Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

Περὶ μὲν τῆς οὐσίας ὅπῃ δοκεῖ, καὶ ὡς συμφώνως ἂν ἔχοι πρὸς τὴν τοῦ Πλάτωνος δόξαν, εἴρηται. δεῖ δὲ καὶ περὶ τῆς ἑτέρας φύσεως ἐπισκέψασθαι, πότερα τὰ αὐτὰ γένη θετέον, ἅπερ κἀκεῖ ἐθέμεθα, ἢ πλείω ἐνταῦθα πρὸς ἐκείνοις ἄλλα τιθέντας, ἢ ὅλως ἕτερα, ἢ τὰ μὲν ὡς ἐκεῖ, τὰ δ̓ ἄλλως. δεῖ μέντοι τὸ ταὐτὰ ἀναλογίᾳ καὶ ὁμωνυμίᾳ λαμβάνειν: τοῦτο δὲ φανήσεται γνωσθέντων. ἀρχὴ δὲ ἡμῖν ἥδε: ἐπειδὴ περὶ τῶν αἰσθητῶν ὁ λόγος ἡμῖν, πᾶν δὲ τὸ αἰσθητὸν τῷδε τῷ κόσμῳ περιείληπται, περὶ τοῦ κόσμου ἀναγκαῖον ἂν εἴη ζητεῖν διαιροῦντας τὴν φύσιν αὐτοῦ καὶ ἐξ ὧν ἔστι διαιροῦντας κατὰ γένη θεῖναι, ὥσπερ ἂν εἰ

2.327
τὴν φωνὴν διῃρούμεθα ἄπειρον οὖσαν εἰς ὡρισμένα ἀνάγοντες τὸ ἐν πολλοῖς ταὐτὸν εἰς ἕν, εἶτα πάλιν ἄλλο καὶ ἕτερον αὖ, ἕως εἰς ἀριθμόν τινα θέντες ἕκαστον αὐτῶν, τὸ μὲν ἐπὶ τοῖς ἀτόμοις εἶδος λέγοντες, τὸ δ̓ ἐπὶ τοῖς εἴδεσι γένος. τὸ μὲν οὖν ἐπὶ τῆς φωνῆς ἕκαστον εἶδος καὶ ὁμοῦ πάντα τὰ φανέντα εἰς ἓν ἦν ἀνάγειν, καὶ κατηγορεῖν πάντων στοιχεῖον ἢ φωνήν: ἐπὶ δὲ ὧν ζητοῦμεν οὐχ οἷόν τε, ὡς δέδεικται. διὸ δεῖ πλείω γένη ζητεῖν, καὶ τῷδε τῷ παντὶ ἕτερα ἐκείνων, ἐπειδὴ καὶ ἕτερον τοῦτο ἐκείνου καὶ οὐ συνώνυμον, ὁμώνυμον δὲ καὶ εἰκών. ἀλλ̓ ἐπειδὴ καὶ ἐνταῦθα ἐν τῷ μίγματι καὶ ἐν τῇ συνθέσει τὸ μέν ἐστι σῶμα, τὸ δὲ ψυχή — ζῷον γὰρ τὸ πᾶν — ἡ δὲ ψυχῆς
617
φύσις ἐν ἐκείνῳ τῷ νοητῷ καὶ οὐδ̓ ἁρμόσει εἰς οὐσίας τῆς ἐνταῦθα λεγομένης σύνταξιν, ἀφοριστέον, εἰ καὶ χαλεπῶς, ὅμως μὴν τῆς ἐνταῦθ̔??ʼ πραγματείας, ὥσπερ ἂν εἴ τις βουλόμενος τοὺς πολίτας συντάξαι πόλεώς τινος, οἷον κατὰ τιμήσεις ἢ τέχνας, τοὺς ἐπιδημοῦντας ξένους παραλίποι χωρίς. περὶ δὲ τῶν παθημάτων, ὅσα μετὰ τοῦ σώματος ἢ διὰ τὸ σῶμα περὶ ψυχὴν συμβαίνει, περὶ τούτων ἐπισκεπτέον ὕστερον, ὅπως τακτέον, ὅταν περὶ τῶν ἐνταῦθα ζητῶμεν.

καὶ πρῶτον περὶ τῆς λεγομένης οὐσίας θεωρητέον συγχωροῦντας τὴν περὶ τὰ σώματα φύσιν ὁμωνύμως ἢ οὐδὲ ὅλως οὐσίαν διὰ τὸ ἐφαρμόττειν τὴν ἔννοιαν ῥεόντων, ἀλλὰ γένεσιν οἰκείως λέγεσθαι. εἶτα τῆς γενέσεως τὰ μὲν τοῖα, τὰ δὲ τοῖα: καὶ τὰ μὲν σώματα εἰς ἕν, τά τε ἁπλᾶ τά τε σύνθετα, τά τε συμβεβηκότα ἢ παρακολουθοῦντα, διαιροῦντας ἀπ̓ ἀλλήλων καὶ ταῦτα: ἢ

2.328
τὸ μὲν ὕλην, τὸ δὲ εἶδος ἐπ̓ αὐτῇ, καὶ χωρὶς ἑκάτερον ὡς γένος ἢ ὑφ̓ ἓν ἄμφω, ὡς οὐσίαν ἑκάτερον ὁμωνύμως ʽἢ γένεσιν̓. ἀλλὰ τί τὸ κοινὸν ἐπὶ ὕλης καὶ εἴδους; πῶς δὲ γένος ἡ ὕλη καὶ τίνων; τίς γὰρ διαφορὰ ὕλης; ἐν τίνι δὲ τὸ ἐξ ἀμφοῖν τακτέον; εἰ δὲ τὸ ἐξ ἀμφοῖν εἴη αὐτὸ ἡ σωματικὴ οὐσία, ἐκείνων δὲ ἑκάτερον οὐ σῶμα, πῶς ἂν ἐν ἑνὶ τάττοιτο καὶ τῷ αὐτῷ μετὰ τοῦ συνθέτου; πῶς δ̓ ἂν τὰ στοιχεῖά τινος μετ̓ αὐτοῦ; εἰ δ̓ ἀπὸ τῶν σωμάτων ἀρχοίμεθα, ἀρχοίμεθ̓ ἂν ἀπὸ συλλαβῶν. διὰ τί δὲ οὐκ ἀνὰ λόγον, εἰ καὶ μὴ κατὰ ταὐτὰ ἡ διαίρεσις, λέγοιμεν ἂν ἀντὶ μὲν τοῦ ἐκεῖ ὄντος ἐνταῦθα τὴν ὕλην, ἀντὶ δὲ τῆς ἐκεῖ κινήσεως ἐνταῦθα τὸ εἶδος, οἷον ζωήν τινα καὶ τελείωσιν τῆς ὕλης, τῆς δὲ ὕλης τὴν οὐκ ἔκστασιν κατὰ τὴν στάσιν, καὶ τὸ ταὐτὸν καὶ θάτερον οὔσης καὶ ἐνταῦθα ἑτερότητος πολλῆς καὶ ἀνομοιότητος μᾶλλον; ἢ πρῶτον μὲν ἡ ὕλη οὐχ οὕτως ἔχει καὶ λαμβάνει τὸ εἶδος ὡς ζωὴν αὐτῆς οὐδὲ ἐνέργειαν αὐτῆς, ἀλλ̓ ἔπεισιν ἀλλαχόθεν οὐκ ὄν τι ἐκείνης. εἶτα ἐκεῖ τὸ εἶδος ἐνέργεια καὶ κίνησις, ἐνταῦθα δὲ ἡ κίνησις ἄλλο καὶ συμβεβηκός: τὸ δὲ εἶδος στάσις αὐτῆς μᾶλλον καὶ οἷον ἡσυχία: ὁρίζει γὰρ ἀόριστον οὖσαν: τό τε ταὐτὸν ἐκεῖ καὶ τὸ ἕτερον ἑνὸς τοῦ αὐτοῦ καὶ ἑτέρου ὄντος, ἐνταῦθα δὲ ἕτερον μεταλήψει καὶ πρὸς ἄλλο καὶ τὶ ταὐτὸν καὶ ἕτερον οὐδ̓ ὡς ἐκεῖ εἴη ἄν τι ἐν
618
τοῖς ὑστέροις. στάσις δὲ τῆς ὕλης πῶς ἐπὶ πάντα ἑλκομένης μεγέθη καὶ ἔξωθεν τὰς μορφὰς ἐχούσης καὶ οὐκ αὐτάρκους ἑαυτῇ μετὰ τούτων τὰ ἄλλα γεννᾶν; ταύτην μὲν οὖν τὴν διαίρεσιν ἀφετέον.

πῶς δὲ λέγωμεν; ἔστω δὴ πρῶτον οὕτως,

2.329
τὸ μὲν ὕλην εἶναι, τὸ δ̓ εἶδος, τὸ δὲ μικτὸν ἐξ ἀμφοῖν, τὰ δὲ περὶ ταῦτα: τῶν δὲ περὶ ταῦτα τὰ μὲν κατηγορούμενα μόνον, τὰ δὲ καὶ συμβεβηκότα: τῶν δὲ συμβεβηκότων τὰ μὲν ἐν αὐτοῖς, τὰ δὲ αὐτὰ ἐν ἐκείνοις, τὰ δὲ ἐνεργήματα αὐτῶν, τὰ δὲ πάθη, τὰ δὲ παρακολουθήματα: καὶ τὴν μὲν ὕλην κοινὸν μὲν καὶ ἐν πάσαις ταῖς οὐσίαις, οὐ μὴν γένος, ὅτι μηδὲ διαφορὰς ἔχει — εἰ μή τις τὰς διαφορὰς κατὰ τὸ τὴν μὲν πυρίνην, τὴν δὲ τὴν ἀέρος μορφὴν ἔχειν. εἰ δέ τις ἀρκοῖτο τῷ κοινῷ τῷ ἐν πᾶσιν οἷς ἔστιν ὕλην εἶναι, ἢ ὡς ὅλον πρὸς μέρη, ἄλλως γένος ἂν εἴη: καὶ στοιχεῖον δὲ ἓν τοῦτο δυναμένου καὶ τοῦ στοιχείου γένους εἶναι: τὸ δὲ εἶδος προσκειμένου τοῦ περὶ τὴν ὕλην ἢ ἐν ὕλῃ τῶν μὲν ἄλλων εἰδῶν χωρίζει, οὐ μὴν περιλαμβάνει πᾶν εἶδος οὐσιῶδες. εἰ δὲ εἶδος λέγομεν τὸ ποιητικὸν οὐσίας καὶ λόγον τὸν οὐσιώδη κατὰ τὸ εἶδος, οὔπω τὴν οὐσίαν εἴπομεν πῶς δεῖ λαμβάνειν. τὸ δὲ ἐξ ἀμφοῖν εἰ τοῦτο μόνον οὐσίαν, ἐκεῖνα οὐκ οὐσίας: εἰ δὲ κἀκεῖνα καὶ τοῦτο, τί τὸ κοινὸν σκεπτέον. τὰ δὲ κατηγορούμενα μόνον ἐν τῷ πρός τι ἂν εἴη, οἷον αἴτιον εἶναι, στοιχεῖον εἶναι. τῶν δὲ ἐν αὐτοῖς συμβεβηκότων τὸ μὲν ποσὸν εἶναι, τὸ δὲ ποιὸν εἶναι, ἃ ἐν αὐτοῖς: τὰ δ̓ αὐτὰ ἐν ἐκείνοις, ὡς τόπος καὶ χρόνος, τὰ δὲ ἐνεργήματα αὐτῶν καὶ πάθη, ὡς κινήσεις, τὰ δὲ παρακολουθήματα, ὡς τόπος καὶ χρόνος, ὁ μὲν τῶν συνθέτων, ὁ δὲ τῆς κινήσεως. καὶ τὰ μὲν τρία εἰς ἓν εὕρομεν κοινόν τι, τὴν ἐνταῦθα ὁμώνυμον οὐσίαν: εἶτα τὰ ἄλλα ἐφεξῆς, πρός τι, ποσόν, ποιόν, ἐν χρόνῳ, ἐν τόπῳ, κίνησις, ʽτόπος, χρόνοσ̓: ἢ ληφθέντος τόπου καὶ χρόνου περιττὸν τὸ ἐν χρόνῳ καὶ τόπῳ,
2.330
ὥστε εἶναι πέντε, ὡς ἓν τῶν πρώτων τριῶν: εἰ δὲ μὴ εἰς ἓν τὰ τρία, ἔσται ὕλη, εἶδος, συναμφότερον,
619
πρός τι, ποσόν, ποιόν, κίνησις. ἢ καὶ ταῦτα εἰς τὰ πρός τι: περιεκτικὸν γὰρ μᾶλλον.

