Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

ἀλλὰ τὸ μὴ ὑποστὰν τοῦτο τί; ἢ σιωπήσαντας δεῖ ἀπελθεῖν, καὶ ἐν ἀπόρῳ τῇ γνώμῃ θεμένους μηδὲν ἔτι ζητεῖν. τί γὰρ ἄν τις καὶ ζητήσειεν εἰς οὐδὲν ἔτι ἔχων προελθεῖν πάσης ζητήσεως εἰς ἀρχὴν ἰούσης καὶ ἐν τῷ τοιούτῳ ἱσταμένης; πρὸς δὲ τούτοις ζήτησιν ἅπασαν χρὴ νομίζειν ἢ τοῦ τί ἐστιν εἶναι ἢ τοῦ οἷον ἢ τοῦ διὰ τί ἢ τοῦ εἶναι. τὸ μὲν οὖν εἶναι, ὡς λέγομεν ἐκεῖνο εἶναι, ἐκ τῶν μετ̓ αὐτό: τὸ δὲ διὰ τί ἀρχὴν ἄλλην ζητεῖ: ἀρχῆς δὲ τῆς πάσης οὐκ ἔστιν ἀρχή: τὸ δὲ οἷόν ἐστι ζητεῖν τί συμβέβηκεν αὐτῷ, ᾧ συμβέβηκε μηδέν: τὸ δὲ τί ἐστι δηλοῖ μᾶλλον τὸ μηδὲν δεῖν περὶ αὐτοῦ ζητεῖν αὐτὸ μόνον, εἰ δυνατὸν αὑτοῖς, λαβόντας ἐν νῷ μηδὲν αὐτῷ θεμιτὸν εἶναι προσάπτειν μαθόντας. ὅλως δὲ ἐοίκαμεν ταύτην τὴν ἀπορίαν ἐνθυμηθῆναι περὶ ταύτης τῆς φύσεως, εἴπερ ἐνεθυμήθημεν, ἐκ τοῦ πρῶτον μὲν τίθεσθαι χώραν καὶ τόπον, ὥσπερ τι χάος, εἶτα χώρας ἤδη οὔσης ἐπαγαγεῖν ταύτην τὴν φύσιν εἰς τὸν ἐν τῇ φαντασίᾳ ἡμῶν γεγονότα ἢ ὄντα τόπον, εἰσαγαγόντας δὲ αὐτὸν εἰς τὸν τοιοῦτον τόπον οὕτω τοι ζητεῖν, οἷον πόθεν καὶ πῶς ἐλήλυθεν ἐνταῦθα, καὶ ὥσπερ ἔπηλυν ὄντα ἐζητηκέναι αὐτοῦ τὴν παρουσίαν καὶ οἷον τὴν οὐσίαν, καὶ δὴ καὶ ὥσπερ ἔκ τινος βάθους ἢ ἐξ ὕψους τινὸς ἐνθάδε ἐρρϊφθαι.

2.493
διόπερ δεῖ τὸ αἴτιον τῆς ἀπορίας ἀνελόντα ἔξω ποιήσασθαι τῆς ἐπιβολῆς τῆς πρὸς αὐτὸν πάντα τόπον καὶ μηδὲ ἐν ὁτῳοῦν τίθεσθαι αὐτόν, μήτε ἀεὶ κείμενον ἐν αὐτῷ καὶ ἱδρυμένον μήτε ἐληλυθότα, ἀλλ̓ ὄντα μόνον, ὡς ἔστι, λεγόμενον ὑπ̓ ἀνάγκης τῶν λόγων εἶναι, τὸν δὲ τόπον, ὥσπερ καὶ τὰ ἄλλα, ὕστερον καὶ ὕστερον ἁπάντων. τὸ οὖν ἄτοπον τοῦτο νοοῦντες, ὡς νοοῦμεν, οὐδὲν περὶ αὐτὸν ἔτι τιθέντες οἷον κύκλῳ οὐδὲ περιλαβεῖν ἔχοντες ὅσος οὐδὲ τὸ ὅσον αὐτῷ συμβεβηκέναι φήσομεν: οὐ μὴν οὐδὲ τὸ ποιόν: οὐδὲ γὰρ μορφή τις περὶ αὐτὸν οὐδὲ νοητὴ ἂν εἴη: οὐδὲ τὸ πρὸς ἄλλο: ἐφ̓ αὑτοῦ γὰρ καὶ ὑφέστηκε, πρὶν ἄλλο. τί ἂν οὖν ἔτι εἴη τὸ οὕτω συνέβη; ἢ πῶς φθεγξόμεθα τοῦτο, ὅτε καὶ τὰ ἄλλα ἐν ἀφαιρέσει πάντα τὰ περὶ τούτου λεγόμενα; ὥστε ἀληθὲς μᾶλλον οὐ τὸ οὕτω συνέβη, ἀλλὰ τὸ οὐδὲ οὕτω συνέβη, ὅπου καὶ τὸ οὐδὲ συνέβη ὅλως.

