Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

Ἐπεὶ δὲ περὶ τῶν λεγομένων δέκα γενῶν

595
ἐπέσκεπται, εἴρηται δὲ καὶ περὶ τῶν εἰς ἓν ἀγόντων γένος τὰ πάντα τέτταρα ὑπὸ τὸ ἓν οἷον εἴδη τιθεμένων, ἀκόλουθον ἂν εἴη εἰπεῖν, τί ποτε ἡμῖν περὶ τούτων φαίνεται τὰ δοκοῦντα ἡμῖν πειρωμένοις εἰς τὴν Πλάτωνος ἀνάγειν δόξαν. εἰ μὲν οὖν ἓν ἔδει τίθεσθαι τὸ ὄν, οὐδὲν ἂν ἔδει ζητεῖν, οὔτ̓ εἰ γένος ἓν ἐπὶ πᾶσιν, οὔτε εἰ γένη μὴ ὑφ̓
2.300
ἕν, οὔτ̓ εἰ ἀρχάς, οὔτε εἰ τὰς ἀρχὰς καὶ γένη τὰς αὐτὰς δεῖ τίθεσθαι, οὔτε εἰ τὰ γένη καὶ ἀρχὰς τὰ αὐτά, ἢ τὰς μὲν ἀρχὰς ἁπάσας καὶ γένη, τὰ δὲ γένη οὐκ ἀρχάς, ἢ ἀνάπαλιν, ἢ ἐφ̓ ἑκατέρων τινὰς μὲν ἀρχὰς καὶ γένη καί τινα γένη καὶ ἀρχάς, ἢ ἐπὶ μὲν τῶν ἑτέρων πάντα καὶ θάτερα, ἐπὶ δὲ τῶν ἑτέρων τινὰ καὶ θάτερα. ἐπεὶ δὲ οὐχ ἕν φαμεν τὸ ὄν — διότι δέ, εἴρηται καὶ τῷ Πλάτωνι καὶ ἑτέροις — ἀναγκαῖον ἴσως γίγνεται καὶ περὶ τούτων ἐπισκέψασθαι πρότερον εἰς μέσον θέντας, τίνα ἀριθμὸν λέγομεν καὶ πῶς. ἐπεὶ οὖν περὶ τοῦ ὄντος ἢ τῶν ὄντων ζητοῦμεν, ἀναγκαῖον πρῶτον παῤ αὑτοῖς διελέσθαι τάδε, τί τε τὸ ὂν λέγομεν, περὶ οὗ ἡ σκέψις ὀρθῶς ἂν γίνοιτο νυνί, καὶ τί δοκεῖ μὲν ἄλλοις εἶναι ὄν, γινόμενον δὲ αὐτὸ λέγομεν εἶναι, ὄντως δὲ οὐδέποτε ὄν. δεῖ δὲ νοεῖν ταῦτα ἀπ̓ ἀλλήλων διῃρημένα οὐχ ὡς γένους τοῦ τὶ εἰς ταῦτα διῃρημένου, οὐδ̓ οὕτως οἴεσθαι τὸν
596
Πλάτωνα πεποιηκέναι. γελοῖον γὰρ ὑφ̓ ἓν θέσθαι τὸ ὂν τῷ μὴ ὄντι, ὥσπερ ἂν εἴ τις Σωκράτη ὑπὸ τὸ αὐτὸ θεῖτο καὶ τὴν τούτου εἰκόνα. τὸ γὰρ διελέσθαι ἐνταῦθά ἐστι τὸ ἀφορίσαι καὶ χωρὶς θεῖναι, καὶ τὸ δόξαν ὂν εἶναι εἰπεῖν οὐκ εἶναι ὄν, ὑποδείξαντα αὐτοῖς ἄλλο τὸ ὡς ἀληθῶς ὂν εἶναι. καὶ προστιθεὶς τῷ ὄντι τὸ ἀεὶ ὑπέδειξεν, ὡς δεῖ τὸ ὂν τοιοῦτον εἶναι, οἷον μηδέποτε ψεύδεσθαι τὴν τοῦ ὄντος φύσιν. περὶ δὴ τούτου τοῦ ὄντος λέγοντες καὶ περὶ τούτου ὡς οὐχ ἑνὸς ὄντος σκεψόμεθα: ὕστερον δέ, εἰ δοκεῖ, καὶ περὶ γενέσεως καὶ τοῦ γινομένου καὶ κόσμου αἰσθητοῦ τι ἐροῦμεν.

ἐπεὶ οὖν οὐχ ἕν φαμεν, ἆρα ἀριθμόν τινα; ἢ ἄπειρον: πῶς γὰρ δὴ τὸ οὐχ ἓν ἢ ἓν ἅμα καὶ

2.301
πολλὰ λέγομεν, καί τι ποικίλον ἓν τὰ πολλὰ εἰς ἓν ἔχον; ἀνάγκη τοίνυν τοῦτο τὸ οὕτως ἓν ἢ τῷ γένει ἓν εἶναι, εἴδη δ̓ αὐτοῦ τὰ ὄντα, οἷς πολλὰ καὶ ἕν, ἢ πλείω ἑνὸς γένη, ὑφ̓ ἓν δὲ τὰ πάντα, ἢ πλείω μὲν γένη, μηδὲν δὲ ἄλλο ὑπ̓ ἄλλο, ἀλλ̓ ἕκαστον περιεκτικὸν τῶν ὑπ̓ αὐτό, εἴτε καὶ αὐτῶν γενῶν ἐλαττόνων ὄντων ἢ εἰδῶν καὶ ὑπὸ τούτοις ἀτόμων, συντελεῖν ἅπαντα εἰς μίαν φύσιν καὶ ἐκ πάντων τῷ νοητῷ κόσμῳ, ὃν δὴ λέγομεν τὸ ὄν, τὴν σύστασιν εἶναι. εἰ δὴ τοῦτο, οὐ μόνον γένη ταῦτα εἶναι, ἀλλὰ καὶ ἀρχὰς τοῦ ὄντος ἅμα ὑπάρχειν: γένη μέν, ὅτι ὑπ̓ αὐτὰ ἄλλα γένη ἐλάττω καὶ εἴδη μετὰ τοῦτο καὶ ἄτομα: ἀρχὰς δέ, εἰ τὸ ὂν οὕτως ἐκ πολλῶν καὶ ἐκ τούτων τὸ ὅλον ὑπάρχει. εἰ μέντοι πλείω μὲν ἦν ἐξ ὧν, συνελθόντα δὲ τὰ ὅλα ἐποίει τὸ πᾶν, ἀλλ̓ οὐκ ἔχοντα ὑπ̓ αὐτά, ἀρχαὶ μὲν ἂν ἦσαν, γένη δὲ οὐκ ἄν: οἷον εἴ τις ἐκ τῶν τεσσάρων ἐποίει τὸ αἰσθητόν, πυρὸς καὶ τῶν τοιούτων: ταῦτα γὰρ ἀρχαὶ ἂν ἦσαν, γένη δὲ οὔ: εἰ μὴ ὁμωνύμως τὸ γένος. λέγοντες τοίνυν καὶ γένη τινὰ εἶναι, τὰ δ̓ αὐτὰ καὶ ἀρχάς, ἆρα τὰ μὲν γένη, ἕκαστον μετὰ τῶν ὑπ̓ αὐτὸ ὁμοῦ, μιγνύντες ἀλλήλοις τὸ ὅλον ἀποτελοῦμεν καὶ σύγκρασιν ποιοῦμεν ἁπάντων; ἀλλὰ δυνάμει, οὐκ ἐνεργείᾳ ἕκαστα οὐδὲ καθαρὸν αὐτὸ ἕκαστον ἔσται. ἀλλὰ τὰ μὲν γένη ἐάσομεν, τὰ δὲ καθ̓ ἕκαστον μίξομεν. τίνα οὖν ἔσται ἐφ̓ αὑτῶν τὰ γένη; ἢ ἔσται κἀκεῖνα ἐφ̓ αὑτῶν καὶ καθαρά, καὶ τὰ μιχθέντα οὐκ ἀπολεῖ αὐτά. καὶ πῶς; ἢ ταῦτα μὲν εἰς ὕστερον: νῦν δ̓ ἐπεὶ συγκεχωρήκαμεν καὶ γένη εἶναι καὶ προσέτι καὶ τῆς οὐσίας ἀρχὰς καὶ τρόπον ἕτερον ἀρχὰς καὶ συνθέσεις, πρῶτον λεκτέον
2.302
597
πρὸς ἃ λέγομεν γένη καὶ πῶς διίσταμεν ἀπ̓ ἀλλήλων αὐτὰ καὶ οὐχ ὑφ̓ ἓν ἄγομεν, ὥσπερ ἐκ τύχης συνελθόντα καὶ ἕν τι πεποιηκότα: καίτοι πολλῷ εὐλογώτερον ὑφ̓ ἕν. ἤ, εἰ μὲν εἴδη οἷόν τε ἦν τοῦ ὄντος ἅπαντα εἶναι καὶ ἐφεξῆς τούτοις τὰ ἄτομα καὶ μηδὲν τούτων ἔξω, ἦν ἂν ἴσως ποιεῖν οὕτως: ἐπειδὴ δὲ ἡ τοιαύτη θέσις ἀναίρεσίς ἐστιν αὐτοῖς — οὐδὲ γὰρ τὰ εἴδη εἴδη ἔσται, οὐδ̓ ὅλως πολλὰ ὑφ̓ ἕν, ἀλλὰ πάντα ἕν, μὴ ἑτέρου ἢ ἑτέρων ἔξω ἐκείνου τοῦ ἑνὸς ὄντων: πῶς γὰρ ἂν πολλὰ ἐγένετο τὸ ἕν, ὥστε καὶ εἴδη γεννῆσαι, εἰ μή τι ἦν παῤ αὐτὸ ἄλλο; οὐ γὰρ αὐτὸ πολλά, εἰ μή τις ὡς μέγεθος κερματιεῖ: ἀλλὰ καὶ οὕτως ἕτερον τὸ κερματίζον. εἰ δ̓ αὐτὸ κερματιεῖ ἢ ὅλως διαιρήσει, πρὸ τοῦ διαιρεθῆναι ἔσται διῃρημένον. ταύτῃ μὲν οὖν καὶ δἰ ἄλλα πολλὰ ἀποστατέον τοῦ γένος ἓν καὶ ὅτι οὐχ οἷόν τε ἕκαστον ὁτιοῦν ληφθὲν ἢ ὂν ἢ οὐσίαν λέγειν. εἰ δέ τις λέγοι ὄν, τῷ συμβεβηκέναι φήσει, οἷον εἰ λευκὸν λέγοι τὴν οὐσίαν: οὐ γὰρ ὅπερ λευκὸν λέγει.