τί οὖν ταὐτὸν ἐν τοῖς τρισί, καὶ τί ἔσται, ὃ ταῦτα ποιεῖ οὐσίαν τὴν ἐν τούτοις; ἆρα ὑποβάθραν τινὰ τοῖς ἄλλοις; ἀλλ̓ ἡ μὲν ὕλη ὑποβάθρα καὶ ἕδρα δοκεῖ τῷ εἴδει εἶναι, ὥστε τὸ εἶδος οὐκ ἔσται ἐν οὐσίᾳ. τό τε σύνθετον ἄλλοις ὑποβάθρα καὶ ἕδρα, ὥστε καὶ τὸ εἶδος μετὰ τῆς ὕλης ὑποβεβλήσεται τοῖς συνθέτοις ἢ πᾶσί γε τοῖς μετὰ τὸ σύνθετον, οἷον ποσῷ, ποιῷ, κινήσει. ἀλλ̓ ἆρα τὸ μὴ ἑτέρου ὃ λέγεται; λευκὸν μὲν γὰρ καὶ μέλαν ἄλλου τοῦ λελευκωμένου, καὶ τὸ διπλάσιον δὲ ἑτέρου: λέγω δὲ οὐ τοῦ ἡμίσεος εἶναι, ἀλλὰ ξύλον διπλάσιον: καὶ πατὴρ ἄλλου, ᾗ πατήρ ἐστι, καὶ ἡ ἐπιστήμη δὲ ἄλλου τοῦ ἐν ᾧ, καὶ τόπος δὲ πέρας ἄλλου, καὶ χρόνος μέτρον ἄλλου, πῦρ δὲ οὐκ ἄλλου οὐδὲ ξύλον καθ̓ ὃ ξύλον ἄλλου οὐδ̓ ἄνθρωπος ἄλλου οὐδὲ Σωκράτης οὐδ̓ ὅλως ἡ σύνθετος οὐσία οὐδὲ τὸ κατὰ τὴν οὐσίαν εἶδος ἄλλου, ὅτι οὐκ ἄλλου πάθος ἦν: οὐ γὰρ τῆς ὕλης εἶδος, τοῦ δὲ συναμφοτέρου μέρος: τὸ δὲ τοῦ ἀνθρώπου εἶδος καὶ ὁ ἄνθρωπος ταὐτόν: καὶ ἡ ὕλη μέρος ὅλου καὶ ἄλλου ὡς τοῦ ὅλου, οὐχ ὡς ἑτέρου ὄντος ἐκείνου, οὗ λέγεται: λευκὸν δὲ ὃ λέγεται εἶναι ἑτέρου ἐστίν. ὃ οὖν ἄλλου ὂν ἐκείνου λέγεται, οὐκ οὐσία: οὐσία τοίνυν, ὃ ὅπερ ἔστιν αὑτοῦ ἔστιν, ἢ μέρος ὂν τοιούτου συμπληρωτικόν ἐστι συνθέτου, ὄντος μὲν αὐτοῦ ἕκαστον μὲν ἢ ἑκάτερον αὑτοῦ, πρὸς δὲ τὸ σύνθετον ἄλλον τρόπον ἐκείνου λεγόμενον, ᾗ μὲν μέρος, πρὸς ἄλλο λεγόμενον,

2.331
καθ̓ αὑτὸ δὲ φύσει ἐν τῷ εἶναι ὃ ἔστιν οὐχ ἑτέρου λεγόμενον. κοινὸν δὲ καὶ τὸ ὑποκείμενον ἐπί τε τῆς ὕλης καὶ τοῦ εἴδους καὶ τοῦ συναμφοτέρου: ἀλλὰ ἄλλως μὲν ἡ ὕλη τῷ εἴδει, ἄλλως δὲ τὸ εἶδος τοῖς πάθεσι καὶ τὸ συναμφότερον: ἢ οὔτε ἡ ὕλη ὑποκείμενον τῷ εἴδει: τελείωσις γὰρ τὸ εἶδος αὐτῆς καθ̓ ὅσον ὕλη καὶ καθ̓ ὅσον δυνάμει: οὐδ̓ αὖ τὸ εἶδος ἐν ταύτῃ: μεθ̓ οὗ γάρ τι ἀπαρτίζει ἕν τι, οὐκ ἔσται θάτερον ἐν θατέρῳ, ἀλλ̓ ἄμφω ὁμοῦ ὑποκείμενα ἄλλῳ, οἷον ἄνθρωπος καὶ τὶς ἄνθρωπος ὑπόκεινται τοῖς πάθεσι καὶ προυπάρχουσι τῶν ἐνεργειῶν καὶ τῶν παρακολουθούντων, καὶ ἀφ̓ ἧς δὲ τὰ ἄλλα καὶ δἰ ἣν τὰ ἄλλα καὶ περὶ ὃ τὸ πάσχειν καὶ ἀφ̓ ἧς τὸ ποιεῖν.

ἀκουστέον δὲ ταῦτα περὶ τῆς ἐνθάδε οὐσίας

620
λεγομένης: εἰ δέ πῃ ταῦτα καὶ ἐπ̓ ἐκείνης συμβαίνει, ἴσως μὲν κατ̓ ἀναλογίαν καὶ ὁμωνύμως. καὶ γὰρ τὸ πρῶτον ὡς πρὸς τὰ μετ̓ αὐτὸ λέγεται: οὐ γὰρ ἁπλῶς πρῶτον, ἀλλ̓ ἔστιν ὡς πρὸς ἐκεῖνα ἔσχατα ἄλλα πρῶτα μετ̓ ἐκεῖνα. καὶ τὸ ὑποκείμενον ἄλλως, καὶ τὸ πάσχειν ἐκεῖ ἀμφισβητεῖται, καὶ εἰ κἀκεῖ, ἄλλο τὸ ἐκεῖ πάσχειν: καὶ τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι κατὰ πάσης οὐσίας, εἰ τὸ ἐν ὑποκειμένῳ ʽεἶναἰ δεῖ μὴ ὡς μέρος ὑπάρχειν τοῦ ἐν ᾧ ἐστι, μηδ̓ οὕτως, ὥστε μηδὲ συντελεῖν μετ̓ ἐκείνου εἰς ἕν τι: μεθ̓ οὗ γὰρ συντελεῖ εἰς σύνθετον οὐσίαν, ἐν ἐκείνῳ ὡς ὑποκειμένῳ οὐκ ἂν εἴη: ὥστε μήτε τὸ εἶδος ἐν τῇ ὕλῃ εἶναι ὡς ὑποκειμένῳ, μήτε τὸν ἄνθρωπον ἐν τῷ Σωκράτει μέρος ὄντα Σωκράτους. ὃ οὖν ʽ??ʼὴ ἐν ὑποκειμένῳ, οὐσία: εἰ δὲ λέγομεν μήτε ποκειμενῳ, μήτε καθ̓ ὑποκειμένου, προσθετέον ὡς λλου, ἵνα καὶ ὁ ἄνθρωπος
2.332
λεγόμενος κατὰ τοῦ τινὸς ἀνθρώπου περιλαμβάνηται τῷ λόγῳ ἐν τῇ προσθήκῃ τῇ μὴ κατ̓ ἄλλου. ὅταν γὰρ τὸν ἄνθρωπον κατηγορῶ τοῦ Σωκράτους, οὕτως λέγω, οὐχ ὡς τὸ ξύλον λευκόν, ἀλλ̓ ὡς τὸ λευκὸν λευκόν: τὸν γὰρ Σωκράτην λέγων ἄνθρωπον τὸν τινὰ ἄνθρωπον λέγω ἄνθρωπον, καὶ τοῦ ἐν τῷ Σωκράτει ἀνθρώπου τὸν ἄνθρωπον: τοῦτο δὲ ταὐτὸν τῷ τὸν Σωκράτην Σωκράτην λέγειν, καὶ ἔτι τῷ κατὰ ζῴου λογικοῦ τοιοῦδε τὸ ζῷον κατηγορεῖν. εἰ δέ τις λέγοι μὴ ἴδιον εἶναι τῆς οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, τὴν γὰρ διαφορὰν μηδ̓ αὐτὴν εἶναι τῶν ἐν ὑποκειμένῳ, μέρος οὐσίας λαμβάνων τὸ δίπουν τοῦτο οὐκ ἐν ὑποκειμένῳ φησὶν εἶναι: ἐπεί, εἰ μὴ τὸ δίπουν λαμβάνοι, ὅ ἐστι τοιάδε οὐσία, ἀλλὰ διποδίαν, μὴ οὐσίαν λέγων, ἀλλὰ ποιότητα, ἐν ὑποκειμένῳ ἔσται τὸ δίπουν. ἀλλ̓ οὐδὲ ὁ χρόνος ἐν ὑποκειμένῳ, οὐδ̓ ὁ τόπος. ἀλλ̓ εἰ μὲν τὸ μέτρον λαμβάνεται κινήσεως κατὰ τὸ μεμετρημένον, τὸ μέτρον ἐν τῇ κινήσει ὑπάρξει ὡς ἐν ὑποκειμένῳ, ἥ τε κίνησις ἐν τῷ κινουμένῳ: εἰ δὲ κατὰ τὸ μετροῦν λαμβάνεται, ἐν τῷ μετροῦντι ἔσται τὸ μέτρον. ὁ δὲ τόπος πέρας τοῦ περιέχοντος ὢν ἐν
621
ἐκείνῳ. καίτοι περὶ ταύτην τὴν οὐσίαν, περὶ ἧς ὁ λόγος, γίνεται ἐναντίως ἢ κατὰ ἓν τούτων ἢ κατὰ πλείω ἢ κατὰ πάντα τὰ εἰρημένα λαμβάνεσθαι τὴν οὐσίαν τὴν τοιαύτην ἐφαρμοττόντων καὶ τῇ ὕλῃ καὶ τῷ εἴδει καὶ τῷ συναμφοτέρῳ τῶν εἰρημένων.

