Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

τὰ δὲ ποια αὐτοῖς ἕτερα μὲν δεῖ εἶναι τῶν ὑποκειμένων, καὶ λέγουσιν: οὐ γὰρ ἂν αὐτὰ δεύτερα κατηρίθμουν. εἰ τοίνυν ἕτερα, δεῖ αὐτὰ καὶ ἁπλᾶ εἶναι: εἰ τοῦτο, μὴ σύνθετα: εἰ τοῦτο, μηδ̓ ὕλην ἔχειν, ᾗ ποιά: εἰ τοῦτο, ἀσώματα εἶναι καὶ δραστήρια: ἡ γὰρ ὕλη πρὸς τὸ πάσχειν αὐτοῖς

593
ὑπόκειται. εἰ δὲ σύνθετα, πρῶτον μὲν ἄτοπος ἡ διαίρεσις ἀπλᾶ καὶ σύνθετα ἀντιδιαστέλλουσα καὶ ταῦτα ὑφ̓ ἓν γένος, ἔπειτα ἐν θατέρῳ τῶν εἰδῶν τὸ ἕτερον τιθεῖσα, ὥσπερ ἂν εἴ τις διαιρῶν τὴν ἐπιστήμην τὴν μὲν γραμματικὴν λέγοι, τὴν δὲ γραμματικὴν καὶ ἄλλο τι. εἰ δὲ τὰ ποιὰ ὕλην ποιὰν λέγοιεν, πρῶτον μὲν οἱ λόγοι αὐτοῖς ἔνυλοι, ἀλλ̓ οὐκ ἐν ὕλῃ γενόμενοι, σύνθετόν τι ποιήσουσιν, ἀλλὰ πρὸ τοῦ συνθέτου ὃ ποιοῦσιν ἐξ ὕλης καὶ εἴδους ἔσονται: οὐκ ἄρα αὐτοὶ εἴδη οὐδὲ λόγοι. εἰ δὲ λέγοιεν μηδὲν εἶναι τοὺς λόγους ἢ ὕλην πως ἔχουσαν, τὰ ποιὰ δηλονότι πως ἔχοντα ἐροῦσι καὶ ἐν τῷ τετάρτῳ γένει τακτέον. εἰ δὲ ἥδε ἡ σχέσις ἄλλη, τίς ἡ διαφορά; ἢ δηλονότι τό πως ἔχειν ἐνταῦθα ὑπόστασις μᾶλλον: καίτοι εἰ μὴ κἀκεῖ ὑπόστασις, τί καταριθμοῦσιν ὡς ἓν γένος ἢ εἶδος; οὐ γὰρ δὴ ὑπὸ τὸ αὐτὸ τὸ μὲν ὄν, τὸ δὲ οὐκ ὂν δύναται εἶναι. ἀλλὰ τί τοῦτο τὸ ἐπὶ τῇ ὕλῃ πως ἔχον; ἢ γὰρ ὂν ἢ οὐκ ὄν. καὶ εἰ ὄν, πάντως ἀσώματον: εἰ δὲ οὐκ ὄν, μάτην λέγεται, καὶ ὕλη μόνον, τὸ δὲ ποιὸν οὐδέν. ἀλλ̓ οὐδὲ τό
2.298
πως ἔχον: ἔτι γὰρ μᾶλλον οὐκ ὄν. τὸ δὲ τέταρτον λεχθὲν καὶ πολλῷ μᾶλλον. μόνον ὂν ἄρα ὕλη. τίς οὖν τοῦτό φησιν; οὐ γὰρ δὴ αὐτὴ ἡ ὕλη: εἰ μὴ ἄρα αὐτή, πὼς γὰρ ἔχουσα ὁ νοῦς — καίτοι τό πως ἔχουσα προσθήκη κενή — ἡ ὕλη ἄρα λέγει ταῦτα καὶ καταλαμβάνει. καὶ εἰ μὲν ἔλεγεν ἔμφρονα, θαῦμα ἂν ἦν, πῶς καὶ νοεῖ καὶ ψυχῆς ἔργα ποιεῖ οὔτε νοῦν οὔτε ψυχὴν ἔχουσα: εἰ δ̓ ἀφρόνως λέγοι αὑτὴν τιθεῖσα ὃ μή ἐστι μηδὲ δύναται, τίνι ταύτην δεῖ ἀνατιθέναι τὴν ἀφροσύνην; ἤ, εἰ ἔλεγεν αὐτή: νῦν δὲ οὔτε λέγει ἐκείνη, ὅ τε λέγων πολὺ τὸ παῤ ἐκείνης ἔχων λέγει, ὅλος μὲν ὢν ἐκείνης, εἰ καὶ μόνον ψυχὴν ἔχοι, ἀγνοίᾳ δὲ αὑτοῦ καὶ δυνάμεως τῆς λέγειν τἀληθῆ περὶ τῶν τοιούτων δυναμένης.

