ἀλλ̓ ὅτι μὲν ταῦτα γένη πρῶτα, ἐκ τούτων ἄν τις, ἴσως δὲ καὶ ἄλλων, βεβαιώσαιτο: ὅτι δὲ μόνα ταῦτα καὶ οὐκ ἄλλα πρὸς τούτοις, πῶς ἄν τις πιστεύσειε; διὰ τί γὰρ οὐ καὶ τὸ ἕν; διὰ τί δ̓ οὐ τὸ ποσόν; καὶ τὸ ποιὸν δέ; τὸ δὲ πρός τι καὶ τὰ ἄλλα, ἅπερ ἤδη ἕτεροι κατηρίθμηνται; τὸ μὲν οὖν ἕν, εἰ μὲν τὸ πάντως ἕν, ᾧ μηδὲν ἄλλο πρόσεστι, μὴ ψυχή, μὴ νοῦς, μὴ ὁτιοῦν, οὐδενὸς ἂν κατηγοροῖτο τοῦτο, ὥστε οὐδὲ γένος: εἰ δὲ τὸ προσὸν τῷ ὄντι, ἐφ̓ οὗ τὸ ἓν ὂν λέγομεν, οὐ πρώτως ἓν τοῦτο. ἔτι ἀδιάφορον ὂν αὑτοῦ πῶς ἂν ποιήσειεν εἴδη; εἰ δὲ τοῦτο μή, οὐ γένος. πῶς γὰρ καὶ διαιρήσεις; διαιρῶν γὰρ πολλὰ ποιήσεις: ὥστε αὐτὸ τὸ ἓν πολλὰ ἔσται καὶ ἀπολεῖ ἑαυτό, εἰ ἐθέλοι γένος εἶναι. ἔπειτά τι προσθήσεις διαιρῶν εἰς εἴδη: οὐ γὰρ ἂν εἶεν διαφοραὶ ἐν τῷ ἕν, ὥσπερ εἰσὶ τῆς οὐσίας. ὄντος μὲν γὰρ δέχεται ὁ νοῦς εἶναι διαφοράς, ἑνὸς δὲ πῶς; εἶτα ἑκάστοτε
604
μετὰ τῆς διαφορᾶς δύο τιθεὶς ἀναιρεῖς τὸ ἕν, ἐπείπερ πανταχοῦ ἡ μονάδος προσθήκη τὸ πρότερον ποσὸν ἀφανίζει. εἰ δέ τις λέγοι τὸ ἐπὶ τῷ ὄντι
2.311
ἓν καὶ το ἐπὶ κινήσει ἓν καὶ τοῖς αλλοις. κοινὸν εἶναι, εἰς μὲν ταὐτὸν ἄγων τὸ ὂν καὶ τὸ ἕν, ἐν ᾧ λόγῳ τὸ ὂν οὐκ ἐποίει τῶν ἄλλων γένος, ὅτι μὴ ὅπερ ὂν ὄντα, ἀλλ̓ ἕτερον τρόπον ὄντα, οὕτως οὐδὲ τὸ ἓν κοινὸν ἐπ̓ αὐτῶν ἔσται, ἀλλὰ τὸ μὲν πρώτως, τὸ δὲ ἄλλως. εἰ δὲ μὴ πάντων λέγοι ποιεῖν, ἀλλὰ ἕν τι ἐφ̓ ἑαυτοῦ, ὥσπερ τὰ ἄλλα, εἰ μὲν ταὐτὸν αὐτῷ τὸ ὂν καὶ τὸ ὂν ἕν, ἤδη τοῦ ὄντος ἠριθμημένου ἐν τοῖς γένεσιν ὄνομα εἰσάγει: εἰ δὲ ἓν ἑκάτερον, τινὰ φύσιν λέγει, καὶ εἰ μὲν προστίθησί τι, ἓν λέγει, εἰ δὲ μηδέν, ἐκεῖνο, ὃ οὐδενὸς κατηγορεῖται, πάλιν αὖ λέγει. εἰ δὲ τὸ τῷ ὄντι συνόν, εἴπομεν