πλείω μὲν δὴ λέγομεν εἶναι καὶ οὐ κατὰ τύχην πλείω. οὐκοῦν ἀφ̓ ἑνός. ἤ, εἰ καὶ ἀφ̓ ἑνός, οὐ κατηγορουμένου δὲ κατ̓ αὐτῶν ἐν τῷ εἶναι, οὐδὲν κωλύει ἕκαστον οὐχ ὁμοειδὲς ὂν ἄλλῳ χωρὶς αὐτὸ εἶναι γένος. ἆῤ οὖν ἔξωθεν τοῦτο τῶν γενομένων γενῶν τὸ αἴτιον μέν, μὴ κατηγορούμενον δὲ τῶν ἄλλων ἐν τῷ τί ἐστιν; ἢ τὸ μὲν ἔξω: ἐπέκεινα γὰρ τὸ ἕν, ὡς ἂν μὴ συναριθμούμενον τοῖς γένεσιν, εἰ δἰ αὐτὸ τὰ ἄλλα, ἃ ἐπίσης ἀλλήλοις εἰς τὸ γένη εἶναι. καὶ πῶς ἐκεῖνο οὐ συνηρίθμηται; ἢ τὰ ὄντα ζητοῦμεν, οὐ τὸ ἐπέκεινα. τοῦτο μὲν οὖν οὕτως: τί δὲ τὸ συναριθμούμενον;

2.303
ἐφ̓ οὗ καὶ θαυμάσειεν ἄν τις, πῶς συναριθμούμενον τοῖς αἰτιατοῖς. ἢ, εἰ μὲν ὑφ̓ ἓν γένος αὐτὰ καὶ τὰ ἄλλα, ἄτοπον: εἰ δὲ οἷς αἴτιον συναριθμεῖται ὡς αὐτὸ τὸ γένος καὶ τὰ ἄλλα ἐφεξῆς καὶ ἔστι διάφορα τὰ ἐφεξῆς πρὸς αὐτὸ καὶ οὐ κατηγορεῖται αὐτῶν ὡς γένος οὐδ̓ ἄλλο τι κατ̓ αὐτῶν, ἀνάγκη καὶ αὐτὰ γένη εἶναι ἔχοντα ὑφ̓ αὑτά: οὐδὲ γάρ, εἰ σὺ τὸ βαδίζειν ἐγέννας, ὑπὸ σὲ ὡς γένος τὸ βαδίζειν ἦν ἄν: καὶ εἰ μηδὲν ἦν πρὸ αὐτοῦ ἄλλο ὡς γένος αὐτοῦ, ἦν δὲ τὰ μετ̓ αὐτό, γένος ἂν ἦν τὸ βαδίζειν ἐν τοῖς οὖσιν. ὅλως δὲ ἴσως οὐδὲ τὸ
598
ἓν φατέον αἴτιον τοῖς ἄλλοις εἶναι, ἀλλ̓ οἷον μέρη αὐτοῦ καὶ οἷον στοιχεῖα αὐτοῦ καὶ πάντα μίαν φύσιν μεριζομένην ταῖς ἡμῶν ἐπινοίαις, αὐτὸ δὲ εἶναι ὑπὸ δυνάμεως θαυμαστῆς ἓν εἰς πάντα καὶ φαινόμενον πολλὰ καὶ γινόμενον πολλά, οἷον ὅταν κινηθῇ, καὶ τὸ πολύχουν τῆς φύσεως ποιεῖν τὸ ἓν μὴ ἓν εἶναι, ἡμᾶς τε οἷον μοίρας αὐτοῦ προφέροντας ταύτας ἓν ἕκαστον τίθεσθαι καὶ γένος λέγειν ἀγνοοῦντας, ὅτι μὴ ὅλον ἅμα εἴδομεν, ἀλλὰ κατὰ μέρος προφέροντες πάλιν αὐτὰ συνάπτομεν οὐ δυνάμενοι ἐπὶ πολὺν χρόνον αὐτὰ κατέχειν σπεύδοντα πρὸς αὑτά. διὸ πάλιν μεθίεμεν εἰς τὸ ὅλον καὶ ἐῶμεν ἓν γενέσθαι, μᾶλλον δὲ ἓν εἶναι. ἀλλὰ ἴσως σαφέστερα ταῦτα ἔσται κἀκείνων ἐγνωσμένων, ἢν τὰ γένη λάβωμεν ὁπόσα: οὕτω γὰρ καὶ τὸ πῶς. ἀλλ̓ ἐπεὶ δεῖ λέγοντα μὴ ἀποφάσεις λέγειν, ἀλλὰ καὶ εἰς ἔννοιαν καὶ νόησιν ἰέναι τῶν λεγομένων, ὡδὶ ποιητέον:

εἰ τὴν σώματος φύσιν ἰδεῖν ἐβουλόμεθα, οἷόν τί ἐστιν ἐν τῷδε τῷ ὅλῳ ἡ τοῦ σώματος αὐτοῦ φύσις, ἆῤ οὐ καταμαθόντες ἐπί τινος τῶν

2.304
μερῶν αὐτοῦ, οἷον ἐπὶ λίθου, ὥς ἐστι τὸ μὲν ὡς ὑποκείμενον αὐτοῦ, τὸ δὲ ὁπόσον αὐτοῦ, τὸ μέγεθος, τὸ δὲ ὁποῖον, οἷον τὸ χρῶμα, καὶ ἐπὶ παντὸς ἄλλου σώματος εἴποιμεν ἄν, ὡς ἐν τῇ σώματος φύσει τὸ μέν ἐστιν οἷον οὐσία, τὸ δέ ἐστι ποσόν, τὸ δὲ ποιόν, ὁμοῦ μὲν πάντα, τῷ δὲ λόγῳ διαιρεθέντα εἰς τρία, καὶ σῶμα ἂν ἦν ἓν τὰ τρία; εἰ δὲ καὶ κίνησις αὐτοῦ παρῆν σύμφυτος τῇ συστάσει, καὶ τοῦτο ἂν συνηριθμήσαμεν, καὶ τὰ τέτταρα ἦν ἂν ἕν, καὶ τὸ σῶμα τὸ ἓν ἀπήρτιστο πρὸς τὸ ἓν καὶ τὴν αὐτοῦ φύσιν τοῖς ἅπασι. τὸν αὐτὸν δὴ τρόπον, ἐπειδὴ περὶ οὐσίας νοητῆς καὶ τῶν ἐκεῖ γενῶν καὶ ἀρχῶν ὁ λόγος ἐστίν, ἀφελόντας χρὴ τὴν ἐν τοῖς σώμασι γένεσιν καὶ τὴν δἰ αἰσθήσεως κατανόησιν καὶ τὰ μεγέθη — οὕτω γὰρ καὶ τὸ χωρὶς καὶ τὸ διεστηκότα ἀπ̓ ἀλλήλων εἶναι — λαβεῖν τινα νοητὴν ὑπόστασιν καὶ ὡς ἀληθῶς ὂν καὶ μᾶλλον ἕν. ἐν ᾧ καὶ τὸ θαῦμα πῶς πολλὰ καὶ ἓν τὸ οὕτως ἕν: ἐπὶ μὲν γὰρ τῶν σωμάτων συγκεχώρηται τὸ αὐτὸ ἓν καὶ πολλὰ εἶναι: καὶ γὰρ εἰς ἄπειρον τὸ αὐτὸ καὶ ἕτερον τὸ χρῶμα
599
καὶ τὸ σχῆμα ἕτερον: καὶ γὰρ χωρίζεται: εἰ δέ τις λάβοι ψυχὴν μίαν, ἀδιάστατον, ἀμεγέθη, ἁπλούστατον, ὡς δόξει τῇ πρώτῃ τῆς διανοίας ἐπιβολῇ, πῶς ἄν τις ἐλπίσειε πολλὰ εὑρήσειν πάλιν αὖ; καίτοι νομίσας εἰς τοῦτο τελευτᾶν, ὅτε διῃρεῖτο τὸ ζῷον εἰς σῶμα καὶ ψυχήν, καὶ σῶμα μὲν πολυειδὲς καὶ σύνθετον καὶ ποικίλον, τὴν δὲ ψυχὴν ἐθάρρει ὡς ἁπλοῦν εὑρὼν ἀναπαύσασθαι τῆς πορείας ἐλθὼν ἐπ̓ ἀρχήν. ταύτην τοίνυν τὴν ψυχήν, ἐπειδήπερ ἐκ τοῦ νοητοῦ τόπου προεχειρίσθη ἡμῖν, ὡς ἐκεῖ τὸ σῶμα ἐκ τοῦ αἰσθητοῦ, λάβωμεν,
2.305
πῶς τὸ ἓν τοῦτο πολλά ἐστι, καὶ πῶς τὰ πολλὰ ἕν ἐστιν, οὐ σύνθετον ἓν ἐκ πολλῶν, ἀλλὰ μία φύσις πολλά: διὰ γὰρ τούτου ληφθέντος καὶ φανεροῦ γενομένου καὶ τὴν περὶ τῶν γενῶν τῶν ἐν τῷ ὄντι ἔφαμεν ἀλήθειαν φανερὰν ἔσεσθαι.