τί οὖν; οὐκ ἔστιν ὃ ἔστι; τοῦ δὲ εἶναι ὃ

746
ἔστιν ἢ τοῦ ἐπέκεινα εἶναι ἆρά γε κύριος αὐτός; πάλιν γὰρ ἡ ψυχὴ οὐδέν τι πεισθεῖσα τοῖς εἰρημένοις ἄπορός ἐστι. λεκτέον τοίνυν πρὸς ταῦτα ὧδε, ὡς ἕκαστος μὲν ἡμῶν κατὰ μὲν τὸ σῶμα πόρρω ἂν εἴη οὐσίας, κατὰ δὲ τὴν ψυχὴν καὶ ὃ μάλιστα ἐσμὲν μετέχομεν οὐσίας καὶ ἐσμέν τις οὐσία. τοῦτο δέ ἐστιν οἷον σύνθετόν τι ἐκ διαφορᾶς καὶ οὐσίας οὔκουν κυρίως οὐσία οὐδ̓ αὐτοουσία: διὸ οὐδὲ κύριοι τῆς αὑτῶν οὐσίας. ἄλλο γάρ πως ἡ οὐσία καὶ ἡμεῖς ἄλλο, καὶ κύριοι οὐχ ἡμεῖς τῆς αὑτῶν οὐσίας, ἀλλ̓ ἡ οὐσία αὐτὴ ἡμῶν, εἴπερ αὕτη καὶ τὴν διαφορὰν προστίθησιν. ἀλλ̓ ἐπειδὴ ὅπερ κύριον ἡμῶν ἡμεῖς πως ἐσμέν, οὕτω
2.494
τοι οὐδὲν ἧττον καὶ ἐνταῦθα λεγοίμεθα ἂν αὑτῶν κύριοι: ὃ δέ γε παντελῶς ἐστιν ὃ ἔστιν καὶ οὐκ ἄλλο μὲν αὐτό, ἄλλο δὲ ἡ οὐσία αὐτοῦ, ἐνταῦθα ὅπερ ἔστι τοῦτο ἐστὶ καὶ κύριον καὶ οὐκέτι εἰς ἄλλο ᾗ ἔστι καὶ ᾗ ἐστιν οὐσία. καὶ γὰρ αὖ ἀφείθη κύριον εἶναι αὑτοῦ, ᾗ ὃ πρῶτον εἰς οὐσίαν. τὸ δὴ πεποιηκὸς ἐλεύθερον τὴν οὐσίαν, πεφυκὸς δηλονότι ποιεῖν ἐλεύθερον καὶ ἐλευθεροποιὸν ἂν λεχθέν, τίνι ἂν δοῦλον εἴη; εἴπερ ὅλως καὶ θεμιτὸν φθέγγεσθαι. τὸ δὲ τῇ αὐτοῦ οὐσίᾳ: ἀλλὰ καὶ αὕτη παῤ αὐτοῦ ἐλευθέρα καὶ ὑστέρα καὶ αὐτὸ οὐκ ἔχον οὐσίαν. εἰ μὲν οὖν ἐστί τις ἐνέργεια ἐν αὐτῷ καὶ ἐν τῇ ἐνεργείᾳ αὐτὸν θησόμεθα, οὐδ̓ ἂν διὰ τοῦτο εἴη ἂν ἕτερον αὑτοῦ καὶ οὐκ αὐτὸς αὑτοῦ κύριος, ἀφ̓ οὗ ἡ ἐνέργεια, ὅτι μὴ ἕτερον ἐνέργεια καὶ αὐτός. εἰ δ̓ ὅλως ἐνέργειαν οὐ δώσομεν ἐν αὐτῷ εἶναι, ἀλλὰ τἆλλα περὶ αὐτὸν ἐνεργοῦντα τὴν ὑπόστασιν ἴσχειν, ἔτι μᾶλλον οὔτε τὸ κύριον οὔτε τὸ κυριευόμενον ἐκεῖ εἶναι δώσομεν, ἀλλ̓ οὐδὲ τὸ αὑτοῦ κύριον, οὐχ ὅτι ἄλλο αὐτοῦ κύριον, ἀλλ̓ ὅτι τὸ αὑτοῦ κύριον τῇ οὐσίᾳ ἀπέδομεν, τὸ δὲ ἐν τιμιωτέρῳ ἢ κατὰ τοῦτο ἐθέμεθα. τί οὖν τὸ ἐν τιμιωτέρῳ τοῦ ὅ ἐστιν αὑτοῦ κύριον; ἢ ὅτι, ἐπειδὴ οὐσία καὶ ἐνέργεια ἐκεῖ δύο πως ὄντα, ἐκ τῆς ἐνεργείας τὴν ἔννοιαν ἐδίδου τοῦ κυρίου — τοῦτο δὲ ἦν τῇ οὐσίᾳ ταὐτόν — διὰ τοῦτο καὶ χωρὶς ἐγένετο τὸ κύριον εἶναι καὶ αὐτὸ αὑτοῦ ἐλέγετο κύριον. ὅπου δὲ οὐ δύο ὡς ἕν, ἀλλὰ ἕν — ἢ γὰρ ἐνέργεια μόνον ἢ οὐδ̓ ὅλως ἐνέργεια — οὐδὲ τὸ κύριον αὑτοῦ ὀρθῶς.
747