μέν, ὅτι οὐ πρώτως ἓν λέγει. ἀλλὰ τί κωλύει πρώτως εἶναι τοῦτο ἐξῃρημένου: ἐκείνου τοῦ παντελῶς ἕν; καὶ γὰρ τὸ ὂν μετ̓ ἐκεῖνο λέγομεν ὂν καὶ ὂν πρώτως ὄν. ἢ ὅτι οὐκ ἦν τὸ πρὸ αὐτοῦ ὂν ἤ, εἴπερ ἦν, οὐκ ἂν ἦν πρώτως ὄν: τούτου δὲ τὸ πρὸ αὐτοῦ ἕν. ἔπειτα χωρισθὲν τῇ νοήσει τοῦ ὄντος διαφορὰς οὐκ ἔχει: ἔπειτα ἐν τῷ ὄντι, εἰ μὲν ἐπακολούθημα αὐτοῦ, καὶ πάντων καὶ ὕστερον — πρότερον δὲ τὸ γένος: εἰ δὲ ἅμα, καὶ πάντων — τὸ δὲ γένος οὐχ ἅμα: εἰ δὲ πρότερον, ἀρχή τις καὶ αὐτοῦ μόνον: εἰ δὲ ἀρχὴ αὐτοῦ, οὐ γένος αὐτοῦ: εἰ δὲ μὴ αὐτοῦ, οὐδὲ τῶν ἄλλων: ἢ δέοι ἂν καὶ τὸ ὂν καὶ τῶν ἄλλων πάντων. ὅλως γὰρ ἔοικε τὸ ἓν ἐν τῷ ὄντι πλησιάζον τῷ ἑνὶ καὶ οἷον συνεκπῖπτον τῷ ὄντι, τοῦ ὄντος τὸ μὲν πρὸς ἐκεῖνο ἓν ὄντος, τὸ δὲ μετ̓ ἐκεῖνο ὄντος, ὃ δύναται καὶ πολλὰ εἶναι, μένον αὐτὸ ἓν καὶ οὐ θέλον μερίζεσθαι οὐδὲ γένος εἶναι βούλεσθαι.
πῶς οὖν ἕκαστον τοῦ ὄντος ἕν; ἢ τῷ τὸ
2.312
τὶ ἓν οὐχ ἕν: πολλὰ γὰρ ἤδη τὸ τὶ ἕν: ἀλλ̓ ὁμωνύμως ἓν ἕκαστον τῶν εἰδῶν: τὸ γὰρ εἶδος πλῆθος, ὥστε ἓν ἐνταῦθα ὡς στρατὸς ἢ χορός. οὐ τοίνυν τὸ ἐκεῖ ἓν ἐν τούτοις, ὥστε οὐ κοινὸν τὸ ἓν οὐδὲ θεωροῖτο ἂν ἐν τῷ ὄντι καὶ τοῖς τὶ οὖσι
605
τὸ αὐτό: ὥστε οὐ γένος τὸ ἕν: ἐπεὶ πᾶν γένος, καθ̓ οὗ ἀληθεύεται οὐκέτι καὶ τὰ ἀντικείμενα: καθ̓ οὗ δὲ παντὸς ὄντος ἀληθεύεται τὸ ἓν καὶ τὰ ἀντικείμενα, καθ̓ οὗ ἀληθεύσεται τὸ ἓν ὡς γένος, κατὰ τούτου ἔσται οὐχ ὡς γένος: ὥστε οὔτε τῶν πρώτων γενῶν ἀληθεύσεται ὡς γένος, ἐπείπερ καὶ τὸ ἓν ὂν οὐ μᾶλλον ἓν ἢ πολλά, οὐδέ τι τῶν ἄλλων γενῶν οὕτως ἕν, ὡς μὴ πολλά, οὔτε κατὰ τῶν ἄλλων τῶν ὑστέρων, ἃ πάντως πολλά. τὸ δ̓ ὅλον γένος οὐδὲν ἕν: ὥστε, εἰ τὸ ἓν γένος, ἀπολεῖ τὸ εἶναι ἕν: οὐ γὰρ ἀριθμὸς τὸ ἕν: ἀριθμὸς δ̓ ἔσται γενόμενον γένος. ἔτι τὸ ἓν ἀριθμῷ ἕν: εἰ γὰρ γένει ἕν, οὐ κυρίως ἕν. ἔτι ὥσπερ ἐν τοῖς ἀριθμοῖς τὸ ἓν οὐχ ὡς γένος κατ̓ αὐτῶν, ἀλλ̓ ἐνυπάρχειν μὲν λέγεται, οὐ γένος δὲ λέγεται, οὕτως οὐδ̓ εἰ ἐν τοῖς οὖσι τὸ ἕν, γένος ἂν εἴη οὔτε τοῦ ὄντος οὔτε τῶν ἄλλων οὔτε τῶν πάντων. ἔτι ὥσπερ τὸ ἁπλοῦν ἀρχὴ μὲν ἂν εἴη τοῦ οὐχ ἁπλοῦ, οὐ μὴν τούτου καὶ γένος — ἁπλοῦν γὰρ ἂν εἴη καὶ τὸ μὴ ἁπλοῦν — οὕτω καὶ ἐπὶ τοῦ ἑνός, εἰ τὸ ἓν ἀρχή, οὐκ ἔσται τῶν μετ̓ αὐτὸ γένος. ἔσται οὖν οὔτε τοῦ ὄντος οὔτε τῶν ἄλλων. ἀλλ̓ εἴπερ ἔσται, τῶν ἓν ἑκάστων, οἷον εἴ τις ἀξιώσειε χωρίσαι ἀπὸ τῆς οὐσίας τὸ ἕν. τινῶν οὖν ἔσται. ὥσπερ γὰρ τὸ ὂν οὐ πάντων γένος, ἀλλὰ τῶν ὂν εἰδῶν, οὕτω καὶ τὸ ἓν τῶν ἓν ἑκάστων εἰδῶν. τίς οὖν διαφορὰ ἄλλου πρὸς ἄλλο καθ̓ ὃ ἕν, ὥσπερ ἄλλου
2.313
πρὸς ἄλλο ὄντος διαφορά; ἀλλ̓ εἰ συμμερίζεται τῷ ὄντι καὶ τῇ οὐσίᾳ καὶ τὸ ὂν τῷ μερισμῷ καὶ τῷ ἐν πολλοῖς θεωρεῖσθαι τὸ αὐτὸ γένος, διὰ τί οὐ καὶ τὸ ἓν τοσαῦτα φαινόμενον, ὅσα ἡ οὐσία, καὶ ἐπὶ τὰ ἴσα μεριζόμενον οὐκ ἂν εἴη γένος; ἢ πρῶτον οὐκ ἀνάγκη, εἴ τι ἐνυπάρχει πολλοῖς, γένος εἶναι οὔτε αὐτῶν, οἷς ἐνυπάρχει, οὔτε ἄλλων, οὐδ̓ ὅλως, εἴ τι κοινόν, πάντως γένος. τὸ γοῦν σημεῖον ἐνυπάρχον ταῖς γραμμαῖς οὐ γένος οὔτε αὐτῶν οὔτε ὅλως, οὐδέ γε, ὥσπερ ἐλέγετο, τὸ ἐν τοῖς ἀριθμοῖς ἓν οὔτε τῶν ἀριθμῶν οὔτε τῶν ἄλλων. δεῖ γὰρ τὸ κοινὸν καὶ ἐν πολλοῖς καὶ διαφοραῖς οἰκείαις χρῆσθαι καὶ εἴδη ποιεῖν καὶ ἐν τῷ τί ἐστι: τοῦ δὲ ἑνὸς τίνες ἂν εἶεν διαφοραί; ἢ ποῖα γεννᾷ εἴδη; εἰ δὲ τὰ αὐτὰ εἴδη ποιεῖ, ἃ περὶ τὸ ὄν, καὶ τὸ αὐτὸ ἂν εἴη τῷ ὄντι, καὶ ὄνομα μόνον θάτερον, καὶ ἀρκεῖ τὸ ὄν.
