲν καὶ ἄλλοις αἴτιον γίνεται κινήσεως, ἐνίοτε δὲ οὔ, ἀλλ’ αὐτὸ μόνον κινεῖται, ὥσπερ ἐπὶ τῶν ζῴων ὁρῶμεν· ταῦτα γάρ ἐστιν αὐτοκίνητα καθ’ ὃν διωρισάμεθα τρόπον καὶ ἔστιν ἐν αὐτοῖς τὸ κινοῦν ἀκίνητον, ἡ ψυχή, τὸ δὲ κινούμενον μὲν ὑπὸ ἰῆς φυχῆς, οὐκέτι δὲ ἐξ ἀνάγκης κινοῦν, ἀλλὰ ποτὲ μὲν ποτὲ δὲ οὔ, τὸ σῶμα· ὅταν μὲν γὰρ ἕλκῃ τὸν λίθον, τότε καὶ κινεῖ τῷ σώματι καὶ κινεῖται, ὅταν δὲ καθεύδῃ, κινεῖ μὲν τῷ σώματι οὐδέν, κινεῖται δὲ τρεφόμενον ἢ αὐξανόμενον ἢ σφύζον ἢ ἀναπνέον. ἐν τοίνυν τῷ αὐτοκινήτῳ τὸ μὲν ἓν ὅτι σῶμα, δῆλον (ἐδείχθη [*](429) γάρ, ὅτι πᾶν τὸ κινούμενον συνεχές)· εἰ δὲ καὶ τὸ κινοῦν, ἄδηλον ἔτι, ἀλλὰ τοῦτο μὲν ἴσως καὶ καθ’ αὑτὸ τεύξεται λόγου

    Ὅτι δ’ ἔστι τι τὸ κινοῦν μὲν ἀκίνητον δέ, καὶ ἄλλως ἄν δόξειεν εὔλογον εἶναι. εἰ γάρ τινα ἀμφοῖν μετέχει τοῦ κινεῖν καὶ κινεῖσθαι, τινὰ δὲ θατέρου τοῦ κινεῖσθαι μόνον, εὔλογον (ἵνα μὴ εἴπωμεν ἀναγκαῖον) καὶ τοῦ λειπομένου τινὰ μόνον μετέχειν, λέγω δὲ τοῦ κινεῖν, μὴ κινεῖσθαι δέ· ἐφ’ [*](1 καὶ ὑγιάζοι ora. MCSL1 (et E Aristot. 257 b 5): add. (ex Aristot.) X L1a ὑγείαν S et Vindob. 110: ὑγίειαν ML et Par. 1888 2 ἀτοπώτερον C μὲν τὸ ML: τὸ μὲν C: τὸ (om. μὲν) et Laur. 85,14 4 ὅτι] puto utrobique ἔτι, qtiod sive in Themistio sive in communi. foute invenisse videtur Simpl. (cf. 1235,14) 5 κινεῖ CSL: κινεῖται M τὸ γὰρ—(7) ὅλου] totus locus lacunis, nisi fallor, deformatus est: etenim V. 5 haec fere supplenda videntur τὸ γὰρ <θερμαῖνον ἐνεργείᾳ θερμόν, ὡς τὸ> κτλ. et pro iis, quae leguutur v. 6, tale quid requiritur, quale praebent Philoponi Exc. Paris. 834,21 εἰ τὸ ὅλον αὐτοκίνητον κινεῖ, καὶ τὸ ὅλον κινεῖται; quapropter meliorum librorum lectionem ἑαυτό non attigi 7 ὅλον C εἴη καὶ ἐνεργείᾳ SL πρὸς τὸ αὐτὸ] ’malim κατὰ ταὐτὸ᾿ Speugel 9 κατὰ τοῦτο C 9. 10 θερμὸν καὶ ψυχρὸν ἤδη eieci 10 ὥστε (om. ἅμα) C 15 διορισάμεθα M καὶ ἐν αὐτοῖς ἐστιν καὶ τὸ κινοῦν C τὸ μὲν κινοῦν X) 16 μὲν om. CX ἐξ ἀνάγκης scripsi (cf. Simpl. 1244,5 et Alexander ib. 1242,26): ἐξ ἄλλο MSL1: ἐξ ἄλλου C: ἐξ ἀνάγκης ἄλλα Χ et ἄλλο) L2: ἄλλο a 17 γὰρ om. SL μὲν om. X et Laur. 85,14) 18 καὶ ante κινεῖ om. L 18. 19 τῷ σώματι οὐδέν M: οὐδὲν τῷ σώματι CSL 19 αὐξανόμενον M: αὐξόμενον CSL σφύζον M 22 καὶ om. C 23 Ὅτι κτλ.] Arist. 256b3 24 τινα MC: τινα μὲν SL ἀμφοῖν μετέχει κτλ.] cf. Simpl. 1227,17 sqq, μετέχειν C τινὰ—(25) κινεῖσθαι om. C 25 εὔλογον—(26) μόνον om. L1: restituit L2, sed ita, ut post μόνον (v. 25) addiderit μετέχει, allerum μόνον (v. 26) omiserit; itemque a εἴπομεν L2a 26 λοιπομένου L2a)

    223
    ἁπάντων γὰρ τουτὶ καταμάθοι τις· ἄν, ὅσα σύγκειται ἐκ δυοῖν· ὡς εἴπερ [*](429) θάτερον οἷόν τε γίνεσθαι καθ’ ἑαυτὸ τῶν ἐν τῷ μίγματι, καὶ θάτερον καθ’ ἑαυτὸ οἷόν τ’ εἶναι· ἐπειδὴ γὰρ ἐξ οἴνου καὶ μέλιτος τὸ οἰνόμελι, τὸ δὲ μέλι καὶ χωρὶς οἴνου, καὶ ὁ οἶνος ἔστι χωρὶς μέλιτος. καὶ τοίνυν εἴ τινα ἔστιν, ἃ καὶ κινεῖ καὶ κινεῖται, ἔστι δέ τινα, ἃ κινεῖται μόνον, εἶναί τινα, ἃ κινεῖ μόνον, ἀνάγκη. φανερὸν τοίνυν ἐκ τῶν εἰρημένων, ὅτι ἔστι τὸ πρῶτον κινοῦν ἀκίνητον. ἐπειδὴ γάρ, ὡς καὶ πρότερον εἴπομεν, ὑπό τινος κινεῖται τὰ κινούμενα (προΐοι γὰρ ἂν οὕτως εἰς ἄπειρον καὶ ἀναιροῖτο ἄν ἀρχὴ τῆς κινήσεως), δυοῖν θάτερον περιλείπεται, ἢ εὐθὺς ὑπὸ ἀκινήτου κινεῖσθαι ἢ ὑπ’ αὐτοκινήτου γε πάντως· ἀλλὰ καὶ ὅταν ὑπ’ αὐτοκινήτου, καὶ τότε ὑπ’ ἀκινήτου πρὸ τοῦ. καλῶς οὖν Ἀναξαγόρας ποιεῖ τὸν νοῦν ἀκίνητον ποιῶν, ἐπεὶ κινήσεως αὐτὸν ἀρχὴν ὑποτίθεται. ὅτι μὲν οὖν ἀκίνητον ἐξ ἀνάγκης τὸ πρῶτον κινοῦν, ἱκανῶς ἀποδέδεικται.

    6. Ὅτι δὲ καὶ ἀίδιον, ἐντεῦθεν δῆλον· ἐπειδὴ γὰρ | κίνησιν δεῖ ἀίδιον [*](430) εἶναι, δεῖ καὶ τὸ ταύτης αἴτιον τῆς κινήσεως ἀίδιον εἶναι καὶ τῆς τοιαύτης ἄρα μεταβολῆς ἀνεπίδεκτον παντελῶς τὸ πρῶτον κινοῦν τῆς ὡς γενέσεως καὶ φθορᾶς. εἰ μὲν οὖν καὶ ἅπαν ἀίδιον κινεῖ μέν, οὐ κινεῖται δέ, οὐδὲν πρὸς τὸν νῦν λόγον. ἔστω γάρ, εἴ τις βούλεται πολλὰς ἐνδέχεσθαι τῶν ἀρχῶν τῶν κινητικῶν μὲν ἀκινήτων δὲ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι, οἷον εἴ) τις τὰς τῶν ἐπὶ γῆς ζώων ψυχὰς τοιαύτας ὑπάρχειν ἀμφισβητοίη· ἀλλ’ οὔτι γε πάσας δυνατόν. αὐτοῖς γὰρ τούτοις τοῖς ζῴοις τοῦ γίνεσθαι συνεχῶς ἐξ ἀλλήλων καὶ ταῖς τούτων ἀρχαῖς τοῦ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι, καὶ τοῦ μηδέποτε ἐπιλείπειν τὴν τοιαύτην διαδοχὴν ἕτερον αἴτιον ἐξ ἀνάγκης οὐχὶ ποτὲ μὲν ὂν ποτὲ δὲ μὴ ὄν· οὐδὲ γὰρ ἂν αἴτιον εἴη τῆς ἀιδίου ταύτης μεταβολῆς, ἀλλ’ ἀίδιον καὶ ἐξ ἀνάγκης ὄν· οὐδὲ γὰρ ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι τῶν φθειρομένων τούτων ἀρχῶν ἀεὶ τῆς ἐφεξῆς γίνεται ἡ προλαβοῦσα. ἡμεῖς μὲν γὰρ τὴν πρώτην αἰτίαν ἐπιζητοῦμεν καὶ τὴν ὄντως ἀρχήν, αἱ δὲ ἐξ ἀλλήλων ἄπειροι καὶ οὐχ ἅμα καὶ τί μᾶλλον ἥδε ἤπερ ἥδε; ὅλως δὲ τοῦ μὴ διαλείπειν τὰς ἐξ ἀλλήλων γενέσεις τὴν μὴ διαλείπουσαν ἀρχὴν θετέον, αἱ δὲ φθαρταὶ. ἀρχαί, εἴπερ φθαρταί τινες ἐν τοῖς ζῴοις ἀρχί, τοῖς ζῴοις δήπου συνδιαφθείρονται. ἄλλη τοίνυν αἰτία [*](1 ὡς εἴπερ] ὥσπερ S 2 γίνεσθαι scripsi: κινεῖσθαι MCSL: εἶναι Laur. 85,14 a (e Simpl. V. 27) o μέλιτος] ὕδατος M οἰνόμελον M 4 καὶ pr. del. Spengel C ἐστι om. C 7 ἀεικίνητον M εἴπωμεν C: εἴρηται L1 8 προίοιτο C 10 γε om. SL 11 ἀκινήτου L2a: αὐτοκινήτου MCSL1 (malim ἄλλου τινὸς ἀκινήτου) πρὸ τοῦ scripsi: πρότου M1: πρώτου M2CSL ποιεῖ ἀναξαγόρας SL 12 ἀρχὴν ante αὐτὸν C: superscr. S ὑποτίθεται] quae leguutur apud Aristot. ἀλλὰ μὴν (256b27) —ἄρα (257a26) praetermisit Themistius (cf. 220,19) 13 πρώτως Paris. 1888 man. 1 et Vindob. 110 14 καὶ om. L IG ἀνεπίδεκτον κτλ.] cf. Simpl. 1250,36 17 ἅπασαν M 20 ἐπὶ γῆς om. G 21 γε πάσας] sic EF Aristot. 258b22: πάσας γε IIIK (et X Them.) 22 τοῦ X, Spengel e coni.: τὸ MSL: om. C 23 εἶναι om. X et ΕΚ Aristot. 258b24 24 οὑδὲ MCS: οὐδὲν L 25 ‘ἀίδιον ἐξ ἀνάγκης—ἢ ὡς ὁ Ἀλέξανδρος καὶ ὁ Θεμίστιος γράφουσιν ἀίδιον καὶ ἐξ ἀνάγκης᾿ Simpl. 1253, G καὶ om. X!) 26 τοῖς ἐφεξῆς C 28 ὄντων 20 μὴ] μὲν L (μὴ a) 30 ’TrepMC: εἴπερ εἶεν SL)