ἀλλ̓ εἰ καὶ τὰ ὀνόματα ταῦτα ἐπάγειν δεῖ

2.495
οὐκ ὀρθῶς τοῦ ζητουμένου, πάλιν αὖ λεγέσθω, ὡς τὰ μὲν ὀρθῶς εἴρηται, ὅτι οὐ ποιητέον οὐδ̓ ὡς εἰς ἐπίνοιαν δύο, τὰ δὲ νῦν τῆς πειθοῦς χάριν: καίτοι παρανοητέον ἐν τοῖς λόγοις. εἰ γὰρ δοίημεν ἐνεργείας αὐτῷ, τὰς δὲ ἐνεργείας αὐτοῦ οἷον βουλήσει αὐτοῦ — οὐ γὰρ ἀβουλῶν ἐνεργεῖ — αἱ δὲ ἐνέργειαι ἡ οἷον οὐσία αὐτοῦ, ἡ βούλησις αὐτοῦ καὶ ἡ οὐσία ταὐτὸν ἔσται. εἰ δὲ τοῦτο, ὡς ἄρα ἐβούλετο, οὕτω καὶ ἔστιν. οὐ μᾶλλον ἄρα ὡς πέφυκε βούλεταί τε καὶ ἐνεργεῖ, ἢ ὡς βούλεταί τε καὶ ἐνεργεῖ ἡ οὐσία ἐστὶν αὐτοῦ. κύριος ἄρα πάντη ἑαυτοῦ ἐφ̓ ἑαυτῷ ἔχων καὶ τὸ εἶναι. ἴδε δὴ καὶ τόδε: τῶν ὄντων ἕκαστον ἐφιέμενον τοῦ ἀγαθοῦ βούλεται ἐκεῖνο μᾶλλον ἢ ὃ ἔστιν εἶναι, καὶ τότε μάλιστα οἴεται εἶναι, ὅταν τοῦ ἀγαθοῦ μεταλάβῃ, καὶ ἐν τῷ τοιούτῳ αἱρεῖται ἑαυτῷ ἕκαστον τὸ εἶναι, καθ̓ ὅσον ἂν παρὰ τοῦ ἀγαθοῦ ἴσχῃ, ὡς τῆς τοῦ ἀγαθοῦ φύσεως ἑαυτῇ δηλονότι πολὺ πρότερον αἱρετῆς οὔσης, εἴπερ ὅση μοῖρα ἀγαθοῦ παῤ ἄλλῳ αἱρετωτάτη, καὶ οὐσία ἑκούσιος καὶ παραγενομένη θελήσει καὶ ἓν καὶ ταὐτὸν οὖσα θελήσει καὶ διὰ θελήσεως ὑποστᾶσα. καὶ ἕως μὲν τὸ ἀγαθὸν μὴ εἶχεν ἕκαστον, ἠθέλησεν ἄλλο, ᾗ δὲ ἔσχεν, ἑαυτό τε θέλει ἤδη καὶ ἔστιν οὔτε κατὰ τύχην ἡ τοιαύτη παρουσία οὔτε ἔξω τῆς βουλήσεως αὐτοῦ ἡ οὐσία, καὶ τούτῳ καὶ ὁρίζεται καὶ ἑαυτῆς ἐστι τούτῳ. εἰ οὖν τούτῳ αὐτό τι ἕκαστον ἑαυτὸ ποιεῖ, δῆλον δήπου γίνεται ἤδη, ὡς ἐκεῖνο ἂν εἴη ἤδη ἑαυτῷ τοιοῦτον πρώτως, ᾧ καὶ τὰ ἄλλα ἑαυτοῖς ἔστιν εἶναι, καὶ σύνεστιν αὐτοῦ τῇ οἷον οὐσίᾳ ἡ θέλησις τοῦ οἷον τοιοῦτον εἶναι, καὶ οὐκ ἔστιν αὐτὸν λαβεῖν ἄνευ τοῦ θέλειν ἑαυτῷ
2.496
ὅπερ ἔστι, καὶ σύνδρομος αὐτὸς ἑαυτῷ θέλων αὐτὸς εἶναι καὶ τοῦτο ὤν, ὅπερ θέλει, καὶ ἡ θέλησις καὶ αὐτὸς ἕν, καὶ τούτῳ οὐχ ἧττον ἕν, ὅτι μὴ ἄλλο αὐτός, ὅπερ ἔτυχεν, ἄλλο δὲ τὸ ὡς ἐβουλήθη ἄν. τί γὰρ ἂν καὶ ἠθέλησεν ἢ τοῦτο, ὃ ἔστι; καὶ γὰρ εἰ ὑποθοίμεθα ἑλέσθαι αὑτῷ ὅ τι θέλοι γενέσθαι, καὶ ἐξεῖναι αὐτῷ ἀλλάξασθαι τὴν αὑτοῦ
748
φύσιν εἰς ἄλλο, μήτ̓ ἂν ἄλλο τι γενέσθαι βουληθῆναι, μήτ̓ ἂν ἑαυτῷ τι μέμψασθαι ὡς ὑπὸ ἀνάγκης τοῦτο ὄντι, ὃ ἔστι, τοῦτο δὲ τῷ αὐτὸς εἶναι, ὅπερ αὐτὸς ἀεὶ ἠθέλησε καὶ θέλει. ἔστι γὰρ ὄντως ἡ ἀγαθοῦ φύσις θέλησις αὑτοῦ οὐ δεδεκασμένου οὐδὲ τῇ ἑαυτοῦ φύσει ἐπισπωμένου, ἀλλ̓ ἑαυτὸν ἑλομένου, ὅτι μηδὲ ἦν ἄλλο, ἵνα πρὸς ἐκεῖνο ἑλχθῇ. καὶ μὴν κἀκεῖνο ἄν τις λέγοι, ὡς ἐν τῇ αὑτῶν ἕκαστον τὰ ἄλλα οὐσίᾳ οὐ περιείληφε τὸν, λόγον τὸν τοῦ ἀρέσκεσθαι αὑτῷ: καὶ γὰρ ἂν καὶ δυσχεραίνοι τι αὑτό: ἐν δὲ τῇ τοῦ ἀγαθοῦ ὑποστάσει ἀνάγκη τὴν αἵρεσιν καὶ τὴν αὑτοῦ θέλησιν ἐμπεριειλημμένην εἶναι ἢ σχολῇ γ̓ ἂν ἄλλῳ ὑπάρχοι ἑαυτῷ ἀρεστῷ εἶναι, ἃ μετουσίᾳ ἢ ἀγαθοῦ φαντασίᾳ ἀρέσκεται αὑτοῖς. δεῖ δὲ συγχωρεῖν τοῖς ὀνόμασιν, εἴ τις περὶ ἐκείνου λέγων ἐξ ἀνάγκης ἐνδείξεως ἕνεκα αὐτοῖς χρῆται, ἃ ἀκριβείᾳ οὐκ ἐῶμεν λέγεσθαι: λαμβανέτω δὲ καὶ τὸ οἷον ἐφ̓ ἑκάστου. εἰ οὖν ὑφέστηκε τὸ ἀγαθὸν καὶ συνυφίστησιν αὐτὸ ἡ αἵρεσις καὶ ἡ βούλησις — ἄνευ γὰρ τούτων οὐκ ἔσται — δεῖ δὲ τοῦτο μὴ πολλὰ εἶναι, συνακτέον εἰς ἓν τὴν βούλησιν καὶ τὴν οὐσίαν, τὸ δὲ θέλειν παῤ αὑτοῦ ἀνάγκη καὶ τὸ εἶναι παῤ αὑτοῦ αὐτῷ εἶναι: ὥστε αὐτὸν πεποιηκέναι αὑτὸν ὁ λόγος ἀνεῦρεν. εἰ γὰρ ἡ βούλησις παῤ αὐτοῦ καὶ οἷον ἔργον
2.497
αὐτοῦ, αὕτη δὲ ταὐτὸν τῇ ὑποστάσει αὐτοῦ, αὐτὸς ἂν οὕτως ὑποστήσας ἂν εἴη αὑτόν: ὥστε οὐχ ὅπερ ἔτυχέν ἐστιν, ἀλλ̓ ὅπερ ἠβουλήθη αὐτός.

ἔτι δὲ ὁρᾶν δεῖ καὶ ταύτῃ: ἕκαστον τῶν λεγομένων εἶναι ἢ ταὐτόν ἐστι τῷ εἶναι αὑτοῦ, ἢ ἕτερον: οἷον ἄνθρωπος ὅδε ἕτερος, καὶ τὸ ἀνθρώπῳ εἶναι ἄλλο: μετέχει γε μὴν ὁ ἄνθρωπος τοῦ ὅ ἐστιν ἀνθρώπῳ εἶναι. ψυχὴ δὲ καὶ τὸ ψυχῇ εἶναι ταὐτόν, εἰ ἁπλοῦν ψυχὴ καὶ μὴ κατ̓ ἄλλου, καὶ ἄνθρωπος αὐτὸ καὶ τὸ ἀνθρώπῳ εἶναι καὶ τὸ μὲν ἂν κατὰ τύχην γένοιτο, ὅτῳ ἕτερον τὸ ἀνθρώπῳ εἶναι, τὸ δὲ ἀνθρώπῳ εἶναι οὐκ ἂν γένοιτο κατὰ τύχην: τοῦτο δέ ἐστι παῤ αὑτοῦ ἄνθρωπος αὐτό. εἰ δὴ τὸ ἀνθρώπῳ εἶναι παῤ αὑτοῦ καὶ οὐ κατὰ τύχην τοῦτο οὐδὲ συμβέβηκε, πῶς ἂν τὸ ὑπὲρ το ἄνθρωπος αὐτό, τὸ γεννητικὸν τοῦ ἀνθρώπου αὐτὸ καὶ οὗ τὰ ὄντα πάντα, κατὰ τύχην ἂν λέγοιτο,