εἰ δέ τις λέγοι, ὡς ταῦτα μὲν ἔστω τεθεωρημένα περὶ τὴν οὐσίαν, ὃ δ̓ ἔστιν οὐκ εἴρηται, αἰτεῖ ἔτι ἴσως αἰσθητὸν ἰδεῖν τοῦτο: τὸ δ̓ ἔστι

2.333
τοῦτο καὶ τὸ εἶναι οὐκ ἂν ὁρῷτο. τί οὖν; τὸ πῦρ οὐκ οὐσία καὶ τὸ ὕδωρ; οὐσία οὖν ἑκάτερον, ὅτι ὁρᾶται; οὔ. ἀλλὰ τῷ ὕλην ἔχειν; οὔ. ἀλλὰ τῷ εἶδος; οὐδὲ τοῦτο. ἀλλ̓ οὐδὲ τῷ συναμφότερον. ἀλλὰ τίνι δή; τῷ εἶναι. ἀλλὰ καὶ τὸ ποσὸν ἔστι, καὶ τὸ ποιὸν ἔστιν. ἡμεῖς δὴ φήσομεν ἄρα, ὅτι ὁμωνύμως. ἀλλὰ τί ἐπὶ πυρὸς καὶ γῆς καὶ τῶν τοιούτων τὸ ἔστι, καὶ τίς ἡ διαφορὰ τούτου τοῦ ἔστι καὶ τοῦ ἐπὶ τῶν ἄλλων; ἢ ὅτι τὸ μὲν ἁπλῶς εἶναι λέγεται καὶ ἁπλῶς ὄν, τὸ δὲ λευκὸν εἶναι. τί οὖν; τὸ εἶναι τὸ προσκείμενον τῷ λευκῷ ταὐτὸν τῷ ἄνευ προσθήκης; οὐχί: ἀλλὰ τὸ μὲν πρώτως ὄν, τὸ δὲ κατὰ μετάληψιν καὶ δευτέρως. τό τε γὰρ λευκὸν προστεθὲν τῷ ὄντι πεποίηκε λευκὸν τὸ ὄν, τό τε ὂν τῷ λευκῷ προστεθὲν πεποίηκε τὸ λευκὸν ὄν, ὥστε ἑκατέρῳ, τῷ μὲν ὄντι συμβεβηκὸς τὸ λευκόν, τῷ δὲ λευκῷ συμβεβηκὸς τὸ ὄν. καὶ οὐχ οὕτως λέγομεν, ὡς ἂν εἴποι τις τὸν Σωκράτην λευκὸν καὶ τὸ λευκὸν Σωκράτην: ἐν γὰρ ἀμφοτέροις ὁ Σωκράτης ὁ αὐτός. ἀλλ̓ ἴσως τὸ λευκὸν οὐ ταὐτόν: ἐπὶ γὰρ τοῦ τὸ λευκὸν Σωκράτης ἐμπεριείληπται ὁ Σωκράτης τῷ λευκῷ, ἐν δὲ τῷ Σωκράτης λευκὸς καθαρῶς συμβεβηκὸς τὸ λευκόν. καὶ ἐνταῦθα τὸ ὂν λευκὸν συμβεβηκὸς ἔχει τὸ λευκόν, ἐν δὲ τῷ τὸ λευκὸν ὂν τὸ λευκὸν συνειλημμένον τῷ ὄντι. καὶ ὅλως τὸ μὲν λευκὸν ἔχει τὸ εἶναι, ὅτι περὶ τὸ ὂν καὶ ἐν ὄντι: παῤ ἐκείνου οὖν τὸ εἶναι: τὸ δὲ ὂν παῤ αὑτοῦ τὸ ὄν, παρὰ δὲ τοῦ λευκοῦ τὸ λευκόν, οὐχ ὅτι αὐτὸ ἐν τῷ λευκῷ, ἀλλ̓ ὅτι τὸ λευκὸν ἐν αὐτῷ. ἀλλ̓ ἐπεὶ καὶ τοῦτο τὸ ὂν τὸ ἐν τῷ αἰσθητῷ οὐ παῤ αὑτοῦ ὄν, λεκτέον, ὅτι παρὰ τοῦ ὄντως ὄντος ἔχει τὸ
2.334
ὄν, παρὰ δὲ τοῦ ὄντως λευκοῦ ἔχει τὸ λευκὸν εἶναι, κἀκείνου τὸ λευκὸν ἔχοντος κατὰ μετάληψιν τοῦ ἐκεῖ ὄντος ἔχοντος τὸ εἶναι.
622

εἰ δέ τις λέγοι παρὰ τῆς ὕλης ἔχειν τὰ τῇδε ὅσα ἐπ̓ αὐτῆς τὸ εἶναι, πόθεν ἕξει ἡ ὕλη τὸ εἶναι καὶ τὸ ὂν ἀπαιτήσομεν. ὅτι δὲ μὴ πρῶτον ἡ ὕλη, εἴρηται ἐν ἄλλοις: εἰ δέ, ὅτι τὰ ἄλλα οὐκ ἂν συσταίη μὴ ἐπὶ τῆς ὕλης, τὰ αἰσθητὰ φήσομεν. πρὸ τούτων δὲ οὖσαν ὕστερον πολλῶν εἶναι καὶ τῶν ἐκεῖ πάντων οὐδὲν κωλύει ἀμυδρὸν τὸ εἶναι ἔχουσαν καὶ ἧττον ἢ τὰ ἐπ̓ αὐτῆς, ὅσῳ τὰ μὲν λόγοι καὶ μᾶλλον ἐκ τοῦ ὄντος, ἡ δ̓ ἄλογος παντελῶς, σκιὰ λόγου καὶ ἔκπτωσις λόγου: εἰ δέ τις λέγοι, ὅτι τὸ εἶναι αὕτη δίδωσι τοῖς ἐπ̓ αὐτῆς, ὥσπερ ὁ Σωκράτης τῷ ἐπ̓ αὐτοῦ λευκῷ, λεκτέον, ὅτι τὸ μὲν μᾶλλον ὂν δοίη ἂν τῷ ἧττον ὄντι τὸ εἶναι, τὸ δὲ ἧττον ὂν οὐκ ἂν δοίη τῷ μᾶλλον ὄντι. ἀλλ̓ εἰ μᾶλλον ὂν τὸ εἶδος τῆς ὕλης, οὐκέτι κοινόν τι τὸ ὂν κατ̓ ἀμφοῖν, οὐδ̓ ἡ οὐσία γένος ἔχον τὴν ὕλην, τὸ εἶδος, τὸ συναμφότερον, ἀλλὰ κοινὰ μὲν πολλὰ αὐτοῖς ἔσται, ἅπερ λέγομεν, διάφορον δὲ ὅμως τὸ εἶναι. περὶ γὰρ ἐλαττόνως ὂν μᾶλλον ὂν προσελθὸν τάξει μὲν πρῶτον ἂν εἴη, οὐσίᾳ δὲ ὕστερον: ὥστε, εἰ μὴ ἐπίσης τὸ εἶναι τῇ ὕλῃ καὶ τῷ εἴδει καὶ τῷ συναμφοτέρῳ, κοινὸν μὲν οὐκ ἂν ἔτι εἴη ἡ οὐσία ὡς γένος: ἄλλως μέντοι ἕξει πρὸς τὰ μετὰ ταῦτα, ὡς κοινόν τι πρὸς ἐκεῖνα ἔχουσα τῷ αὐτῶν εἶναι, ὡς ζωῆς ἡ μέν τις ἀμυδρά, ἡ δ̓ ἐναργεστέρα, καὶ εἰκόνων ἡ μέν τις ὑποτύπωσις, ἡ δὲ ἐξεργασία μᾶλλον. εἰ δὲ τῷ ἀμυδρῷ τοῦ εἶναι μετροῖ τις τὸ εἶναι, τὸ δὲ ἐν τοῖς ἄλλοις πλέον ἐῴη, τοῦτο πάλιν αὖ κοινὸν ἔσται τὸ εἶναι.

2.335
ἀλλὰ μήποτε οὐχ οὕτω δεῖ ποιεῖν. ἄλλο γὰρ ἕκαστον ὅλον, ἀλλ̓ οὐ κοινόν τι τὸ ἀμυδρόν, ὥσπερ ἐπὶ τῆς ζωῆς οὐκ ἂν εἴη κοινόν τι ἐπὶ θρεπτικῆς καὶ αἰσθητικῆς καὶ νοερᾶς. καὶ ἐνταῦθα τοίνυν τὸ εἶναι ἄλλο τὸ ἐπὶ τῆς ὕλης καὶ εἴδους καὶ συνάμφω ἀφ̓ ἑνὸς ἄλλως καὶ ἄλλως ῥυέντος. οὐ γὰρ μόνον, εἰ τὸ δεύτερον ἀπὸ τοῦ πρώτου, τὸ δὲ τρίτον ἀπὸ τοῦ δευτέρου, τὸ μὲν μᾶλλον, τὸ δὲ ἐφεξῆς χεῖρον καὶ ἔλαττον, ἀλλὰ κἂν ἀπὸ τοῦ αὐτοῦ ἄμφω, ᾖ δὲ τὸ μὲν μᾶλλον μετασχὸν πυρός, οἷον κέραμος, τὸ δὲ ἧττον, ὥστε μὴ κέραμος γενέσθαι. τάχα δ̓
623
οὐδ̓ ἀπὸ τοῦ αὐτοῦ ἡ ὕλη καὶ τὸ εἶδος: διαφορὰ γὰρ καὶ ἐν ἐκείνοις.

ἀλλ̓ ἄρα τὸ μὲν διαιρεῖν εἰς στοιχεῖα ἐᾶν δεῖ, καὶ μάλιστα περὶ τῆς αἰσθητῆς οὐσίας λέγοντα, ἣν δεῖ αἰσθήσει μᾶλλον ἢ λόγῳ λαμβάνειν, καὶ τὸ ἐξ ὧν σύγκειται μὴ προσποιεῖσθαι — οὐ γὰρ οὐσίαι ἐκεῖνα, ἢ οὐκ ἂν αἰσθηταί γε οὐσίαι — ἑνὶ δὲ γένει περιλαμβάνοντα τὸ κοινὸν ἐπὶ λίθου καὶ γῆς καὶ ὕδατος καὶ τῶν ἐκ τούτων φυτῶν, ᾗ αἰσθητά, καὶ ζῴων ὡσαύτως: οὐ γὰρ παραλελείψεται ἡ ὕλη οὐδὲ τὸ εἶδος: ἡ γὰρ αἰσθητὴ οὐσία ἔχει ταῦτα: ὕλη γὰρ καὶ εἶδος πῦρ καὶ γῆ καὶ τὰ μεταξύ, τὰ δὲ σύνθετα ἤδη πολλαὶ οὐσίαι εἰς ἕν: καὶ τὸ κοινὸν πᾶσι τούτοις, ᾗ τῶν ἄλλων κεχώρισται: ὑποκείμενα γὰρ ταῦτα τοῖς ἄλλοις καὶ οὐκ ἐν ὑποκειμένῳ οὐδὲ ἄλλου: καὶ ὅσα εἴρηται, ὑπάρχει ταύτῃ. ἀλλ̓ εἰ ἡ αἰσθητὴ οὐσία οὐκ ἄνευ μεγέθους οὐδ̓ ἄνευ ποιότητος, πῶς ἔτι τὰ συμβεβηκότα χωριοῦμεν; χωρίζοντες γὰρ ταῦτα, τὸ μέγεθος, τὸ σχῆμα, τὸ χρῶμα, ξηρότητα, ὑγρότητα, τί τὴν οὐσίαν αὐτὴν θησόμεθα; ποιαὶ γὰρ οὐσίαι αὗται. ἀλλά τι ἔστι, περὶ