    224
    παρ’ ἑκάστην τούτων ἐστίν, ὅταν καὶ τούτων ἑκάστην γενητικὴν τῶν ἐφεξῆς τινος. ὅλως δέ, εἴπερ ἀποδέδεικται διὰ τῶν ἔμπροσθεν ἱκανῶς, ὅτι [*](431) ἀνάγκη κίνησιν ἀίδιον εἶναι καὶ συνεχῆ τὸ γὰρ ἐφεξῆς οὔτε συνεχὲς οὔτε ἀίδιον), ἀνάγκη καὶ τὸ ταύτης αἴτιον τῆς κινήσεως ἀίδιον εἶναι καὶ ἕν· εἰ γὰρ ἄλλο νῦν καὶ ἄλλο πάλιν, οὐκέτι συνεχὴς ἡ κίνησις, ἀλλ’ ἐφεξῆς. ἔκ τε δὴ τούτων πιστεύσειεν ἄν τις εἶναί τι πρῶιον ἀίδιον καὶ ἀκίνητον καὶ πάλιν ἐπιβλέψας ἐπὶ τὰς λοιπὰς ἀρχὰς τῶν κινήσεων τὰς ἐν τοῖς ζῴοις, ὅτι μηδὲ κυρίως αὗται ἀρχαί. μάλιστα μὲν γὰρ οὐδὲ πᾶσαι ἐξ αὐτῶν αἱ κινήσεις, ἃς τὰ ζῷα κινεῖται, ἀλλὰ μόνη ἡ κατὰ τόπον· αὕτη γὰρ καὶ μόνη καθ’ ὁρμήν, αἱ πλεῖσται δὲ ἔξωθεν καὶ φυσικαί, αὔξησις φθίσις ἀνα- πνοή, ἃς κινεῖται τῶν ζῴων ἕκαστον οὐχ ὑπὸ τῆς ἐν αὑτῷ ἀρχὴς, ἀλλ’ ὑπὸ τοῦ περιέχοντος τῆς εἰσιούσης τροφῆς. ἀλλ’ οὖν καὶ ἣν δοκεῖ μόνην κίνησιν ὑφ’ ἑαυτῶν κινεῖσθαι, λέγω δὲ τὴν κατὰ τόπον, καὶ ταύτης τὸ ἐνδόσιμον ἔξωθεν, ὥσπερ ὅταν τῆς τροφῆς διακριθείσης ἐγείρωνται, ὅθεν οὐδὲ συνεχῶς οἷά τε κινεῖσθαι ταύτην τὴν κίνησιν· ὁ γὰρ ὕπνος διὰ τὴν τροφὴν ἀναγκαῖος, καθεύδοντα δὲ ἠρεμεῖ τὰ ζῷα καὶ οὐ κινεῖται ὑφ’ ἑαυτῶν, ἀλλ’ ἕτερον αἴτιόν ἐστιν τοῦ ποτὲ μὲν ἠρεμεῖν τὰ ζῷα ποτὲ δὲ κινεῖ- σθαι, ὃ κινούμενον μὲν ἀεί, οὐχ ὁμοίως δὲ ἀεὶ πρὸς αὐτὰ ἔχον οὐδ’ ὁμοίως αὐτὰ διατίθησι. δῆλον τοίνυν ἐξ αὐτῶν τῶν εἰρημένων, ὡς εἶναί τι δεῖ πρῶτον κινοῦν ἀκίνητον, εἰ μέλλει, καθάπερ εἴπομεν, ἔσεσθαί τις ἄπαυστος καὶ ἀθάνατος κίνησις καὶ διατελέσειν τὸ πᾶν αὐτὸ ἐν αὑτῷ κινούμενόν τε καὶ μένον· τῆς γὰρ πρώτης ἀρχῆς κινούσης μὲν ἀκινήτου δὲ μενούσης συμ- βαίνει | καὶ τὸ κινούμενον ἀμφοῖν ἀπολαύειν, ὥστε καὶ κινεῖσθαι κατὰ μόρια [*](432) καὶ ἀκίνητον εἶναι καθ’ ὅλον τὸν τόπον.

    Ἀλλὰ μήν, εἴγε ἐστὶν ἀίδιον τὸ κινοῦν μὲν, ἀκίνητον δέ, ἀνάγκη καὶ τὸ πρῶτον ὑπ’ αὐτοῦ κινούμενον ἀίδιον εἶναι· εἰ γὰρ ἄλλο καὶ ἄλλο, πάλιν οὐ συνεχὴς ἡ κίνησις οὐδεμία. τί ποτ’ οὖν εἶπον τὸ πρῶτον κινούμενον καὶ οὐχ ἁπλῶς τὸ κινούμενον; ὅτι κινεῖται μὲν καὶ τὰ ἐν γενέσει καὶ φθορᾷ ὑπὸ τῆς ἀκινήτου ἀρχῆς, οὐ πρώτης δέ, ἀλλὰ διὰ μέσου τινός· οὐ γὰρ ἂν ἄλλως ἦν γένεσις καὶ φθορά, εἰ μή τι σῶμα ἦν μεταξὺ κινούμενον μὲν ὑπὸ τοῦ πρώτου καὶ ἀκινήτου, κινοῦν δὲ τὰ ἄλλα καὶ γινόμενον αὐτοῖς αἴτιον τῆς εἰς ἄλληλα μεταβολῆς. ἡ μὲν γὰρ ἀκίνητος ἀρχὴ τὸν αὐτὸν ἀεὶ κινήσει τρόπον καὶ μίαν κίνησιν ἅτε οὐδὲν αὐτὴ μεταβάλλουσα πρὸς τὸ [*](1. 2 τινος τῶν ἐφεξῆς SL ’desunt pauca, nisi scripseris ἑκάστη ᾖ γενητική᾿ Speiigel; at verbum e θετέον (v. 23) facile auditur 5 γὰρ] sic ΕΚ Aristot. 259a 19: γάρ τι H; τι γὰρ I: γὰρ καὶ F 5. 6 ἔκ τε MC, Spengel (sec. Aristot. 259 a 20): ἐκ δὲ SL 6 τούτων] πάντων C 9 ἃς ML: αἲ S: ἁ C 11 ἕκαστον ora. S 18 οὐδ’] οὐχ C 20 ἔσεσθαι] multum variant libri Aristot. 259 b 24. 25 τις ἄπαυστος MC: ἄπαυστος E Aristot. 259 b 25: ἄπαυστός τις SL et HK Aristot. (in I τις post ἀθάνατος legitur) 21. 22 τε καὶ μένον ora. SL 25 εἴγε] sic ΕΚ Aristot. 259 b32: εἰ FBI 28 καὶ—κινούμενον om. C 28. 29 καὶ τὰ φθορᾷ L 30 καὶ φθορά om. SL εἰ MC: καὶ εἰ SL1: εἰ καὶ L2a 31 κινοῦν MCS: κινοῦντος L 32 εἰς] ἐς L 32.33 ἀεὶ τὸν αὐτὸν κινήσει Κ Aristot. 260a4: ἀεὶ κινήσει τὸν αὐτὸν E et (praemissis τὴν αὐτὴν) FHI)

    225
    κινούμενον· τὸ δὲ κινούμενον ὑπ’ αὐτῆς, οἷον ὁ οὐρανός, καὶ τὸ ὑπὸ τοῦ [*](432) οὐρανοῦ πάλιν κινούμενον, οἷον ὁ ἥλιος, διὰ τὸ ἄλλως καὶ ἄλλως ἔχειν πρὸς τὰ πράγματα οὐ τῆς αὐτῆς ἐστι κινήσεως αἴτιον, ἀλλὰ προσιὸν μὲν τῆσδε, ἀπιὸν δὲ αὖθις ἑτέρας καὶ ποτὲ ἠρεμεῖν ποιήσει ποτὲ δὲ κινεῖσθαι· ἐξ οὗ καὶ φανερὸν γέγονε, τί δήποτε οὐ πάντα ἢ κινεῖται ἢ ἠρεμεῖ ἢ τὰ μὲν κινεῖται μόνον τὰ δὲ ἠρεμεῖ μόνον, ἀλλ’ ἔνια ποτὲ μὲν ποτὲ δ᾿ οὔ· ἐπειδὴ γὰρ τὰ μὲν ὑπὸ ἀκινήτου καὶ ἀιδίου κινεῖται, τὰ δὲ ὑπὸ ἀιδίου μὲν κινουμένου δὲ αὐτοῦ καὶ μεταβάλλοντος, δῆλον ὡς τὰ μὲν ὡσαύτως ἀεὶ κινήσεται τὰ δ’ οὐχ ὡσαύτως• καὶ γὰρ ἡ κινοῦσα ἀρχὴ τῶν μὲν ὡσαύτως ἔχει, τῶν δὲ οὐχ ὡσαύτως. |

    7. Διεξήρκει μὲν οὖν καὶ οὕτως ἀίδιον ἀποδεῖξαι τὸ πρῶτον κινούμενον [*](433) ὑπὸ τῆς ἀκινήτου ἀρχῆς· φανερώτερον δὲ ἐντεῦθεν. εἰ γὰρ ἀναγκαῖον μὲν ἀίδιόν τινα κίνησιν εἶναι συνεχῆ τὴν κύκλῳ φοράν, ταύτην ἄρα κινεῖ τὸ πρῶτον κινοῦν καὶ σῶμα τοίνυν, ᾧ τὸ κύκλῳ φέρεσθαι κατὰ φύσιν. πῶς οὖν οὐδεμίαν τῶν ἄλλων κινήσεων δυνατὸν οὔτε ἀίδιον εἶναι οὔτε συνεχῆ; τοῦτο γὰρ † ἔν τε τῷ λόγῳ λεκτέον ἄλλην ἀρχὴν ποιησαμένοις. τριῶν τοίνυν οὐσῶν κινήσεων, τῆς κατὰ ποιότητα, τῆς κατὰ μέγεθος, τῆς κατὰ τόπον, λέγω τὴν φορὰν εἶναι τὴν πρώτην καὶ τῇ φύσει καὶ τῷ χρόνῳ καὶ τῷ τοῖς τελειοτέροις ὑπάρχειν· τῇ φύσει μὲν ὄντως ἀδύνατον τῶν ἄλλων τινὰ κινήσεων εἷναι δίχα φορᾶς, ταύτην δὲ χωρὶς ἐκείνων οἷόν τ’ εἷναι. αὔξησις μὲν γὰρ οὐκ ἔσται χωρὶς ἀλλοιώσεως· πῶς γὰρ ἂν αὔξησις γένοιτο μὴ πρότερον τῆς τροφῆς ἀλλοιωθείσης, ἀλλοιωθῆναι δὲ τὸν ἄρτον ἢ τὴν πόαν ἢ τὸ ὕδωρ πῶς δυνατὸν μὴ προσενεχθέντα ἢ πλησιάσαντα ὅλως τῷ ζῴῳ ἢ τῷ φυτῷ; δεήσει οὖν ἐξ ἀνάγκης κατὰ τόπον πρότερον κινηθῆναι ἢ τὸ τρεφόμενον ἢ τὸ τρέφον ἢ καὶ ἀμφότερα. αὔξησις μὲν οὖν ἢ φθίσις οὐκ ἄν ἄλλως εἴη χωρὶς φορᾶς. ἀλλὰ μὴν οὐδὲ ἀλλοίωσις, ὅτι πάντων τῶν παθημάτων ἀρχὴ πύκνωσις καὶ μάνωσις· καὶ γὰρ βαρὺ καὶ κοῦφον καὶ μαλακὸν καὶ σκληρὸν καὶ θερμὸν καὶ ψυχρὸν πυκνότητες δοκοῦσι καὶ ἀραιότητες εἶναι, πύκνωσις δὲ καὶ μάνωσις συγκρίσει γίνονται καὶ διακρίσει· συγκρινόμενα δὲ καὶ διακρινόμενα ἀνάγκη κατὰ τόπον μεταβάλλειν. εἶεν. γένεσις δὲ [*](1 τὸ δὲ κινούμενον om. L (ut E Aristot. 260 a 5 2 post ἔχειν add. ἤδη Ε Aristot. 260 a 7: ante διὰ FHIK 3 et 4 προσιὸν et ἀπιὸν Spengel: προσιὼν et ἀπιὼν libri 4 ante ἠρεμεῖν add. μὲν CX et Laur. 85,14 5 ἡ κινεῖται ἢ ἠρεμεῖ] sic EK Aristot. 260 a 12; ἢ ἠρεμεῖ ἢ κινεῖται FHI 9 δ’] δ’ ὡς C καὶ γὰρ ἡ] ἡ γὰρ C 12 φανερότερον SL εἰ γὰρ κτλ.] cf. Simpl. 1265,2 sqq. 15 οὖν om. M ante δυνατὸν add. φέρεσθαι C 16 ‘ἔν τε ’ Spengel; puto aut ἐναντίῳ aut ἐπακτικῷ (cf. Aristot. 210 b 8) ποιησαμένοις Aristot. 260 a 20: ποιησάμενοι MC: ποιησάμενον SL 17 ante κινήσεων add. τῶν C κατὰ τὸ μέγεθος FHI Aristot. 260 a 27 19 τῷ τοῖς C, Laur. 85,14 et Spengel e coni.: τὸ τοῖς M: τοῖς SL τελειοτέροις] τετελειωμένοις Philoponi Exc. Yen. 898,23 ὄντως SL: οὕτως MC post ἀδύνατον add. γὰρ Lja 20 φθορᾶς C (in utroque cod. corr. man. 1) 23 ἡ alt.] καὶ C 24 γοῦν C 25 ἡ — τρέφον] of. Philop. Exc. Yen. 895,26 27 καὶ (ante μάνωσις) superscr. M 28 δοκοῦσι] δὲ οὐκ εἰσὶ S text. γρ. δοκοῦσι marg.) 29 πύκνωσις δὲ L2a: πύκνωσίς τε MCLj: πύκνωσις S)