πρῶτον δὲ τοῦτο ἐνθυμητέον, ὡς, ἐπειδὴ τὰ σώματα, οἷον τῶν ζῴων καὶ τῶν φυτῶν, ἕκαστον αὐτῶν πολλά ἐστι καὶ χρώμασι καὶ σχήμασι καὶ μεγέθεσι καὶ εἴδεσι μερῶν καὶ ἄλλο ἄλλοθι, ἔρχεται δὲ τὰ πάντα ἐξ ἑνός, ἢ παντάπασιν ἐξ ἑνὸς ἢ ἕξει πάντη παντὸς ἑνός: ἢ μᾶλλον μὲν ἑνὸς ἢ οἷον τὸ ἐξ αὐτοῦ, ὥστε καὶ μᾶλλον ὄντος ἢ τὸ γενόμενον: ὅσῳ γὰρ πρὸς ἓν ἡ ἀπόστασις, τόσῳ καὶ πρὸς ὄν. ἐπεὶ οὖν ἐξ ἑνὸς μέν, οὐχ οὕτω δὲ ἑνός, ὡς πάντη ἓν ἢ αὐτοέν — οὐ γὰρ ἂν διεστηκὸς πλῆθος ἐποίει — λείπεται εἶναι ἐκ πλήθους ἑνός. τὸ δὲ ποιοῦν ἦν ψυχή: τοῦτο ἄρα πλῆθος ἕν. τί οὖν; τὸ πλῆθος οἱ λόγοι τῶν γινομένων; ἆῤ οὖν αὐτὸ μὲν ἄλλο, οἱ λόγοι δὲ ἄλλοι; ἢ καὶ αὐτὴ λόγος καὶ κεφάλαιον τῶν λόγων καὶ ἐνέργεια αὐτῆς κατ̓ οὐσίαν ἐνεργούσης οἱ λόγοι: ἡ δὲ οὐσία δύναμις τῶν λόγων. πολλὰ μὲν δὴ οὕτω τοῦτο τὸ ἓν ἐξ ὧν εἰς ἄλλα ποιεῖ δεδειγμένον. τί δ̓ εἰ μὴ ποιοῖ, ἀλλά τις αὐτὴν μὴ ποιοῦσαν λαμβάνοι ἀναβαίνων αὐτῆς εἰς τὸ μὴ ποιοῦν; οὐ πολλὰς καὶ ἐνταῦθα εὑρήσει δυνάμεις; εἶναι μὲν γὰρ αὐτὴν πᾶς ἄν τις συγχωρήσειεν: ἆρα δὲ ταὐτὸν ὡς εἰ καὶ λίθον ἔλεγεν εἶναι; ἢ οὐ ταὐτόν. ἀλλ̓ ὅμως κἀκεῖ ἐπὶ τοῦ λίθου τὸ εἶναι τῷ λίθῳ

600
ἦν οὐ τὸ εἶναι, ἀλλὰ τὸ λίθῳ εἶναι: οὕτω καὶ ἐνταῦθα τὸ εἶναι ψυχῇ μετὰ τοῦ εἶναι ἔχει τὸ ψυχῇ εἶναι. ἆῤ οὖν ἄλλο τὸ εἶναι, ἄλλο δὲ τὸ λοιπόν,
2.306
ὃ συμπληροῖ τὴν τῆς ψυχῆς οὐσίαν; καὶ τὸ μὲν ὄν, διαφορὰ δὲ ποιεῖ τὴν ψυχήν; ἤ τι ὂν μὲν ἡ ψυχή, οὐ μέντοι οὕτως, ὡς ἄνθρωπος λευκός, ἀλλ̓ ὥς τις οὐσία μόνον: τοῦτο δὲ ταὐτὸν τῷ μὴ ἔξωθεν τῆς οὐσίας ἔχειν ὃ ἔχει.

ἀλλ̓ ἆρα οὐκ ἔξωθεν μὲν ἔχει τῆς ἑαυτῆς οὐσίας, ἵνα ἡ μὲν κατὰ τὸ εἶναι ᾖ, ἡ δὲ κατὰ τὸ τοιόνδε εἶναι; ἀλλ̓ εἰ κατὰ τὸ τοιόνδε εἶναι καὶ ἔξωθεν τὸ τοιόνδε, οὐ τὸ ὅλον καθ̓ ὃ ψυχὴ ἔσται οὐσία, ἀλλὰ κατά τι, καὶ μέρος αὐτῆς οὐσία, ἀλλ̓ οὐ τὸ ὅλον οὐσία. ἔπειτα τὸ εἶναι αὐτῇ τί ἔσται ἄνευ τῶν ἄλλων; ἢ λίθος; ἢ δεῖ τοῦτο εἶναι αὐτῆς ἐν τῷ εἶναι οἷον πηγὴν καὶ ἀρχήν, μᾶλλον δὲ πάντα, ὅσα αὐτή: καὶ ζωὴν τοίνυν καὶ συνάμφω ἕν. ἆῤ οὖν οὕτως ἕν, ὡς ἕνα λόγον; ἢ τὸ ὑποκείμενον ἕν: οὕτω δὲ ἕν, ὡς αὖ δύο ἢ καὶ πλείω, ὅσα ἐστὶν ἡ ψυχὴ τὰ πρῶτα: ἢ οὖν οὐσία καὶ ζωή, ἢ ἔχει ζωήν. ἀλλ̓ εἰ ἔχει, τὸ ἔχον καθ̓ αὑτὸ οὐκ ἐν ζωῇ, ἥ τε ζωὴ οὐκ ἐν οὐσίᾳ. ἀλλ̓ εἰ μὴ ἔχει θάτερον τὸ ἕτερον, λεκτέον ἓν ἄμφω. ἢ ἓν καὶ πολλὰ καὶ τοσαῦτα, ὅσα ἐμφαίνεται ἐν τῷ ἑνί, καὶ ἓν ἑαυτῷ, πρὸς δὲ τὰ ἄλλα πολλά, καὶ ἓν μὲν ὄν, ποιοῦν δὲ ἑαυτὸ ἐν τῇ οἷον κινήσει πολλά, καὶ ὅλον ἕν, οἷον δὲ θεωρεῖν ἐπιχειροῦν ἑαυτὸ πολλά: ὥσπερ γὰρ οὐκ ἀνέχεται ἑαυτοῦ τὸ ὂν ἓν εἶναι πάντα δυνάμενον, ὅσα ἐστίν. ἡ δὲ θεωρία αἰτία τοῦ φανῆναι αὐτὸ πολλά, ἵνα νοήσῃ: ἐὰν γὰρ ἓν φανῇ, οὐκ ἐνόησεν, ἀλλ̓ ἔστιν ἤδη ἐκεῖνο.

τίνα οὖν ἐστι καὶ πόσα τὰ ἐνορώμενα; ἐπεὶ δὴ ἐν ψυχῇ εὕρομεν οὐσίαν ἅμα καὶ ζωὴν καὶ τοῦτο κοινὸν ἡ οὐσία ἐπὶ πάσης ψυχῆς, κοινὸν δὲ καὶ ἡ ζωή, ζωὴ δὲ καὶ ἐν νῷ, ἐπεισαγαγόντες καὶ

2.307
τὸν νοῦν καὶ την τούτου ζωήν, κοινὸν τὸ ἐπὶ πάσῃ ζωῇ τὴν κίνησιν ἕν τι γένος θησόμεθα, οὐσίαν
601
δὲ καὶ κίνησιν τὴν πρώτην ζωὴν οὖσαν δύο γένη θησόμεθα. καὶ γὰρ εἰ ἕν, χωρίζει αὐτὰ τῇ νοήσει τὸ ἓν οὐχ ἓν εὑρών: ἢ οὐκ ἂν δυνηθείη χωρίσαι. ὅρα δὲ καὶ ἐν ἄλλοις σαφῶς τοῦ εἶναι τὴν κίνησιν ἢ τὴν ζωὴν χωριζομένην, εἰ καὶ μὴ ἐν τῷ ἀληθινῷ εἶναι, ἀλλὰ τῇ σκιᾷ καὶ τῷ ὁμωνύμῳ τοῦ εἶναι. ὡς γὰρ ἐν τῇ εἰκόνι τοῦ ἀνθρώπου πολλὰ ἐλλείπει καὶ μάλιστα τὸ κύριον, ἡ ζωή, οὕτω καὶ ἐν τοῖς αἰσθητοῖς τὸ εἶναι σκιὰ τοῦ εἶναι ἀφῃρημένον τοῦ μάλιστα εἶναι, ὃ ἐν τῷ ἀρχετύπῳ ἦν ζωή. ἀλλ̓ οὖν ἔσχομεν ἐντεῦθεν χωρίσαι τοῦ ζῆν τὸ εἶναι καὶ τοῦ εἶναι τὸ ζῆν. ὄντος μὲν δὴ εἴδη πολλὰ καὶ ἓν γένος: κίνησις δὲ οὔτε ὑπὸ τὸ ὂν τακτέα οὔτ̓ ἐπὶ τῷ ὄντι, ἀλλὰ μετὰ τοῦ ὄντος, εὑρεθεῖσα ἐν αὐτῷ οὐχ ὡς ἐν ὑποκειμένῳ: ἐνέργεια γὰρ αὐτοῦ καὶ οὐδέτερον ἄνευ τοῦ ἑτέρου ἢ ἐπινοίᾳ, καὶ αἱ δύο φύσεις μία: καὶ γὰρ ἐνεργείᾳ τὸ ὄν, οὐ δυνάμει. καὶ εἰ χωρὶς μέντοι ἑκάτερον λάβοις, καὶ ἐν τῷ ὄντι κίνησις φανήσεται καὶ ἐν τῇ κινήσει τὸ ὄν, οἷον καὶ ἐπὶ τοῦ ἑνὸς ὄντος ἑκάτερον χωρὶς εἶχε θάτερον, ἀλλ̓ ὅμως ἡ διάνοια δύο φησὶ καὶ εἶδος ἑκάτερον διπλοῦν ἕν. κινήσεως δὲ περὶ τὸ ὂν φανείσης οὐκ ἐξιστάσης τὴν ἐκείνου φύσιν, μᾶλλον δ̓ ἐν τῷ εἶναι οἷον τέλειον ποιούσης, ἀεί τε τῆς τοιαύτης φύσεως ἐν τῷ οὕτω κινεῖσθαι μενούσης, εἴ τις μὴ στάσιν ἐπεισάγοι, ἀτοπώτερος ἂν εἴη τοῦ μὴ κίνησιν διδόντος: προχειροτέρα γὰρ ἡ τῆς στάσεως περὶ τὸ ὂν ἔννοια καὶ νόησις τῆς περὶ τὴν κίνησιν οὔσης: τὸ γὰρ κατὰ ταὐτὰ καὶ ὡσαύτως καὶ ἕνα
2.308
λόγον ἔχον ἐκεῖ. ἔστω δὴ καὶ στάσις ἓν γένος ἕτερον ὂν κινήσεως, ὅπου καὶ ἐναντίον ἂν φανείη. τοῦ δὲ ὄντος ὡς ἕτερον, πολλαχῇ δῆλον ἂν εἴη καὶ διότι, εἰ τῷ ὄντι ταὐτὸν εἴη, οὐ μᾶλλον τῆς κινήσεως ταὐτὸν τῷ ὄντι. διὰ τί γὰρ ἡ μὲν στάσις τῷ ὄντι ταὐτόν, ἡ δὲ κίνησις οὔ, ζωή τις αὐτοῦ καὶ ἐνέργεια καὶ τῆς οὐσίας καὶ αὐτοῦ τοῦ εἶναι; ἀλλ̓ ὥσπερ ἐχωρίζομεν τὴν κίνησιν αὐτοῦ ὡς ταὐτόν τε καὶ οὐ ταὐτὸν αὐτῷ καὶ ὡς δύο ἄμφω ἐλέγομεν καὶ αυ ἕν, τὸν αὐτὸν τρόπον καὶ τὴν στάσιν χωριοῦμεν αὐτοῦ καὶ αὖ οὐ χωριοῦμεν τοσοῦτον χωρίζοντες τῷ νῷ, ὅσον ἄλλο γένος θέσθαι ἐν τοῖς οὖσιν: ἢ εἰ συνάγοιμεν πάντη εἰς ἓν τὴν στάσιν καὶ τὸ ὄν, μηδὲν μηδαμῇ διαφέρειν λέγοντες τό τε ὂν τῇ κινήσει ὡσαύτως, τὴν στάσιν καὶ τὴν κίνησιν διὰ μέσου τοῦ ὄντος εἰς ταὐτὸν συνάξομεν, καὶ ἔσται ἡμῖν ἡ κίνησις καὶ ἡ στάσις ἕν.
602