ἐπισκεπτέον δέ, πῶς ἐν τῷ ὄντι τὸ ἕν,
606
καὶ πῶς ὁ λεγόμενος μερισμὸς καὶ ὅλως ὁ τῶν γενῶν, καὶ εἰ ὁ αὐτὸς ἢ ἄλλος ἑκάτερος. πρῶτον οὖν, πῶς ὅλως ἓν ἕκαστον ὁτιοῦν λέγεται καὶ ἔστιν, εἶτα εἰ ὁμοίως καὶ ἐν τῷ ἑνὶ ὄντι λέγομεν καὶ ὡς ἐκεῖ λέγεται. τὸ μὲν οὖν ἐπὶ πάντων ἓν οὐ ταὐτόν: οὕτε γὰρ ἐπὶ τῶν αἰσθητῶν ὁμοίως καὶ τῶν νοητῶν — ἀλλὰ γὰρ οὐδὲ τὸ ὄν — οὔτε ἐπὶ τῶν αἰσθητῶν πρὸς ἄλληλα ὁμοίως: οὐ γὰρ ταὐτὸν ἐν χορῷ καὶ στρατοπέδῳ καὶ νηὶ καὶ οἰκίᾳ οὐδὲ αὖ ἐν τούτοις καὶ ἐν τῷ συνεχεῖ. ἀλλ̓ ὅμως πάντα τὸ αὐτὸ μιμεῖται, τυγχάνει δὲ τὰ μὲν πόρρωθεν, τὰ δὲ μᾶλλον, ἤδη δὲ καὶ ἀληθέστερον ἐν τῷ νῷ: ψυχὴ γὰρ μία καὶ ἔτι μᾶλλον νοῦς εἷς καὶ τὸ ὂν ἕν. ἆῤ οὖν ἐν ἑκάστῳ τὸ ὂν αὐτοῦ λέγοντες
2.314
ἓν λέγομεν καὶ ὡς ἔχει ὄντος, οὕτω καὶ τοῦ ἑνός; ἢ συμβέβηκε μὲν τοῦτο, οὐ μέντοι καθ̓ ὃ ὂν καὶ ἕν, ἀλλ̓ ἔστι μὴ ἧττον ὂν ὑπάρχον ἧττον εἶναι ἕν. οὐ γὰρ ἧττον στρατὸς ἢ χορὸς οἰκίας, ἀλλ̓ ὅμως ἧττον ἕν. ἔοικεν οὖν τὸ ἐν ἑκάστῳ ἓν πρὸς ἀγαθὸν μᾶλλον βλέπειν, καὶ καθ̓ ὅσον τυγχάνει ἀγαθοῦ, κατὰ τοσοῦτον καὶ ἕν, καὶ τὸ μᾶλλον καὶ ἧττον τοῦ ἓν ἐν τούτῳ: εἶναι γὰρ θέλει ἕκαστον οὐχ ἁπλῶς, ἀλλὰ μετὰ τοῦ ἀγαθοῦ. διὰ τοῦτο καὶ τὰ μὴ ἓν ὡς δύναται σπεύδει ἓν γενέσθαι, τὰ μὲν φύσει αὐτῇ τῇ φύσει συνιόντα εἰς ταὐτὸν ἑνοῦσθαι αὑτοῖς θέλοντα: οὐ γὰρ ἀπ̓ ἀλλήλων σπεύδει ἕκαστα, ἀλλ̓ εἰς ἄλληλα καὶ εἰς αὑτά: καὶ ψυχαὶ πᾶσαι εἰς ἓν ἂν βούλοιντο ἰέναι μετὰ τὴν αὑτῶν οὐσίαν. καὶ ἀμφοτέρωθεν δὲ τὸ ἕν: καὶ γὰρ τὸ ἀφ̓ οὗ καὶ τὸ εἰς ὅ: καὶ γὰρ ἄρχεται ἀπὸ τοῦ ἓν καὶ σπεύδει εἰς τὸ ἕν: οὕτω γὰρ καὶ τὸ ἀγαθόν: οὐδὲ γὰρ ὑπέστη ἐν τοῖς οὖσιν ὁτιοῦν, ὑποστάν τε ἂν ἀνέχοιτο μὴ πρὸς τὸ ἓν τὴν σπουδὴν ἔχον. τὰ μὲν δὴ φύσει οὕτω: τὰ δὲ ἐν ταῖς τέχναις αὐτὴ ἑκάστη ἕκαστον πρὸς τοῦτο καθ̓ ὅσον δύναται καὶ ὡς δύναται ἐκεῖνα οὕτως ποιεῖ: τὸ δὲ ὂν μάλιστα πάντων τούτου τυγχάνει: ἐγγὺς γάρ: ὅθεν τὰ μὲν ἄλλα λέγεται ἃ λέγεται μόνον, οἷον ἄνθρωπος: καὶ γάρ, εἴ ποτε λέγοιμεν εἷς, πρὸς δύο λέγομεν: εἰ δὲ καὶ ἄλλως τὸ ἓν λέγομεν ἐπ̓ αὐτοῦ, προστιθέντες λέγομεν. ἐπὶ δὲ τοῦ ὄντος λέγομεν τὸ ὅλον τοῦτο ἓν ὂν καὶ ἀξιοῦμεν ὡς ἓν ἐνδεικνύμενοι τὴν σφόδρα αὐτοῦ πρὸς τὸ ἀγαθὸν συνουσίαν.