    226
    καὶ φθορὰ † ὡς ὑστέρα φορᾶς, ὅτι, εἴτε αὐτόθεν σύγκρισις ἡ γένεσις, ὡς [*](434) Δημόκριτος οἴεται, καὶ διάκρισις ἡ φθορά, εἴτε κατὰ ἀλλοίωσιν μὲν ἡ γένεσις, σις, προηγεῖται δὲ σύγκρισις καὶ διάκρισις, καὶ οὕτως ἄν ἡ φορὰ πρώτη ὑπάρχοι. οὕτω μὲν οὖν οὐδεμία τῶν ἄλλων κινήσεων ἄνευ φορᾶς· ὅτι δὲ αὕτη καὶ χωρὶς τῶν ἄλλων, φανερόν· οὐδεμία γὰρ ἀνάγκη οὔτε αὔξεσθαι οὔτε ἀλλοιοῦσθαι τὸ φερόμενον οὔτε γίγνεσθαι ἢ φθείρεσθαι. τῇ φύσει μὲν τοίνυν οὕτω πρώτη, τῷ χρόνῳ δὲ πῶς; τοῖς γὰρ ἀιδίοις μόνην ἐνδέχεται κινεῖσθαι ταύτην τὴν κίνησιν· μόνη γὰρ συνεχὴς καὶ ἀίδιος αὕτη δύναται εἶναι, ὡς δείξομεν. εἰ δὲ πρότερα τῷ χρόνῳ τὰ ἀίδια τῶν γενητῶν, προτέρα τῷ χρόνῳ καὶ ἡ τούτων κίνησις τῆς ἐκείνων. λοιπὸν τοίνυν ὅτι καὶ τὸ τοῖς τελειοτέροις ὑπάρχειν. καὶ τοῦτο δῆλον· τελειωθέντα γὰρ τὰ ζῷα μεταβαίνει τόπον ἐκ τόπου, γινόμενα δὲ καὶ αὐξανόμενα ἔτι παντάπασιν ἀτελῆ. ἀλλὰ τοῦτο δόξειεν ἄν εἶναι ὑπεναντίον τοῖς πρότερον εἰρημένοις· εὑρίσκεται γὰρ γένεσις προτέρα φορᾶς, εἴ γε δεῖ γενέσθαι πρῶτον, εἶθ’ οὕτω κινεῖσθαι. τοῦτο δὲ ἐφ’ ἑνὸς μὲν ὁτουοῦν τῶν γινομένων ἀληθές, ἁπλῶς δὲ οὐκ ἀληθές· ἀνάγκη γὰρ ἕτερόν τι πρότερον κινηθῆναι κατὰ φορὰν τὸ γενητικὸν τοῦ γιγνομένου, ὂν ἤδη καὶ οὐ τηνικαῦτα γιγνόμενον καὶ τούτου ἕτερον πρότερον. ἔτι γένεσιν ἀδύνατον εἶναι πρώτην· πάντα γὰρ ἄν εἴη τὰ κινούμενα γενητά, εἴ γε ἀνάγκη γενέσθαι πρῶτον τὰ καθ’ ἠντιναοῦν κίνησιν κινησόμενα. οὐκ ἄρα πρώτη φορᾶς ἡ γένεσις. εἰ δὲ μὴ γένεσις, σχολῇ γ’ ἄν αὔξη|σις ἡ ἀλλοίωσις δευτέρα ἐκείνης καὶ [*](435) μετ’ ἐκείνην. ἔτι τὰ ἀτελέστερα τῶν ζώντων ταύτης τῆς κινήσεως ἀμοιρεῖ, οἷον τὰ ζωόφυτα καὶ φυτά. ἔτι ἥκιστα τῆς οὐσίας ἐξίσταται κατὰ μόνην τὴν φορὰν τὰ κινούμενα· κατ’ οὐδὲν γὰρ ἑαυτῶν μεταβάλλει, ὥσπερ ἀλλοιούμενα μὲν τὴν ποιότητα, αὐξανόμενα δὲ τὴν ποσότητα. ἔτι τὸ αὐτοκίνητον ἀρχὴ καὶ τῶν κινουμένων καὶ τῶν κινούντων, κινεῖται δὲ τὸ αὐτοκίνητον κίνητον ὡς αὐτοκίνητον κατὰ μόνην τὴν φοράν· καὶ οὕτως ἄρα πρώτη [*](1 ὡς om CL2a; φανερὸν excidisse suspieor δῆλον Diels); ceterum cf. Simpl. 1266,32 sqq. ὕστεραι C: uum ὕστερα leg. φθορᾶς Sj et Par. 1888 man. 1 ὅτι om. C 4 ὑπάρχοι S2L2a: ὑπάρχει CL1: ὑπάρχῃ M; num οὕτως αὖ — ὑπάρχει? 5 αὔξεσθαι] sic Ε Aristot. 260 b 26: αὐξάνεσθαι FHIK 7 μόνον ἐνδ. EK Aristot. 260 b 30: ἐνδ. μόνον FI: ἐνδ. μόνην H; cf. Simpl. 1270,12 et Philop. Exc. Yen. 899,20 8 τὴν κίνησιν ταύτην S 9 προτέρα L; cf. praeterea Simpl. 1270,9 sqq. 11 ὅτι om. Lza 12 μεταβάλλει 13 ὑπεναντίον εἶναι SL 15 ὁτουοῦν Par. 1888, Victorius e coui.: ὁτῳοῦν MSL: ὁτονοῦν Vindob. 110: ὁτιοῦν Philop. Exc. Ven. 899,22 17 τοῦ om. G 19 γενητά] φθαρτά Aristot. 261 a 9 (cf. Philop. Exc. Ven. 900,9) γε] τε G 20 κινησόμενα CSL: κινούμενα M πρώτη] ’fort. προτἐρα’ Spengel; at cf. Simpl. 1271,16 et ind. verb. i. v. πρῶτος 21 σχολῇ om. in spat. V litt. S ἡ M et Vindob. 110: καὶ SL (et Par. 1888?) 22 ἀτελέστερα] cf. Simpl. ντ 1271,30 ζώντων M (ut ΕFΙΚ Aristot. 260 a 16): ζώων C (ut H Aristot): ζώων Laur. 85,14: σωμάτων SL 23 τὰ φυτὰ καὶ τὰ ζωόφυτα SL 25 τὴν ποσότητα L2a: τῇ ποσότητι MCSL1; τὸ ποιόν et τὸ ποσόν Aristot. 261 a 22. 23 κατὰ add. Simpl. 1272,22 sq.) 27 ὡς αὐτοκίνητον om. L (ut Simpl. 1272, 32 sq.) τὴν φοράν M: φοράν GSL)
    227
    φορά. ἔτι κυρίως κινεῖσθαί φαμεν μόνον τὸ κινούμενον κατὰ τόπον, ὅταν [*](435) δ’ ἠρεμῇ μὲν κατὰ τόπον, αὐξάνηται δὲ ἢ φθίνῃ ἢ ἀλλοιούμενον τυγχάνῃ, κατά τι κινεῖσθαι, ἀπλῶς δὲ κινεῖσθαι οὐ φαμέν.

    Οτι μὲν τοίνυν τῶν κινήσεων φορὰ πρώτη, φανερὸν ἐκ τῶν εἰρημένων· τίς δὲ φορὰ πρώτη, νῦν δεικτέον. ἅμα γὰρ καὶ τὸ πρότερον ὑποτεθέν, ὅτι ἐνδέχεταί τινα κίνησιν εἶναι συνεχῆ καὶ ἀίδιον, δῆλον ἔσται τῇ αὐτῇ μεθόδῳ. τῶν γὰρ λοιπῶν οὐδεμίαν εἶναι ἐνδέχεται συνεχῆ· πᾶσαι γὰρ ἐξ ἀντικειμένων εἰσὶ κινήσεις καὶ μεταβολαί, γενέσεις μὲν καὶ φθοραὶ εἰς τὸ ὂν καὶ εἰς τὸ μὴ ὄν, ἀλλοιώσεις δὲ εἰς τὰ ἐναντία πάθη, αὔξησις δὲ καὶ φθίσις εἰς μέγεθος καὶ μικρότητα. ἐπεὶ οὖν τὰς μὲν ἀντικειμένας μίαν γενέσθαι οὐχ οἷόν τε, ἡ δὲ συνεχὴς πάντως καὶ μία, οὐκ ἂν εἴη τις τῶν ἄλλων κινήσεων συνεχής. ὅτι δὲ μὴ οἷόν τε τὰς ἀντικειμένας μίαν γενέσθαι ἡ κινεῖσθαι τὰς ἀντικειμένας ὡς μίαν, δῆλον. εἰ γὰρ εἴη μᾶλλον μία, ἀνάγκῃ τὸ λευκαινόμενον ἅμα ἂν καὶ μελαίνοιτο καὶ τὸ ὑγιαζόμενον [*](436) ἅμα ἂν καὶ νοσάζοιτο καὶ τὸ αὐξανόμενον ἅμα ἂν μειοῖτο καὶ τὸ γινόμενον ἅμα ἂν καὶ φθείροιτο. εἰ οὖν τὸ λευκαινόμενον οὐχ ἅμα καὶ μελαίνεται τέλος γὰρ ἄν εἴη τοῦ λευκαίνεσθαι τὸ μελανθῆναι), δῆλον ὡς, ἡνίκα ἂν μελαίνηται, ἑτέραν κινεῖται κίνησιν τῆς προτέρας. εἰ δὲ νῦν μὲν ταύτην κινεῖται, πρότερον δ’ οὔ, ὑπῆρχε δὲ καὶ τότε καὶ νῦν, δῆλον ὡς ἐκ μιᾶς εἰς αὐτὴν μεταβέβληκεν· εἰ γὰρ μὴ ἠρέμησεν μεταξύ, ἐκινεῖτο ἂν ὡς μίαν τὰς ἐναντίας. ὁμοίως δὲ ἕξει καὶ ἐπὶ γενέσεως καὶ φθορᾶς· καὶ γὰρ αὗται εἰ καὶ μὴ ἐναντίαι, ἀλλ’ ἀντικείμεναι, ἀλλ’ ἡ διαφορὰ πρὸς τὰς ἀληθῶς κινήσεις, ὅτι καὶ ἐκείνων μὲν οὖν τι μεταξὺ πάντως, ἀλλ’ ὅτι οὐ πάντως ἠρεμία μεταξύ, ἀλλὰ χρόνος· τὸ γὰρ φθειρόμενον, ὅταν εἰς τὸ μὴ ὂν μεταβάλλῃ, ἠρεμεῖν μὲν οὐκ ἂν λέγοιτο ἐν τῷ μὴ ὄντι, χρόνον δ’ οὖν γίνεσθαι ἀεί τινα μεταξὺ τῆς εἰς τὸ μὴ ὂν φθορᾶς καὶ τῆς ἐκ τοῦ μὴ ὄντος πάλιν γενέσεως. παντελῶς γὰρ ἂν ἄτοπον δόξειεν εἶναι, εἰ γενόμενον εὐθὺς ἀνάγκη φθαρῆναι καὶ μὴ χρόνον τινὰ μεῖναν πρότερον ἐν τῷ εἴδει, εἰς ὃ προῄει γενόμενον.