ἀλλὰ χρὴ τρία ταῦτα τίθεσθαι, εἴπερ ὁ νοῦς χωρὶς ἕκαστον νοεῖ: ἅμα δὲ νοεῖ καὶ τίθησιν, εἴπερ νοεῖ, καὶ ἔστιν, εἴπερ νενόηται. οἷς μὲν γὰρ τὸ εἶναι μετὰ ὕλης ἐστί, τούτων οὐκ ἐν τῷ νῷ τὸ εἶναι: ἀλλ̓ ἔστιν ἄυλα: ἃ δ̓ ἐστὶν ἄυλα, εἰ νενόηται, τοῦτ̓ ἔστιν αὐτοῖς τὸ εἶναι. ἴδε δὴ νοῦν καθαρὸν καὶ βλέψον εἰς αὐτὸν ἀτενίσας, μὴ ὄμμασι τούτοις δεδορκώς. ὁρᾷς δὴ οὐσίας ἑστίαν καὶ φῶς ἐν αὐτῷ ἄυπνον καὶ ὡς ἕστηκεν ἐν αὑτῷ καὶ ὡς διέστηκεν ὁμοῦ ὄντα καὶ ζωὴν μένουσαν καὶ νόησιν οὐκ ἐνεργοῦσαν εἰς τὸ μέλλον, ἀλλ̓ εἰς τὸ ἤδη, μᾶλλον δὲ τὸ ἀεὶ ἤδη καὶ τὸ παρὸν ἀεί, καὶ ὡς νοῶν ἐν ἑαυτῷ καὶ οὐκ ἔξω. ἐν μὲν οὖν τῷ νοεῖν ἡ ἐνέργεια καὶ ἡ κίνησις, ἐν δὲ τῷ ἑαυτὸν ἡ οὐσία καὶ τὸ ὄν: ὢν γὰρ νοεῖ καὶ ὄντα ἑαυτὸν καὶ εἰς ὃ οἷον ἐπερείδετο

2.309
ὄν. ἡ μὲν γὰρ ἐνέργεια ἡ εἰς αὑτὸν οὐκ οὐσία, εἰς ὃ δὲ καὶ ἀφ̓ οὗ τὸ ὄν: τὸ γὰρ βλεπόμενον τὸ ὄν, οὐχ ἡ βλέψις: ἔχει δὲ καὶ αὕτη τὸ εἶναι, ὅτι ἀφ̓ οὗ καὶ εἰς ὃ ὄν. ἐνεργείᾳ δὲ ὄν, οὐ δυνάμει, συνάπτει πάλιν αὖ τὰ δύο καὶ οὐ χωρίζει, ἀλλὰ ποιεῖ ἑαυτὸν ἐκεῖνο κἀκεῖνο ἑαυτόν. ὂν δὲ τὸ πάντων ἑδραιότατον καὶ περὶ ὃ τὰ ἄλλα τὴν στάσιν ὑπεστήσατο καὶ ἔχει οὐκ ἐπακτόν, ἀλλ̓ ἐξ αὑτοῦ καὶ ἐν αὑτῷ. ἔστι δὲ καὶ εἰς ὃ λήγει ἡ νόησις οὐκ ἀρξαμένη στάσις, καὶ ἀφ̓ οὗ ὥρμηται οὐχ ὁρμήσασα στάσις: οὐ γὰρ ἐκ κινήσεως κίνησις οὐδ̓ εἰς κίνησιν. ἔτι δὲ ἡ μὲν ἰδέα ἐν στάσει πέρας οὖσα νοῦ, ὁ δὲ νοῦς αὐτῆς ἡ κίνησις, ὥστε ἓν πάντα, καὶ κίνησις καὶ στάσις, καὶ δἰ ὅλων ὄντα γένη καὶ ἕκαστον τῶν ὕστερόν τι ὂν καί τις στάσις καί τις κίνησις. τρία δὴ ταῦτα ἰδών τις, ἐν προσβολῇ τῆς τοῦ ὄντος φύσεως γεγενημένος, καὶ τῷ παῤ αὑτῷ ὄντι τὸ ὂν καὶ τοῖς ἄλλοις ἰδὼν τὰ ἄλλα, τὴν κίνησιν τὴν ἐν αὐτῷ τῇ ἐν αὑτῷ κινήσει, καὶ τῇ στάσει τὴν στάσιν, καὶ ταῦτα ἐκείνοις ἐφαρμόσας, ὁμοῦ μὲν γενομένοις καὶ οἷον συγκεχυμένοις συμμίξας οὐ διακρίνων, οἷον δ̓ ὀλίγον διαστήσας καὶ ἐπισχὼν καὶ διακρίνας εἰσιδὼν ὂν καὶ στάσιν καὶ κίνησιν, τρία ταῦτα καὶ ἕκαστον ἕν, ἆῤ οὐχ ἕτερα ἀλλήλων εἴρηκε καὶ
603
διέστησεν ἐν ἑτερότητι καὶ εἶδε τὴν ἐν τῷ ὄντι ἑτερότητα τρία τιθεὶς καὶ ἓν ἕκαστον, πάλιν δὲ ταῦτα εἰς ἓν καὶ ἐν ἑνὶ καὶ πάντα ἕν, εἰς ταὐτὸν αὖ συνάγων καὶ βλέπων ταυτότητα εἶδε γενομένην καὶ οὖσαν; οὐκοῦν πρὸς τρισὶν ἐκείνοις ἀνάγκη δύο ταῦτα προστιθέναι, ταὐτόν, θάτερον, ὥστε τὰ πάντα γένη γίγνεσθαι πέντε πᾶσι, καὶ ταῦτα
2.310
διδόντα τοῖς μετὰ ταῦτα τὸ ἑτέροις καὶ ταὐτοῖς εἶναι: καί τι γὰρ ταὐτὸν καί τι ἕτερον ἕκαστον: ἁπλῶς γὰρ ταὐτὸν καὶ ἕτερον ἄνευ τοῦ τὶ ἐν γένει ἂν εἴη. καὶ πρῶτα δὲ γένη, ὅτι μηδὲν αὐτῶν κατηγορήσεις ἐν τῷ τί ἐστι. τὸ γὰρ ὂν κατηγορήσεις αὐτῶν: ὄντα γάρ: ἀλλ̓ οὐχ ὡς γένος: οὐ γὰρ ὅπερ ὄν τι: οὐδ̓ αὖ τῆς κινήσεως οὐδὲ τῆς στάσεως: οὐ γὰρ εἴδη τοῦ ὄντος: ὄντα γὰρ τὰ μὲν ὡς εἴδη αὐτοῦ, τὰ δὲ μετέχοντα αὐτοῦ: οὐδ̓ αὖ τὸ ὂν μετέχον τούτων ὡς γενῶν αὐτοῦ, οὐδὲ γὰρ ἐπαναβέβηκεν αὐτῷ οὐδὲ πρότερα τοῦ ὄντος.

ἀλλ̓ ὅτι μὲν ταῦτα γένη πρῶτα, ἐκ τούτων ἄν τις, ἴσως δὲ καὶ ἄλλων, βεβαιώσαιτο: ὅτι δὲ μόνα ταῦτα καὶ οὐκ ἄλλα πρὸς τούτοις, πῶς ἄν τις πιστεύσειε; διὰ τί γὰρ οὐ καὶ τὸ ἕν; διὰ τί δ̓ οὐ τὸ ποσόν; καὶ τὸ ποιὸν δέ; τὸ δὲ πρός τι καὶ τὰ ἄλλα, ἅπερ ἤδη ἕτεροι κατηρίθμηνται; τὸ μὲν οὖν ἕν, εἰ μὲν τὸ πάντως ἕν, ᾧ μηδὲν ἄλλο πρόσεστι, μὴ ψυχή, μὴ νοῦς, μὴ ὁτιοῦν, οὐδενὸς ἂν κατηγοροῖτο τοῦτο, ὥστε οὐδὲ γένος: εἰ δὲ τὸ προσὸν τῷ ὄντι, ἐφ̓ οὗ τὸ ἓν ὂν λέγομεν, οὐ πρώτως ἓν τοῦτο. ἔτι ἀδιάφορον ὂν αὑτοῦ πῶς ἂν ποιήσειεν εἴδη; εἰ δὲ τοῦτο μή, οὐ γένος. πῶς γὰρ καὶ διαιρήσεις; διαιρῶν γὰρ πολλὰ ποιήσεις: ὥστε αὐτὸ τὸ ἓν πολλὰ ἔσται καὶ ἀπολεῖ ἑαυτό, εἰ ἐθέλοι γένος εἶναι. ἔπειτά τι προσθήσεις διαιρῶν εἰς εἴδη: οὐ γὰρ ἂν εἶεν διαφοραὶ ἐν τῷ ἕν, ὥσπερ εἰσὶ τῆς οὐσίας. ὄντος μὲν γὰρ δέχεται ὁ νοῦς εἶναι διαφοράς, ἑνὸς δὲ πῶς; εἶτα ἑκάστοτε