2.336
ὃ συμβαίνει τὰ ποιοῦντα ἐκ τοῦ μόνον οὐσίαν εἶναι ποιὰν οὐσίαν εἶναι: καὶ ἔσται τὸ πῦρ οὐχ ὅλον οὐσία, ἀλλά τι αὐτοῦ, οἷον μέρος. τοῦτο δὲ τί ἂν εἴη; ἢ ὕλη. ἀλλὰ ἆρά γε ἡ αἰσθητὴ οὐσία συμφόρησίς τις ποιοτήτων καὶ ὕλης, καὶ ὁμοῦ μὲν πάντα ταῦτα συμπαγέντα ἐπὶ ὕλης μιᾶς οὐσία, χωρὶς δὲ ἕκαστον λαμβανόμενον τὸ μὲν ποιόν, τὸ δὲ ποσὸν ἔσται, ἢ ποιὰ πολλά: καὶ ὃ μὲν ἂν ἐλλεῖπον μήπω ἀπηρτισμένην ἐᾷ γίνεσθαι τὴν ὑπόστασιν, μέρος τῆσδε τῆς οὐσίας, ὃ δ̓ ἂν γενομένῃ τῇ οὐσίᾳ ἐπισυμβῇ, τὴν οἰκείαν ἔχει τάξιν οὐ κρυπτόμενον ἐν τῷ μίγματι τῷ ποιοῦντι τὴν λεγομένην οὐσίαν; καὶ οὐ τοῦτό φημι, ὡς ἐκεῖ μετὰ τῶν ἄλλων ὄν ἐστιν οὐσία, συμπληροῦν ἕνα ὄγκον τοσόνδε καὶ τοιόνδε, ἀλλαχοῦ δὲ μὴ συμπληροῦν ποιόν, ἀλλὰ μηδὲ ἐκεῖ ἕκαστον οὐσίαν, τὸ δ̓ ὅλον τὸ ἐκ πάντων οὐσίαν. καὶ οὐ δυσχεραντέον, εἰ τὴν οὐσίαν τὴν αἰσθητὴν ἐξ οὐκ οὐσιῶν ποιοῦμεν: οὐδὲ γὰρ τὸ ὅλον ἀληθὴς οὐσία, ἀλλὰ μιμούμενον
624
τὴν ἀληθῆ, ἥτις ἄνευ τῶν ἄλλων τῶν περὶ αὐτὴν ἔχει τὸ ὂν καὶ τῶν ἄλλων ἐξ αὐτῆς γινομένων, ὅτι ἀληθῶς ἦν: ὡδὶ δὲ καὶ τὸ ὑποβεβλημένον ἄγονον καὶ οὐχ ἱκανὸν εἶναι ὄν, ὅτι μηδὲ ἐξ αὐτοῦ τὰ ἄλλα, σκιὰ δὲ καὶ ἐπὶ σκιᾷ αὐτῇ οὔσῃ ζωγραφία καὶ τὸ φαίνεσθαι.

καὶ περὶ μὲν τῆς λεγομένης οὐσίας αἰσθητῆς καὶ γένους ἑνὸς ταύτῃ: εἴδη δ̓ αὐτοῦ τίνα ἄν τις θεῖτο καὶ πῶς διέλοι; σῶμα μὲν οὖν τὸ σύμπαν θετέον εἶναι, τούτων δὲ τὰ μὲν ὑλικώτερα, τὰ δὲ ὀργανικά: ὑλικώτερα μὲν πῦρ, γῆ, ὕδωρ, ἀήρ: ὀργανικὰ δὲ τὰ τῶν φυτῶν καὶ τὰ τῶν ζῴων σώματα κατὰ τὰς μορφὰς τὰς παραλλαγὰς σχόντα:

2.337
εἶτα εἴδη γῆς λαμβάνειν καὶ τῶν ἄλλων στοιχείων, καὶ ἐπὶ τῶν σωμάτων τῶν ὀργανικῶν τά τε φυτὰ κατὰ τὰς μορφὰς διαιροῦντα καὶ τὰ τῶν ζῴων σώματα ἢ τῷ τὰ μὲν ἐπίγεια καὶ ἔγγεια καὶ καθ̓ ἕκαστον στοιχεῖον τὰ ἐν αὐτῷ ἢ τῶν σωμάτων τὰ μὲν κοῦφα, τὰ δὲ βαρέα, τὰ δὲ μεταξύ: καὶ τὰ μὲν ἑστάναι ἐν μέσῳ, τὰ δὲ περιέχειν ἄνωθεν, τὰ δὲ μεταξύ: καὶ ἐν ἑκάστῳ τούτων σώματα ἤδη σχήμασι διειλημμένα, ὡς εἶναι σώματα τὰ μὲν ζῴων οὐρανίων, τὰ δὲ κατὰ ἄλλα στοιχεῖα: ἢ κατ̓ εἴδη διαστησάμενον τὰ τέσσαρα τὸ μετὰ τοῦτο ἄλλον τρόπον ἤδη συμπλέκειν καὶ μιγνύντα τὰς διαφορὰς αὐτῶν κατὰ τοὺς τόπους καὶ τὰς μορφὰς καὶ τὰς μίξεις, οἷον πύρινα ἢ γήινα τῷ πλείονι καὶ ἐπικρατοῦντι λεγόμενα. τὸ δὲ πρώτας καὶ δευτέρας λέγειν, τόδε τὸ πῦρ καὶ πῦρ, ἄλλως μὲν ἔχειν διαφοράν, ὅτι τὸ μὲν καθέκαστον, τὸ δὲ καθόλου, οὐ μέντοι οὐσίας διαφοράν: καὶ γὰρ καὶ ἐν ποιῷ τὶ λευκὸν καὶ λευκὸν καὶ γραμματική τις καὶ γραμματική. ἔπειτα τί ἔλαττον ἔχει ἡ γραμματικὴ πρὸς τινὰ γραμματικὴν καὶ ὅλως ἐπιστήμη πρὸς τινὰ ἐπιστήμην; οὐ γὰρ ἡ γραμματικὴ ὕστερον τῆς τινὸς γραμματικῆς, ἀλλὰ μᾶλλον οὔσης γραμματικῆς καὶ ἡ ἐν σοί: ἐπεὶ καὶ ἡ ἐν σοὶ τίς ἐστι τῷ ἐν σοί: αὕτη δὲ ταὐτὸν τῇ καθόλου. καὶ ὁ Σωκράτης οὐκ αὐτὸς ἔδωκε τῷ μὴ ἀνθρώπῳ τὸ εἶναι ἀνθρώπῳ, ἀλλ̓ ὁ ἄνθρωπος τῷ Σωκράτει: μεταλήψει γὰρ ἀνθρώπου ὁ τὶς ἄνθρωπος. ἔπειτα ὁ Σωκράτης τί ἂν εἴη ἢ ἄνθρωπος τοιόσδε, τὸ δὲ τοιόσδε τί ἂν ἐργάζοιτο πρὸς τὸ μᾶλλον οὐσίαν εἶναι; εἰ δ̓
625
ὅτι τὸ μὲν εἶδος μόνον ὁ ἄνθρωπος, τὸ δὲ εἶδος ἐν ὕλῃ, ἧττον ἄνθρωπος κατὰ τοῦτο ἂν εἴη: ἐν
2.338
ὕλῃ γὰρ ὁ λόγος χείρων. εἰ δὲ καὶ ὁ ἄνθρωπος οὐ κατὰ τὸ εἶδος, ἀλλ̓ ἐν ὕλῃ, τί ἔλαττον ἕξει τοῦ ἐν ὕλῃ καὶ αὐτὸς λόγος τοῦ ἐν τινὶ ὕλῃ; ἔτι πρότερον τῇ φύσει τὸ γενικώτερον, ὥστε καὶ τὸ εἶδος τοῦ ἀτόμου: τὸ δὲ πρότερον τῇ φύσει καὶ ἁπλῶς πρότερον. πῶς οὖν ἂν ἧττον εἴη; ἀλλὰ τὸ καθέκαστον πρὸς ἡμᾶς γνωριμώτερον ὂν πρότερον: τοῦτο δ̓ οὐκ ἐν τοῖς πράγμασι τὴν διαφορὰν ἔχει. ἔπειτα οὕτως οὐχ εἷς λόγος τῆς οὐσίας: οὐ γὰρ ὁ αὐτὸς τοῦ πρώτως καὶ τοῦ δευτέρως οὐδ̓ ὑφ̓ ἓν γένος.

ἔστι δὲ καὶ οὕτως διαιρεῖν, θερμῷ καὶ ξηρῷ, καὶ ξηρῷ καὶ ψυχρῷ, καὶ ψυχρῷ καὶ ὑγρῷ, ἢ ὅπως βούλεται τὸν συνδυασμὸν εἶναι: εἶτα ἐκ τούτων σύνθεσιν καὶ μῖξιν, καὶ ἢ μένειν ἐνταῦθα στάντα ἐπὶ τοῦ συνθέτου, ἢ κατὰ τὸ ἔγγειον καὶ ἐπίγειον, ἢ κατὰ τὰς μορφὰς καὶ κατὰ τὰς τῶν ζῴων διαφοράς, οὐ τὰ ζῷα διαιροῦντα, ἀλλὰ κατὰ τὰ σώματα αὐτῶν, ὥσπερ ὄργανα, διαιροῦντα. οὐκ ἄτοπος δὲ ἡ κατὰ τὰς μορφὰς διαφορά, εἴπερ οὐδ̓ ἡ κατὰ τὰς ποιότητας αὐτῶν διαίρεσις, θερμότητας, ψυχρότητας καὶ τὰ τοιαῦτα. εἰ δέ τις λέγοι ʽἀλλὰ κατὰ ταύτας ποιεῖ τὰ σώματἀ, καὶ κατὰ τὰς μίξεις φήσομεν ποιεῖν καὶ κατὰ τὰ χρώματα καὶ τὰ σχήματα: ἐπεὶ γὰρ περὶ αἰσθητῆς οὐσίας ὁ λόγος, οὐκ ἄτοπος ἂν εἴη, διαφοραῖς εἰ λαμβάνοιτο ταῖς πρὸς τὴν αἴσθησιν: οὐδὲ γὰρ ὂν ἁπλῶς αὕτη, ἀλλ̓ αἰσθητὸν ὂν τὸ ὅλον τοῦτο ἐπεὶ καὶ τὴν δοκοῦσαν ὑπόστασιν αὐτῆς σύνοδον τῶν πρὸς αἴσθησιν ἔφαμεν εἶναι καὶ ἡ πίστις τοῦ εἶναι παρὰ τῆς αἰσθήσεως αὐτοῖς. εἰ δὲ ἄπειρος ἡ σύνθεσις, κατ̓ εἴδη τῶν ζῴων διαιρεῖν, οἷον

2.339
ἀνθρώπου εἶδος τὸ ἐπὶ σώματι: ποιότης γὰρ αὕτη σώματος, τὸ τοιοῦτον εἶδος, ποιότησι δ̓ οὐκ ἄτοπον διαιρεῖν. εἰ δ̓ ὅτι τὰ μὲν ἁπλᾶ, τὰ δὲ σύνθετα εἴπομεν, ἀντιδιαιροῦντες τὸ σύνθετον τῷ ἁπλῷ, ὑλικώτερα εἴπομεν καὶ ὀργανικὰ οὐ προσποιούμενοι τὸ σύνθετον. ἔστι δ̓ οὐκ ἀντιδιαίρεσις τὸ σύνθετον πρὸς τὸ ἁπλοῦν εἶναι, ἀλλὰ κατὰ πρώτην διαίρεσιν τὰ ἁπλᾶ τῶν σωμάτων θέντα μίξαντα αὐτὰ ἀπ̓ ἄλλης ἀρχῆς ὑποβεβληκυίας διαφορὰν συνθέτων ἢ τόποις ἢ μορφαῖς ποιεῖσθαι, οἷον τὰ
626
μὲν οὐράνια, τὰ δὲ γήινα. καὶ περὶ μὲν τῆς ἐν τοῖς αἰσθητοῖς οὐσίας ἢ γενέσεως ταῦτα.