    8. Ὅτι μὲν οὖν τῶν ἄλλων οὐδεμία συνεχής, ἀρκείτω ταῦτα· ὅτι δὲ φορὰ μόνη καὶ φορᾶς ἡ κύκλῳ, λέγωμεν νῦν. πᾶν γὰρ κινεῖται τὸ φερόμενον ἢ κύκλῳ ἡ εὐθεῖαν ἣ μικτήν, ὥστε, εἰ τὴν ἑτέραν ἐκείνων ἀδύνατον [*](2 ἠρεμεῖ C et Laur. 85,14 αὐξάνηται] αὐξάνεται αὐξάνεται (sic !) G φθίνει CS1 τυγχάνῃ S1: τυγχάνει MCS2L 4 ante φορὰ add. ἡ (e Simpl. 1273,10) L 5 τὸ om. Vindob. 110 (ut EK Aristot. 261 a 29) 6 καὶ cm. SL 7 ἐνδέχεται εἶναι S 9 καὶ εἰς τὸ] καὶ Laur. 85,14 et FHI Aristot. 261 a 34: καὶ τὸ KK 11 γενέσθαι] κινεῖσθαι 12 ὅτι δὲ κτλ.] cf. Simpl. 1274,16 sqq. 13 ‘μᾶλλον deleudum et cm. ’ Speugel 14 ἀνάγκῃ scripsi: ἄν MC: ὃν S: oin. L et Laur. 85,14 15 ἅμα ἄν μειοῖτο SL: ἄν μ. MC 22 καὶ om. L 28 οὑν om. 0 24 ἠρεμίαι S 25 μὲν om. S ἐν μὴ ὄντι τινὶ Simpl. 1275,21 27 ἂν om. C, post δόξειεν repet. S γινόμενον C εὐθὺς ἀνάγκη] sic EK Aristot. 261 b 23: ἀνάγκη εὐθὺς Fill 28 μεῖναι C (ex Aristot. 261 b 24) 29 γενόμενον MC: γινόμενον SL 31 λέγωμεν MC (ut EI Aristot. 261 b 28): λέγομεν SL et Laur. 85,14 (ut EHK Aristot.) γὰρ] sic FHI Aristot. ib.: μὲν γὰρ EK)