604
μετὰ τῆς διαφορᾶς δύο τιθεὶς ἀναιρεῖς τὸ ἕν, ἐπείπερ πανταχοῦ ἡ μονάδος προσθήκη τὸ πρότερον ποσὸν ἀφανίζει. εἰ δέ τις λέγοι τὸ ἐπὶ τῷ ὄντι
2.311
ἓν καὶ το ἐπὶ κινήσει ἓν καὶ τοῖς αλλοις. κοινὸν εἶναι, εἰς μὲν ταὐτὸν ἄγων τὸ ὂν καὶ τὸ ἕν, ἐν ᾧ λόγῳ τὸ ὂν οὐκ ἐποίει τῶν ἄλλων γένος, ὅτι μὴ ὅπερ ὂν ὄντα, ἀλλ̓ ἕτερον τρόπον ὄντα, οὕτως οὐδὲ τὸ ἓν κοινὸν ἐπ̓ αὐτῶν ἔσται, ἀλλὰ τὸ μὲν πρώτως, τὸ δὲ ἄλλως. εἰ δὲ μὴ πάντων λέγοι ποιεῖν, ἀλλὰ ἕν τι ἐφ̓ ἑαυτοῦ, ὥσπερ τὰ ἄλλα, εἰ μὲν ταὐτὸν αὐτῷ τὸ ὂν καὶ τὸ ὂν ἕν, ἤδη τοῦ ὄντος ἠριθμημένου ἐν τοῖς γένεσιν ὄνομα εἰσάγει: εἰ δὲ ἓν ἑκάτερον, τινὰ φύσιν λέγει, καὶ εἰ μὲν προστίθησί τι, ἓν λέγει, εἰ δὲ μηδέν, ἐκεῖνο, ὃ οὐδενὸς κατηγορεῖται, πάλιν αὖ λέγει. εἰ δὲ τὸ τῷ ὄντι συνόν, εἴπομεν μέν, ὅτι οὐ πρώτως ἓν λέγει. ἀλλὰ τί κωλύει πρώτως εἶναι τοῦτο ἐξῃρημένου: ἐκείνου τοῦ παντελῶς ἕν; καὶ γὰρ τὸ ὂν μετ̓ ἐκεῖνο λέγομεν ὂν καὶ ὂν πρώτως ὄν. ἢ ὅτι οὐκ ἦν τὸ πρὸ αὐτοῦ ὂν ἤ, εἴπερ ἦν, οὐκ ἂν ἦν πρώτως ὄν: τούτου δὲ τὸ πρὸ αὐτοῦ ἕν. ἔπειτα χωρισθὲν τῇ νοήσει τοῦ ὄντος διαφορὰς οὐκ ἔχει: ἔπειτα ἐν τῷ ὄντι, εἰ μὲν ἐπακολούθημα αὐτοῦ, καὶ πάντων καὶ ὕστερον — πρότερον δὲ τὸ γένος: εἰ δὲ ἅμα, καὶ πάντων — τὸ δὲ γένος οὐχ ἅμα: εἰ δὲ πρότερον, ἀρχή τις καὶ αὐτοῦ μόνον: εἰ δὲ ἀρχὴ αὐτοῦ, οὐ γένος αὐτοῦ: εἰ δὲ μὴ αὐτοῦ, οὐδὲ τῶν ἄλλων: ἢ δέοι ἂν καὶ τὸ ὂν καὶ τῶν ἄλλων πάντων. ὅλως γὰρ ἔοικε τὸ ἓν ἐν τῷ ὄντι πλησιάζον τῷ ἑνὶ καὶ οἷον συνεκπῖπτον τῷ ὄντι, τοῦ ὄντος τὸ μὲν πρὸς ἐκεῖνο ἓν ὄντος, τὸ δὲ μετ̓ ἐκεῖνο ὄντος, ὃ δύναται καὶ πολλὰ εἶναι, μένον αὐτὸ ἓν καὶ οὐ θέλον μερίζεσθαι οὐδὲ γένος εἶναι βούλεσθαι.

πῶς οὖν ἕκαστον τοῦ ὄντος ἕν; ἢ τῷ τὸ

2.312
τὶ ἓν οὐχ ἕν: πολλὰ γὰρ ἤδη τὸ τὶ ἕν: ἀλλ̓ ὁμωνύμως ἓν ἕκαστον τῶν εἰδῶν: τὸ γὰρ εἶδος πλῆθος, ὥστε ἓν ἐνταῦθα ὡς στρατὸς ἢ χορός. οὐ τοίνυν τὸ ἐκεῖ ἓν ἐν τούτοις, ὥστε οὐ κοινὸν τὸ ἓν οὐδὲ θεωροῖτο ἂν ἐν τῷ ὄντι καὶ τοῖς τὶ οὖσι
605
τὸ αὐτό: ὥστε οὐ γένος τὸ ἕν: ἐπεὶ πᾶν γένος, καθ̓ οὗ ἀληθεύεται οὐκέτι καὶ τὰ ἀντικείμενα: καθ̓ οὗ δὲ παντὸς ὄντος ἀληθεύεται τὸ ἓν καὶ τὰ ἀντικείμενα, καθ̓ οὗ ἀληθεύσεται τὸ ἓν ὡς γένος, κατὰ τούτου ἔσται οὐχ ὡς γένος: ὥστε οὔτε τῶν πρώτων γενῶν ἀληθεύσεται ὡς γένος, ἐπείπερ καὶ τὸ ἓν ὂν οὐ μᾶλλον ἓν ἢ πολλά, οὐδέ τι τῶν ἄλλων γενῶν οὕτως ἕν, ὡς μὴ πολλά, οὔτε κατὰ τῶν ἄλλων τῶν ὑστέρων, ἃ πάντως πολλά. τὸ δ̓ ὅλον γένος οὐδὲν ἕν: ὥστε, εἰ τὸ ἓν γένος, ἀπολεῖ τὸ εἶναι ἕν: οὐ γὰρ ἀριθμὸς τὸ ἕν: ἀριθμὸς δ̓ ἔσται γενόμενον γένος. ἔτι τὸ ἓν ἀριθμῷ ἕν: εἰ γὰρ γένει ἕν, οὐ κυρίως ἕν. ἔτι ὥσπερ ἐν τοῖς ἀριθμοῖς τὸ ἓν οὐχ ὡς γένος κατ̓ αὐτῶν, ἀλλ̓ ἐνυπάρχειν μὲν λέγεται, οὐ γένος δὲ λέγεται, οὕτως οὐδ̓ εἰ ἐν τοῖς οὖσι τὸ ἕν, γένος ἂν εἴη οὔτε τοῦ ὄντος οὔτε τῶν ἄλλων οὔτε τῶν πάντων. ἔτι ὥσπερ τὸ ἁπλοῦν ἀρχὴ μὲν ἂν εἴη τοῦ οὐχ ἁπλοῦ, οὐ μὴν τούτου καὶ γένος — ἁπλοῦν γὰρ ἂν εἴη καὶ τὸ μὴ ἁπλοῦν — οὕτω καὶ ἐπὶ τοῦ ἑνός, εἰ τὸ ἓν ἀρχή, οὐκ ἔσται τῶν μετ̓ αὐτὸ γένος. ἔσται οὖν οὔτε τοῦ ὄντος οὔτε τῶν ἄλλων. ἀλλ̓ εἴπερ ἔσται, τῶν ἓν ἑκάστων, οἷον εἴ τις ἀξιώσειε χωρίσαι ἀπὸ τῆς οὐσίας τὸ ἕν. τινῶν οὖν ἔσται. ὥσπερ γὰρ τὸ ὂν οὐ πάντων γένος, ἀλλὰ τῶν ὂν εἰδῶν, οὕτω καὶ τὸ ἓν τῶν ἓν ἑκάστων εἰδῶν. τίς οὖν διαφορὰ ἄλλου πρὸς ἄλλο καθ̓ ὃ ἕν, ὥσπερ ἄλλου
2.313
πρὸς ἄλλο ὄντος διαφορά; ἀλλ̓ εἰ συμμερίζεται τῷ ὄντι καὶ τῇ οὐσίᾳ καὶ τὸ ὂν τῷ μερισμῷ καὶ τῷ ἐν πολλοῖς θεωρεῖσθαι τὸ αὐτὸ γένος, διὰ τί οὐ καὶ τὸ ἓν τοσαῦτα φαινόμενον, ὅσα ἡ οὐσία, καὶ ἐπὶ τὰ ἴσα μεριζόμενον οὐκ ἂν εἴη γένος; ἢ πρῶτον οὐκ ἀνάγκη, εἴ τι ἐνυπάρχει πολλοῖς, γένος εἶναι οὔτε αὐτῶν, οἷς ἐνυπάρχει, οὔτε ἄλλων, οὐδ̓ ὅλως, εἴ τι κοινόν, πάντως γένος. τὸ γοῦν σημεῖον ἐνυπάρχον ταῖς γραμμαῖς οὐ γένος οὔτε αὐτῶν οὔτε ὅλως, οὐδέ γε, ὥσπερ ἐλέγετο, τὸ ἐν τοῖς ἀριθμοῖς ἓν οὔτε τῶν ἀριθμῶν οὔτε τῶν ἄλλων. δεῖ γὰρ τὸ κοινὸν καὶ ἐν πολλοῖς καὶ διαφοραῖς οἰκείαις χρῆσθαι καὶ εἴδη ποιεῖν καὶ ἐν τῷ τί ἐστι: τοῦ δὲ ἑνὸς τίνες ἂν εἶεν διαφοραί; ἢ ποῖα γεννᾷ εἴδη; εἰ δὲ τὰ αὐτὰ εἴδη ποιεῖ, ἃ περὶ τὸ ὄν, καὶ τὸ αὐτὸ ἂν εἴη τῷ ὄντι, καὶ ὄνομα μόνον θάτερον, καὶ ἀρκεῖ τὸ ὄν.