περὶ δὲ ποσοῦ καὶ ποσότητος, ὡς ἐν ἀριθμῷ δεῖ τίθεσθαι καὶ μεγέθει, καθ̓ ὅσον τοσοῦτον ἕκαστον, ὅ ἐστιν ἐν ἀριθμῷ τῶν ἐνύλων καὶ διαστήματι τοῦ ὑποκειμένου — οὐ γὰρ περὶ χωριστοῦ ποσοῦ ὁ λόγος, ἀλλ̓ ὃ ποιεῖ τρίπηχυ εἶναι τὸ ξύλον, καὶ ἡ πεμπὰς ἡ ἐπὶ τοῖς ἵπποις — εἴρηται πολλάκις, ὅτι ταῦτα ποσὰ μόνον λεκτέον, τόπον δὲ καὶ χρόνον μὴ κατὰ τὸ ποσὸν νενοῆσθαι, ἀλλὰ τὸν μὲν χρόνον τῷ μέτρον κινήσεως εἶναι καὶ τῷ πρός τι δοτέον αὐτόν, τὸν δὲ τόπον σώματος περιεκτικόν, ὡς καὶ τοῦτον ἐν σχέσει καὶ τῷ πρός τι κεῖσθαι: ἐπεὶ καὶ ἡ κίνησις συνεχὴς καὶ οὐκ ἐν ποσῷ ἐτέθη. μέγα δὲ καὶ μικρὸν διὰ τί οὐκ ἐν ποσῷ; ποσότητι γάρ τινι μέγα τὸ μέγα, καὶ τὸ μέγεθος δὲ οὐ τῶν πρός τι, ἀλλὰ τὸ μεῖζον καὶ τὸ ἔλαττον τῶν πρός τι: πρὸς γὰρ ἕτερον, ὥσπερ καὶ τὸ διπλάσιον. διὰ τί οὖν ὄρος μικρόν, κέγχρος δὲ μεγάλη; ἢ πρῶτον μὲν ἀντὶ τοῦ μικρότερον λέγεται. εἰ γὰρ πρὸς τὰ ὁμογενῆ ὁμολογεῖται καὶ παῤ αὐτῶν εἰρῆσθαι, ὁμολογεῖται, ὅτι ἀντὶ

2.340
τοῦ μικρότερον λέγεται, καὶ μεγάλη κέγχρος οὐχ ἁπλῶς λεγομένη μεγάλη, ἀλλὰ κέγχρος μεγάλη. τοῦτο δὲ ταὐτὸν τῷ τῶν ὁμογενῶν: τῶν δὲ ὁμογενῶν κατὰ φύσιν ἂν λέγοιτο μείζων. ἔπειτα διὰ τί οὐ καὶ τὸ καλὸν λέγοιτο ἂν τῶν πρός τι; ἀλλά φαμεν καλὸν μὲν καθ̓ ἑαυτὸ καὶ ποιόν, κάλλιον δὲ τῶν πρός τι: καίτοι καὶ καλὸν λεγόμενον φανείη ἂν πρὸς ἄλλο αἰσχρόν, οἷον ἀνθρώπου κάλλος πρὸς θεῶν: ʽπιθήκων̓, φησίν, ʽὁ κάλλιστος αἰσχρὸς συμβάλλειν ἑτέρῳ γένεἰ: ἀλλ̓ ἐφ̓ ἑαυτοῦ μὲν καλόν, πρὸς ἄλλο δὲ ἢ κάλλιον ἢ τοὐναντίον. καὶ ἐνταῦθα τοίνυν ἐφ̓ ἑαυτοῦ μὲν μέγα μεγέθους, πρὸς ἄλλο δὲ οὐ τοιοῦτον: ἢ ἀναιρετέον τὸ
627
καλόν, ὅτι ἄλλο κάλλιον αὐτοῦ. οὕτω τοίνυν οὐδ̓ ἀναιρετέον τὸ μέγα, ὅτι ἔστι τι μεῖζον αὐτοῦ: ἐπεὶ οὐδὲ τὸ μεῖζον ὅλως ἂν εἴη μὴ μεγάλου ὄντος, ὥσπερ οὐδὲ κάλλιον μὴ καλοῦ.

ἀπολειπτέον τοίνυν καὶ ἐναντιότητα εἶναι περὶ τὸ ποσόν: αἱ γὰρ ἔννοιαι τὴν ἐναντιότητα συγχωροῦσιν, ὅταν μέγα λέγωμεν καὶ ὅταν μικρόν, ἐναντίας τὰς φαντασίας ποιοῦσαι, ὥσπερ ὅταν πολλὰ καὶ ὀλίγα: καὶ γὰρ τὰ παραπλήσια περὶ τοῦ ὀλίγα καὶ πολλὰ λεκτέον. πολλοὶ γὰρ οἱ ἐν τῇ οἰκίᾳ ἀντὶ τοῦ πλείους: τοῦτο δὲ πρὸς ἄλλο: καὶ ὀλίγοι ἐν τῷ θεάτρῳ ἀντὶ τοῦ ἐλάττους. καὶ δεῖ ὅλως τὰ πολλὰ πολὺ λέγειν πλῆθος ἐν ἀριθμῷ: πλῆθος δὲ πῶς τῶν πρός τι; τοῦτο δὲ ταὐτὸν τῷ ἐπέκτασις ἀριθμοῦ, τὸ δὲ ἐναντίον συστολή. τὸ δ̓ αὐτὸ καὶ ἐπὶ τοῦ συνεχοῦς τῆς ἐννοίας τὸ συνεχὲς προαγούσης εἰς τὸ πόρρω. ποσὸν μὲν οὖν, ὅταν τὸ ἓν προέλθῃ, καὶ τὸ σημεῖον. ἀλλ̓ ἐὰν μὲν ταχὺ στῇ ἑκάτερον, τὸ μὲν ὀλίγον, τὸ δὲ μικρόν: ἐὰν

2.341
δ̓ ἡ πρόοδος προιοῦσα μὴ παύσηται ταχύ, τὸ μὲν πολύ, τὸ δὲ μέγα. τίς οὖν ὅρος; τίς δὲ καλοῦ; θερμοῦ δέ; καὶ ἔνι θερμότερον καὶ ἐνταῦθα. ἀλλὰ λέγεται τὸ μὲν θερμότερον πρός τι, τὸ δὲ θερμὸν ἁπλῶς ποιόν: ὅλως δὲ δεῖ λόγον τινά, ὥσπερ καλοῦ, οὕτω καὶ μεγάλου εἶναι, ὃς μεταληφθεὶς μέγα ποιεῖ, ὥσπερ καλὸν ὁ τοῦ καλοῦ. ἐναντιότης τοίνυν κατὰ ταῦτα περὶ τὸ ποσόν: κατὰ γὰρ τὸν τόπον οὐκέτι, ὅτι μὴ τοῦ ποσοῦ: ἐπεὶ καί, εἰ τοῦ ποσοῦ ἦν ὁ τόπος, οὐκ ἦν ἐναντίον τὸ ἄνω τινὶ μὴ ὄντος τοῦ κάτω ἐν τῷ παντί. ἐν δὲ τοῖς μέρεσι τὸ ἄνω καὶ κάτω λεγόμενον ἄλλο οὐδὲν ἂν σημαίνοι ἢ ἀνωτέρω καὶ κατωτέρω καὶ ὅμοιον τῷ δεξιὸν καὶ ἀριστερόν: ταῦτα δὲ τῶν πρός τι. συλλαβῇ δὲ καὶ λόγῳ συμβαίνει ποσοῖς εἶναι καὶ ὑποκεῖσθαι τῷ ποσῷ. φωνὴ γὰρ ποσή: αὕτη δὲ κίνησίς τις. εἰς κίνησιν οὖν ὅλως ἀνακτέον, ὡσπερ καὶ τὴν πρᾶξιν.

τὸ μὲν οὖν συνεχὲς ἀπὸ τοῦ διωρισμένου

628
κεχωρίσθαι καλῶς: τῷ κοινῷ καὶ τῷ ἰδίῳ ὅρῳ εἴρηται. τὸ δ̓ ἐντεῦθεν ἤδη ἐπὶ μὲν ἀριθμοῦ περιττῷ, ἀρτίῳ: καὶ πάλιν, εἴ τινες διαφοραὶ τούτων ἑκατέρου, ἢ παραλειπτέον τοῖς περὶ ἀριθμὸν ἔχουσιν ἤδη, ἢ δεῖ ταύτας μὲν διαφορὰς τῶν μοναδικῶν ἀριθμῶν τίθεσθαι, τῶν δ̓ ἐν τοῖς αἰσθητοῖς οὐκέτι. εἰ δὲ τοὺς ἐν τοῖς αἰσθητοῖς ἀριθμοὺς χωρίζει ὁ λόγος, οὐδὲν κωλύει καὶ τούτων τὰς αὐτὰς νοεῖν διαφοράς. τὸ δὲ συνεχὲς πῶς, εἰ τὸ μὲν γραμμή, τὸ δ̓ ἐπίπεδον, τὸ δὲ στερεόν; ἢ τὸ μὲν ἐφ̓ ἕν, τὸ δ̓ ἐπὶ δύο, τὸ δ̓ ἐπὶ τρία, οὐκ εἰς εἴδη διαιρουμένου δόξει, ἀλλὰ καταρίθμησιν μόνον ποιουμένου: ἀεὶ γὰρ ἐν τοῖς ἀριθμοῖς οὕτω λαμβανομένοις
2.342
κατὰ τὸ πρότερον καὶ τὸ ὕστερον κοινόν τι ἐπ̓ αὐτῶν οὐκ ἔστι γένος, οὐδ̓ ἐπὶ πρώτης καὶ δευτέρας καὶ τρίτης αὔξης κοινόν τι ἔσται. ἀλλὰ ἴσως καθ̓ ὅσον ποσὸν τὸ ἴσον ἐπ̓ αὐτοῖς καὶ οὐ τὰ μὲν μᾶλλον ποσά, τὰ δὲ ἧττον, κἂν τὰ μὲν ἐπὶ πλείω τὰς διαστάσεις ἔχῃ, τὰ δὲ ἐπ̓ ἔλαττον. ἐπὶ τῶν ἀριθμῶν τοίνυν, καθ̓ ὅσον πάντες ἀριθμοί, τὸ κοινὸν ἂν εἴη: ἴσως γὰρ οὐχ ἡ μονὰς τὴν δυάδα, οὐδ̓ ἡ δυὰς τὴν τριάδα, ἀλλὰ τὸ αὐτὸ τὰ πάντα. εἰ δὲ μὴ γίνεται, ἀλλ̓ ἔστιν, ἡμεῖς δ̓ ἐπινοοῦμεν γινόμενα, ἔστω ὁ μὲν ἐλάττων πρότερος, ὁ δὲ ὕστερος ὁ μείζων: ἀλλὰ καθ̓ ὅσον ἀριθμοὶ πάντες ὑφ̓ ἕν. καὶ ἐπὶ μεγεθῶν τοίνυν τὸ ἐπ̓ ἀριθμῶν μετενεκτέον: χωριοῦμεν δὲ ἀπ̓ ἀλλήλων γραμμήν, ἐπίπεδον, στερεόν, ὃ δὴ κέκληκε σῶμα, τῷ διάφορα τῷ εἴδει μεγέθη ὄντα εἶναι. εἰ δὲ δεῖ ἕκαστον τούτων διαιρεῖν, γραμμὴν μὲν εἰς εὐθύ, περιφερές, ἑλικοειδές, ἐπίπεδον δὲ εἰς εὐθύγραμμον καὶ περιφερὲς σχῆμα, στερεὸν δὲ εἰς στερεὰ σχήματα, σφαῖραν καὶ εὐθυγράμμους ἔχοντα πλευράς, καὶ ταῦτα πάλιν, οἷα οἱ γεωμέτραι ποιοῦσιν, εἰς τρίγωνα, τετράπλευρα, καὶ πάλιν ταῦτα εἰς ἄλλα, ἐπισκεπτέον.