    228
    εἶναι συνεχῆ, οὐδὲ τὴν ἐξ ἀμφοῖν συγκειμένην· ἐμποδίζει γὰρ αὐτῆς τὴν [*](436) συνέχειαν τὸ τούτων ἐν τῇ συνθέσει μὴ ὂν συνεχές. δεικτέον τοίνυν, ὅτι τὸ | φερόμενον τὴν εὐθεῖαν καὶ πεπερασμένην οὐ φέρεται συνεχῶς· ἀνακάμπτει [*](437) γάρ, τὸ δὲ ἀνακάμπτον τὴν εὐθεῖαν ἐναντίας κινεῖται κινήσεις· ἐναντία γὰρ κατὰ τόπον ἡ ἄνω τῇ κάτω καὶ ἡ εἰς τὸ ἔμπροσθεν τῇ εἰς τὸ ὄπισθεν καὶ ἡ εἰς ἀριστερὰ τῇ εἰς δεξιά· τόπου γὰρ ἐναντιώσεις αὗται. εἰ οὖν μὴ ἵσταται, πρὶν ἀνακάμψαι τὸ ἄνω φερόμενον, φέροιτο ἂν ἅμ καὶ ἄνωθεν κάτω· καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. ὅλως δὲ τὰς ἐναντίας κινήσεις πῶς μίαν γενέσθαι δυνατόν; διαφέρει γὰρ κατ’ εἶδος ἡ ἄνω τῇ κάτω καὶ αἱ λοιπαί. δεῖ δὲ οὐ κατά γε τὴν μίαν κίνησιν καὶ συνεχῆ, ἀλλ’ ὥσπερ ἓν τὸ κινούμενον καὶ ἕνα τὸν χρόνον, οὕτω καὶ ἓν τὸ τῆς κινήσεως εἶδος ὑπάρχειν. σημεῖον δ’, ὅτι ἐναντίαι κινήσεις ἡ ἐνθένδε ἐκεῖσε τῇ ἐκεῖθεν δεῦρο ἵστησι γὰρ ἄλληλα καὶ παύει τὰ κινούμενα, ἂν ἅμα κινῆται διὰ τὸ ἐναντία φθείρειν καὶ κωλύειν ἄλληλα), ἀλλ’ οὐχ ἡ εἰς τὰ πλάγια τῇ ἄνω. ὅτι δ’ ἅπαν τὸ κάμπτον, κἄν ἐπὶ κύκλου κινῆται κἄν ἐπ’ εὐθείας, ἀνάγκη πρότερον στῆναι, ἡ πίστις οὐ μόνον ἐπὶ τῆς αἰσθήσεως, ἀλλὰ καὶ ἐπὶ τοῦ λόγου. πᾶν γὰρ τὸ φερόμενον, ἐν ᾧ γενέσθαι τε καὶ ἀπογενέσθαι ἀνάγκην ἔχει, καὶ εἰς ὃ ἐλθεῖν καὶ ἐξ οὗ ἀπελθεῖν, ἐν τούτῳ καὶ ἵστασθαι ἀνάγκην ἔχει χρώμενον αὐτῷ ὡς ἀρχῇ καὶ πέρατι τῆς κινήσεως· οὐ γὰρ οἷόν τε ἐν ταὐτῷ νῦν γενέσθαι τε ἔν τινι καὶ ἀπογενέσθαι ἐξ αὐτοῦ καὶ ἐλθεῖν καὶ ἀπελθεῖν· ἅμα γὰρ ἂν εἴη τε καὶ οὐκ εἴη ἐν τῷ αὐτῷ, ὥστε ἐν ἄλλῳ νῦν καὶ ἐν ἄλλῳ. εἰ δὲ τοῦτο, πάντων δὲ τῶν νῦν χρόνος μεταξύ, τὸν μεταξὺ χρόνον τοῦτον ἂν εἴη ἠρεμοῦν, ἐν ᾧ κεῖται γεγονέναι | τε καὶ [*](438) ἀπογεγονέναι ἀπ’ αὐτοῦ. ἐπὶ μὲν οὖν τῶν μέσων σημείων τῆς πεπερασμένης εὐθείας οὐκ ἀνάγκη τὸ φερόμενον γενέσθαι τε ἔν τινι καὶ ἀπογενέσθαι· οὐδὲν γὰρ αὐτῶν ἐστὶν ἐνεργείᾳ οὐδ’ ὅλως σημεῖον ἐνεργεία· δεῖ γὰρ τὸ ἐνεργείᾳ. σημεῖον καὶ ἐνεργείᾳ μέσον καὶ ἀρχὴν εἶναι καὶ πέρας καὶ τῷ μὲν ὑποκειμένῳ ἕν, τῷ λόγῳ δὲ δύο. τοῦτο δὲ οὐκ ἔστιν ἐπὶ τῆς σ·υνεχοῦς, ἐπὰν ᾖ συνεχής. ἀλλὰ τότε γίνεται ἐνεργείᾳ μέσον καὶ ἐνεργείᾳ σημεῖον, ὅταν στῇ ἐπ’ αὐτοῦ τὸ φερόμενον καὶ ἐπιστὰν πάλιν ἄρξηται κινεῖσθαι· οὕτω γὰρ καὶ μέσον καὶ ἀρχὴ καὶ τελευτὴ γίνεται, ἀρχὴ μὲν τῆς ὕστερον κινήσεως, τελευτὴ δὲ τῆς πρώτης. ἅμα οὖν στάσις τε τοῦ φερομένου καὶ εὐθὺς τὸ κατ’ ἐνέργειαν μέσον, τουτέστιν ἀρχή τε [*](2 ὃν om. SL 5 εἰς (post ἡ) oin. G 6 εἰς δεξιὰ L: ἐκ δεξιᾶς MCS 8 post κάτω add. καὶ κάτωθεν ἄνω a (fort, e Simpl. 1279,6) 9 τῇ κάτω SL: om. MC; scri- benduoQ puto τῆς κάτω 10 γε] τε (J 12 ὑπάρχον L: ὑπάρχει Laur. 85,14 ἡ] ὁ M ἐνθάδε C ἐκεῖσεν S1L 14 ἐναντία MCS: τἀναντία L et E Aristot. 262 a 11: τὰ ἐναντία FllIK ἄλληλα abundare videtur οὐχ ἡ εἰς SL et EHIK Aristot. 262 a 12: οὐχὶ εἰς MG: οὐχὶ ἡ Laur. 85,14: οὐχὶ ἡ εἰς F Aristot. 20 τε] τι G 20. 21 ἐλθεῖν καὶ om. G 21 τε MS: om. GL 22 ἐν om. G 25 ἀνάγκη M: ἀνάγκην ἔχει CSL 26 οὐδ’ — ἐνεργείᾳ om. G 28 τῷ δὲ λόγῳ FI Aristot. 262 a 21 29 τότε] πότε S καὶ om. a 32 ὕστερον M στ in ras.) 33 τουτέστιν— (229,1) μέσον om. C)
    229
    καὶ πέρας, καὶ ἅμα κατ’ ἐνέργειαν μέσον καὶ στάσις ἐπ’ αὐτοῦ· οὐ γὰρ [*](438) ἂν ἦν ἀρχὴ καὶ πέρας καὶ ἐνεργείᾳ σημεῖον μὴ γενομένης στάσεως ἐπ’ αὐτοῦ. ὅταν δὲ συνεχῶς φέρηται, οὔτε γεγονέναι οὔτ’ ἀπογεγονέναι τὸ φερόμενον οἷόν τε κατὰ σημεῖον, ἀλλὰ μόνον εἶναι ἐν τῷ νῦν, ἐν χρόνῳ δὲ οὐδενὶ πλὴν εἰ λέγοι τις οὕτως ἐν χρόνῳ, ὅτι τὸ νῦν χρόνου τί ἐστιν· διαίρεσις γὰρ τοῦ ὅλου. ἆρ’ οὖν ὁμοίως ὁμοίως ἐπὶ τῶν περάτων τῆς ὅλης εὐθείας, καὶ οὐδεμίαν ἀνάγκην ἔχει τὸ φερόμενον πρότερον μὲν γενέσθαι ἐπὶ τοῦ πέρατος, εἶθ’ οὕτως ἐπ’ αὐτοῦ ἀνακάμψαι καὶ ἀπογενέσθαι; καὶ μὴν εἰ, ὅτι δυνάμει ἦν τὰ μεταξὺ σημεῖα τῆς ὅλης γραμμῆς, διὰ τοῦτο συνεχῶς ἐπ’ αὐτῶν ἐκινεῖτο, διότι ταῦτά ἐστιν ἐνεργείᾳ πέρας γὰρ ἤδη καὶ ἀρχὴ πρὸς ἑκάτερα τὰ δύο), διὰ τοῦτο στήσεται ἐπ’ αὐτῶν· εἰ γὰρ συνεχῶς κινοῖτο ἐν τῇ ἀνακάμψει, οὐδ’ ἂν πέρας εἴη οὔτ’ ἄν ἀρχὴ τὸ [*](439) σημεῖον οὔθ’ ὅλως ἐνεργείᾳ σημεῖον, ἀλλὰ δυνάμει, ὥσπερ τὰ μεταξύ. ὅλως δέ, εἰ καὶ ἐπὶ τῶν μεταξὺ σημείων † τῷ ἐνεργείᾳ γενέσθαι πέρατι καὶ ἀρχῇ τοῦ στῆναι † ἦν ἐπ’ αὐτοῦ τὸ φερόμενον, δῆλον ὡς ἐν τῷ κατ’ ἐνέργειαν ἤδη πέρατι καὶ ἀρχῇ τοσούτῳ μᾶλλον στήσεταί τε καὶ ἠρεμήσει. πρόσαγε τοίνυν ἤδη καὶ τὴν ἐκ τοῦ συλλογισμοῦ ἀνάγκην τῷ λόγῳ. εἰ τὸ φερόμενον, ἐφ’ οὗ φέρεται συνεχῶς, οὐδενὶ χρῆται ὡς ἐνεργείᾳ σημείῳ, μᾶλλον δὲ ἐφ’ οὗ χρῆσθαι αὐτῷ ἀναγκαῖον, οὐκ ἂν ἐπὶ τούτου φέροιτο συνεχῶς. ἀνάγκη ἄρα στῆναι τὸ ἀνακάμπτον ἐπὶ τῆς εὐθείας. τῷ δὲ δυνάμει εἶναι τὰ μεταξὺ τῆς εὐθείας σημεῖα χρηστέον καὶ πρὸς τὴν Ζήνωνος ἀπορίαν τὴν λέγουσαν, ὅτι οὐχ οἷόν τε κινηθῆναι τὴν πεπερασμένην· ἄπειρα γὰρ ἐν τῇ συνεχεῖ τὰ ἡμίση. ἐνεργείᾳ μὲν γὰρ οὐχ ὅπως ἄπειρα ἐν ἰὴ συνεχεῖ τὰ ἡμίση, ἀλλ’ οὐδὲ δύο ἅμα τε γὰρ τέμνεται ἐνεργείᾳ καὶ πέπαυται συνεχὴς εἶναι), δυνάμει δὲ οὐδὲν ἄτοπον ἄπειρα τὰ ἡμίση τῆς συνεχοῦς εἶναι· τὰ δυνάμει δὲ ἄπειρα οὐκ ἀδύνατον διελθεῖν, ὥστε ὁ διαιρῶν καὶ ἀριθμῶν τὰ ἡμίση διαφθείρει τὴν ὑπόθεσιν τοῦ προβλήματος. ἡμεῖς μὲν γὰρ ζητοῦμεν, εἰ ἄπειρα ἐν τῇ συνεχεῖ τὰ ἡμίση, ὁ δὲ συνεχῆ φυλάττει λοιπὸν οὔτε τὴν εὐθεῖαν οὔτε τὴν κίνησιν· συνδιαιρεῖ γὰρ τῇ τῆς εὐθείας τομῇ καὶ τὴν κίνησιν. ἔστι δὲ καὶ ἐν τῷ χρόνῳ καθάπερ σημεῖον τὸ νῦν· τὸ γὰρ αὐτὸ πέρας καὶ ἀρχή, πέρας μὲν τοῦ παρελθόντος ἀρχὴ δὲ τοῦ μέλλοντος, ἀλλὰ κατὰ τὸ πρᾶγμα, καθ’ ὃ [*](1 ἐνέργειαν — (2) πέρας καὶ om. S οὐ γὰρ —(2. 3) ἐπ’ αὐτοῦ om. L 8 τοῦ om. C 11 πρὸς scripsi (cf. Aristot. 262 a 20 τὸ μέσον πρὸς ἑκάτερον ἄμφω ἐστίν et Simpl. 1280,38 ἀρχὴ καὶ πέρας ἐστὶ πρὸς ἑκάτερον τῶν ἄκρων): καὶ L: om. MCS 12 κινεῖτο L: ἐκινεῖτο C 14 πέρατα S 15 ἀρχῇ L2a: ἀρχὴ MCSL1; puto scribenduiri τὸ ἐν. γε. πέρας τι καὶ ἀρχὴ τοῦ στῆναι 003E; ἦν κτλ. ἐν τῷ CSL et Laur. 85,14: ἐκ τῶν M 16 τοσούτῳ scripsi πολλῷ Simpl. 1281,9): ἐν τούτῳ libri 19 μᾶλλον δὲ] ’delenda sunt, nisi ante haec pauca exciderunt, v. c. τὸ ἐφ’ οὗ χρῆται ὡς ἐνεργείᾳ σημείῳ’ Speugel; mihi totum enuntiatum μᾶλλον δὲ — ἀναγκαῖον post σημείῳ transferendum esse videtur 20 φέροιτο SL: φέρηται MG 21 τὸ δὲ δυνάμει C xa om. L 22 τὴν α τοῦ ζἡνωνος C 23 ἄπειρ M ία super ρ in ras.) συνεχῆ L 24 τῆ ilC, Spengel e coui.: τῷ SL)
    230
    γέlγονεν ἡ μεταβολή, τῷ μέλλοντι μᾶλλον προσνεμητέον· λέγω δὲ οἷον, [*](440) ἐπειδὴ τοῦ χρόνου, ἐν ᾡ ἀπέθνῃσκε Σωκράτης, πέρας τί ἐστιν, ἐν ᾧ πρώτῳ ἀποτέθνηκε, τοῦτο ὡς μὲν κατὰ τὸν χρόνον προσήκει καὶ τῷ παρελθόντι πέρας γὰρ ἐκείνου ἐστίν), ὡς δὲ κατὰ τὸ πρᾶγμα λέγω δὲ τὸ τεθνηκέναι) μᾶλλον προσήκει τῷ μέλλοντι, ἐν ᾦ ὅλον λέγεται τεθνηκέναι. εἰ δὲ ἐρεῖ τις ἐν μὲν τῷ πέρατι τοῦ παρελθόντος ἔτι ἀποθνῄσκειν Σωκράτην, ἐπειδὴ καὶ ἐν ὅλῳ τᾷ παρελθόντι, ἐν δὲ τῇ ἀρχῇ τοῦ μέλλοντος τεθνηκέναι, ἐπειδὴ καὶ ἐν ὅλῳ τῷ μέλλοντι, οὗτος εἰ μὲν ἐφυλάχθη τὸ νῦν, ὥσπερ καὶ τἀληθὲς ἔχει, πέρας τε ὂν ἅμα καὶ ἀρχή, ἅμα ἄν λέγοι καὶ ἀποθνῄσκειν Σωκράτην καὶ τεθνηκέναι, τοῦτο δὲ οὐδὲν διαφέρει τοῦ ζῆν τε ἅμα καὶ τεθνηκέναι Σωκράτην· εἰ δὲ δύο ποιήσει τὰ νῦν, ἐφεξῆς ἀλλήλων ποιήσει τὰ νῦν· ἀλλ’ ἄτοπον· οὐ γὰρ σύγκειται ὁ χρόνος ἐξ ἀμερῶν. ἀλλὰ ταῦτα μὲν ἴσως τοῖς καθόλου περὶ κινήσεως λόγοις οἰκειότερα, ὅτι δὲ ἀνάγκη τὸ φερόμενον ἐπὶ τῆς πεπερασμένης εὐθείας ἵστασθαι πρὶν ἀνακάμπτειν, καὶ ὧδε ἄν τις λογικώτερον δείξειεν. ἅπαν γὰρ τὸ φερόμενον συνεχῶς, ἐὰν ἀπὸ μηδενὸς ἐκκρούηται, εἰς ὅπερ ἦλθε κατὰ τὴν φοράν, εἰς τοῦτο καὶ ἐφέρετο πρότερον· εἰ ἐπὶ τὸ Β ἦλθε, καὶ ἐφέρετο ἐπὶ τὸ Β καὶ οὐ μόνον, ὅτε πλησίον ἦν τοῦ Β, ἀλλ’ εὐθὺς ὡς ἤρξατο κινεῖσθαι, εἴ γε κινεῖται μὲν ἐπὶ τὸ αὐτὸ συνεχῶς, ἐφ’ ὃ δὲ κινεῖται συνεχῶς, ἐπ’ ἐκεῖνο τὴν ὁρμὴν εἶχεν. τούτου δὲ ὄντος ἀληθοῦς τὸ κάτωθεν ἄνω κινούμενον, εἰ γενόμενον ἄνω μὴ ἡσυχάζει καὶ ἠρεμεῖ, ἀλλὰ τῇ αὐτῇ ὁρμῇ συνεχῶς φέρεται ἐπὶ τὸ [*](441) κάτω, καὶ ὅτε ἤρχετο κάτωθεν κινεῖσθαι ἐπὶ τὸ κάτω ἄρα ἐφέρετο. γελοῖον μὲν δὴ καὶ καθ’ αὑτό, μᾶλλον δὲ καὶ οὕτως. εἰ γὰρ ἅπαν τὸ κάτω φερόμενον ἐκ τοῦ ἄνω φέρεται κάτω, δῆλον ὡς τὸ κάτωθεν κινούμενον εἴπερ συνεχῶς ἐπὶ τὸ κάτω κινεῖται, ἤδη ἀφῃρεῖτο ἐκ τοῦ ἄνω καὶ οὔπω γέγονεν ἐν αὐτῷ. τοῦτο δὲ ἀδύνατον· ἀνάγκη ἄρα πρότερον ἵστασθαι ἐν τῷ ἄνω· οὐκ ἄρα μία ἡ κίνησις· ἡ γὰρ διαλαμβανομένη στάσει οὐ μία ἐστίν. καὶ ὁ λόγος δὲ μᾶλλον οἰκεῖος τῶν εἰρημένων. πᾶν γὰρ τὸ μεταβάλλον εἰς τὸ λευκὸν ἐκ τοῦ μέλανος ἡ τοῦ μὴ λευκοῦ ἅμ τε ἀποβέβληκε τὸ μὴ λευκὸν χρῶμα, οἷον τὸ ξανθὸν ἢ τὸ φαιὸν ἢ ὅ τι τύχοι, καὶ γέγονε λευκόν· ἐν γὰρ τῷ πέρατι τῆς εἰς τὸ λευκὸν μεταβολῆς ἔφθαρ- [*](1 ἡ cm. Spengelii operae προσνεμητέον] cf. Simpl. 1294,23 2 τί om. C 3 πρώτως C ἀποτέθνηκε S, Laur. 85,14, Brandis e coni. μεταβέβληκεν Simpl. 1294,15): ἀποτέθνησκε ML: ἀπέθνησκε C τὸν (cf. Simpl. 1294,16) om. L 6 ἔτι] ὅτι C 7 καὶ om. C 7. 8 τῷ σώματι οὕτως S 9 λέγοιτο C 10 τὸν Σωκράτην C 15 ἀπὸ] ὑπὸ Speiigel 19 ἐφ’ — συνεχῶς om. G 20 δὲ ML: δὴ CS τὸ κάτωθεν κτλ.] cf. Simpl. 1302,15 sqq. ἄνω MG: ἂν καὶ SL1: ἂν L2a 21 εἰσυχάζει L 23 ἅπαν] ἄρα G 25 ἐπὶ τὸ κάτω om. L ἀφῃρεῖτο scripsi: ἀφαιροῖτο MGS: ἀφαιροῖτο ἄν L1: φαιροῖτο ἄν (?) L2a φέροιτο ἄν Barb.) εἰ 27 ἡ om. E Aristot. 264 a 20 στάσει GL: στάσις S et Laur. 85,14: στάσις M 28 ἐστίν ante μία FBI Aristot. 264 a 21: om. EK quae leguntur apucl Aristot. ἔτι δὲ (264 a 21) — ἡ κίνησις (264 b 1) praetermisit Tliemistius ὅδε ὁ λόγος Aristot. 264 b 2, uiide ὁ λόγος ὅδε in Them. coni. Spengel)
    231
    τι τὸ πρότερον χρῶμα καὶ γέγονε τοῦτο, ὃ νῦν λαμβάνει. εἰ δὴ ἐν τῷ [*](441) αὐτῷ πέρατι, τοῦτο δέ ἐστιν † ὅτι τῷ αὐτῷ νῦν μεταβάλλει πάλιν ἐκ τοῦ λευκοῦ καὶ μὴ ἐν ἄλλῳ, τρία ἄν εἴη τὰ γινόμενα ἐν τῷ αὐτῷ, ἥ τε φθορὰ τοῦ ξανθοῦ, γένεσις τοὐ λευκοῦ, ἐκ λευκοῦ πάλιν μεταβολή. οὐκ ἄρα συνεχὴς ἡ εἰς τὸ λευκὸν μεταβολὴ τῇ ἐκ τούτου, ἀλλ’ ἐν χρόνῳ μὲν συνεχεῖ καθάπερ καὶ * * * συνεχὴς γὰρ ὅλος ὁ χρόνος· αὗται δὲ ἐφεξῆς αἱ κινήσεις, ἐπεὶ πῶς ἂν εἴη | πέρας τοῦ λευκαίνεσθαι καὶ μελαίνεσθαι [*](442) <ἓν καὶ ταὑτό>; οὔτε γὰρ τὸ μελανθῆναι τοῦ λευκαίνεσθαι πέρας λευκανθῆναι τοὐ μελαίνεσθαι.