749
φύσις ἁπλουστέρα τοῦ ἄνθρωπον εἶναι καὶ τοῦ ὅλως τὸ ὂν εἶναι; εἰ πρὸς τὸ ἁπλοῦν ἰόντι οὐκ ἔστι συναναφέρειν τὴν τύχην: ὥστε καὶ εἰς τὸ ἁπλούστατον ἀδύνατον ἀναβαίνειν τὴν τύχην. ἔτι δὲ κἀκεῖνο ἀναμνησθῆναι προσήκει ἤδη που εἰρημένον, ὡς ἕκαστον τῶν κατ̓ ἀλήθειαν ὄντων καὶ ὑπ̓ ἐκείνης τῆς φύσεως ἐλθόντων εἰς ὑπόστασιν, καὶ εἴ τι δὲ ἐν τοῖς αἰσθητοῖς τοιοῦτον, τῷ ἀπ̓ ἐκείνων τοιοῦτον: λέγω δὲ τὸ τοιοῦτον τὸ σὺν αὐτῶν τῇ οὐσίᾳ ἔχειν καὶ τῆς ὑποστάσεως τὴν αἰτίαν, ὥστε τὸν ὕστερον θεατὴν ἑκάστου ἔχειν εἰπεῖν, διὸ ἕκαστον τῶν ἐνυπαρχόντων, οἷον διὰ τί ὀφθαλμὸς καὶ διὰ τί πόδες τοῖσδε τοιοίδε, καὶ τὴν αἰτίαν συναπογεννῶσαν ἕκαστον μέρος ἑκάστου εἶναι καὶ διάλληλα τὰ μέρη εἶναι. διὰ τί πόδες εἰς μῆκος;
2.498
ὅτι καὶ τόδε τοιόνδε καὶ ὅτι πρόσωπον τοιόνδε, καὶ πόδες τοιοίδε: καὶ ὅλως ἡ πρὸς ἄλληλα πάντων συμφωνία ἀλλήλοις αἰτία: καὶ τὸ διὰ τί τόδε, ὅτι τοῦτ̓ ἔστι τὸ ἀνθρώπῳ εἶναι: ὥστε ἓν καὶ τὸ αὐτὸ τὸ εἶναι καὶ τὸ αἴτιον. ταῦτα δὲ ἐκ μιᾶς πηγῆς οὕτως ἦλθεν οὐ λελογισμένης, ἀλλὰ παρεχούσης ὅλον ἀθρόον τὸ διὰ τί καὶ τὸ εἶναι. πηγὴ οὖν τοῦ εἶναι καὶ τοῦ διὰ τί εἶναι ὁμοῦ ἄμφω διδοῦσα: ἀλλὰ οἷα τὰ γινόμενα πολὺ ἀρχετυπώτερον καὶ ἀληθέστερον καὶ μᾶλλον ἢ κατ̓ ἐκεῖνα πρὸς τὸ βέλτιον τὸ ἀφ̓ οὗ ταῦτα. εἰ οὖν μηδὲν εἰκῆ μηδὲ κατὰ τύχην μηδὲ τὸ ʽσυνέβη γὰρ οὕτωσ̓ τῶν ὅσα τὰς αἰτίας ἐν αὑτοῖς ἔχει, ἔχει δὲ τὰ ἐξ αὐτοῦ ἅπαντα, λόγου ὢν καὶ αἰτίας καὶ οὐσίας αἰτιώδους πατήρ, ἃ δὴ πάντα πόρρω ὑπάρχει τύχης, εἴη ἂν ἀρχὴ καὶ οἷον παράδειγμα τῶν ὅσα μὴ κεκοινώνηκε τύχῃ, τὸ ὄντως καὶ τὸ πρῶτον, ἀμιγὲς τύχαις καὶ αὐτομάτῳ καὶ συμβάσει, αἴτιον ἑαυτοῦ καὶ παῤ αὑτοῦ καὶ δἰ αὑτὸν αὐτός: καὶ γὰρ πρώτως αὐτὸς καὶ ὑπερόντως αὐτός.

καὶ ἐράσμιον καὶ ἔρως ὁ αὐτὸς καὶ αὑτοῦ ἔρως, ἅτε οὐκ ἄλλως καλὸς ἢ παῤ αὑτοῦ καὶ ἐν αὑτῷ. καὶ γὰρ καὶ τὸ συνεῖναι ἑαυτῷ οὐκ ἂν ἄλλως ἔχοι, εἰ μὴ τὸ συνὸν καὶ τὸ ᾧ σύνεστιν ἓν καὶ ταὐτὸν εἴη. εἰ δὲ τὸ συνὸν τῷ ᾧ σύνεστιν ἓν καὶ τὸ οἷον ἐφιέμενον τῷ ἐφετῷ ἕν, τὸ δὲ ἐφετὸν κατὰ τὴν ὑπόστασιν καὶ οἷον ὑποκείμενον, πάλιν

750
αὖ ἡμῖν ἀνεφάνη ταὐτὸ ἡ ἔφεσις καὶ ἡ οὐσία. εἰ δὲ τοῦτο, πάλιν αὖ αὐτός ἐστιν οὗτος ὁ ποιῶν ἑαυτὸν καὶ κύριος ἑαυτοῦ καὶ οὐχ ὥς τι ἕτερον ἠθέλησε γενόμενος, ἀλλ̓ ὡς θέλει αὐτός. καὶ μὴν καὶ λέγοντες αὐτὸν οὔτε τι εἰς αὑτὸν δέχεσθαι
2.499
οὔτε ἄλλο αὐτὸν καὶ ταύτῃ ἂν εἴημεν ἔξω ποιοῦντες τοῦ τύχῃ εἶναι τοιοῦτον, οὐ μόνον τῷ μονοῦν αὐτὸν καὶ τῷ καθαρὸν ποιεῖν ἁπάντων, ἀλλ̓ ὅτι, εἴ ποτε καὶ αὐτοὶ ἐν αὑτοῖς ἐνίδοιμέν τινα φύσιν τοιαύτην οὐδὲν ἔχουσαν τῶν ἄλλων, ὅσα συνήρτηται ἡμῖν, καθ̓ ἃ πάσχειν ὅ τι περ ἂν συμβῇ καὶ κατὰ τύχην ὑπάρχει: πάντα γὰρ τὰ ἄλλα, ὅσα ἡμῶν, δοῦλα καὶ ἐκκείμενα τύχαις καὶ οἷον κατὰ τύχην προσελθόντα, τούτῳ δὲ μόνῳ τὸ κύριον αὑτοῦ καὶ τὸ αὐτεξούσιον φωτὸς ἀγαθοειδοῦς καὶ ἀγαθοῦ ἐνεργείᾳ καὶ μείζονος ἢ κατὰ νοῦν, οὐκ ἐπακτὸν τὸ ὑπὲρ τὸ νοεῖν ἐχούσῃ: εἰς ὃ δὴ ἀναβάντες καὶ γενόμενοι τοῦτο μόνον, τὰ δ̓ ἄλλα ἀφέντες, τί ἂν εἴποιμεν αὐτὸ ἢ ὅτι πλέον ἢ ἐλεύθεροι, καὶ πλέον ἢ αὐτεξούσιοι; τίς δ̓ ἂν ἡμᾶς προσάψειε τότε τύχαις ἢ τῷ εἰκῆ ἢ τῷ συμβέβηκεν αὐτὸ τὸ ἀληθινὸν ζῆν γενομένους ἢ ἐν τούτῳ γενομένους, ὃ μηδὲν ἔχει ἄλλο, ἀλλ̓ ἔστιν αὐτὸ μόνον; τὰ μὲν οὖν ἄλλα μονούμενα οὐκ ἔστιν αὑτοῖς αὐτάρκη εἶναι εἰς τὸ εἶναι: τοῦτο δ̓ ἔστιν ὃ ἔστι καὶ μονούμενον. ὑπόστασις δὲ πρώτη οὐκ ἐν ἀψύχῳ οὐδ̓ ἐν ζωῇ ἀλόγῳ: ἀσθενὴς γὰρ εἰς τὸ εἶναι καὶ αὕτη σκέδασις οὖσα λόγου καὶ ἀοριστία: ἀλλ̓ ὅσῳ πρόεισιν εἰς λόγον, ἀπολείπει τύχην: τὸ γὰρ κατὰ λόγον οὐ τύχῃ. ἀναβαίνουσι δὲ ἡμῖν ἐκεῖνο μὲν οὐ λόγος, κάλλιον δὲ ἢ λόγος: τοσοῦτο ἀπέχει τοῦ τύχῃ συμβῆναι. ῥίζα γὰρ λόγου παῤ αὑτῆς καὶ εἰς τοῦτο λήγει τὰ πάντα, ὥσπερ φυτοῦ μεγίστου κατὰ λόγον ζῶντος ἀρχὴ καὶ βάσις μένουσα αὐτὴ ἐφ̓ ἑαυτῆς, διδοῦσα δὲ κατὰ λόγον τῷ φυτῷ, ὃν ἔλαβεν, εἶναι.