τί γὰρ ἂν φαῖμεν εὐθεῖαν; οὐ μέγεθος εἶναι; ἢ ποιὸν μέγεθος τὸ εὐθὺ φαίη τις ἄν. τί

629
οὖν κωλύει διαφορὰν εἶναι ᾗ γραμμή; οὐ γὰρ ἄλλου τινὸς τὸ εὐθὺ ἢ γραμμῆς: ἐπεὶ καὶ οὐσίας διαφορὰς κομίζομεν παρὰ τοῦ ποιοῦ. ἡ οὖν εὐθεῖα ποσὸν μετὰ διαφορᾶς, καὶ οὐ σύνθετον διὰ τοῦτο ἡ εὐθεῖα ἐξ εὐθύτητος καὶ γραμμῆς: εἰ δὲ σύνθετον, ὡς μετὰ οἰκείας διαφορᾶς. τὸ δ̓ ἐκ τριῶν γραμμῶν διὰ τί οὐκ ἐν τῷ ποσῷ; ἢ οὐχ
2.343
ἁπλῶς τρεῖς γραμμαὶ τὸ τρίγωνον, ἀλλὰ οὑτωσὶ ἐχουσῶν, καὶ τὸ τετράπλευρον τέσσαρες οὑτωσί: καὶ γὰρ ἡ γραμμὴ ἡ εὐθεῖα οὑτωσὶ καὶ ποσόν: εἰ γὰρ τὴν εὐθεῖαν οὐ ποσὸν μόνον, τί κωλύει καὶ τὴν πεπερασμένην μὴ ποσὸν μόνον λέγειν; ἀλλὰ πέρας τῆς γραμμῆς στιγμὴ καὶ οὐκ ἐν ἄλλῳ. καὶ τὸ πεπερασμένον τοίνυν ἐπίπεδον ποσόν, ἐπείπερ γραμμαὶ περατοῦσιν, αἳ πολὺ μᾶλλον ἐν τῷ ποσῷ εἰ οὖν τὸ πεπερασμένον ἐπίπεδον ἐν τῶ ποσῷ, τοῦτο δὲ ἢ τετράγωνον ἢ ἑξάπλευρον ἢ πολύπλευρον, καὶ τὰ σχήματα πάντα ἐν τῷ ποσῷ. εἰ δ̓. ὅτι τὸ τρίγωνον λέγομεν ποιὸν καὶ τὸ τετράγωνον, ἐν ποιῷ θησόμεθα, οὐδὲν κωλύει ἐν πλείοσι κατηγορίαις θέσθαι τὸ αὐτό: καθ̓ ὃ μὲν μέγεθος καὶ τοιόνδε μέγεθος, ἐν τῷ ποσῷ, καθ̓ ὃ δὲ τοιάνδε μορφὴν παρέχεται, ἐν ποιῷ: ἢ καὶ αὐτὸ τοιάδε μορφὴ τὸ τρίγωνον. τί οὖν κωλύει καὶ τὴν σφαίραν ποιὸν λέγειν; εἰ οὖν τις ὁμόσε χωροῖ, τὴν γεωμετρίαν τοίνυν οὐ περὶ μεγέθη, ἀλλὰ περὶ ποιότητα καταγίνεσθαι. ἀλλ̓ οὐ δοκεῖ τοῦτο, ἀλλ̓ ἡ πραγματεία αὕτη περὶ μεγέθη. αἱ δὲ διαφοραὶ τῶν μεγεθῶν οὐκ ἀναιροῦσι τὸ μεγέθη αὐτὰ εἶναι, ὥσπερ οὐδ̓ αἱ τῶν οὐσιῶν οὐκ οὐσίας τὰς οὐσίας εἶναι. ἔτι πᾶν ἐπίπεδον πεπερασμένον, οὐ γὰρ οἷόν τε ἄπειρον εἶναί τι ἐπίπεδον: ἔτι ὥσπερ, ὅταν περὶ οὐσίαν ποιότητα λαμβάνω, οὐσιώδη ποιότητα λέγω, οὕτω καὶ πολὺ μᾶλλον, ὅταν τὰ σχήματα λαμβάνω, ποσότητος διαφορὰς λαμβάνω. ἔπειτα, εἰ μὴ ταύτας διαφορὰς μεγεθῶν ληψόμεθα, τίνων θησόμεθα; εἰ δὲ μεγεθῶν εἰσι διαφοραί, τὰ γενόμενα ἐκ τῶν διαφορῶν μεγέθη διάφορα ἐν εἴδεσιν αὐτῶν τακτέον.
2.344
630

ἀλλὰ πῶς ἴδιον τοῦ ποσοῦ τὸ ἴσον καὶ ἄνισον; ὅμοια γὰρ τρίγωνα λέγεται. ἢ καὶ ὅμοια λέγεται μεγέθη καὶ ἡ ὁμοιότης λεγομένη οὐκ ἀναιρεῖ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον εἶναι ἐν τῷ ποσῷ: ἴσως γὰρ ἐνταῦθα ἐν τοῖς μεγέθεσι τὸ ὅμοιον ἄλλως καὶ οὐχ ὡς ἐν τῷ ποιῷ. ἔπειτα οὐκ, εἰ ἴδιον εἶπε τὸ ἴσον καὶ ἄνισον, ἀνεῖλε καὶ τὸ ὅμοιον κατηγορεῖν τινων: ἀλλ̓ εἰ εἶπε τὸ ὅμοιον καὶ ἀνόμοιον τοῦ ποιοῦ, ἄλλως λεκτέον, ὡς ἔφαμεν, τὸ ἐπὶ τοῦ ποσοῦ. εἰ δὲ ταὐτὸν τὸ ὅμοιον, καὶ ἐπὶ τούτων ἐπισκέψασθαι δεῖ ἰδιότητας ἄλλας ἑκατέρου τοῦ γένους, τοῦ τε ποσοῦ καὶ τοῦ ποιοῦ. ἢ λεκτέον, τὸ ὅμοιον καὶ ἐπὶ τοῦ ποσοῦ λέγεσθαι, καθόσον αἱ διαφοραὶ ἐν αὐτῷ, καθόλου δέ, ὅτι συντάττειν δεῖ τὰς συμπληρούσας διαφορὰς τῷ οὗ διαφοραί, καὶ μάλιστα, ὅταν μόνου ἐκείνου ᾖ διαφορὰ ἡ διαφορά. εἰ δ̓ ἐν ἄλλῳ μὲν συμπληροῖ τὴν οὐσίαν, ἐν ἄλλῳ δὲ μή, οὗ μὲν συμπληροῖ, συντακτέον, οὗ δὲ μὴ συμπληροῖ, μόνον ἐφ̓ ἑαυτοῦ ληπτέον: συμπληροῦν δὲ λέγω τὴν οὐσίαν οὐ τὴν ἁπλῶς, ἀλλὰ τὴν τοιάνδε, τοῦ τοιάνδε προσθήκην οὐκ οὐσιώδη δεχομένου. κἀκεῖνο δὲ ἐπισημαντέον, ὅτι ἴσα μὲν λέγομεν καὶ τρίγωνα καὶ τετράγωνα καὶ ἐπὶ πάντων σχημάτων, ἐπιπέδων τε καὶ στερεῶν: ὥστε ἴσον τε καὶ ἄνισον κείσθω ἐπὶ ποσοῦ ἴδιον. ὅμοιον δὲ καὶ ἀνόμοιον, εἰ ἐπὶ ποιοῦ, ἐπισκεπτέον. περὶ δὲ τοῦ ποιοῦ ἐλέχθη, ὡς σὺν ἄλλοις μὲν ὕλῃ καὶ ποσῷ συμμιχθὲν συμπλήρωσιν ἐργάζεται αἰσθητῆς οὐσίας, καὶ ὅτι κινδυνεύει ἡ λεγομένη αὕτη οὐσία εἶναι τοῦτο τὸ ἐκ πολλῶν, οὐ τί, ἀλλὰ ποιὸν μᾶλλον, καὶ ὁ μὲν λόγος εἶναι οἷον πυρὸς τὸ τὶ σημαίνων μᾶλλον, ἣν δὲ μορφὴν ἐργάζεται,

2.345
ποιὸν μᾶλλον: καὶ ὁ λόγος ὁ τοῦ ἀνθρώπου τὸ τὶ εἶναι, τὸ δ̓ ἀποτελεσθὲν ἐν σώματος φύσει εἴδωλον ὂν τοῦ λόγου ποιόν τι μᾶλλον εἶναι: οἷον εἰ ἀνθρώπου ὄντος τοῦ Σωκράτους τοῦ ὁρωμένου ἡ εἰκὼν αὐτοῦ ἡ ἐν γραφῇ χρώματα καὶ φάρμακα οὖσα Σωκράτης λέγοιτο: οὕτως οὖν καὶ λόγου ὄντος, καθ̓ ὃν Σωκράτης, οὐ τὸν αἰσθητὸν Σωκράτην, ἀλλὰ χρώματα καὶ σχήματα ἐκείνων τῶν ἐν τῷ λόγῳ μιμήματα εἶναι, καὶ τὸν λόγον δὲ τοῦτον πρὸς τὸν ἀληθέστατον ἤδη λόγον τὸν ἀνθρώπου τὸ αὐτὸ πεπονθότα εἶναι. ταῦτα μὲν οὖν οὕτως.