    ταῖς μὲν τοίνυν ἄλλαις κινήσεσιν, εἰ μὲν συνεχεῖς ὑποτεθῶσι, τοσαῦτα ἀδύνατα ἕπεται· μόνῃ δὲ τῇ κύκλῳ καὶ ἐπὶ γραμμῆς περιφεροῦς οὐδὲν ἄτοπον ἀκολουθεῖ. τὸ γὰρ ἐκ τοῦ Α κινούμενον ἅμα καὶ εἰς τὸ Α κινήσεται κατὰ τὴν αὐτὴν πρόθεσιν καὶ ὁρμήν· οὐ γὰρ εἰς ἄλλο πρότερον ἥξει σημεῖον οὐδὲ γὰρ ἐνεργείᾳ σημεῖον ἐπὶ τοῦ κύκλου) οὐδὲ ἀνακάμψει ποθὲν ἐπὶ τὸ Α, ἀλλ’ ἅμα τε ἐπὶ τὸ Α καὶ ἐπὶ τὸ Β κινεῖται καὶ οὐχ ἅμα τὰς ἐναντίας οὐδ’ ἅμα τὰς ἀντικειμένας· οὐ γὰρ ἅπασα ἡ ἐκ τοῦ Α τῇ εἰς τὸ Α ἐστὶν ἐναντία, ἀλλ’ ἡ κατ’ εὐθεῖαν· ἐπ’ ἐκείνης γὰρ ἐνεργείᾳ τὰ πέρατα καὶ ἀρχαὶ καὶ δὶς κέχρηται τὸ κινούμενον ἐν] τῷ αὐτῷ ὡς πέρατι καὶ ὡς ἀρχῇ καὶ ἀνάγκη γενέσθαι αὐτό τε ἐν αὐτῷ καὶ ἀπογενέσθαι ἀπ’ 20 αὐτοῦ. διόπερ οὐ συνεχῶς † ἀνενδυάσει νῦν καὶ ὁ μεταξὺ χρόνος τῆς ἠρεμίας· ἐπὶ δὲ τῆς περιφεροῦς τί κωλύει κινεῖσθαι συνεχῶς καὶ μηδένα χρόνον διαλείπειν; τί γάρ ἐστιν ἐνεργείᾳ πέρας, τί δὲ ἀρχή, τί δ’ ὅλως ἄλλο σημεῖον ἤδη ἐνεργείᾳ ὄν, ἐν ᾧ πρότερον δεῖ γενέσθαι; μόνη τοίνυν ἡ κύκλῳ κίνησις ἀπ’ αὐτοῦ εἰς αὐτό, ἡ δὲ κατ’ εὐθεῖαν ἀπ’ αὐτοῦ εἰς ἄλλο καὶ μὲν ἐπὶ τοῦ κύκλου οὐδέποτε ἐπὶ τοῦ αὐτοῦ διαστήματος οὐδὲν γὰρ ὥρισται ἐπὶ τοῦ κύκλου διάστημα ἐνεργείᾳ οὐδ’ ἔστιν ὅπως περιφερείας τινὸς εἴη τοῦ I κύκλου τὰ πέρατα εἰλημμένα, ἀλλὰ καὶ ἄλλη καὶ ἄλλη, [*](443) μᾶλλον δὲ ἀεὶ ἄλλη), ἐπὶ δὲ τῆς εὐθείας ταὐτὸν διάστ·ημα κινεῖται πολλάκις ἐνθένδε ἐκεῖσε κἀκεῖθεν δεῦρο· ὥρισται γὰρ τὰ πέρατα καὶ εἴληπται ἤδη. ἵστασθαι οὖν ἐν αὐτῷ ἀνάγκη· διὰ τοῦτο γὰρ πολλάκις ἐπὶ τοῦ αὐτοῦ διαστήματος, ὅτι ἵσταται ἐπὶ τῶν περάτων καὶ ἀνακάμπτει. εἰ δὲ μὴ ἵστατο, [*](2 ὅτι MCS X, cod. Neapol.: ἐν L; fort, ὅτ’ ἐν μεταλαμβάνει M o ἐν (aute τῷ αὐτῷ) SL: om. MC 4 ἐκ] ἡ C 6 post καὶ in M IX litt. spatium, in S XIII, in L X: sine spatio continual C: σὺ πριάμω (!) ins. X, πρότερον εἴπομεν (quod ad verum proxiine puto aecedit) Neapolit. 7 πέρας] ἔσχατον Aristot. 264 b 8; cf. Alexander ap. Simpl. 1307,6 srjq. 8 ἓν καὶ ταὐτό addidi e Simpl. 1307,5; ante πέρας ins. τὸ αὐτὸ L (ex Aristot. ib.) 13 οὐ] καὶ S 14 ἀνακάμπτει M 15 τὸ α καὶ L2a: τοῦ α καὶ MCSLi τὸ β SL: τοῦ β MC IG ἅπασαι S 18 ἐν delevi: ’fort. ἔνι’ Spengel. at fortasse pro κέχρηται sec. Simpl. 1309,33 κινεῖται restituendum est 19 ἐν τῷ αὐτῶ C 20 ἀνενδυάσει νῦν] et corrupta baec ct lacunosa: cf. Simpl. 1309,35 sqq. ’scrib. μεταξὺ ὁ’ Spengei 22 διαλείπειν SL 24 ἀφ’ αὑτοῦ εἰς αὐτό — ἀφ’ αὑτοῦ Spengei 25 καὶ μὲν M: καὶ ἡ μὲν CSL (ex Arist. 264 b 20); num καὶ ἐπὶ μὲν ? ἐπὶ (post μὲν) Spengei: ἀπὸ libri ἐν τῷ κύκλῳ Arist. ib.) 26 ὡρίσθαι L ὅπως margo S γρ.): ὅλως MCS text. L 27 καὶ ἄλλη alt. om. Spengelii operae 28 ἡ δὲ ἐπὶ Aristot. ib. 29 ἐκεῖσεν L κἀκεῖσε C ’)1 ἵστατο] ἵσταται C)

    232
    ἀεὶ ἂν ἐπ’ αὐτοῦ καὶ συνεχῶς ἐκινεῖτο, ὥσπερ ἐπὶ τῆς περιφερείας. οὐ [*](443) μόνον δὲ ἐπὶ τῆς εὐθείας οὐ κινεῖται συνεχῶς, ἀλλ’ οὐδὲ ἐπὶ τῆς κύκλῳ, ὅταν μὴ κύκλῳ κινῆται, ἀλλ’ ἀνακάμπτῃ· οὐ γὰρ συνάπτει τῇ ἀρχῇ τὸ πέρας, οὐδ’ ὡς ἑνὶ χρῆται, ἀλλ’ ὡς δυσί. καὶ τότε οὖν τὴν αὐτὴν γραμμὴν πολλάκις οὐ γὰρ συνεχῶς οὐδὲ ὡς μίαν, ἀλλ’ ἐφεξῆς)· ὅταν δὲ κύκλῳ, ὡς μίαν κατὰ μίαν γὰρ ὁρμήν), οὐ πολλάκις. πῶς γὰρ ἀριθμήσεις πολλάκις; οὐ γὰρ ἔχεις ἀρχὴν οὐδὲ πέρας. ὅταν δὲ ἐπ’ αὐτῶν λάβῃς στάσιν, ἤδη προτιθεῖς τῷ μὴ ἑστῶτι. οὕτως οὖν καὶ οἴει πολλάκις, ὅτι σαυτῷ λαμβάνεις τοδὶ τὸ σημεῖον ὡς ἀρχὴν καὶ πάλιν ὡς πέρας. δῆλον οὖν ἐκ τούτων, ὅτι μηδὲ οἱ φυσιολογοῖ καλῶς λέγουσι πάντα τὰ αἰσθητὰ κινεῖσθαι φάσκοντες ἀεί, καίτοι μὴ πάντα λέγοντες κύκλῳ κινεῖσθαι, ἀλλὰ καὶ γινόμενα καὶ φθειρόμενα καὶ αὐξανόμενα καὶ μειούμενα καὶ ὅλως ἀλλοιούμενα· καὶ γὰρ τὴν γένεσιν καὶ τὴν φθορὰν ἀλλοίωσιν λέγουσιν. ὁ δὲ λόγος νῦν ἔδειξεν, ὅτι εἰς τὰ ἐναντία οὐχ οἷόν τε συνεχῶς οὐδὲ ἀεὶ κινεῖσθαι. ὅτι μὲν οὖν μόνη ἡ κύκλῳ φορὰ συνεχής, ἔστω τοσαύτα ἥμιν εἰρημένα.

    9. Ὅτι δὲ καὶ πρώτη τῶν ἄλλων φορῶν, λέγομεν | ἤδη πᾶσα [*](444) φορά, ὥσπερ καὶ πρότερον εἴπομεν, ἢ κύκλῳ ἡ εὐθεία ἢ μικτή. τῆς μὲν οὖν μικτῆς πρότεραι αὗται· συγκειμένη γὰρ ἐκ τούτων. ὅτι δὲ τῆς εὐθείας ἡ κύκλῳ προτέρα, δεικτέον. ἢ γὰρ ἄπειρον ἢ πεπερασμένην εὐθεῖαν κινεῖται πᾶν τὸ κινούμενον. ἄπειρος μὲν τοίνυν οὔτε ἔστιν οὐδ’, εἴπερ ἦν, ἐκινεῖτο ἂν ἐπ’ αὐτῆς. οὐ γὰρ γίνεται τὸ ἀδύνατον γίνεσθαι, διελθεῖν δὲ τὴν ἄπειρον ἀδύνατόν ποτε καὶ διιέναι, πεπερασμένην δὲ εἰ κινοῖτο, εἰ μὲν ἀνακάμπτει, οὔτε συνεχὴς κίνησις οὕτε ἁπλῆ, εἰ δὲ παύοιτο καὶ μὴ ἀνακάμπτοι, φθαρτὴ ἡ κίνησις. μόνη τοίνυν ἡ κύκλῳ καὶ ἀίδιος καὶ ἁπλῆ. πρότερον οὖν καὶ φύσει καὶ χρόνῳ. καὶ γὰρ εἰ μὴ δέδεικται οὖσα ἀίδιος, μόνην δέ τινα ἀίδιον δυνατὸν εἶναι, καὶ οὕτως ἂν ἦν προτέρα τῆς τοῦτο μὴ δυναμένης. εὐλόγως δὲ συμβέβηκε μόνην εἶναι συνεχῆ καὶ ἀίδιον τὴν κύκλῳ φοράν· τῆς μὲν γὰρ εὐθείας ὥρισται καὶ ἀρχὴ καὶ τέλος καὶ μέσον, ὥστ’ ἔστιν, ὅθεν ἄρξηται τὸ κινούμενον καὶ οὗ τελευτήσει· τῆς δὲ περιφεροῦς οὐκ ἔστιν οὔτε ἀρχὴ οὔτε πέρας· οὐδὲν γὰρ μᾶλλον τόδε ἢ ὀποιονοῦν πέρας τῆς γραμμῆς· ὁμοίως γὰρ ἕκαστον καὶ ἀρχὴ καὶ μέσον καὶ πέρας. ἀεὶ οὖν ἐν ἀρχῇ καὶ ἀεὶ ἐν τέλει καὶ ἅμα κινεῖται καὶ ἠρεμεῖ πὼς ἡ σφαῖρα· οὐ γὰρ μεταβάλλει τὸν ὅλον τόπον. τῆς δὲ τοιαύτης μονῆς τε ἅμα καὶ κινήσεως αἴτιον, ὅτι ἐπὶ τῆς σφαίρας ἡ κυρίως ἀρχὴ καὶ τὸ κυρίως [*](3 ἀνακάμπτῃ Laur. 85,14 et Spengel e coni.: ἀνακάμπτει MCSL 5 δὲ] δὴ C 7 προτιθεῖς scripsi: προτιθεὶς MS: προτιθῇς L: προστίθης C προστιθεῖς Laur. 85,14) 8 τοδὶ ora. 11 αὐξανόμενα κτλ.] cf. Simpl. 1312,35 12 καὶ γὰρ καὶ G 14 μόνη om. G 16 λέγωμεν Vindob. 110, Spengel e coni. πᾶσα MG: πᾶσα γὰρ SL (ex Aristot. 265 a 14) 18 συγκειμένη a: συγκείμεναι libri 19 πρότερον M: πρώτη Simpl. 1313,29 21 ’fort. del. γίνεσθαι’ Spengel 23 συνεχῆ L 23. 24 ἀνακάυπτοι CL: ἀνακάμπτει MS 24. 25 προτέρα G 25 καὶ φύσει] τῇ φύσει S 26 ἄν om. L τοῦτο] τοῦ Par. 1888, om. Vindob. 110 μὴ om. M 29 ἄρξηται MSL (inalira ἂν ἄρξηται): ἄρξεται G, Spengel e coui. τὸ κινούμενον cm. C 00 σφαῖρα] φορὰ C)