ἐπισκεπτέον δέ, πῶς ἐν τῷ ὄντι τὸ ἕν,

606
καὶ πῶς ὁ λεγόμενος μερισμὸς καὶ ὅλως ὁ τῶν γενῶν, καὶ εἰ ὁ αὐτὸς ἢ ἄλλος ἑκάτερος. πρῶτον οὖν, πῶς ὅλως ἓν ἕκαστον ὁτιοῦν λέγεται καὶ ἔστιν, εἶτα εἰ ὁμοίως καὶ ἐν τῷ ἑνὶ ὄντι λέγομεν καὶ ὡς ἐκεῖ λέγεται. τὸ μὲν οὖν ἐπὶ πάντων ἓν οὐ ταὐτόν: οὕτε γὰρ ἐπὶ τῶν αἰσθητῶν ὁμοίως καὶ τῶν νοητῶν — ἀλλὰ γὰρ οὐδὲ τὸ ὄν — οὔτε ἐπὶ τῶν αἰσθητῶν πρὸς ἄλληλα ὁμοίως: οὐ γὰρ ταὐτὸν ἐν χορῷ καὶ στρατοπέδῳ καὶ νηὶ καὶ οἰκίᾳ οὐδὲ αὖ ἐν τούτοις καὶ ἐν τῷ συνεχεῖ. ἀλλ̓ ὅμως πάντα τὸ αὐτὸ μιμεῖται, τυγχάνει δὲ τὰ μὲν πόρρωθεν, τὰ δὲ μᾶλλον, ἤδη δὲ καὶ ἀληθέστερον ἐν τῷ νῷ: ψυχὴ γὰρ μία καὶ ἔτι μᾶλλον νοῦς εἷς καὶ τὸ ὂν ἕν. ἆῤ οὖν ἐν ἑκάστῳ τὸ ὂν αὐτοῦ λέγοντες
2.314
ἓν λέγομεν καὶ ὡς ἔχει ὄντος, οὕτω καὶ τοῦ ἑνός; ἢ συμβέβηκε μὲν τοῦτο, οὐ μέντοι καθ̓ ὃ ὂν καὶ ἕν, ἀλλ̓ ἔστι μὴ ἧττον ὂν ὑπάρχον ἧττον εἶναι ἕν. οὐ γὰρ ἧττον στρατὸς ἢ χορὸς οἰκίας, ἀλλ̓ ὅμως ἧττον ἕν. ἔοικεν οὖν τὸ ἐν ἑκάστῳ ἓν πρὸς ἀγαθὸν μᾶλλον βλέπειν, καὶ καθ̓ ὅσον τυγχάνει ἀγαθοῦ, κατὰ τοσοῦτον καὶ ἕν, καὶ τὸ μᾶλλον καὶ ἧττον τοῦ ἓν ἐν τούτῳ: εἶναι γὰρ θέλει ἕκαστον οὐχ ἁπλῶς, ἀλλὰ μετὰ τοῦ ἀγαθοῦ. διὰ τοῦτο καὶ τὰ μὴ ἓν ὡς δύναται σπεύδει ἓν γενέσθαι, τὰ μὲν φύσει αὐτῇ τῇ φύσει συνιόντα εἰς ταὐτὸν ἑνοῦσθαι αὑτοῖς θέλοντα: οὐ γὰρ ἀπ̓ ἀλλήλων σπεύδει ἕκαστα, ἀλλ̓ εἰς ἄλληλα καὶ εἰς αὑτά: καὶ ψυχαὶ πᾶσαι εἰς ἓν ἂν βούλοιντο ἰέναι μετὰ τὴν αὑτῶν οὐσίαν. καὶ ἀμφοτέρωθεν δὲ τὸ ἕν: καὶ γὰρ τὸ ἀφ̓ οὗ καὶ τὸ εἰς ὅ: καὶ γὰρ ἄρχεται ἀπὸ τοῦ ἓν καὶ σπεύδει εἰς τὸ ἕν: οὕτω γὰρ καὶ τὸ ἀγαθόν: οὐδὲ γὰρ ὑπέστη ἐν τοῖς οὖσιν ὁτιοῦν, ὑποστάν τε ἂν ἀνέχοιτο μὴ πρὸς τὸ ἓν τὴν σπουδὴν ἔχον. τὰ μὲν δὴ φύσει οὕτω: τὰ δὲ ἐν ταῖς τέχναις αὐτὴ ἑκάστη ἕκαστον πρὸς τοῦτο καθ̓ ὅσον δύναται καὶ ὡς δύναται ἐκεῖνα οὕτως ποιεῖ: τὸ δὲ ὂν μάλιστα πάντων τούτου τυγχάνει: ἐγγὺς γάρ: ὅθεν τὰ μὲν ἄλλα λέγεται ἃ λέγεται μόνον, οἷον ἄνθρωπος: καὶ γάρ, εἴ ποτε λέγοιμεν εἷς, πρὸς δύο λέγομεν: εἰ δὲ καὶ ἄλλως τὸ ἓν λέγομεν ἐπ̓ αὐτοῦ, προστιθέντες λέγομεν. ἐπὶ δὲ τοῦ ὄντος λέγομεν τὸ ὅλον τοῦτο ἓν ὂν καὶ ἀξιοῦμεν ὡς ἓν ἐνδεικνύμενοι τὴν σφόδρα αὐτοῦ πρὸς τὸ ἀγαθὸν συνουσίαν.
607
γίγνεται οὖν τὸ ἓν καὶ ἐν αὐτῷ ὡς ἀρχὴ καὶ τέλος, οὐχ ὡσαύτως δέ, ἀλλὰ ἄλλως, ὥστε καὶ τὸ πρότερον καὶ τὸ ὕστερον καὶ ἐν τῷ ἕν. τί οὖν
2.315
τὸ ἐν αὐτῷ ἕν; οὐχὶ ὁμοίως ἐν ἅπασι τοῖς μέρεσι καὶ κοινὸν θεωρούμενον; ἢ πρῶτον μὲν καὶ ἐν ταῖς γραμμαῖς κοινὸν τὸ σημεῖον καὶ οὐ γένος τῶν γραμμῶν: καὶ ἐν τοῖς ἀριθμοῖς κοινὸν τὸ ἓν δὴ ἴσως τοῦτο καὶ οὐ γένος: οὐδὲ γὰρ ταὐτὸν τὸ ἓν τὸ ἐπ̓ αὐτοῦ τοῦ ἓν τῷ ἐπὶ μονάδος καὶ δυάδος καὶ τῶν ἄλλων ἀριθμῶν. ἔπειτα καὶ ἐν τῷ ὄντι οὐδὲν κωλύει τὰ μὲν πρῶτα, τὰ δ̓ ὕστερα εἶναι, καὶ τὰ μὲν ἁπλᾶ, τὰ δὲ σύνθετα εἶναι. καὶ εἰ ταὐτὸν δὲ ἐν πᾶσι τὸ ἓν τοῖς τοῦ ὄντος, διαφορὰ οὐκ οὖσα αὐτοῦ οὐδὲ εἴδη ποιεῖ: εἰ δὲ μὴ εἴδη, οὐδὲ γένος αὐτὸ δύναται εἶναι.

καὶ ταῦτα μὲν οὕτω. πῶς δὲ τοῖς ἀριθμοῖς τὸ ἀγαθὸν ἐν τῷ ἓν εἶναι ἕκαστον ἀψύχοις οὖσιν; ἢ κοινὸν τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ἀψύχων. εἰ δέ τις λέγοι μὴ εἶναι ὅλως αὐτούς, ἡμεῖς περὶ ὄντων εἴπομεν, καθ̓ ὃ ἓν ἕκαστον. εἰ δὲ τὸ σημεῖον ζητοῖεν πῶς ἀγαθοῦ μετέχει, εἰ μὲν καθ̓ αὑτὸ φήσουσιν εἶναι, εἰ μὲν ἄψυχον φήσουσι, τὸ αὐτὸ ὅπερ καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων ζητοῦσιν: εἰ δ̓ ἐν ἄλλοις, οἷον ἐν κύκλῳ, τὸ ἀγαθὸν τὸ ἐκείνου τούτῳ καὶ ἡ ὄρεξις πρὸς τοῦτο καὶ σπεύδει ὡς δύναται διὰ τούτου ἐκεῖ. ἀλλὰ πῶς τὰ γένη ταῦτα; ἆρα καὶ τὰ κερματιζόμενα ἕκαστα; ἢ ὅλον ἐν ἑκάστῳ ὧν γένος. καὶ πῶς ἔτι ἕν; ἢ τὸ γένει ἓν ὡς ἐν πολλοῖς ὅλον. ἆῤ οὖν μόνον ἐν τοῖς μετέχουσιν; ἢ οὔ, ἀλλὰ καὶ καθ̓ αὑτὸ καὶ ἐν τοῖς μετέχουσιν. ἀλλ̓ ἴσως σαφέστερον ἔσται ὕστερον.

νῦν δέ, πῶς τὸ ποσὸν οὐκ ἐν τοῖς γένεσι τοῖς πρώτοις, καὶ αὖ τὸ ποιόν; ἢ ποσὸν μὲν οὐ

2.316
πρῶτον μετὰ τῶν ἄλλων, ὅτι ἐκεῖνα μὲν ἅμα μετὰ τοῦ ὄντος. κίνησις γὰρ μετὰ τοῦ ὄντος ἐνεργείᾳ ὄντος ζωὴ αὐτοῦ οὖσα: καὶ στάσις ἐν αὐτῇ τῇ οὐσίᾳ συνεισῄει, μᾶλλον δὲ συνῆν τὸ εἶναι τούτοις ἑτέροις καὶ τοῖς αὐτοῖς, ὥστε συνορᾶσθαι καὶ ταῦτα. ἀριθμὸς δὲ ὕστερός τε ἐκείνων καὶ ἑαυτοῦ, καὶ τὸ ὕστερον παρὰ τοῦ προτέρου καὶ ἐφεξῆς ἀλλήλοις, καὶ ἐνυπάρχει τὰ ὕστερα ἐν τοῖς προτέροις: ὥστε
608
ἐν μὲν τοῖς πρώτοις οὐκ ἂν καταριθμοῖτο: ζητητέον δέ, εἰ ὅλως γένος. τὸ μέντοι μέγεθος ἔτι μᾶλλον ὕστερον καὶ σύνθετον: ἀριθμὸς γὰρ ἐν τῷδε καὶ γραμμὴ ʽδύο τινἂ καὶ ἐπίπεδον ʽτρίἀ. εἰ μὲν οὖν παρὰ τοῦ ἀριθμοῦ ἔχει καὶ τὸ συνεχὲς μέγεθος τὸ ποσόν, τοῦ ἀριθμοῦ οὐκ ὄντος γένους πῶς ἂν τοῦτο ἔχοι; ἔνι δὲ καὶ ἐν τοῖς μεγέθεσι τὸ πρότερον καὶ τὸ ὕστερον. εἰ δὲ κοινὸν ἐπὶ ἀμφοῖν τὸ ποσοῖς, τί τοῦτό ἐστι ληπτέον, καὶ εὑρόντας θετέον γένος ὕστερον, οὐκ ἐν τοῖς πρώτοις: καὶ εἰ γένος μὴ ἐν τοῖς πρώτοις, εἴς τι ἀνακτέον τῶν πρώτων ἢ τῶν εἰς τὰ πρῶτα. δῆλον τοίνυν ἴσως, ὅτι ὅσον τι δηλοῖ ἡ τοῦ ποσοῦ φύσις καὶ μετρεῖ τὸ ὅσον ἑκάστου αὐτή τε ὅσον τι. ἀλλ̓ εἰ κοινὸν ἐπ̓ ἀριθμοῦ καὶ μεγέθους τὸ ὅσον, ἢ ὁ ἀριθμὸς πρῶτος, τὸ δὲ μέγεθος ἀπ̓ ἐκείνου, ἢ ὅλως ὁ μὲν ἀριθμὸς ἐν μίξει κινήσεως καὶ στάσεως, τὸ δὲ μέγεθος κίνησίς τις ἢ ἐκ κινήσεως, τῆς μὲν κινήσεως εἰς ἀόριστον προιούσης, τῆς δὲ στάσεως ἐν τῇ ἐποχῇ τοῦ προιόντος μονάδα ποιούσης. ἀλλὰ περὶ γενέσεως ἀριθμοῦ καὶ μεγέθους, μᾶλλον δὲ ὑποστάσεως καὶ ἐπινοίας, ὕστερον θεωρητέον. τάχα γὰρ ὁ μὲν ἀριθμὸς ἐν τοῖς πρώτοις γένεσι, τὸ δὲ μέγεθος ὕστερον ἐν συνθέσει: καὶ
2.317
ὁ μὲν ἀριθμὸς ἑστώτων, τὸ δὲ μέγεθος ἐν κινήσει. ἀλλὰ ταῦτα μὲν ὕστερον, ὥς φαμεν.