ἐπεὶ δέ φαμεν καὶ δοκεῖ πανταχοῦ τε εἶναι

2.500
τοῦτο καὶ αὖ εἶναι οὐδαμοῦ, τοῦτό τοι χρὴ ἐνθυμηθῆναι καὶ νοῆσαι, οἷον δεῖ καὶ ἐντεῦθεν σκοπουμένοις θέσθαι περὶ ὧν ζητοῦμεν. εἰ γὰρ μηδαμοῦ,
751
οὐδαμοῦ συμβέβηκε, καὶ εἰ πανταχοῦ, ὅσος ἐστὶν αὐτός, τοσοῦτος πανταχοῦ ὥστε τὸ πανταχοῦ καὶ τὸ πάντη αὐτός, οὐκ ἐν ἐκείνῳ ὢν τῷ πανταχοῦ, ἀλλ̓ αὐτὸς ὢν τοῦτο καὶ δοὺς εἶναι τοῖς ἄλλοις ἐν τῷ πανταχοῦ παρακεῖσθαι. ὁ δ̓ ὑπερτάτην ἔχων τάξιν, μᾶλλον δ̓ οὐκ ἔχων, ἀλλ̓ ὢν ὑπέρτατος αὐτός, πάντα δοῦλα ἔχει, οὐ συμβὰς αὐτοῖς, αὐτῷ δὲ τῶν ἄλλων, μᾶλλον δὲ περὶ αὐτὸν τῶν ἄλλων, οὐ πρὸς αὐτὰ βλέποντος αὐτοῦ, ἀλλ̓ ἐκείνων πρὸς αὐτόν: ὁ δ̓ εἰς τὸ εἴσω οἷον φέρεται αὑτοῦ οἷον ἑαυτὸν ἀγαπήσας, αὐγὴν καθαράν, αὐτὸς ὢν τοῦτο, ὅπερ ἠγάπησε: τοῦτο δ̓ ἐστὶν ὑποστήσας αὑτόν, εἴπερ ἐνέργεια μένουσα καὶ τὸ ἀγαπητότατον οἷον νοῦς. νοῦς δὲ ἐνέργημα: ὥστε ἐνέργημα ὐτ̔??ʼς. ἀλλὰ ἄλλου μὲν οὐδενός: ἑαυτοῦ ἄρα ἐνέργημα αὐτός. οὐκ ἄρα ὡς συμβέβηκέν ἐστιν, ἀλλ̓ ὡς ἐνεργεῖ αὐτός. ἔτι τοίνυν, εἰ ἔστι μάλιστα, ὅτι πρὸς αὑτὸν οἷον στηρίζει καὶ οἷον πρὸς αὑτὸν βλέπει καὶ τὸ οἷον εἶναι τοῦτο αὐτῷ τὸ πρὸς αὑτὸν βλέπειν, οἷον ποιοῖ ἂν αὑτόν. οὐχ ὡς ἔτυχεν ἄρα ἐστίν, ἀλλ̓ ὡς αὐτὸς ἐθέλει, καὶ οὐδ̓ ἡ θέλησις εἰκῆ οὐδ̓ οὕτω συνέβη: τοῦ γὰρ ἀρίστου ἡ θέλησις οὖσα οὐκ ἔστιν εἰκῆ. ὅτι δ̓ ἡ τοιαύτη νεῦσις αὐτοῦ πρὸς αὑτὸν οἷον ἐνέργεια οὖσα αὐτοῦ καὶ μονὴ ἐν αὑτῷ τὸ εἶναι ὃ ἔστι ποιεῖ, μαρτυρεῖ ὑποτεθὲν τοὐναντίον: ὅτι, εἰ πρὸς τὸ ἔξω νεύσειεν αὐτοῦ, ἀπολεῖ τὸ εἶναι ὅπερ ἔστι. τὸ ἄρα εἶναι ὅπερ ἔστιν ἡ ἐνέργεια ἡ πρὸς αὑτόν: τοῦτο δὲ ἓν καὶ αὐτός. αὐτὸς ἄρα ὑπέστησεν αὑτὸν
2.501
συνεξενεχθείσης τῆς ἐνεργείας μετ̓ αὐτοῦ. εἰ οὖν μὴ γέγονε, ἀλλ̓ ἦν ἀεὶ ἡ ἐνέργεια αὐτοῦ καὶ οἷον ἐγρήγορσις οὐκ ἄλλου ὄντος τοῦ ἐγρηγορότος, ἐγρήγορσις καὶ ὑπερνόησις ἀεὶ οὖσα, ἔστιν οὕτως, ὡς ἐγρηγόρησεν. ἡ δὲ ἐγρήγορσίς ἐστιν ἐπέκεινα οὐσίας καὶ νοῦ καὶ ζωῆς ἔμφρονος: ταῦτα δὲ αὐτός ἐστιν. αὐτὸς ἄρα ἐστὶν ἐνέργεια ὑπὲρ νοῦν καὶ φρόνησιν καὶ ζωήν: ἐξ αὐτοῦ δὲ ταῦτα καὶ οὐ παῤ ἄλλου. παῤ αὑτοῦ ἄρα αὐτῷ καὶ ἐξ αὑτοῦ τὸ εἶναι. οὐκ ἄρα, ὡς συνέβη, οὕτως ἐστίν, ἀλλ̓ ὡς ἠθέλησεν αὐτός ἐστιν.

ἔτι δὲ καὶ ὧδε: ἕκαστά φαμεν τὰ ἐν τῷ παντὶ καὶ τόδε τὸ πᾶν οὕτως ἔχειν, ὡς ἂν ἔσχεν, εἰ ἡ τοῦ ποιοῦντος προαίρεσις ἠθέλησε, καὶ ὡς ἂν εἰ προθέμενος καὶ προιδὼν ἐν λογισμοῖς κατὰ πρόνοιαν οὕτως εἰργάσατο: ἀεὶ δὲ οὕτως ἐχόντων καὶ ἀεὶ οὕτως γιγνομένων, οὕτω τοι καὶ ἀεὶ ἐν τοῖς ποιοῦσι κεῖσθαι τοὺς λόγους ἐν μείζονι εὐθημοσύνῃ

