Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

γένη δὴ ὄντα τὰ τέτταρα ταῦτα καὶ πρῶτα ἆρα καθ̓ αὑτὸ ἕκαστον εἴδη ποιεῖ; οἷον τὸ ὂν διαιροῖτο ἂν ἤδη ἐφ̓ ἑαυτοῦ ἄνευ τῶν ἄλλων; ἢ οὔ: ἐπειδὴ ἔξωθεν τοῦ γένους λαβεῖν δεῖ τὰς διαφοράς, καὶ εἶναι μὲν τοῦ ὄντος διαφορὰς ᾗ ὄν, οὐ μέντοι τὰς διαφορὰς αὐτό. πόθεν οὖν ἕξει; οὐ γὰρ δὴ ἐκ τῶν οὐκ ὄντων. εἰ δὴ ἐξ ὄντων, ἦν δὲ τὰ γένη τὰ τρία τὰ λοιπά, δηλονότι ἐκ τούτων καὶ μετὰ τούτων προστιθεμένων καὶ συνδυαζομένων

2.321
καὶ ἅμα γινομένων. ἀλλὰ ἅμα γινόμενα τοῦτο δὴ ἐποίει τὸ ἐκ πάντων. πῶς οὖν τὰ ἄλλα ἐστὶ μετὰ τὸ ἐκ πάντων; καὶ πῶς γένη πάντα ὄντα εἴδη ποιεῖ; πῶς δὲ ἡ κίνησις εἴδη κινήσεως; καὶ ἡ στάσις καὶ τὰ ἄλλα; ἐπεὶ κἀκεῖνο δεῖ παραφυλάττειν, ὅπως μὴ ἀφανίζοιτο ἕκαστον ἐν τοῖς εἴδεσι, μηδ̓ αὖ τὸ γένος κατηγορούμενον ᾖ μόνον, ὡς ἐν ἐκείνοις θεωρούμενον, ἀλλ̓ ᾖ ἐν ἐκείνοις ἅμα καὶ ἐν αὑτῷ καὶ μιγνύμενον αὖ καθαρόν, καὶ μὴ μιγνύμενον ὑπάρχῃ, μηδ̓ ἄλλοις συντελοῦν εἰς οὐσίαν αὑτὸ ἀπολλύῃ. περὶ μὲν δὴ τούτων σκεπτέον. ἐπεὶ δὲ ἔφαμεν τὸ ἐκ πάντων τῶν ὄντων νοῦν εἶναι ἕκαστον, πρὸ δὲ πάντων, ὡς εἰδῶν καὶ μερῶν, τὸ ὂν καὶ τὴν οὐσίαν τιθέμεθα νοῦν εἶναι, τὸν ἤδη νοῦν ὕστερον λέγομεν εἶναι: καὶ δὴ ταύτην τὴν ἀπορίαν χρήσιμον πρὸς τὸ ζητούμενον ποιησώμεθα καὶ οἷον παραδείγματι χρησάμενοι εἰς γνῶσιν τῶν λεγομένων αὑτοὺς ἐμβιβάζωμεν.

λάβωμεν οὖν τὸν μὲν εἶναι νοῦν οὐδὲν

612
ἐφαπτόμενον τῶν ἐν μέρει οὐδ̓ ἐνεργοῦντα περὶ ὁτιοῦν, ἵνα μὴ τὶς νοῦς γίγνοιτο, ὥσπερ ἐπιστήμη πρὸ τῶν ἐν μέρει εἰδῶν, καὶ ἡ ἐν εἴδει δὲ ἐπιστήμη πρὸ τῶν ἐν αὐτῇ μερῶν: πᾶσα μὲν οὐδὲν τῶν ἐν μέρει δύναμις πάντων, ἕκαστον δὲ ἐνεργείᾳ ἐκεῖνο, καὶ δυνάμει δὲ πάντα, καὶ ἐπὶ τῆς καθόλου ὡσαύτως: αἱ μὲν ἐν εἴδει, αἳ ἐν τῇ ὅλῃ δυνάμει κεῖνται, αἳ δὴ τὸ ἐν εἴδει λαβοῦσαι δυνάμει εἰσὶν ἡ ὅλη — κατηγορεῖται γὰρ ἡ πᾶσα, οὐ μόριον τῆς πάσης: αὐτήν γε μὴν δεῖ ἀκέραιον ἐφ̓ ἑαυτῆς εἶναι — οὕτω δὴ ἄλλως μὲν νοῦν τὸν ξύμπαντα εἰπεῖν εἶναι πρὸ τῶν καθέκαστον ἐνεργείᾳ ὄντων, ἄλλως δὲ ἑκάστους, τοὺς μὲν ἐν μέρει
2.322
ἐκ πάντων πληρωθέντας, τὸν δὲ ἐπὶ πᾶσι νοῦν χορηγὸν μὲν τοῖς καθ̓ ἕκαστα, δύναμιν δὲ αὐτῶν εἶναι καὶ ἔχειν ἐν τοῖς καθόλου ἐκείνους, ἐκείνους τε αὖ ἐν τοῖς ἐν μέρει οὖσιν ἔχειν τὸν καθόλου, ὡς ἡ τὶς ἐπιστήμη τὴν ἐπιστήμην: καὶ εἶναι καὶ καθ̓ αὑτὸν τὸν μέγαν νοῦν καὶ ἑκάστους αὖ ἐν αὑτοῖς ὄντας, καὶ ἐμπεριέχεσθαι αὖ τοὺς ἐν μέρει τῷ ὅλῳ καὶ τὸν ὅλον τοῖς ἐν μέρει, ἑκάστους δὲ ἐφ̓ ἑαυτῶν καὶ ἐν ἄλλῳ καὶ ἐφ̓ ἑαυτοῦ ἐκεῖνον καὶ ἐν ἐκείνοις, καὶ ἐν ἐκείνῳ μὲν πάντας ἐφ̓ ἑαυτοῦ ὄντι δυνάμει, ἐνεργείᾳ ὄντι τὰ πάντα ἅμα, δυνάμει δὲ ἕκαστον χωρίς, τοὺς δ̓ αὖ ἐνεργείᾳ μὲν ὃ εἰσί, δυνάμει δὲ τὸ ὅλον. καθ̓ ὅσον μὲν γὰρ τοῦτο ὃ λέγονταί εἰσιν, ἐνεργείᾳ εἰσὶν ἐκεῖνο ὃ λέγονται: ᾗ δ̓ ἐν γένει ἐκείνῳ, δυνάμει ἐκεῖνο: ὁ δ̓ αὖ, ᾗ μὲν γένος, δύναμις πάντων τῶν ὑπ̓ αὐτὸν εἰδῶν καὶ οὐδὲν ἐνεργείᾳ ἐκείνων, ἀλλὰ πάντα ἐν αὐτῷ ἥσυχα: ᾗ δὲ ὅ ἐστι πρὸ τῶν εἰδῶν ἐνεργείᾳ, τῶν οὐ καθ̓ ἕκαστα. δεῖ δή, εἴπερ ἐνεργείᾳ ἔσονται, οἷον ἐν εἴδει, τὴν ἀπ̓ αὐτοῦ ἐνέργειαν αἰτίαν γίγνεσθαι.
613