περὶ δὲ τοῦ ποιοῦ, διὰ τί οὐκ ἐν τοῖς πρώτοις; ἣ ὅτι καὶ τοῦτο ὕστερον καὶ μετὰ τὴν οὐσίαν. δεῖ δὲ τὴν οὐσίαν παρακολουθοῦντα ταῦτα ἔχειν τὴν πρώτην, μὴ ἐκ τούτων δὲ τὴν σύστασιν ἔχειν, μηδὲ διὰ τούτων συμπληροῦσθαι: ἢ εἴη ἂν ὑστέρα ποιότητος καὶ ποσότητος. ἐν μὲν οὖν ταῖς συνθέτοις οὐσίαις καὶ ἐκ πολλῶν, ἐν αἷς καὶ ἀριθμοὶ καὶ ποιότητες διαλλαγὴν ἐποίησαν αὐτῶν, καὶ ποιότητες εἶεν ἂν καὶ κοινότης τις ἐν αὐταῖς θεωρηθήσεται: ἐν δὲ τοῖς πρώτοις γένεσι τὴν διαίρεσιν οὐχ ἁπλῶν καὶ συνθέτων δεῖ ποιεῖσθαι, ἀλλ̓ ἁπλῶν καὶ τῶν τὴν οὐσίαν συμπληρούντων, οὐ τὴν τινὰ οὐσίαν. τὴν μὲν γὰρ τινὰ οὐσίαν συμπληροῦσθαι καὶ ἐκ ποιότητος οὐδὲν ἴσως ἄτοπον, ἐχούσης ἤδη τὴν οὐσίαν πρὸ τῆς ποιότητος, τὸ δὲ τοιόνδε ἔξωθεν, αὐτὴν δὲ τὴν οὐσίαν ἃ ἔχει οὐσιώδη ἔχειν. καίτοι ἐν ἄλλοις ἠξιοῦμεν τὰ μὲν τῆς οὐσίας συμπληρωτικὰ ὁμωνύμως ποιὰ εἶναι, τὰ δ̓ ἔξωθεν

609
μετὰ τὴν οὐσίαν ὑπάρχοντα ποιά, καὶ τὰ μὲν ἐν ταῖς οὐσίαις ἐνεργείας αὐτῶν, τὰ δὲ μετ̓ αὐτὰς ἤδη πάθη: νῦν δὲ λέγομεν οὐκ οὐσίας ὅλως εἶναι συμπληρωτικὰ τὰ τῆς τινὸς οὐσίας: οὐ γὰρ οὐσίας προσθήκη γίνεται τῷ ἀνθρώπῳ, καθ̓ ὃ ἄνθρωπος, εἰς οὐσίαν: ἀλλ̓ ἔστιν οὐσία ἄνωθεν, πρὶν ἐπὶ τὴν διαφορὰν ἐλθεῖν, ὥσπερ καὶ ζῷον ἤδη, πρὶν ἐπὶ τὸ λογικὸν ἥκειν.

πῶς οὖν τὰ τέτταρα γένη συμπληροῖ τὴν οὐσίαν οὔπω ποιὰν οὐσίαν ποιοῦντα; οὐδὲ γὰρ τινά. ὅτι μὲν οὖν τὸ ὂν πρῶτον, εἴρηται, καὶ ὡς ἡ κίνησις οὐκ ἂν εἴη ἄλλο οὐδ̓ ἡ στάσις οὐδὲ

2.318
θάτερον οὐδὲ ταὐτόν, δῆλον: καὶ ὅτι οὐ ποιότητα ἐνεργάζεται ἡ κίνησις αὕτη, ἴσως μὲν φανερόν, λεχθὲν δὲ μᾶλλον ποιήσει σαφέστερον. εἰ γὰρ ἡ κίνησις ἐνέργειά ἐστιν αὐτῆς, ἐνέργεια δὲ τὸ ὂν καὶ ὅλως τὰ πρῶτα, οὐκ ἂν συμβεβηκὸς εἴη ἡ κίνησις, ἀλλ̓ ἐνέργεια οὖσα ἐνεργείᾳ ὄντος οὐδ̓ ἂν συμπληρωτικὸν ἔτι λέγοιτο, ἀλλ̓ αὐτή: ὥστε οὐκ ἐμβέβηκεν εἰς ὕστερόν τι οὐδ̓ εἰς ποιότητα, ἀλλ̓ εἰς τὸ ἅμα τέτακται. οὐ γὰρ ἔστιν ὄν, εἶτα κεκίνηται, οὐδὲ ἔστιν ὄν, εἶτα ἔστη: οὐδὲ πάθος ἡ στάσις, καὶ ταὐτὸν δὲ καὶ θάτερον οὐχ ὕστερα, ὅτι μὴ ὕστερον ἐγένετο πολλά, ἀλλ̓ ἦν ὅπερ ἦν ἓν πολλά: εἰ δὲ πολλά, καὶ ἑτερότης, καὶ εἰ ἓν πολλά, καὶ ταυτότης. καὶ ταῦτα εἰς τὴν οὐσίαν ἀρκεῖ: ὅταν δὲ μέλλῃ πρὸς τὰ κάτω προιέναι, τότε ἄλλα, ἃ οὐκέτι οὐσίαν ποιεῖ, ἀλλὰ ποιὰν οὐσίαν καὶ ποσὴν οὐσίαν, καὶ γιγνέσθω γένη οὐ πρῶτα.

τὸ δὲ πρός τι παραφυάδι ἐοικὸς πῶς ἂν ἐν πρώτοις; ἑτέρου γὰρ πρὸς ἕτερον καὶ οὐ πρὸς αὑτὸ ἡ σχέσις καὶ πρὸς ἄλλο. ποῦ δὲ καὶ πότε ἔτι πόρρω: τό τε γὰρ ποῦ ἄλλο ἐν ἄλλῳ, ὥστε. δύο: τὸ δὲ γένος ἓν δεῖ εἶναι, οὐ σύνθεσιν: καὶ οὐδὲ τόπος ἐκεῖ: νῦν δὲ ὁ λόγος περὶ τῶν ὄντων κατὰ ἀλήθειαν: ὅ τε χρόνος εἰ ἐκεῖ, σκεπτέον. μᾶλλον δὲ ἴσως οὔ. εἰ δὲ καὶ μέτρον καὶ οὐχ ἁπλῶς μέτρον, ἀλλὰ κινήσεως, δύο καὶ σύνθετον τὸ ὅλον καὶ κινήσεως ὕστερον, ὥστε οὐχ ὅπου

610
κίνησις ἐν ἴσῃ διαιρέσει. τὸ δὲ ποιεῖν καὶ τὸ πάσχειν ἐν κινήσει. εἰ ἄρα ἐκεῖ τὸ πάσχειν καὶ τὸ ποιεῖν, τὸ ποιεῖν δὲ δύο, ὁμοίως καὶ τὸ πάσχειν: οὐδέτερον οὖν ἁπλοῦν. καὶ τὸ ἔχειν δύο καὶ τὸ κεῖσθαι ἄλλο ἐν ἄλλῳ οὕτως, ὥστε τρία.
2.319

ἀλλὰ τὸ καλὸν καὶ τὸ ἀγαθὸν καὶ αἱ ἀρεταὶ διὰ τί οὐκ ἐν τοῖς πρώτοις, ἐπιστήμη, νοῦς; ἢ τὸ μὲν ἀγαθόν, εἰ τὸ πρῶτον, ἣν δὴ λέγομεν τὴν τοῦ ἀγαθοῦ φύσιν, καθ̓ ἧς οὐδὲν κατηγορεῖται, ἀλλ̓ ἡμεῖς μὴ ἔχοντες ἄλλως σημῆναι οὕτω λέγομεν, γένος οὐδενὸς ἂν εἴη. οὐ γὰρ κατ̓ ἄλλων λέγεται ἢ ἦν ἂν καθ̓ ὧν λέγεται ἕκαστον ἐκεῖνο λεγόμενον: καὶ πρὸ οὐσίας δὲ ἐκεῖνο, οὐκ ἐν οὐσίᾳ. εἰ δ̓ ὡς ποιὸν τὸ ἀγαθόν, ὅλως τὸ ποιὸν οὐκ ἐν τοῖς πρώτοις. τί οὖν; ἡ τοῦ ὄντος φύσις οὐκ ἀγαθόν; ἢ πρῶτον μὲν ἄλλως καὶ οὐκ ἐκείνως, ὡς τὸ πρῶτον: καὶ ἔστιν ἀγαθὸν οὐχ ὡς ποιόν, ἀλλ̓ ἐν αὐτῷ. ἀλλὰ καὶ τὰ ἄλλα ἔφαμεν γένη ἐν αὐτῷ, καὶ διότι κοινόν τι ἦν ἕκαστον καὶ ἐν πολλοῖς ἑωρᾶτο, γένος. εἰ οὖν καὶ τὸ ἀγαθὸν ὁρᾶται ἐφ̓ ἑκάστῳ μέρει τῆς οὐσίας ἢ τοῦ ὄντος ἢ ἐπὶ τοῖς πλείστοις, διὰ τί οὐ γένος καὶ ἐν τοῖς πρώτοις; ἢ ἐν ἅπασι τοῖς μέρεσιν οὐ ταὐτόν, ἀλλὰ πρώτως καὶ δευτέρως καὶ ὑστέρως: ἢ γὰρ ὅτι θάτερον παρὰ θατέρου, τὸ ὕστερον παρὰ τοῦ προτέρου, ἢ ὅτι παῤ ἑνὸς πάντα τοῦ ἐπέκεινα, ἄλλα ἄλλως κατὰ φύσιν τὴν αὐτῶν μεταλαμβάνει. εἰ δὲ δὴ καὶ γένος ἐθέλοι τις θέσθαι, ὕστερον: ὕστερον γὰρ τῆς οὐσίας καὶ τοῦ τί ἐστι τὸ εἶναι αὐτὸ ἀγαθόν, κἂν ἀεὶ συνῇ, ἐκεῖνα δὲ ἦν τοῦ ὄντος ᾗ ὂν καὶ εἰς τὴν οὐσίαν. ἐντεῦθεν γὰρ καὶ τὸ ἐπέκεινα τοῦ ὄντος, ἐπειδὴ τὸ ὂν καὶ ἡ οὐσία οὐ δύναται μὴ πολλὰ εἶναι, ἀλλὰ ἀνάγκη αὐτὸ ἔχειν ταῦτα τὰ ἠριθμημένα γένη καὶ εἶναι ἓν πολλά. εἰ μέντοι τὸ ἀγαθὸν τὸ ἐν τῷ ὄντι μὴ ὀκνοῖμεν λέγειν τὴν ἐνέργειαν αὐτοῦ τὴν κατὰ φύσιν πρὸς τὸ ἕν, τοῦτο δ̓ εἶναι τὸ ἀγαθὸν αὐτοῦ, ἵν̓ ἐκεῖθεν ἀγαθοειδὲς

2.320
ᾖ, ἔσται τὸ ἀγαθὸν τοῦτο ἐνέργεια πρὸς τὸ ἀγαθόν: τοῦτο δὲ ἡ ζωὴ αὐτοῦ: τοῦτο δὲ ἡ κίνησις, ἣ ἤδη ἐστὶν ἕν τι τῶν γενῶν.