752
ἑστῶτας: ὥστε ἐπέκεινα προνοίας τἀκεῖ εἶναι καὶ ἐπέκεινα προαιρέσεως καὶ πάντα ἀεὶ νοερῶς ἑστηκότα εἶναι, ὅσα ἐν τῷ ὄντι. ὥστε τὴν οὕτω διάθεσιν εἴ τις ὀνομάζοι πρόνοιαν, οὕτω νοείτω, ὅτι ἐστὶ πρὸ τοῦδε νοῦς τοῦ παντὸς ἑστώς, ἀφ̓ οὗ καὶ καθ̓ ὃν τὸ πᾶν τόδε. εἰ μὲν οὖν νοῦς πρὸ πάντων καὶ ἀρχὴ ὁ τοιοῦτος νοῦς, οὐκ ἂν εἴη ὡς ἔτυχε, πολὺς μὲν ὤν, συνῳδὸς δὲ αὑτῷ καὶ οἷον εἰς ἓν συντεταγμένος. οὐδὲν γὰρ πολὺ καὶ πλῆθος συντεταγμένον καὶ λόγοι πάντες περιληφθέντες ἑνὶ διὰ παντὸς ὡς ἔτυχε καὶ ὡς συνέβη, ἀλλὰ πόρρω φύσεως τῆς τοιαύτης καὶ ἐναντίον, ὅσον τύχη ἐν ἀλογίᾳ κειμένη λόγῳ. εἰ δὲ τὸ πρὸ τοῦ τοιούτου ἀρχή, δηλονότι προσεχὴς τούτῳ τῷ
2.502
οὕτω λελογωμένῳ, καὶ τὸ οὕτω λελογωμένον τοῦτο κατ̓ ἐκεῖνο καὶ μετέχον ἐκείνου καὶ οἷον θέλει ἐκεῖνο καὶ δύναμις ἐκείνου. ἀδιάστατος τοίνυν ἐκεῖνος, εἷς πάντα λόγος, εἷς ἀριθμὸς καὶ εἷς μείζων τοῦ γενομένου καὶ δυνατώτερος καὶ οὐδὲν μεῖζον αὐτοῦ οὐδὲ κρεῖττον. οὐδὲ ἄρα ἐξ ἄλλου ἔχει οὔτε τὸ εἶναι οὔτε τὸ ὁποῖός ἐστιν εἶναι. αὐτὸς ἄρα αὑτῷ ὃ ἔστι πρὸς αὑτὸν καὶ ἐς αὑτόν, ἵνα μηδὲ ταύτῃ πρὸς τὸ ἔξω ἢ πρὸς ἄλλον, ἀλλὰ πρὸς αὑτὸν πᾶς.

καὶ σὺ ζητῶν μηδὲν ἔξω ζήτει αὐτοῦ, ἀλλ̓ εἴσω πάντα τὰ μετ̓ αὐτόν: αὐτὸν δὲ ἔα. τὸ γὰρ ἔξω αὐτός ἐστι, περίληψις πάντων καὶ μέτρον. ἢ εἴσω ἐν βάθει. τὸ δ̓ ἔξω αὐτοῦ, οἷον κύκλῳ ἐφαπτόμενον αὐτοῦ καὶ ἐξηρτημένον πᾶν, ὁ λόγος καὶ νοῦς: μᾶλλον δ̓ ἂν εἴη νοῦς, καθ̓ ὃ ἐφάπτεται καὶ ᾗ ἐφάπτεται αὐτοῦ καὶ ᾗ ἐξήρτηται, ἅτε παῤ ἐκείνου ἔχων τὸ νοῦς εἶναι. ὥσπερ ἂν οὖν κύκλος ἐφαπτόμενος κέντρου ὁμολογοῖτο ἂν τὴν δύναμιν παρὰ τοῦ κέντρου ἔχειν, καὶ οἷον κεντροειδής, ᾗ γραμμαὶ ἐν κύκλῳ πρὸς κέντρον ἓν συνιοῦσαι τὸ πέρας αὑτῶν τὸ πρὸς τὸ κέντρον ποιοῦσι τοιοῦτον εἶναι οἷον τὸ πρὸς ὃ ἠνέχθησαν καὶ ἀφ̓ οὗ οἷον ἐξέφυσαν, μείζονος ὄντος ἢ κατὰ ταύτας τὰς γραμμὰς καὶ τὰ πέρατα αὐτῶν — καὶ ἔστι μὲν οἷον ἐκεῖνο, ἀμυδρὰ δὲ καὶ οἷον ἴχνη ἐκείνου τοῦ ὅτι δύναται αὐτὰ καὶ τὰς γραμμὰς

753
δυναμένου, αἳ πανταχοῦ ἔχουσιν αὐτό, καὶ ἐμφαίνεται διὰ τῶν γραμμῶν, οἷόν ἐστιν ἐκεῖνο, οἷον ἐξελιχθὲν οὐκ ἐξεληλιγμένον — οὕτω τοι καὶ τὸν νοῦν καὶ τὸ ὂν χρὴ λαμβάνειν, γενόμενον ἐξ ἐκείνου καὶ οἷον ἐκχυθὲν καὶ ἐξελιχθὲν καὶ ἐξηρτημένον ἐκ τῆς αὐτοῦ νοερᾶς φύσεως μαρτυρεῖν τὸν
2.503
οἷον ἐν ἑνὶ νοῦν οὐ νοῦν ὄντα: ἓν γάρ: ὥσπερ οὐδ̓ ἐκεῖ γραμμὰς οὐδὲ κύκλον τὸ κέντρον, κύκλου δὲ καὶ γραμμῶν πατέρα, ἴχνη αὑτοῦ δόντα καὶ δυνάμει μενούσῃ γραμμὰς καὶ κύκλον οὐ πάντη ἀπηρτημένα αὐτοῦ ῥώμῃ τινὶ γεγεννηκότα. οὕτω τοι κἀκεῖνο τῆς νοερᾶς περιθεούσης δυνάμεως τὸ οἷον ἰνδάλματος αὐτοῦ ἀρχέτυπον ἐν ἑνὶ πολλοῖς καὶ εἰς πολλὰ οἷον κεκινημένου καὶ νοῦ διὰ ταῦτα γενομένου, ἐκείνου πρὸ νοῦ μείναντος, ἐκ τῆς δυνάμεως αὐτοῦ νοῦν γεννήσαντος, τίς ἂν συντυχία ἢ τί αὐτόματον ἢ τί ὡς συνέβη εἶναι τῆς τοιαύτης δυνάμεως τῆς νοοποιοῦ καὶ ὄντος ποιητικῆς πλησίον ἥκοι; οἷον γὰρ τὸ ἐν νῷ εἰ καὶ πολλαχῇ μεῖζον τοιοῦτον τὸ ἐν ἑνὶ ἐκείνῳ ὥσπερ φωτὸς ἐπὶ πολὺ σκεδασθέντος ἐξ ἑνός τινος ἐν αὑτῷ ὄντος διαφανοῦς, εἴδωλον μὲν τὸ σκεδασθέν, τὸ δ̓ ἀφ̓ οὗ τὸ ἀληθές: οὐ μὴν ἀλλοειδὲς τὸ σκεδασθὲν εἴδωλον ὁ νοῦς, ὃς οὐ τύχῃ, ἀλλὰ καθ̓ ἕκαστον αὐτοῦ λόγος καὶ αἰτία. αἴτιον δὲ ἐκεῖνο τοῦ αἰτίου. μειζόνως ἄρα οἷον αἰτιώτατον καὶ ἀληθέστερον αἰτία, ὁμοῦ πάσας ἔχον τὰς μελλούσας ἀπ̓ αὐτοῦ ἔσεσθαι νοερὰς αἰτίας καὶ γεννητικὸν τοῦ οὐχ ὡς ἔτυχεν, ἀλλ̓ ὡς ἠθέλησεν αὐτός. ἡ δὲ θέλησις οὐκ ἄλογος ἦν οὐδὲ τοῦ εἰκῆ οὐδ̓ ὡς ἐπῆλθεν αὐτῷ, ἀλλ̓ ὡς ἔδει, ὡς οὐδενὸς ὄντος ἐκεῖ εἰκῆ. ὅθεν καὶ δέον καὶ καιρὸν ὁ Πλάτων ὡς οἷόν τε ἦν σημῆναι ἐφιέμενος, ὅτι πόρρω τοῦ ὡς ἔτυχεν, ἀλλ̓ ὅπερ ἔστι, τοῦτο δέον. εἰ δὲ τὸ δέον τοῦτο, οὐκ ἀλόγως τοῦτο, καὶ εἰ καιρός, τὸ μάλιστα κυριώτατον ἐν τοῖς μετ̓ αὐτὸ καὶ πρότερον αὑτῷ καὶ οὐχ οἷον ἔτυχε τοῦτό ἐστιν, ἀλλὰ τοῦτό ἐστιν, ὅπερ οἷον ἐβουλήθη αὐτός, εἴπερ τὰ
2.504
δέοντα βούλεται καὶ ἓν τὸ δέον καὶ ἡ τοῦ δέοντος ἐνέργεια: καὶ ἔστι δέον οὐχ ὡς ὑποκείμενον, ἀλλ̓ ὡς ἐνέργεια πρώτη τοῦτο ἑαυτὴν ἐκφήνασα, ὅπερ ἔδει. οὕτω γὰρ δεῖ αὐτὸν λέγειν ἀδυνατοῦντα λέγειν ὥς τις ἐθέλει.
754