ἕκαστον δὲ λαμβανόμενον χωρὶς τῶν ἄλλων

631
τῶν περὶ τὴν λεγομένην οὐσίαν ποιότητα τὴν ἐν τούτοις εἶναι, οὐ τὸ τὶ οὐδὲ τὸ ποσὸν οὐδὲ κίνησιν σημαίνοντα, χαρακτῆρα δὲ καὶ τὸ τοιόνδε καὶ τὸ ποιὸν δηλοῦντα, οἷον καλὸν καὶ αἰσχρὸν τὸ ἐπὶ σώματι: ὁμώνυμον γὰρ τὸ καλὸν τὸ τῇδε κἀκεῖ, ὥστε καὶ τὸ ποιόν: ἐπεὶ καὶ τὸ μέλαν καὶ τὸ λευκὸν ἄλλο. ἀλλὰ τὸ ἐν τῷ σπέρματι καὶ τῷ τοιούτῳ λόγῳ πότερα ταὐτὸν ἢ ὁμώνυμον τῷ φαινομένῳ; καὶ τοῖς ἐκεῖ προσνεμητέον ἢ τοῖς τῇδε; καὶ τὸ αἰσχρὸν τὸ περὶ τὴν ψυχήν; τὸ μὲν γὰρ καλὸν ὅτι ἄλλο, ἤδη δῆλον. ἀλλ̓ εἰ ἐν τούτῳ τῷ ποιῷ, καὶ ἡ ἀρετὴ ἐν τοῖς τῇδε ποιοῖς. ἢ τὰς μὲν ἐν τοῖς τῇδε ποιοῖς, τὰς δὲ ἐν τοῖς ἐκεῖ. ἐπεὶ καὶ τὰς τέχνας λόγους οὔσας ἀπορήσειεν ἄν τις εἰ: ἐν τοῖς τῇδε: καὶ γὰρ εἰ ἐν ὕλῃ λόγοι, ἀλλὰ ὕλη αὐτοῖς ἡ ψυχή: ἀλλ̓ ὅταν καὶ μετὰ ὕλης, πὼς ἐνταῦθα: οἷον κιθαρῳδία: καὶ γὰρ περὶ χορδὰς καὶ μέρος πως τῆς τέχνης ἡ ᾠδή, φωνὴ αἰσθητή, εἰ μὴ ἄρα ἐνεργείας ταύτας τις, ἀλλ̓ οὐ μέρη, θεῖτο.
2.346
ἀλλ̓ οὖν ἐνέργειαι αἰσθηταί: ἐπεὶ καὶ τὸ καλὸν τὸ ἐν σώματι ἀσώματον: ἀλλ̓ ἀπέδομεν αὐτὸ αἰσθητὸν ὂν τοῖς περὶ σῶμα καὶ σώματος. γεωμετρίαν δὲ καὶ ἀριθμητικὴν διττὴν θεμένους τὰς μὲν ὡδὶ ἐν τῷδε τῷ ποιῷ τακτέον, τὰς δὲ αὐτῆς τῆς ψυχῆς πραγματείας πρὸς τὸ νοητὸν ἐκεῖ τακτέον. καὶ δὴ καὶ μουσικήν φησιν ὁ Πλάτων καὶ ἀστρονομίαν ὡσαύτως. τὰς τοίνυν τέχνας περὶ σώματα ἐχούσας καὶ ὀργάνοις αἰσθητοῖς καὶ αἰσθήσει χρωμένας, εἰ καὶ ψυχῆς εἰσι διαθέσεις, ἐπειδὴ κάτω νευούσης εἰσίν, ἐν τῷδε τῷ ποιῷ τακτέον. καὶ δὴ καὶ τὰς πρακτικὰς ἀρετὰς οὐδὲν κωλύει ἐνταῦθα τὰς οὕτω πραττούσας ὡς πολιτικῶς τὸ πράττειν ἔχειν, ὅσαι μὴ χωρίζουσι τὴν ψυχὴν πρὸς τὰ ἐκεῖ ἄγουσαι, ἀλλ̓ ἐνταῦθα τὸ καλῶς ἐνεργοῦσι προηγούμενον τοῦτο, ἀλλ̓ οὐχ ὡς ἀναγκαῖον τιθέμεναι. καὶ τὸ ἐν τῷ σπέρματι τοίνυν καλὸν καὶ πολὺ μᾶλλον τὸ μέλαν καὶ τὸ λευκὸν ἐν τούτοις. τί οὖν; καὶ τὴν ψυχὴν τὴν τοιαύτην, ἐν ᾗ οὗτοι οἱ λόγοι, ἐν οὐσίᾳ τῇ τῇδε τάξομεν; ἢ οὐδὲ ταῦτα
632
σώματα εἴπομεν, ἀλλ̓ ἐπεὶ περὶ σῶμα καὶ σωμάτων ποιήσεις οἱ λόγοι, ἐν ποιότητι ἐθέμεθα τῇ τῇδε: οὐσίαν δὲ αἰσθητὴν τὸ ἐκ πάντων τῶν εἰρημένων θέμενοι οὐδαμῶς ἀσώματον οὐσίαν ἐν αὐτῇ τάξομεν. ποιότητας δὲ ἀσωμάτους ἁπάσας λέγοντες ἐν αὐτῇ πάθη ὄντα νενευκότα τῇδε ἐνηριθμήσαμεν καὶ λόγους ψυχῆς τινος: τὸ γὰρ πάθος μεμερισμένον εἰς δύο, εἴς τε τὸ περὶ ὅ ἐστι καὶ ἐν ᾧ ἐστιν, ἐδίδομεν ποιότητι οὐ σωματικῇ οὔσῃ, περὶ σῶμα δὲ οὔσῃ: οὐκέτι δὲ τὴν ψυχὴν τῇδε τῇ οὐσίᾳ, ὅτι τὸ πρὸς σῶμα αὐτῆς πάθος ἤδη δεδωκότες ἦμεν ποιῷ: ἄνευ δὲ τοῦ πάθους καὶ τοῦ
2.347
λόγου νοουμένην τῷ ὅθεν ἐστὶν ἀποδεδώκαμεν οὐδεμίαν οὐσίαν ὁπωσοῦν νοητὴν ἐνταῦθα καταλιπόντες.

εἰ μὲν οὖν οὕτω δοκεῖ, διαιρετέον τὰς μὲν ψυχικάς, τὰς δὲ σωματικάς, ὡς σώματος οὔσας ποιότητας. εἰ δὲ τὰς ψυχὰς ἁπάσας ἐκεῖ τις βούλεται, ταῖς αἰσθήσεσι τὰς τῇδε ποιότητας ἔστι διαιρεῖν, τὰς μὲν δἰ ὀμμάτων, τὰς δὲ δἰ ὤτων, τὰς δὲ δἰ ἁφῆς, γεύσεως, ὀσφρήσεως, καὶ τούτων εἴ τινες διαφοραί, ὄψεσι μὲν χρώματα, ἀκοαῖς δὲ φωνάς, καὶ ταῖς ἄλλαις αἰσθήσεσι: φωνὰς δέ, ᾗ ποιαί, ἡδύ, τραχύ, λεῖον. ἐπεὶ δὲ τὰς διαφορὰς τὰς περὶ τὴν οὐσίαν ποιότησι διαιρούμεθα καὶ τὰς ἐνεργείας καὶ τὰς πράξεις καλὰς ἢ αἰσχρὰς καὶ ὅλως τοιάσδε — τὸ γὰρ ποσὸν ἢ ὀλιγάκις εἰς τὰς διαφορὰς τὰς εἴδη ποιούσας ἢ οὐδαμοῦ — καὶ τὸ ποσὸν δὲ ποιότησι ταῖς αὐτῶν οἰκείαις, πῶς ἄν τις καὶ τὸ ποιὸν διέλοι κατ̓ εἴδη ἀπορήσειεν ἄν τις ποίαις χρώμενος διαφοραῖς καὶ ἐκ ποίου γένους. ἄτοπον γὰρ ἑαυτῷ καὶ ὅμοιον, ὥσπερ ἂν εἴ τις διαφορὰς οὐσίας οὐσίας πάλιν αὖ λέγοι. τίνι οὖν τὸ λευκὸν καὶ τὸ μέλαν; τίνι δὲ τὰ χρώματα ὅλως ἀπὸ χυμῶν καὶ τῶν ἁπτικῶν ποιοτήτων; εἰ δὲ τοῖς διαφόροις αἰσθητηρίοις ταῦτα, οὐκ ἐν τοῖς ὑποκειμένοις ἡ διαφορά. ἀλλὰ κατὰ τὴν αὐτὴν αἴσθησιν πῶς; εἰ δ̓ ὅτι τὸ μὲν συγκριτικόν, τὸ δὲ διακριτικὸν ὀμμάτων, τὸ δὲ διακριτικὸν γλώττης καὶ συγκριτικόν, πρῶτον μὲν ἀμφισβητεῖται καὶ περὶ αὐτῶν τῶν παθῶν, εἰ διακρίσεις τινὲς καὶ συγκρίσεις ταῦτα: ἔπειτα οὐκ αὐτὰ οἷς διαφέρει εἴρηκεν. εἰ δέ τις λέγοι οἷς δύνανται, καὶ

633
οὐκ ἄλογον δὲ οἷς δύνανται, ἐκεῖνο ἴσως λεκτέον,
2.348
ὡς οἷς δύνανται διαιρετέον τὰ μὴ ὁρώμενα, οἷον τὰς ἐπιστήμας: αἰσθητὰ δὲ ταῦτα ὄντα διὰ τί ἐξ ὧν ποιεῖ; καὶ ἐν ταῖς ἐπιστήμαις δὲ διαιροῦντες οἷς δύνανται, καὶ ὅλως ταῖς τῆς ψυχῆς δυνάμεσι διαστησάμενοι ὡς ἕτεραι ἐξ ὧν ποιοῦσιν, ἔχομεν λόγῳ διαφορὰς αὐτῶν λαμβάνειν οὐ μόνον περὶ ἅ, ἀλλὰ καὶ λόγους αὐτῶν ὁρῶντες. ἢ τὰς μὲν τέχνας ἕξομεν τοῖς λόγοις αὐτῶν καὶ τοῖς θεωρήμασι, τὰς δὲ ἐπὶ σώματι ποιότητας πῶς; ἢ κἀκεῖ ἐπὶ τῶν λόγων τῶν διαφόρων πῶς ἕτεροι ζητήσειεν ἄν τις. καὶ γὰρ φαίνεται τὸ λευκὸν τοῦ μέλανος διαφέρειν: ἀλλὰ τίνι ζητοῦμεν.

ἀλλὰ γὰρ ταῦτα ἅπαντα τὰ ἀπορηθέντα δεικνύει, ὡς τῶν ἄλλων δεῖ διαφορὰς ζητεῖν, αἷς χωριοῦμεν ἀπ̓ ἀλλήλων ἕκαστα, τῶν δὲ διαφορῶν διαφορὰς καὶ ἀδύνατον καὶ ἄλογον. οὔτε γὰρ οὐσίας οὐσιῶν οὔτε ποσοῦ ποσότητας οὔτε ποιότητας ποιοτήτων οὔτε διαφορὰς διαφορῶν οἷόν τε: ἀλλ̓ ἀνάγκη, οὗ ἐγχωρεῖ, τοῖς ἔξωθεν ἢ τοῖς ποιητικοῖς ἢ τοῖς τοιούτοις: οὗ δὲ μηδὲ ταῦτα, οἷον πράσινον ὠχροῦ, ἐπειδὴ λευκοῦ καὶ μέλανος λέγουσι, τί ἄν τις εἴποι; ἀλλὰ γάρ, ὅτι ἕτερα, ἡ αἴσθησις ἢ ὁ νοῦς ἐρεῖ, καὶ οὐ δώσουσι λόγον, ἡ μὲν αἴσθησις, ὅτι μηδ̓ αὐτῆς ὁ λόγος, ἀλλὰ μόνον μηνύσεις διαφόρους ποιήσασθαι, ὁ δὲ νοῦς ἐν ταῖς αὐτοῦ ἐπιβολαῖς ἁπλοῦς καὶ οὐ λόγοις χρῆται πανταχοῦ, ὡς λέγειν τόδε ἕκαστον τόδε. καὶ ἔστιν ἑτερότης ἐν ταῖς κινήσεσιν αὐτοῦ διαιροῦσα θάτερον ἀπὸ θατέρου οὐχ ἑτερότητος αὐτὴ δεομένη. αἱ τοίνυν ποιότητες πότερα διαφοραὶ πᾶσαι γίνοιντο ἂν ἢ οὔ; λευκότης μὲν γὰρ καὶ ὅλως αἱ χρόαι, καὶ περὶ ἁφὴν καὶ χυμοὺς γένοιντο ἂν διαφοραὶ ἑτέρων καὶ