607
γίγνεται οὖν τὸ ἓν καὶ ἐν αὐτῷ ὡς ἀρχὴ καὶ τέλος, οὐχ ὡσαύτως δέ, ἀλλὰ ἄλλως, ὥστε καὶ τὸ πρότερον καὶ τὸ ὕστερον καὶ ἐν τῷ ἕν. τί οὖν
2.315
τὸ ἐν αὐτῷ ἕν; οὐχὶ ὁμοίως ἐν ἅπασι τοῖς μέρεσι καὶ κοινὸν θεωρούμενον; ἢ πρῶτον μὲν καὶ ἐν ταῖς γραμμαῖς κοινὸν τὸ σημεῖον καὶ οὐ γένος τῶν γραμμῶν: καὶ ἐν τοῖς ἀριθμοῖς κοινὸν τὸ ἓν δὴ ἴσως τοῦτο καὶ οὐ γένος: οὐδὲ γὰρ ταὐτὸν τὸ ἓν τὸ ἐπ̓ αὐτοῦ τοῦ ἓν τῷ ἐπὶ μονάδος καὶ δυάδος καὶ τῶν ἄλλων ἀριθμῶν. ἔπειτα καὶ ἐν τῷ ὄντι οὐδὲν κωλύει τὰ μὲν πρῶτα, τὰ δ̓ ὕστερα εἶναι, καὶ τὰ μὲν ἁπλᾶ, τὰ δὲ σύνθετα εἶναι. καὶ εἰ ταὐτὸν δὲ ἐν πᾶσι τὸ ἓν τοῖς τοῦ ὄντος, διαφορὰ οὐκ οὖσα αὐτοῦ οὐδὲ εἴδη ποιεῖ: εἰ δὲ μὴ εἴδη, οὐδὲ γένος αὐτὸ δύναται εἶναι.
καὶ ταῦτα μὲν οὕτω. πῶς δὲ τοῖς ἀριθμοῖς τὸ ἀγαθὸν ἐν τῷ ἓν εἶναι ἕκαστον ἀψύχοις οὖσιν; ἢ κοινὸν τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ἀψύχων. εἰ δέ τις λέγοι μὴ εἶναι ὅλως αὐτούς, ἡμεῖς περὶ ὄντων εἴπομεν, καθ̓ ὃ ἓν ἕκαστον. εἰ δὲ τὸ σημεῖον ζητοῖεν πῶς ἀγαθοῦ μετέχει, εἰ μὲν καθ̓ αὑτὸ φήσουσιν εἶναι, εἰ μὲν ἄψυχον φήσουσι, τὸ αὐτὸ ὅπερ καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων ζητοῦσιν: εἰ δ̓ ἐν ἄλλοις, οἷον ἐν κύκλῳ, τὸ ἀγαθὸν τὸ ἐκείνου τούτῳ καὶ ἡ ὄρεξις πρὸς τοῦτο καὶ σπεύδει ὡς δύναται διὰ τούτου ἐκεῖ. ἀλλὰ πῶς τὰ γένη ταῦτα; ἆρα καὶ τὰ κερματιζόμενα ἕκαστα; ἢ ὅλον ἐν ἑκάστῳ ὧν γένος. καὶ πῶς ἔτι ἕν; ἢ τὸ γένει ἓν ὡς ἐν πολλοῖς ὅλον. ἆῤ οὖν μόνον ἐν τοῖς μετέχουσιν; ἢ οὔ, ἀλλὰ καὶ καθ̓ αὑτὸ καὶ ἐν τοῖς μετέχουσιν. ἀλλ̓ ἴσως σαφέστερον ἔσται ὕστερον.