ἐν δὲ τοῖς πως ἔχουσιν ἄτοπον μὲν ἴσως τά πως ἔχοντα τρίτα τίθεσθαι ἢ ὁπωσοῦν τάξεως ἔχει, ἐπειδὴ περὶ τὴν ὕλην πως ἔχοντα πάντα. ἀλλὰ διαφορὰν τῶν πως ἐχόντων φήσουσιν εἶναι

594
καὶ ἄλλως πως ἔχειν τὴν ὕλην ὡδὶ καὶ οὕτως, ἄλλως δὲ ἐν τοῖς πως ἔχουσι, καὶ ἔτι τὰ μὲν ποιὰ περὶ τὴν ὕλην πως ἔχοντα, τὰ ἰδίως δέ πως ἔχοντα περὶ τὰ ποιά. ἀλλὰ τῶν ποιῶν αὐτῶν οὐδὲν ἢ ὕλης πως ἐχούσης ὄντων πάλιν τά πως ἔχοντα ἐπὶ τὴν ὕλην αὐτοῖς ἀνατρέχει καὶ περὶ τὴν ὕλην ἔσται. πῶς δὲ ἓν τό πως ἔχον πολλῆς διαφορᾶς ἐν αὐτοῖς οὔσης; πῶς γὰρ τὸ τρίπηχυ καὶ τὸ λευκὸν εἰς ἕν, τοῦ μὲν ποσοῦ, τοῦ δὲ ποιοῦ ὄντος; πῶς δὲ τὸ ποτὲ καὶ τὸ ποῦ; πῶς δὲ ὅλως πως ἔχοντα τὸ χθὲς καὶ τὸ πέρυσι καὶ τὸ ἐν Λυκείῳ καὶ Ἀκαδημίᾳ; καὶ ὅλως πῶς δὲ ὁ χρόνος πως ἔχων; οὔτε γὰρ αὐτὸς οὔτε τὰ ἐν αὐτῷ τῷ χρόνῳ,
2.299
οὔτε τὰ ἐν τῷ τόπῳ οὔτε ὁ τόπος. τὸ δὲ ποιεῖν πῶς πως ἔχον; ἐπεὶ οὐδ̓ ὁ ποιῶν πως ἔχων, ἀλλὰ μᾶλλόν πως ποιῶν ἢ ὅλως οὐκ ὤν, ἀλλὰ ποιῶν μόνον: καὶ ὁ πάσχων οὔ πως ἔχων, ἀλλὰ μᾶλλόν πως πάσχων ἢ ὅλως πάσχων οὕτως. ἴσως δ̓ ἂν μόνον ἁρμόσει ἐπὶ τοῦ κεῖσθαι τό πως ἔχον καὶ ἐπὶ τοῦ ἔχειν ἐπὶ δὲ τοῦ ἔχειν οὐ πὼς ἔχον, ἀλλὰ ἔχον. τὸ δὲ πρός τι εἰ μὲν μὴ ὑφ̓ ἓν τοῖς ἄλλοις ἐτίθεσαν, ἕτερος λόγος ἦν ἂν ζητούντων, εἴ τινα διδόασιν ὑπόστασιν ταῖς τοιαύταις σχέσεσι, πολλαχοῦ οὐ διδόντων. ἔτι δ̓ ἐν γένει τῷ αὐτῷ ἐπιγενόμενον πρᾶγμα τοῖς ἤδη οὖσιν ἄτοπον συντάττειν εἰς ταὐτὸν γένος τοῖς πρότερον οὖσι: δεῖ γὰρ πρότερον ἓν καὶ δύο εἶναι, ἴνα καὶ ἥμισυ καὶ διπλάσιον. περὶ δὲ τῶν ὅσοι ἄλλως τὰ ὄντα ἢ τὰς ἀρχὰς τῶν ὄντων ἔθεντο, εἴτε ἄπειρα εἴτε πεπερασμένα, εἴτε σώματα εἴτε ἀσώματα, ἢ καὶ τὸ συναμφότερον, χωρὶς περὶ ἑκάστων ἔξεστι ζητεῖν λαμβάνουσι καὶ τὰ παρὰ τῶν ἀρχαίων πρὸς τὰς δόξας αὐτῶν εἰρημένα.