λαμβανέτω τις οὖν ἐκ τῶν εἰρημένων ἀνακινηθεὶς πρὸς ἐκεῖνο ἐκεῖνο αὐτὸ καὶ θεάσεται καὶ αὐτὸς οὐχ ὅσον θέλει εἰπεῖν δυνάμενος. ἰδὼν δὲ ἐκεῖνο ἐν αὑτῷ πάντα λόγον ἀφεὶς θήσεται παῤ αὑτοῦ ἐκεῖνο τοῦτο ὄν, ὡς, εἴπερ εἶχεν οὐσίαν, δούλην ἂν αὐτοῦ τὴν οὐσίαν εἶναι καὶ οἷον παῤ αὐτοῦ εἶναι: οὐδ̓ ἂν τολμήσειέ τις ἰδὼν ἕτι τὸ ὡς συνέβη λέγειν, οὐδ̓ ἂν ὅλως φθέγξασθαι δύναιτο. ἐκπλαγείη γὰρ ἂν τολμῶν, καὶ οὐδ̓ ἂν ἔχοι ἀίξας τὸ ποῦ εἰπεῖν περὶ αὐτοῦ πάντη αὐτῷ ἐκείνου οἷον πρὸ ὀμμάτων τῆς ψυχῆς προφαινομένου καί, ὅπῃ ἂν ἀτενίσῃ, ἐκεῖνον βλέποντος, εἰ μή που ἄλλῃ ἀφεὶς τὸν θεὸν ἀτενίσῃ μηδὲν ἔτι περὶ αὐτοῦ διανοούμενος. χρὴ δὲ ἴσως καὶ τὸ ἐπέκεινα οὐσίας καὶ ταύτῃ νοεῖσθαι τοῖς παλαιοῖς λεγόμενον δἰ αἰνίξεως, οὐ μόνον ὅτι γεννᾷ οὐσίαν, ἀλλ̓ ὅτι οὐ δουλεύει οὔτε οὐσίᾳ οὔτε ἑαυτῷ, οὐδέ ἐστιν αὐτῷ ἀρχὴ ἡ οὐσία αὐτοῦ, ἀλλ̓ αὐτὸς ἀρχὴ τῆς οὐσίας ὢν οὐχ αὑτῷ ἐποίησε τὴν οὐσίαν, ἀλλὰ ποιήσας ταύτην ἔξω εἴασεν ἑαυτοῦ, ἅτε οὐδὲν τοῦ εἶναι δεόμενος, ὃς ἐποίησεν αὐτό. οὐ τοίνυν οὐδὲ καθ̓ ὃ ἔστι ποιεῖ τὸ ἔστι.

τί οὖν; οὐ συμβαίνει, εἴποι τις ἄν, πρὶν ἢ γενέσθαι γεγονέναι; εἰ γὰρ ποιεῖ ἑαυτόν, τῷ μὲν ἑαυτὸν οὔπω ἔστι, τῷ δ̓ αὖ ποιεῖν ἔστιν ἤδη πρὸ ἑαυτοῦ τοῦ ποιουμένου ὄντος αὐτοῦ. πρὸς ὃ δὴ λεκτέον, ὡς ὅλως οὐ τακτέον κατὰ τὸν ποιούμενον,