νῦν δέ, πῶς τὸ ποσὸν οὐκ ἐν τοῖς γένεσι τοῖς πρώτοις, καὶ αὖ τὸ ποιόν; ἢ ποσὸν μὲν οὐ
2.316
πρῶτον μετὰ τῶν ἄλλων, ὅτι ἐκεῖνα μὲν ἅμα μετὰ τοῦ ὄντος. κίνησις γὰρ μετὰ τοῦ ὄντος ἐνεργείᾳ ὄντος ζωὴ αὐτοῦ οὖσα: καὶ στάσις ἐν αὐτῇ τῇ οὐσίᾳ συνεισῄει, μᾶλλον δὲ συνῆν τὸ εἶναι τούτοις ἑτέροις καὶ τοῖς αὐτοῖς, ὥστε συνορᾶσθαι καὶ ταῦτα. ἀριθμὸς δὲ ὕστερός τε ἐκείνων καὶ ἑαυτοῦ, καὶ τὸ ὕστερον παρὰ τοῦ προτέρου καὶ ἐφεξῆς ἀλλήλοις, καὶ ἐνυπάρχει τὰ ὕστερα ἐν τοῖς προτέροις: ὥστε
608
ἐν μὲν τοῖς πρώτοις οὐκ ἂν καταριθμοῖτο: ζητητέον δέ, εἰ ὅλως γένος. τὸ μέντοι μέγεθος ἔτι μᾶλλον ὕστερον καὶ σύνθετον: ἀριθμὸς γὰρ ἐν τῷδε καὶ γραμμὴ ʽδύο τινἂ καὶ ἐπίπεδον ʽτρίἀ. εἰ μὲν οὖν παρὰ τοῦ ἀριθμοῦ ἔχει καὶ τὸ συνεχὲς μέγεθος τὸ ποσόν, τοῦ ἀριθμοῦ οὐκ ὄντος γένους πῶς ἂν τοῦτο ἔχοι; ἔνι δὲ καὶ ἐν τοῖς μεγέθεσι τὸ πρότερον καὶ τὸ ὕστερον. εἰ δὲ κοινὸν ἐπὶ ἀμφοῖν τὸ ποσοῖς, τί τοῦτό ἐστι ληπτέον, καὶ εὑρόντας θετέον γένος ὕστερον, οὐκ ἐν τοῖς πρώτοις: καὶ εἰ γένος μὴ ἐν τοῖς πρώτοις, εἴς τι ἀνακτέον τῶν πρώτων ἢ τῶν εἰς τὰ πρῶτα. δῆλον τοίνυν ἴσως, ὅτι ὅσον τι δηλοῖ ἡ τοῦ ποσοῦ φύσις καὶ μετρεῖ τὸ ὅσον ἑκάστου αὐτή τε ὅσον τι. ἀλλ̓ εἰ κοινὸν ἐπ̓ ἀριθμοῦ καὶ μεγέθους τὸ ὅσον, ἢ ὁ ἀριθμὸς πρῶτος, τὸ δὲ μέγεθος ἀπ̓ ἐκείνου, ἢ ὅλως ὁ μὲν ἀριθμὸς ἐν μίξει κινήσεως καὶ στάσεως, τὸ δὲ μέγεθος κίνησίς τις ἢ ἐκ κινήσεως, τῆς μὲν κινήσεως εἰς ἀόριστον προιούσης, τῆς δὲ στάσεως ἐν τῇ ἐποχῇ τοῦ προιόντος μονάδα ποιούσης. ἀλλὰ περὶ γενέσεως ἀριθμοῦ καὶ μεγέθους, μᾶλλον δὲ ὑποστάσεως καὶ ἐπινοίας, ὕστερον θεωρητέον. τάχα γὰρ ὁ μὲν ἀριθμὸς ἐν τοῖς πρώτοις γένεσι, τὸ δὲ μέγεθος ὕστερον ἐν συνθέσει: καὶ
2.317
ὁ μὲν ἀριθμὸς ἑστώτων, τὸ δὲ μέγεθος ἐν κινήσει. ἀλλὰ ταῦτα μὲν ὕστερον, ὥς φαμεν.