    233
    πέρας τὸ μέσον ἐστίν’ ἀρχὴ μέν, ὅτι ἀπὸ τούτου ἡ σφαῖρα ἡ γὰρ [*](444) ἀπὸ τούτου πανταχόθεν ἴση ἀπόστασις κύκλος), πέρας δέ, ὅτι εἰς τοῦτο τελευτῶσιν αἱ ἀπὸ τῆς περιφερείας εὐθεῖαι. ἐπεὶ τοίνυν οὐκ ἐπὶ τὸ [*](445) πέρας, ἀλλὰ περὶ τὸ πέρας κινεῖται, τοῦτο δὲ ἀεὶ ἐν ταὐτῷ μένει, ἀεὶ μὲν διὰ τοῦτο κινεῖται, ὅτι οὐδὲ πεπέρασται ἐπὶ τὸ πέρας, ἐν ταὐτῷ δὲ ἀεί, ὅτι ἀεὶ περιμένει τὸ πέρας. ἡ οὖν κύκλῳ ἡ πρώτη φορὰ τῶν κινήσεων εὐλόγως καὶ μετρεῖ τὰς ἄλλας· ἡμέρα γὰρ καὶ νὺξ καὶ ὧραί εἰσιν οἴμαι κινήσεις πᾶσαι καὶ μετροῦνται ἀπὸ τῆς κύκλῳ φορᾶς, τὸ εἶναι δὲ κύκλον τὰ ἀνθρώπεια πράγματα ἀπὸ τῆς κυκλοφορίας ἐλήλυθεν. ἔτι δὲ καὶ ὁμαλὴν ἰὴν κύκλῳ ἐνδέχεται μόνην εἶναι, τῶν δὲ ἐπ’ εὐθείας ὅσα μὲν βίᾳ καὶ παρὰ φύσιν κινεῖται, δῆλον ὅτι καὶ ἀνώμαλα· ὅσα δὲ κατὰ φύσιν, τοσούτω θᾶττον ἅπαντα φέρεται, ὅσῳ ἂν πλείω ἀφίστηται τοῦ τόπου, ἐν ᾧ πρότερον ἠρέμει· κεκίνηται γὰρ ἐγγυτέρω τοῦ συγγενοῦς.

    10. Ὅτι μὲν οὖν ἀίδιον καὶ ἀκίνητον τὸ πρῶτον κινοῦν, ἐν τοῖς ἔμπροσθεν ἀποδέδεικται· ὅτι δ’ ἀμερὲς καὶ ἀσώματον, λέγομεν ἤδη. κείσθω ὄη πᾶν τὸ κινούμενον ὑπὸ σώματος μὴ κατὰ τὴν ἑαυτοῦ φύσιν κινεῖσθαι, ἀλλὰ βίᾳ καὶ ἔξωθεν· ὁρῶμεν δὲ ἐπὶ τῶν οὕτω κινούντων τε καὶ κινουμένων ἀεὶ τὴν μείζονα δύναμιν τῆς ἐλάττονος ἐπὶ πλέονά τε χρόνον δυναμένην κινεῖν τὸν αὐτὸν ὄγκον καὶ ἐν ἐλάττονι χρόνῳ ταὐτὸν διάστημα· τὴν γὰρ αὐτὴν μύλην ἡμίονος μὲν ἐφ’ ἡμέραν ὅλην κινήσει ἄν, ἀνθρώπῳ δὲ ἀγαπητὸν ἐπὶ μεσημβρίαν· καὶ ἡ μὲν ἐν ἀκαρεῖ χρόνῳ | μίαν περιάγει [*](446) στροφήν, ὁ δὲ ἐν πλείονι. τούτων τοίνυν φανερῶν ὄντων ἀμήχανον τὸ κινούμενον ἐν ἀπείρῳ χρόνῳ συνεχῆ τε καὶ ἀίδιον κίνησιν ὑπὸ σώματος τοῦ πρώτου κινεῖσθαι· ἢ γὰρ ἄπειρον ἢ πεπερασμένον ἔσται τὸ κινοῦν σῶμα· καὶ ἄπειρον μὲν οὐκ ἐνδέχεται· λείπεται δὲ πεπρασμένον. εἰ δὲ πεπερασμένον ἤτοι πεπερασμένην ἢ ἄπειρον ἕξει τὴν δύναμιν. εἰ μὲν οὖν πεπερασμένην, εἰλήφθω τῆς αὐτῆς μείζων ἄλλη δύναμις καὶ πλείονα χρόνον κινήσει ἢ ὅσον ἡ πεπερασμένη κινεῖ τὸν αὐτὸν ὄγκον, τοῦ δὲ ἀπείρου πλείων οὐκ ἔσται. εἰ δὲ ἄπειρον, ἐν οὐδενὶ χρόνῳ κινήσει τὸ αὐτὸ μέγεθος, ὅπερ ἡ πεπερασμένη τε καὶ ἐλάττων ἐν τοσῷδε χρόνῳ· οὐ γὰρ ἔχει λόγον ἡ ὑπεροχὴ τῆς δυνάμεως, ἀλλ’ ὥσπερ ἀδύνατον λαβεῖν, ὅσῳ μείζων ἐστὶν [*](2 ἴση (cf. Simpl. 1316,14) om. M 4 ἀλλά περὶ τὸ πέρας om. C 5 πεπέραται S marg. 6 ἀεὶ post πέρας coll. C 7 ὥρα C 13 ἠρέμει Spengel e coni.: ἠρεμεῖ libri κεκίνηται M, Spengel e coni.: κεκίνηκε CS: κεκίνη (!) L 14 quae leguntur apud Aristot. Ὅτι δ’ (265 b 17) — φαμεν (266 a 5) praetermisit Themistius 15 λέγωμεν Spengel (ut ElK Aristot. 266 a 11) κείσθω L2a: κινείσθω MCSL, 16 κινεῖσθαι om. C 18 πλέον ἄτε 20 κινήσει ἄν MSL κινήσειεν Simpl. 1321,10) κινήσοι ἄν C et Neapolit.: κινήσειεν ἄν X, Spengel e coni. (vel κινήσει), Diels ad Simpl. 1. c. 21 ἐπὶ μεσημβρία scripsi: ἐπὶ διαημερίαν libri: ἐπὶ ἡμισημερίαν Paris. 1859: ἕως μεσημβρίας Simpl. 1321,11 (ubi pro ἀγαπητὸς scribendum esse ἀγαπητόν x003C;, x003E; coni. Diels) 24 πεπερασμένον M πε alt. in ras.) 25 λείπεται L: λει M: λείπει CS 27 τῆς αὐτῆς] τις αὐτῆς Spengel: inalim ταύτης ἄλλη μείζων C 28 πλειόνων L 31 ὅσῳ SL et Laur. 85,14: ὅσων MC: ὅσον Χ)

