Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

τί οὖν; οὐ συμβαίνει, εἴποι τις ἄν, πρὶν ἢ γενέσθαι γεγονέναι; εἰ γὰρ ποιεῖ ἑαυτόν, τῷ μὲν ἑαυτὸν οὔπω ἔστι, τῷ δ̓ αὖ ποιεῖν ἔστιν ἤδη πρὸ ἑαυτοῦ τοῦ ποιουμένου ὄντος αὐτοῦ. πρὸς ὃ δὴ λεκτέον, ὡς ὅλως οὐ τακτέον κατὰ τὸν ποιούμενον,

2.505
ἀλλὰ κατὰ τὸν ποιοῦντα, ἀπόλυτον τὴν ποίησιν αὐτοῦ τιθεμένοις, καὶ οὐχ ἵνα ἄλλο ἀποτελεσθῇ ἐξ αὐτοῦ τῆς ποιήσεως, ἀλλ̓ οὔσης ἐνεργείας αὐτοῦ οὐκ ἀποτελεστικῆς, ἀλλ̓ ὅλου τούτου ὄντος: οὐ γὰρ δύο, ἀλλ̓ ἕν. οὐδὲ φοβητέον ἐνέργειαν τὴν πρώτην τίθεσθαι ἄνευ οὐσίας, ἀλλ̓ αὐτὸ τοῦτο τὴν οἷον ὑπόστασιν θετέον. εἰ δὲ ὑπόστασιν ἄνευ ἐνεργείας τις θεῖτο, ἐλλιπὴς ἡ ἀρχὴ καὶ ἀτελὴς ἡ τελειοτάτη πασῶν ἔσται. καὶ εἰ προσθείη ἐνέργειαν, οὐχ ἓν τηρεῖ. εἰ οὖν τελειότερον ἡ ἐνέργεια τῆς οὐσίας, τελειότατον δὲ τὸ πρῶτον, πρῶτον ἂν ἐνέργεια εἴη. ἐνεργήσας οὖν ἤδη ἐστὶ τοῦτο καὶ οὐκ ἔστιν, ὡς πρὶν γενέσθαι ἦν: ὅτε γάρ, οὐκ ἦν πρὶν γενέσθαι, ἀλλ̓ ἤδη πᾶς ἦν. ἐνέργεια δὴ οὐ δουλεύσασα οὐσίᾳ καθαρῶς ἐστιν ἐλευθέρα καὶ οὕτως αὐτὸς παῤ αὑτοῦ αὐτός. καὶ γὰρ εἰ μὲν ἐσώζετο εἰς τὸ εἶναι ὑπ̓ ἄλλου, οὐ πρῶτος αὐτὸς ἐξ αὑτοῦ: εἰ δ̓ αὐτὸς αὑτὸν ὀρθῶς λέγεται συνέχειν,
755
αὐτός ἐστι καὶ ὁ παράγων ἑαυτόν, εἴπερ, ὅπερ συνέχει κατὰ φύσιν, τοῦτο καὶ ἐξ ἀρχῆς πεποίηκεν εἶναι. εἰ μὲν οὖν χρόνος ἦν, ὅθεν ἤρξατο εἶναι, τὸ πεποιηκέναι κυριώτατον ἂν ἐλέχθη: νῦν δέ, εἰ καὶ πρὶν αἰῶνα εἶναι ὅπερ ἔστιν ἦν, τὸ πεποιηκέναι ἑαυτὸν τοῦτο νοείσθω τὸ σύνδρομον εἶναι τὸ πεποιηκέναι καὶ αὐτό: ἓν γὰρ τῇ ποιήσει καὶ οἷον γεννήσει ἀιδίῳ τὸ εἶναι. ὅθεν καὶ τὸ ἄρχον ἑαυτοῦ: καὶ εἰ μὲν δύο, κυρίως, εἰ δὲ ἕν, τὸ ἄρχον μόνον: οὐ γὰρ ἔχει τὸ ἀρχόμενον. πῶς οὖν ἄρχον οὐκ ὄντος πρὸς ὅ; ἢ τὸ ἄρχον ἐνταῦθα πρὸς τὸ πρὸ αὐτοῦ, ὅτι μηδὲν ἦν. εἰ δὲ μηδὲν ἦν, πρῶτον: τοῦτο δὲ οὐ τάξει, ἀλλὰ κυριότητι καὶ δυνάμει αὐτεξουσίῳ καθαρῶς. εἰ δὲ καθαρῶς,
2.506
οὐκ ἔστιν ἐκεῖ λαβεῖν τὸ μὴ αὐτεξουσίως. ὅλον οὖν αὐτεξουσίως ἐν αὑτῷ. τί οὖν αὐτοῦ, ὃ μὴ αὐτός; τί οὖν, ὃ μὴ ἐνεργεῖ; καὶ τί, ὃ μὴ ἔργον αὐτοῦ; εἰ γάρ τι εἴη μὴ ἔργον αὐτοῦ ἐν αὐτῷ, οὐ καθαρῶς ἂν εἴη οὔτε αὐτεξούσιος οὔτε πάντα δυνάμενος: ἐκείνου τε γὰρ οὐ κύριος πάντα τε οὐ δυνάμενος. ἐκεῖνο γοῦν οὐ δύναται, οὗ μὴ αὐτὸς κύριος εἰς τὸ ποιεῖν.