Ἐπεὶ δὲ περὶ τῶν λεγομένων δέκα γενῶν

595
ἐπέσκεπται, εἴρηται δὲ καὶ περὶ τῶν εἰς ἓν ἀγόντων γένος τὰ πάντα τέτταρα ὑπὸ τὸ ἓν οἷον εἴδη τιθεμένων, ἀκόλουθον ἂν εἴη εἰπεῖν, τί ποτε ἡμῖν περὶ τούτων φαίνεται τὰ δοκοῦντα ἡμῖν πειρωμένοις εἰς τὴν Πλάτωνος ἀνάγειν δόξαν. εἰ μὲν οὖν ἓν ἔδει τίθεσθαι τὸ ὄν, οὐδὲν ἂν ἔδει ζητεῖν, οὔτ̓ εἰ γένος ἓν ἐπὶ πᾶσιν, οὔτε εἰ γένη μὴ ὑφ̓
2.300
ἕν, οὔτ̓ εἰ ἀρχάς, οὔτε εἰ τὰς ἀρχὰς καὶ γένη τὰς αὐτὰς δεῖ τίθεσθαι, οὔτε εἰ τὰ γένη καὶ ἀρχὰς τὰ αὐτά, ἢ τὰς μὲν ἀρχὰς ἁπάσας καὶ γένη, τὰ δὲ γένη οὐκ ἀρχάς, ἢ ἀνάπαλιν, ἢ ἐφ̓ ἑκατέρων τινὰς μὲν ἀρχὰς καὶ γένη καί τινα γένη καὶ ἀρχάς, ἢ ἐπὶ μὲν τῶν ἑτέρων πάντα καὶ θάτερα, ἐπὶ δὲ τῶν ἑτέρων τινὰ καὶ θάτερα. ἐπεὶ δὲ οὐχ ἕν φαμεν τὸ ὄν — διότι δέ, εἴρηται καὶ τῷ Πλάτωνι καὶ ἑτέροις — ἀναγκαῖον ἴσως γίγνεται καὶ περὶ τούτων ἐπισκέψασθαι πρότερον εἰς μέσον θέντας, τίνα ἀριθμὸν λέγομεν καὶ πῶς. ἐπεὶ οὖν περὶ τοῦ ὄντος ἢ τῶν ὄντων ζητοῦμεν, ἀναγκαῖον πρῶτον παῤ αὑτοῖς διελέσθαι τάδε, τί τε τὸ ὂν λέγομεν, περὶ οὗ ἡ σκέψις ὀρθῶς ἂν γίνοιτο νυνί, καὶ τί δοκεῖ μὲν ἄλλοις εἶναι ὄν, γινόμενον δὲ αὐτὸ λέγομεν εἶναι, ὄντως δὲ οὐδέποτε ὄν. δεῖ δὲ νοεῖν ταῦτα ἀπ̓ ἀλλήλων διῃρημένα οὐχ ὡς γένους τοῦ τὶ εἰς ταῦτα διῃρημένου, οὐδ̓ οὕτως οἴεσθαι τὸν
596
Πλάτωνα πεποιηκέναι. γελοῖον γὰρ ὑφ̓ ἓν θέσθαι τὸ ὂν τῷ μὴ ὄντι, ὥσπερ ἂν εἴ τις Σωκράτη ὑπὸ τὸ αὐτὸ θεῖτο καὶ τὴν τούτου εἰκόνα. τὸ γὰρ διελέσθαι ἐνταῦθά ἐστι τὸ ἀφορίσαι καὶ χωρὶς θεῖναι, καὶ τὸ δόξαν ὂν εἶναι εἰπεῖν οὐκ εἶναι ὄν, ὑποδείξαντα αὐτοῖς ἄλλο τὸ ὡς ἀληθῶς ὂν εἶναι. καὶ προστιθεὶς τῷ ὄντι τὸ ἀεὶ ὑπέδειξεν, ὡς δεῖ τὸ ὂν τοιοῦτον εἶναι, οἷον μηδέποτε ψεύδεσθαι τὴν τοῦ ὄντος φύσιν. περὶ δὴ τούτου τοῦ ὄντος λέγοντες καὶ περὶ τούτου ὡς οὐχ ἑνὸς ὄντος σκεψόμεθα: ὕστερον δέ, εἰ δοκεῖ, καὶ περὶ γενέσεως καὶ τοῦ γινομένου καὶ κόσμου αἰσθητοῦ τι ἐροῦμεν.