    234
    ἡ δύναμις τῆς πεπερασμένης ἡ ἄπειρος, οὕτως ἀδύνατον ἔσται λαβεῖν, ὅσῳ [*](446) ἐλάττων ὁ χρόνος τοῦ χρόνου, καθ’ ὃν ἡ ἄπειρος κίνησις κινεῖ ταὐτὸν διάστημα τοῦ καθ’ ὃν ἡ πεπερασμένη. τοίνυν ἢ οὐ κινήσει τὸ σύνολον ἡ ἄπειρός τε καὶ μείζων, ὃ κεκίνηκεν ἡ ἐλάττων, ἢ οὐκ ἐν χρόνῳ κινήσει· ἄμφω δὲ ἄλογα καὶ ἀδύνατα. ὅλως δὲ ἀμήχανον ἄπειρον δύναμιν ἐν πεπερασμένῳ μεγέθει· ὅπου γὰρ τοῦ μεγέθους ἔστι μείζω λαβεῖν, ἐπεὶ καὶ τὰ] τῆς δυνάμεως. ἀρκεῖ δὲ ἄνευ πάσης ἀμφισβητήσεως ἀποδεῖξαι καὶ ἐκ τῶν διωρισμένων, ὅτι μὴ σῶμα τὸ πρῶτον κινοῦν· εἰ γὰρ ἀκίνητον ὅλως τὸ πρῶτον κινοῦν, ἀμήχανον τοῦτο σῶμα εἶναι. πᾶν γὰρ σῶμα κινοῦν καὶ κινεῖται· ἢ γὰρ ὠθοῦν ἢ ἕλκον ἢ δινοῦν ἢ ὀχοῦν † ῥιπτούντων ἄλλος | λόγος· [*](447) δοκεῖ γὰρ καὶ ἡ κατά τινα τῶν ἄλλων τρόπων, περὶ δὲ τῶν † ἠρεμούντων αὐτῶν ἔτι κινεῖσθαι ἐπὶ πολὺ τὰ βληθέντα. φέρεται γὰρ χρόνον τινὰ τὸ βέλος καὶ ἠρεμήσαντος τοῦ ἀφέντος καὶ ἀπορεῖται, πῶς κινεῖται ταῦτα καὶ ὑπὸ τίνος· οὔτε γὰρ ὑφ’ αὑτῶν οὐ γὰρ τῶν αὐτοκινήτων ἐστίν) οὔθ’ ὑπὸ τοῦ βάλλοντος ἀπέστη γὰρ ἐκεῖνος ἀφεὶς καὶ ἡσυχάζει). λέγεται μὲν οὖν, ὅτι μὴ τὸ βέλος μόνον ἐκίνησεν ὁ τοξεύων, ἀλλὰ καὶ τὸν ἀέρα τὸν πλησίον, ὃς κινεῖται ὑπὸ τοῦ ῥίψαντος αὐτὸ ἤδη τὸ ῥιφθέν. οὗτος δὲ ὁ λόγος μετατίθησι τίθησι τὴν ἀπορίαν, οὐ λύει· πάλιν γὰρ ὁ ἀὴρ πῶς κινεῖται τοὐ κινοῦντος οὐχ ἁπτομένου; οὔτε ὑπ’ αὐτοῦ οὐδὲ γὰρ ζῷον) οὔθ’ ὑπὸ τοῦ ῥίψαντος πέπαυται γάρ)· ὑπὸ τίνος οὖν, εἴπερ πᾶ) ὑπό τινος κινεῖται τὸ κινούμενον; ἐπεὶ καὶ ἡ λίθος οὐ τὸ πλησίον ἕλκει σιδήριον, ἀλλὰ καὶ τὸ ἐφεξῆς, οὗ μὴ ἅπτεται· ἀλλ’ ὅταν ἀπέλθῃ, πέπαυται καὶ τὸ ἐγγὺς ἅμα καὶ τὸ ἐχόμενον. αἴτιον δέ, ὅτι τὸ σιδήριον ἐκεῖνο τὸ πρὸς τῇ λίθῳ οὐκ οἰκείαν ἔσχε δύναμιν τὸ ἐπισπᾶσθαι, ἀλλ’ ἐλάμβανε παρὰ τῆς λίθου, ἧς εἴπερ ἀφαιρεθείη, εὐθὺς συναφαιρεῖται καὶ τὴν δύναμιν. ἔδει τοίνυν καὶ τὸν ἀέρα ταὐτὸν ὑπομένειν καὶ παύεσθαι ἐπελθόντος τοῦ ῥίψαντος ἢ βάλλοντος, οὕτως δὲ εὐθὺς ἔδει καταφέρεσθαι καὶ τὸ ῥιπτούμενον· ἢ οὐ μόνον κινεῖται ὁ πλησίον ἀήρ, ἀλλά καὶ δύναμιν τοῦ κινεῖν λαμβάνει; καὶ ταύτην δὴ οὐχ οἵαν τὸ παρὰ τῆς λίθου σιδήριον, ἀλλ’ ὥστε οἰκείαν ποιῆσαι καὶ ἑαυτοῦ, [*](5 ὅλως] ὅτι G ἀμήχανον] ’adde εἶναι vel λαβεῖν’ Spengel; cf. Aristot. 266 a 25 et Simpl. 1324,7, quorum testimonio εἶναι commendari videtur. at puto λαβεῖν e v. 1 audiri δύναμιν ἄπειρον CSL 6 μείζω MCS2 et Neapolit.: μείζων SjL et Laur. 85,14: μεῖζον X, Victoriu.s e coni.: τὸ μεῖζον Simpl. 1342,6 7 τὰ del. Spengel: at fortasse ἔστι vel ἔσται scrib. 10 ἕλκων S,: ἕλκὥν L ῤιπτούντων MSL: (et Par. 1888?) ῥιπτοῦν Laur. 85,14: ῥιπτοῦν . . . (cum lacuna) Vindob. 110: ’fort. ῥιπτοῦν, τοῦτον δέ’ Spengel. equidem transpositis verbis (v. 11) κατά — περὶ δὲ τῶν totum locum sic restitiiendum puto: ἡ ὀχοῦν ἢ κατά τινα τῶν ἄλλων τρόπων. περὶ δὲ τῶν ῥιπτούντων ἄλλος λόγος• δοκεῖ γὰρ καὶ ἡ] ἠρεμούντων αὐτῶν ἔτι κινεῖσθαι ἐπὶ πολὺ τὰ βληθέντα 11 ἡ del. a τῶν ἄλλων τρόπων MS: τῶν ἄλλον τρόπον CL: ἄλλον τρόπον Spengel περὶ — (12) κινεῖσθαι] ἐπεὶ αὑτῶν ἠρεμούντων ἔτι κινεῖται a 13 καὶ tert. om. S 14 ἑαυτῶν L οὔθ’] οὔτε L 15 καὶ ἡσυχάζει ἀφεὶς C 17 αὐτὸ CL et Laur. 85,14: αὐτὸς MS ῥιφέν C 21 ἀλλὰ καὶ ML: ἀλλὰ CS 24 παρὰ τοῦ λίθου C 25 συναναιρεῖται M τοίνυν M τοί in ras.) 27 ῥιπτόμενον M2CSL 28 δὴ scripsi: ἡ MSL: om. ἴ’ et Laur. 85,14, Spengel e coni. 29 τὸ L: τῆς MCS ἀλλ’ ὥστε] ἄλλοτε S οἰκείαν L2a: οἰκεῖον MCSL, αὐτοῦ SL)
    235
    ὥσπερ οἶμαι καὶ ὑπὸ τοῦ πυρὸς τὸ πύρινον οὐ θερμαίνεται μόνον, ἀλλὰ [*](447) καὶ δύναμιν οἰκείαν τοῦ θερμαίνειν λαμβάνει καὶ ταύτην ἀεὶ δίδωσιν [*](448) ἐφεξῆς καὶ τοῦτο πρόεισιν μέχρι τινός, εἶτα κατ’ ὀλίγον παύεται μειουμένης ἐν τῇ διαδοχῇ τῆς δυνάμεως τῆς ἀπὸ τοῦ πυρὸς ἐνδοθείσης. οὕτω δὲ καὶ τὸν ἀέρα εἴποι τις ἄν καὶ τὸ ὕδωρ ἐπαμφοτερίζοντα ταῖς δυνάμεσι καὶ μετέχοντα καὶ βαρύτητος κουφότητος, ἐφ’ ὅπερ ἂν τοῦ φέρεσθαι τὴν ἀρχὴν παρὰ τοῦ ῥίπτοντος καὶ τὸ ἐνδόσιμον λάβῃ, ἐπὶ τοῦτο λοιπὸν φέρεσθαι ἐξ αὐτῶν καὶ οἷον αὐτοκίνητα γίνεσθαι χρόνον τινὰ κινούμενά τε ἅμα καὶ κινοῦντα, κινούμενα δὲ οὐκέθ’ ὑπὸ τοῦ βάλλοντος, ἀλλ’ ὑπὸ τῆς οἰκείας δυνάμεως, ἧς τὸ ἐνδόσιμον παρὰ τοῦ ῥίψαντος ἔσχεν, ὥσπερ καὶ τὸ ὕδωρ ὑπὸ τοῦ πυρὸς θερμανθὲν καὶ ἀπελθόντος τοῦ πυρὸς οὐκ αὐτὸ μόνον θερμόν ἐστιν, ἀλλὰ καὶ τοῦ θερμαίνειν ἐπὶ πολὺ φυλάττει τὴν δύναμιν. οὕτως γὰρ ἄμεινον λέγειν ἢ τὴν ἀντιπερίστασιν αἰτιᾶσθαι, ἣ γίνεται μὲν ἐξ ἀνάγκης παρὰ τῶν ῥιπτομένων· ἀντιμεθίσταται γὰρ ὁ ἀήρ· οὐ μὴν διὰ ταύτην ἡ κίνησις· καὶ γὰρ βαδιζόντων ἀντιπερίστασις, ἀλλ’ οὐ διὰ τοῦτο βαδίζομεν ἁπλῆ τέ ἐστι μετάστασις καὶ μεταχώρησις τῶν τόπων. δραστικὸν δὲ οὐδὲν οὔτε κινητικὸν ἡ ἀντιπερίστασις ἔχει· οὔτε γὰρ στενοχωρεῖται χωρεῖται ἀντιμεθιστάμενος ἀήρ, ὥστε βιάζεσθαι καὶ προσωθεῖν· οὐδὲ γὰρ γίνεται πλείων ἔτι κατὰ τὴν ἀντιπερίστασιν ἅμα τε γὰρ τὸ ῥιφθὲν ἀπωθεῖται ὑπὸ τοῦ ῥίψαντος εἰς τὸ πρόσθεν καὶ ἀντιπεριίσταται ὁ ἀὴρ εἰς τὸ ὄπισθεν. τί οὖν αἴτιον τῆς μετὰ ταῦτα προόδου; φανερὸν δέ, ὅτι μηδὲ συνεχὴς ἡ τοιαύτη κίνησις· οὐδὲ γὰρ ἓν τὸ κινοῦν, ἀλλ’ ἐχόμενα ἀλλήλων, ἀλλ’ οὐδ’ ὁμαλής· οὐ γὰρ ὁμοίως | φέρεται, ἐγγύς τε καὶ πόρρω ἰῆς ἀρχῆς. [*](449) εἰ τοίνυν ὡς ἐπὶ τῶν ῥιπτουμένων τὴν κίνησίν τις λέγει γίνεσθαι εἴτε ὡς ἐπὶ τῶν ὠθούντων τε καὶ ἑλκόντων, οὐ συνεχὴς οὐδ’ ὁμαλὴς οὕτω γινομένη κίνησις· ἐπὶ μὲν τῶν ῥιπτουμένων, ὅτι ἄλλο καὶ ἄλλο τὸ κινοῦν, ἐπὶ δὲ τῶν ὠθούντων τε καὶ ἑλκόντων, ὅτι εἰ καὶ ἓν τὸ κινοῦν, ἀλλὰ καθ’ ἑκάστην ὦσιν ἡ ἕλξιν ἀρχή τις γίνεται ἀναπαυομένου τοῦ ἕλκοντος καὶ ὠθοῦντος· οὐ γὰρ ἄπονον τὸ οὕτως κινοῦν. δῆλον οὖν ὅτι ἀμερὲς τὸ πρῶτον κινοῦν, εἴπερ μὴ τῷ κινεῖσθαι κινεῖ μηδὲ συμβάλλει, ἀλλ’ ἀεί τε δύναται κινεῖν ἄπονον γὰρ τὸ οὕτως κινεῖν) καὶ ὁμαλὴς αὕτη κίνησις μόνη. οὐ γὰρ ἔχει μεταβολὴν τὸ κινοῦν οὐδεμίαν, δεῖ δὲ οὔτε τὸ κινούμενον πρὸς [*](3 τοῦτο πρόεισιν κτλ.] cf. Simpl. 1346,18 sqq. κατ’ ὀλίγον CSL, Simpl. 1349,1: μετ’ ὀλίγον M: πρὸς ὀλίγον Alexander apud Simpl. 1347,6 7 ῥίπτοντος MC (malim ῥίψαμτπς ῥίψαντος SL 11 τοῦ πυρὸς] τούτου . . . (cum III iitt. lacuna) C 12 θερμόν] IV vel V Iitt. lac. C τῷ θερμαίνειν C 13 λέγειν ἢ M (v et ἢ in ras. VI fere Iitt.) 14 παρὰ CSL: περὶ il ῥιπτουμένων Spengel (cf. V. 7) μεθίσταται C 15 ταύτην MC: ταῦτα SL; an ταῦτ’ ἢν ? 18 βιάζεσθαι] βαδίζεσθαι L 19 ῥιφὲν C1 19. 20 ἀποθεῖται L 24 ὡς] ὥσπερ L λέγει MC: λέγοι SL2, Spengel e coni.: λέγη Lja 26 μὲν] μὲν οὖν C 29 κινοῦν] κινεῖν Spengel 30 συμβάλλει MCS (ut I Aristot. 267 b 2): συμμεταβάλλει L (et EFHK Aristot.) ἀεί τε scripsi sec. EIK Aristot. 267b3: ἀεὶ τὸ MCSL,: ἀεὶ Loa et ni Aristot. 31 ἄπονον— κινεῖν om. C 32 τὸ κινοῦν οὐδεμίαν] sic EK Aristot. 267 bj: οὐδεμίαν τὸ κινοῦν FHI δὲ — κινούμενον] γάρ C)
    236
    ἐκεῖνο ἔχειν μεταβολήν, ἵνα ὁμοία ἡ κίνησις ᾖ. ἀνάγκη δὲ ἡ ἐν [*](449) μέσῳ ἢ ἐν κύκλῳ εἶναι· τοιαῦται γὰρ αἱ ἀρχαί, ἀλλὰ τάχιστα κινεῖται τὰ ἐγγύτατα τοῦ κινοῦντος, τοιαύτη δὲ ἡ τοῦ ὅλου κίνησις· ἐκεῖ ἄρα τὸ κινοῦν.

    [*](1 ἐκεῖνο CS et EHK Aristot. 267 b 5: ἐκείνου M et FI Aristot.: ἐκεῖ L: ἐκείνην a ante μεταβολήν add. τὴν G δὲ] sic Fl ’ 267 b 6: δὴ EHK quae apud Aristotelem post κινοῦν (267 b 9) usque ad finem operis leguutur, praetermisit Themistius)