2.349
εἴδη ὄντα, γραμματικὴ δὲ καὶ μουσικὴ πῶς; ἢ τῷ τὴν μὲν γραμματικὴν ψυχήν, τὴν δὲ μουσικὴν --- καὶ μάλιστα, εἰ φύσει εἶεν, ὥστε καὶ εἰδοποιοὺς διαφορὰς γίνεσθαι. καὶ εἰ εἴη τις διαφορὰ ἐκ τούτου τοῦ γένους ἢ καὶ ἐξ ἄλλου: καὶ εἰ ἐκ τούτου τοῦ γένους, τῶν ἐκ τοῦ αὐτοῦ γένους, οἷον ποιοτήτων ποιότητας. ἀρετὴ γὰρ καὶ κακία ἡ μὲν ἕξις τοιάδε, ἡ δὲ τοιάδε: ὥστε ποιοτήτων οὐσῶν τῶν ἕξεων αἱ διαφοραὶ ποιότητες: εἰ μή τις φαίη τὴν
634
μὲν ἕξιν ἄνευ τῆς διαφορᾶς μὴ ποιότητα εἶναι, τὴν δὲ διαφορὰν τὴν ποιότητα ποιεῖν. ἀλλ̓ εἰ τὸ γλυκὺ ὠφέλιμον, βλαβερὸν δὲ τὸ πικρόν, σχέσει, οὐ ποιότητι, διαιρεῖ. τί δ̓ εἰ τὸ γλυκὺ παχύ, τὸ δὲ αὐστηρὸν λεπτόν; οὐ τὸ τί ἦν γλυκὺ ἴσως λέγει παχύ, ἀλλ̓ ᾧ ἡ γλυκύτης: καὶ ἐπὶ τοῦ αὐστηροῦ ὁ αὐτὸς λόγος: ὥστε εἰ πανταχοῦ μὴ ποιότητος ποιότης διαφορὰ σκεπτέον, ὥσπερ οὐδε οὐσίας οὐσία, οὐδὲ ποσοῦ ποσότης. ἢ τὰ πέντε τῶν τριῶν διαφέρει δυσίν. ἢ ὑπερέχει δυσί, διαφέρει δ̓ οὐ λέγεται: πῶς γὰρ ἂν καὶ διαφέροι δυσὶν ἐν τοῖς τρισίν; ἀλλ̓ οὐδὲ κίνησις κινήσεως κινήσει διαφέροι ἄν, οὐδ̓ ἐπὶ τῶν ἄλλων ἄν τις εὕροι. ἐπὶ δὲ τῆς ἀρετῆς καὶ κακίας τὸ ὅλον πρὸς τὸ ὅλον ληπτέον, καὶ οὕτως αὐτοῖς διοίσει. τὸ δὲ ἐκ ταὐτοῦ γένους, τοῦ ποιοῦ, καὶ μὴ ἐξ ἄλλου, εἴ τις διαιροῖ τῷ τὴν μὲν περὶ ἡδονάς, τὴν δὲ περὶ ὀργάς, καὶ τὴν μὲν περὶ καρποῦ κομιδήν, τὴν δὲ περὶ δαπάνην εἶναι, καὶ οὕτω παραδέξαιτο καλῶς ὡρίσθαι, δῆλον ὅτι ἔστι διαφορὰς εἶναι καὶ μὴ ποιότητας.

τῇ δὲ ποιότητι συντακτέον, ὥσπερ ἐδόκει, καὶ τοὺς κατ̓ αὐτὰς ποιούς, καθ̓ ὅσον ποιότης

2.350
περὶ αὐτούς, οὐ προσποιουμένους αὐτούς, ἵνα μὴ κατηγορίαι δύο, ἀλλ̓ εἰς τοῦτο ἀνιόντας ἀπ̓ αὐτῶν, ἀφ̓ οὗ λέγονται. τὸ δὲ οὐ λευκόν, εἰ μὲν σημαίνει ἄλλο χρῶμα, ποιότης. εἰ δὲ ἀπόφασις μόνον εἴη πραγμάτων ἢ ἐξαρίθμησις, οὐδὲν ἂν εἴη, εἰ μὴ: φωνὴ ἢ ὄνομα ἢ λόγος γινομένου καὶ αὐτοῦ πράγματος: καὶ εἰ μὲν φωνή, κίνησίς τις, εἰ δ̓ ὄνομα ἢ λόγος, πρός τι, καθὸ σημαντικά. εἰ δὲ μὴ μόνον πραγμάτων ἡ ἐξαρίθμησις κατὰ γένος, ἀλλὰ δεῖ καὶ τὰ λεγόμενα καὶ τὰ σημαίνοντα, τίνος ἕκαστον γένους σημαντικόν, ἐροῦμεν τὰ μὲν τίθεσθαι αὐτὰ μόνον δηλοῦντα, τὰ δὲ ἀναιρεῖν αὐτά: καίτοι βέλτιον ἴσως τὰς ἀποφάσεις αὐτῶν μὴ συναριθμεῖν τάς τε καταφάσεις μὴ συναριθμοῦντας διὰ τὸ σύνθετον. τὰς δὲ στερήσεις πῶς; ἤ, εἰ ὧν αἱ στερήσεις ποιότητες, καὶ αὐταὶ ποιότητες, οἷον νωδὸς ἢ τυφλός: ὁ δὲ γυμνὸς καὶ ἠμφιεσμένος
635
οὐδέτερος ποιός, ἀλλὰ μᾶλλόν πως ἔχων: ἐν σχέσει οὖν τῇ πρὸς ἄλλο. πάθος δὲ τὸ μὲν ἐν τῷ πάσχειν ἔτι οὐ ποιότης, ἀλλά τις κίνησις: τὸ δὲ ἐν τῷ πεπονθέναι καὶ ἔχειν μένον ἤδη τὸ πάθος ποιότης: εἰ δὲ μὴ ἔχοι ἔτι τὸ πάθος, λέγοιτο δὲ πεπονθέναι, κεκινῆσθαι. τοῦτο δὲ ταὐτὸν τῷ ἦν ἐν κινήσει. δεῖ δὲ μόνον κίνησιν νοεῖν ἀφαιροῦντα τὸν χρόνον: οὐδὲ γὰρ οὐδὲ τὸ νῦν προσλαμβάνειν προσήκει. τὸ δὲ καλῶς καὶ τὰ τοιαῦτα εἰς μίαν νόησιν τὴν τοῦ γένους ἀνακτέον. εἰ δὲ τὸ μὲν ἐρυθριᾶν εἰς τὸ ποιὸν ἀνακτέον, τὸν δὲ ἐρυθρὸν μηκέτι, ἐπισκεπτέον. τὸ μὲν γὰρ ἐρυθαίνεσθαι ὀρθῶς οὐκ ἀνακτέον: πάσχει γὰρ ἢ ὅλως κινεῖται: εἰ δὲ μηκέτι ἐρυθαίνεται, ἀλλ̓ ἤδη ἐρυθρός ἐστι, διὰ τί οὐ ποιός; οὐ γὰρ χρόνῳ ὁ ποιός.
2.351
ἢ τίνι ὁριστέον; ἀλλὰ τῷ τοιῷδε, καὶ ἐρυθρὸν λέγοντες ποιὸν λέγομεν: ἢ οὕτως τὰς ἕξεις μόνας ποιότητας ἐροῦμεν, τὰς δὲ διαθέσεις οὐκέτι. καὶ θερμὸς τοίνυν οὐχ ὁ θερμαινόμενος, καὶ νοσῶν οὐχ ὁ ἀγόμενος εἰς νόσον.

ὁρᾶν δὲ δεῖ, εἰ μὴ πάσῃ ποιότητί ἐστί τις ἄλλη ἐναντία: ἐπεὶ καὶ τὸ μέσον τοῖς ἄκροις δοκεῖ ἐπ̓ ἀρετῆς καὶ κακίας ἐναντίον εἶναι. ἀλλ̓ ἐπὶ τῶν χρωμάτων τὰ μεταξὺ οὐχ οὕτως. εἰ μὲν οὖν, ὅτι μίξεις τῶν ἄκρων τὰ μεταξύ, ἔδει μὴ ἀντιδιαιρεῖν, ἀλλὰ λευκῷ καὶ μέλανι, τὰ δ̓ ἄλλα συνθέσεις. ἢ τῷ μίαν τινὰ ἄλλην ἐπὶ τῶν μεταξύ, κἂν ἐκ συνθέσεως ᾖ θεωρεῖσθαι, ἀντιτίθεμεν. ἢ ὅτι τὰ ἐναντία οὐ μόνον διαφέρει, ἀλλὰ καὶ πλεῖστον. ἀλλὰ κινδυνεύει τὸ πλεῖστον διαφέρειν λαμβάνεσθαι ἐν τῷ θέσθαι ἤδη ταῦτα τὰ μεταξύ: ἐπεί, εἴ τις ταύτην τὴν διάταξιν ἀφέλοι, τίνι τὸ πλεῖστον ὁριεῖ; ἢ ὅτι τὸ φαιὸν ἐγγυτέρω τοῦ λευκοῦ μᾶλλον ἢ τὸ μέλαν: καὶ τοῦτο παρὰ τῆς ὄψεως μηνύεται, καὶ ἐπὶ τῶν χυμῶν ὡσαύτως, θερμόν, ψυχρόν, τὸ μηδέτερον μεταξύ. ἀλλ̓ ὅτι μὲν οὕτως ὑπολαμβάνειν εἰθίσμεθα, δῆλον: τάχα δ̓ ἄν τις ἡμῖν συγχωροῖ ταῦτα, τὸ δὲ λευκὸν καὶ τὸ ξανθὸν καὶ ὁτιοῦν πρὸς ὁτιοῦν ὁμοίως πάντη ἕτερα ἀλλήλων εἶναι καὶ ἕτερα

636
ὄντα ποιὰ ἐναντία εἶναι. οὐδὲ γὰρ τῷ εἶναι μεταξὺ αὐτῶν ἄλλα τούτων ἡ ἐναντιότης: ὑγιείᾳ γοῦν καὶ νόσῳ οὐδὲν παρεμπέπτωκε μεταξὺ καὶ ἐναντία. ἢ ὅτι τὰ γινόμενα ἐξ ἑκατέρου πλείστην παραλλαγὴν ἔχει. καὶ πῶς πλείστην ἔστιν εἰπεῖν μὴ οὐσῶν ἐν τοῖς μέσοις ἐλαττόνων; οὐκ ἔστιν οὖν ἐπὶ ὑγιείας καὶ νόσου πλεῖστον εἰπεῖν. ἄλλῳ τοίνυν τὸ ἐναντίον, οὐ τῷ πλεῖστον, ὁριστέον. εἰ δὲ τῷ
2.352
πολλῷ, εἰ μὲν τὸ πολὺ ἀντὶ τοῦ πλέον πρὸς ἔλαττον, πάλιν τὰ ἄμεσα ἐκφεύξεται: εἰ δ̓ ἁπλῶς πολύ, ἕκαστον φύσει πολὺ ἀφεστάναι συγχρωρηθέντος, μὴ τῷ πλείονι μετρεῖν τὴν ἀπόστασιν. ἀλλ̓ ἐπισκεπτέον, πῶς τὸ ἐναντίον. ἆῤ οὖν τὰ μὲν ἔχοντά τινα ὁμοιότητα: λέγω δὲ οὐ κατὰ τὸ γένος οὐδὲ πάντως τῷ μεμῖχθαι ἄλλαις οἷον μορφαῖς αὐτῶν ἢ πλείονα ἢ ἐλάττονα: οὐκ ἐναντία, ἀλλ̓ οἷς μηδὲν ταὐτὸν κατὰ τὸ εἶδος ἐναντία, καὶ προσθετέον δὲ ἐν γένει τῷ ποιῷ: ἐντεῦθεν γὰρ τὰ μὲν ἄμεσα τῶν ἐναντίων, οἷς μηδὲν εἰς ὁμοίωσιν, οὐκ ὄντων ἄλλων τῶν οἷον ἐπαμφοτεριζόντων καὶ ὁμοιότητα πρὸς ἄλληλα ἐχόντων, τῶν δέ τινων μόνων μὴ ἐχόντων. εἰ δὲ τοῦτο, οἷς μέν ἐστι κοινότης ἐν τοῖς χρώμασιν, οὐκ ἂν εἴη ἐναντία. ἀλλ̓ οὐδὲν κωλύσει μὴ πᾶν μὲν παντί, ἄλλο δὲ ἄλλῳ οὕτως εἶναι ἐναντίον, καὶ ἐπὶ χυμῶν δὲ ὡσαύτως. ταῦτα μὲν οὖν οὕτω διηπορήσθω. περὶ δὲ τοῦ μᾶλλον ἐν μὲν τοῖς μετέχουσιν ὅτι ἐστίν, ἐδόκει, ὑγίεια δὲ αὐτὴ καὶ δικαιοσύνη ἠπορεῖτο. εἰ δὴ πλάτος ἔχει τούτων ἑκάστη αὐτῶν, καὶ τὰς ἕξεις αὐτὰς δοτέον: ἐκεῖ δὲ ἕκαστον τὸ ὅλον καὶ οὐκ ἔχει τὸ μᾶλλον.