2.505
ἀλλὰ κατὰ τὸν ποιοῦντα, ἀπόλυτον τὴν ποίησιν αὐτοῦ τιθεμένοις, καὶ οὐχ ἵνα ἄλλο ἀποτελεσθῇ ἐξ αὐτοῦ τῆς ποιήσεως, ἀλλ̓ οὔσης ἐνεργείας αὐτοῦ οὐκ ἀποτελεστικῆς, ἀλλ̓ ὅλου τούτου ὄντος: οὐ γὰρ δύο, ἀλλ̓ ἕν. οὐδὲ φοβητέον ἐνέργειαν τὴν πρώτην τίθεσθαι ἄνευ οὐσίας, ἀλλ̓ αὐτὸ τοῦτο τὴν οἷον ὑπόστασιν θετέον. εἰ δὲ ὑπόστασιν ἄνευ ἐνεργείας τις θεῖτο, ἐλλιπὴς ἡ ἀρχὴ καὶ ἀτελὴς ἡ τελειοτάτη πασῶν ἔσται. καὶ εἰ προσθείη ἐνέργειαν, οὐχ ἓν τηρεῖ. εἰ οὖν τελειότερον ἡ ἐνέργεια τῆς οὐσίας, τελειότατον δὲ τὸ πρῶτον, πρῶτον ἂν ἐνέργεια εἴη. ἐνεργήσας οὖν ἤδη ἐστὶ τοῦτο καὶ οὐκ ἔστιν, ὡς πρὶν γενέσθαι ἦν: ὅτε γάρ, οὐκ ἦν πρὶν γενέσθαι, ἀλλ̓ ἤδη πᾶς ἦν. ἐνέργεια δὴ οὐ δουλεύσασα οὐσίᾳ καθαρῶς ἐστιν ἐλευθέρα καὶ οὕτως αὐτὸς παῤ αὑτοῦ αὐτός. καὶ γὰρ εἰ μὲν ἐσώζετο εἰς τὸ εἶναι ὑπ̓ ἄλλου, οὐ πρῶτος αὐτὸς ἐξ αὑτοῦ: εἰ δ̓ αὐτὸς αὑτὸν ὀρθῶς λέγεται συνέχειν,
755
αὐτός ἐστι καὶ ὁ παράγων ἑαυτόν, εἴπερ, ὅπερ συνέχει κατὰ φύσιν, τοῦτο καὶ ἐξ ἀρχῆς πεποίηκεν εἶναι. εἰ μὲν οὖν χρόνος ἦν, ὅθεν ἤρξατο εἶναι, τὸ πεποιηκέναι κυριώτατον ἂν ἐλέχθη: νῦν δέ, εἰ καὶ πρὶν αἰῶνα εἶναι ὅπερ ἔστιν ἦν, τὸ πεποιηκέναι ἑαυτὸν τοῦτο νοείσθω τὸ σύνδρομον εἶναι τὸ πεποιηκέναι καὶ αὐτό: ἓν γὰρ τῇ ποιήσει καὶ οἷον γεννήσει ἀιδίῳ τὸ εἶναι. ὅθεν καὶ τὸ ἄρχον ἑαυτοῦ: καὶ εἰ μὲν δύο, κυρίως, εἰ δὲ ἕν, τὸ ἄρχον μόνον: οὐ γὰρ ἔχει τὸ ἀρχόμενον. πῶς οὖν ἄρχον οὐκ ὄντος πρὸς ὅ; ἢ τὸ ἄρχον ἐνταῦθα πρὸς τὸ πρὸ αὐτοῦ, ὅτι μηδὲν ἦν. εἰ δὲ μηδὲν ἦν, πρῶτον: τοῦτο δὲ οὐ τάξει, ἀλλὰ κυριότητι καὶ δυνάμει αὐτεξουσίῳ καθαρῶς. εἰ δὲ καθαρῶς,
2.506
οὐκ ἔστιν ἐκεῖ λαβεῖν τὸ μὴ αὐτεξουσίως. ὅλον οὖν αὐτεξουσίως ἐν αὑτῷ. τί οὖν αὐτοῦ, ὃ μὴ αὐτός; τί οὖν, ὃ μὴ ἐνεργεῖ; καὶ τί, ὃ μὴ ἔργον αὐτοῦ; εἰ γάρ τι εἴη μὴ ἔργον αὐτοῦ ἐν αὐτῷ, οὐ καθαρῶς ἂν εἴη οὔτε αὐτεξούσιος οὔτε πάντα δυνάμενος: ἐκείνου τε γὰρ οὐ κύριος πάντα τε οὐ δυνάμενος. ἐκεῖνο γοῦν οὐ δύναται, οὗ μὴ αὐτὸς κύριος εἰς τὸ ποιεῖν.

ἐδύνατο οὖν ἄλλο τι ποιεῖν ἑαυτὸν ἢ ὃ ἐποίησεν; ἢ οὕτω καὶ τὸ ἀγαθὸν ποιεῖν ἀναιρήσομεν, ὅτι μὴ ἂν κακοποιοῖ. οὐ γὰρ οὕτω τὸ δύνασθαι ἐκεῖ, ὡς καὶ τὰ ἀντικείμενα, ἀλλ̓ ὡς ἀστεμφεῖ καὶ ἀμετακινήτῳ δυνάμει, ἣ μάλιστα δύναμίς ἐστιν, ὅταν μὴ ἐξίστηται τοῦ ἕν: καὶ γὰρ τὸ τὰ ἀντικείμενα δύνασθαι ἀδυναμίας ἐστί τοῦ ἐπὶ τοῦ ἀρίστου μένειν. δεῖ δὲ καὶ τὴν ποίησιν αὑτοῦ, ἣν λέγομεν, καὶ ταύτην ἅπαξ εἶναι: καλὴ γάρ: καὶ τίς ἂν παρατρέψειε βουλήσει γενομένην θεοῦ καὶ βούλησιν οὖσαν; βουλήσει οὖν μήπω ὄντος; τί δὲ βούλησιν ἐκείνου ἀβουλοῦντος τῇ ὑποστάσει; πόθεν οὖν αὐτῷ ἔσται ἡ βούλησις ἀπὸ οὐσίας ἀνενεργήτου; ἢ ἦν βούλησις ἔν γε τῇ οὐσίᾳ: οὐχ ἕτερον ἄρα τῆς οὐσίας οὐδέν. ἢ τί ἦν, ὃ μὴ ἦν, οἷον ἡ βούλησις; πᾶν ἄρα βούλησις ἦν καὶ οὐκ ἔνι τὸ μὴ βουλόμενον. οὐδὲ τὸ πρὸ βουλήσεως ἄρα. πρῶτον ἄρα ἡ βούλησις αὐτός. καὶ τὸ

756
ὡς ἐβούλετο ἄρα καὶ οἷον ἐβούλετο, καὶ τὸ τῇ βουλήσει ἑπόμενον, ὃ ἡ τοιαύτη βούλησις ἐγέννα: ἐγέννα δὲ οὐδὲν ἔτι ἐν αὐτῷ: τοῦτο γὰρ ἤδη ἦν. τὸ δὲ συνέχειν ἑαυτὸν οὕτω ληπτέον νοεῖν, εἴ τις ὀρθῶς αὐτὸ φθέγγοιτο, ὡς τὰ μὲν ἄλλα πάντα ὅσα ἐστὶ παρὰ τούτου ἀνέχεται: μετουσίᾳ γάρ τινι
2.507
αὐτοῦ ἔστι, καὶ εἰς τοῦτον ἡ ἀναγωγὴ πάντων: αὐτὸς δὲ ἤδη παῤ αὑτοῦ οὔτε συνοχῆς οὔτε μετουσίας δεόμενος, ἀλλὰ πάντα ἑαυτῷ, μᾶλλον δὲ οὐδὲν οὐδὲ τῶν πάντων δεόμενος εἰς αὑτόν: ἀλλ̓ ὅταν αὐτὸν εἴπῃς ἢ ἐννοηθῇς, τὰ ἄλλα πάντα ἄφες. ἀφελὼν οὖν πάντα, καταλιπὼν δὲ μόνον αὐτόν, μὴ τί προσθῇς ζήτει, ἀλλὰ μή τί πω οὐκ ἀφῄρηκας ἀπ̓ αὐτοῦ ἐν γνώμῃ τῇ σῇ. ἔστι γάρ τινος ἐφάψασθαι καὶ σέ, περὶ οὗ οὐκέτι ἄλλο ἐνδέχεται οὔτε λέγειν οὔτε λαβεῖν: ἀλλ̓ ὑπεράνω κείμενον μόνον τοῦτο ἀληθείᾳ ἐλεύθερον, ὅτι μηδὲ δουλεῦόν ἐστιν ἑαυτῷ, ἀλλὰ μόνον αὐτὸ καὶ ὄντως αὐτό, εἴ γε τῶν ἄλλων ἕκαστον αὐτὸ καὶ ἄλλο.