περὶ δὲ τοῦ καλοῦ, εἰ μὲν ἐκεῖνο ἡ πρώτη

611
καλλονή, τὰ αὐτὰ ἂν καὶ παραπλήσια λέγοιτο τοῖς ἐπὶ τοῦ ἀγαθοῦ λόγοις: καὶ εἰ τὸ ἐπὶ τῇ ἰδέᾳ οἷον ἀποστίλβον, ὅτι μὴ τὸ αὐτὸ ἐν πᾶσι, καὶ ὅτι ὕστερον τὸ ἀποστίλβειν. εἰ δὲ οὐκ ἄλλο τι τὸ καλὸν ἢ ἡ οὐσία αὐτή, ἐν τῇ οὐσίᾳ εἴρηται. εἰ δὲ πρὸς ἡμᾶς τοὺς ὁρῶντας τῷ τοιόνδε πάθος ποιεῖν ἐστι, τοῦτο τὸ ἐνεργεῖν κίνησις, καὶ εἰ πρὸς ἐκεῖνο ἡ ἐνέργεια, κίνησις. ἔστι δὲ καὶ ἡ ἐπιστήμη αὐτοκίνησις ὄψις οὖσα τοῦ ὄντος καὶ ἐνέργεια, ἀλλ̓ οὐχ ἕξις: ὥστε καὶ αὐτὴ ὑπὸ τὴν κίνησιν, εἰ δὲ βούλει, ὑπὸ τὴν στάσιν, ἢ καὶ ὑπ̓ ἄμφω: εἰ δὲ ὑπ̓ ἄμφω, ὡς μικτόν: εἰ τοῦτο, ὕστερον τὸ μικτόν. ὁ δὲ νοῦς ὂν νοοῦν καὶ σύνθετον ἐκ πάντων οὐχ ἕν τι τῶν γενῶν: καὶ ἔστιν ὁ ἀληθινὸς νοῦς ὂν μετὰ πάντων καὶ ἤδη πάντα τὰ ὄντα, τὸ δὲ ὂν μόνον ψιλὸν εἰς γένος λαμβανόμενον στοιχεῖον αὐτοῦ. δικαιοσύνη δὲ καὶ σωφροσύνη καὶ ὅλως ἀρετὴ ἐνέργειαί τινες νοῦ πᾶσαι: ὥστε οὐκ ἐν πρώτοις, καὶ ὕστερα γένους καὶ εἴδη.

γένη δὴ ὄντα τὰ τέτταρα ταῦτα καὶ πρῶτα ἆρα καθ̓ αὑτὸ ἕκαστον εἴδη ποιεῖ; οἷον τὸ ὂν διαιροῖτο ἂν ἤδη ἐφ̓ ἑαυτοῦ ἄνευ τῶν ἄλλων; ἢ οὔ: ἐπειδὴ ἔξωθεν τοῦ γένους λαβεῖν δεῖ τὰς διαφοράς, καὶ εἶναι μὲν τοῦ ὄντος διαφορὰς ᾗ ὄν, οὐ μέντοι τὰς διαφορὰς αὐτό. πόθεν οὖν ἕξει; οὐ γὰρ δὴ ἐκ τῶν οὐκ ὄντων. εἰ δὴ ἐξ ὄντων, ἦν δὲ τὰ γένη τὰ τρία τὰ λοιπά, δηλονότι ἐκ τούτων καὶ μετὰ τούτων προστιθεμένων καὶ συνδυαζομένων

2.321
καὶ ἅμα γινομένων. ἀλλὰ ἅμα γινόμενα τοῦτο δὴ ἐποίει τὸ ἐκ πάντων. πῶς οὖν τὰ ἄλλα ἐστὶ μετὰ τὸ ἐκ πάντων; καὶ πῶς γένη πάντα ὄντα εἴδη ποιεῖ; πῶς δὲ ἡ κίνησις εἴδη κινήσεως; καὶ ἡ στάσις καὶ τὰ ἄλλα; ἐπεὶ κἀκεῖνο δεῖ παραφυλάττειν, ὅπως μὴ ἀφανίζοιτο ἕκαστον ἐν τοῖς εἴδεσι, μηδ̓ αὖ τὸ γένος κατηγορούμενον ᾖ μόνον, ὡς ἐν ἐκείνοις θεωρούμενον, ἀλλ̓ ᾖ ἐν ἐκείνοις ἅμα καὶ ἐν αὑτῷ καὶ μιγνύμενον αὖ καθαρόν, καὶ μὴ μιγνύμενον ὑπάρχῃ, μηδ̓ ἄλλοις συντελοῦν εἰς οὐσίαν αὑτὸ ἀπολλύῃ. περὶ μὲν δὴ τούτων σκεπτέον. ἐπεὶ δὲ ἔφαμεν τὸ ἐκ πάντων τῶν ὄντων νοῦν εἶναι ἕκαστον, πρὸ δὲ πάντων, ὡς εἰδῶν καὶ μερῶν, τὸ ὂν καὶ τὴν οὐσίαν τιθέμεθα νοῦν εἶναι, τὸν ἤδη νοῦν ὕστερον λέγομεν εἶναι: καὶ δὴ ταύτην τὴν ἀπορίαν χρήσιμον πρὸς τὸ ζητούμενον ποιησώμεθα καὶ οἷον παραδείγματι χρησάμενοι εἰς γνῶσιν τῶν λεγομένων αὑτοὺς ἐμβιβάζωμεν.

λάβωμεν οὖν τὸν μὲν εἶναι νοῦν οὐδὲν

612
ἐφαπτόμενον τῶν ἐν μέρει οὐδ̓ ἐνεργοῦντα περὶ ὁτιοῦν, ἵνα μὴ τὶς νοῦς γίγνοιτο, ὥσπερ ἐπιστήμη πρὸ τῶν ἐν μέρει εἰδῶν, καὶ ἡ ἐν εἴδει δὲ ἐπιστήμη πρὸ τῶν ἐν αὐτῇ μερῶν: πᾶσα μὲν οὐδὲν τῶν ἐν μέρει δύναμις πάντων, ἕκαστον δὲ ἐνεργείᾳ ἐκεῖνο, καὶ δυνάμει δὲ πάντα, καὶ ἐπὶ τῆς καθόλου ὡσαύτως: αἱ μὲν ἐν εἴδει, αἳ ἐν τῇ ὅλῃ δυνάμει κεῖνται, αἳ δὴ τὸ ἐν εἴδει λαβοῦσαι δυνάμει εἰσὶν ἡ ὅλη — κατηγορεῖται γὰρ ἡ πᾶσα, οὐ μόριον τῆς πάσης: αὐτήν γε μὴν δεῖ ἀκέραιον ἐφ̓ ἑαυτῆς εἶναι — οὕτω δὴ ἄλλως μὲν νοῦν τὸν ξύμπαντα εἰπεῖν εἶναι πρὸ τῶν καθέκαστον ἐνεργείᾳ ὄντων, ἄλλως δὲ ἑκάστους, τοὺς μὲν ἐν μέρει
2.322
ἐκ πάντων πληρωθέντας, τὸν δὲ ἐπὶ πᾶσι νοῦν χορηγὸν μὲν τοῖς καθ̓ ἕκαστα, δύναμιν δὲ αὐτῶν εἶναι καὶ ἔχειν ἐν τοῖς καθόλου ἐκείνους, ἐκείνους τε αὖ ἐν τοῖς ἐν μέρει οὖσιν ἔχειν τὸν καθόλου, ὡς ἡ τὶς ἐπιστήμη τὴν ἐπιστήμην: καὶ εἶναι καὶ καθ̓ αὑτὸν τὸν μέγαν νοῦν καὶ ἑκάστους αὖ ἐν αὑτοῖς ὄντας, καὶ ἐμπεριέχεσθαι αὖ τοὺς ἐν μέρει τῷ ὅλῳ καὶ τὸν ὅλον τοῖς ἐν μέρει, ἑκάστους δὲ ἐφ̓ ἑαυτῶν καὶ ἐν ἄλλῳ καὶ ἐφ̓ ἑαυτοῦ ἐκεῖνον καὶ ἐν ἐκείνοις, καὶ ἐν ἐκείνῳ μὲν πάντας ἐφ̓ ἑαυτοῦ ὄντι δυνάμει, ἐνεργείᾳ ὄντι τὰ πάντα ἅμα, δυνάμει δὲ ἕκαστον χωρίς, τοὺς δ̓ αὖ ἐνεργείᾳ μὲν ὃ εἰσί, δυνάμει δὲ τὸ ὅλον. καθ̓ ὅσον μὲν γὰρ τοῦτο ὃ λέγονταί εἰσιν, ἐνεργείᾳ εἰσὶν ἐκεῖνο ὃ λέγονται: ᾗ δ̓ ἐν γένει ἐκείνῳ, δυνάμει ἐκεῖνο: ὁ δ̓ αὖ, ᾗ μὲν γένος, δύναμις πάντων τῶν ὑπ̓ αὐτὸν εἰδῶν καὶ οὐδὲν ἐνεργείᾳ ἐκείνων, ἀλλὰ πάντα ἐν αὐτῷ ἥσυχα: ᾗ δὲ ὅ ἐστι πρὸ τῶν εἰδῶν ἐνεργείᾳ, τῶν οὐ καθ̓ ἕκαστα. δεῖ δή, εἴπερ ἐνεργείᾳ ἔσονται, οἷον ἐν εἴδει, τὴν ἀπ̓ αὐτοῦ ἐνέργειαν αἰτίαν γίγνεσθαι.
613