ἐπεὶ οὖν οὐχ ἕν φαμεν, ἆρα ἀριθμόν τινα; ἢ ἄπειρον: πῶς γὰρ δὴ τὸ οὐχ ἓν ἢ ἓν ἅμα καὶ

2.301
πολλὰ λέγομεν, καί τι ποικίλον ἓν τὰ πολλὰ εἰς ἓν ἔχον; ἀνάγκη τοίνυν τοῦτο τὸ οὕτως ἓν ἢ τῷ γένει ἓν εἶναι, εἴδη δ̓ αὐτοῦ τὰ ὄντα, οἷς πολλὰ καὶ ἕν, ἢ πλείω ἑνὸς γένη, ὑφ̓ ἓν δὲ τὰ πάντα, ἢ πλείω μὲν γένη, μηδὲν δὲ ἄλλο ὑπ̓ ἄλλο, ἀλλ̓ ἕκαστον περιεκτικὸν τῶν ὑπ̓ αὐτό, εἴτε καὶ αὐτῶν γενῶν ἐλαττόνων ὄντων ἢ εἰδῶν καὶ ὑπὸ τούτοις ἀτόμων, συντελεῖν ἅπαντα εἰς μίαν φύσιν καὶ ἐκ πάντων τῷ νοητῷ κόσμῳ, ὃν δὴ λέγομεν τὸ ὄν, τὴν σύστασιν εἶναι. εἰ δὴ τοῦτο, οὐ μόνον γένη ταῦτα εἶναι, ἀλλὰ καὶ ἀρχὰς τοῦ ὄντος ἅμα ὑπάρχειν: γένη μέν, ὅτι ὑπ̓ αὐτὰ ἄλλα γένη ἐλάττω καὶ εἴδη μετὰ τοῦτο καὶ ἄτομα: ἀρχὰς δέ, εἰ τὸ ὂν οὕτως ἐκ πολλῶν καὶ ἐκ τούτων τὸ ὅλον ὑπάρχει. εἰ μέντοι πλείω μὲν ἦν ἐξ ὧν, συνελθόντα δὲ τὰ ὅλα ἐποίει τὸ πᾶν, ἀλλ̓ οὐκ ἔχοντα ὑπ̓ αὐτά, ἀρχαὶ μὲν ἂν ἦσαν, γένη δὲ οὐκ ἄν: οἷον εἴ τις ἐκ τῶν τεσσάρων ἐποίει τὸ αἰσθητόν, πυρὸς καὶ τῶν τοιούτων: ταῦτα γὰρ ἀρχαὶ ἂν ἦσαν, γένη δὲ οὔ: εἰ μὴ ὁμωνύμως τὸ γένος. λέγοντες τοίνυν καὶ γένη τινὰ εἶναι, τὰ δ̓ αὐτὰ καὶ ἀρχάς, ἆρα τὰ μὲν γένη, ἕκαστον μετὰ τῶν ὑπ̓ αὐτὸ ὁμοῦ, μιγνύντες ἀλλήλοις τὸ ὅλον ἀποτελοῦμεν καὶ σύγκρασιν ποιοῦμεν ἁπάντων; ἀλλὰ δυνάμει, οὐκ ἐνεργείᾳ ἕκαστα οὐδὲ καθαρὸν αὐτὸ ἕκαστον ἔσται. ἀλλὰ τὰ μὲν γένη ἐάσομεν, τὰ δὲ καθ̓ ἕκαστον μίξομεν. τίνα οὖν ἔσται ἐφ̓ αὑτῶν τὰ γένη; ἢ ἔσται κἀκεῖνα ἐφ̓ αὑτῶν καὶ καθαρά, καὶ τὰ μιχθέντα οὐκ ἀπολεῖ αὐτά. καὶ πῶς; ἢ ταῦτα μὲν εἰς ὕστερον: νῦν δ̓ ἐπεὶ συγκεχωρήκαμεν καὶ γένη εἶναι καὶ προσέτι καὶ τῆς οὐσίας ἀρχὰς καὶ τρόπον ἕτερον ἀρχὰς καὶ συνθέσεις, πρῶτον λεκτέον
2.302
597
πρὸς ἃ λέγομεν γένη καὶ πῶς διίσταμεν ἀπ̓ ἀλλήλων αὐτὰ καὶ οὐχ ὑφ̓ ἓν ἄγομεν, ὥσπερ ἐκ τύχης συνελθόντα καὶ ἕν τι πεποιηκότα: καίτοι πολλῷ εὐλογώτερον ὑφ̓ ἕν. ἤ, εἰ μὲν εἴδη οἷόν τε ἦν τοῦ ὄντος ἅπαντα εἶναι καὶ ἐφεξῆς τούτοις τὰ ἄτομα καὶ μηδὲν τούτων ἔξω, ἦν ἂν ἴσως ποιεῖν οὕτως: ἐπειδὴ δὲ ἡ τοιαύτη θέσις ἀναίρεσίς ἐστιν αὐτοῖς — οὐδὲ γὰρ τὰ εἴδη εἴδη ἔσται, οὐδ̓ ὅλως πολλὰ ὑφ̓ ἕν, ἀλλὰ πάντα ἕν, μὴ ἑτέρου ἢ ἑτέρων ἔξω ἐκείνου τοῦ ἑνὸς ὄντων: πῶς γὰρ ἂν πολλὰ ἐγένετο τὸ ἕν, ὥστε καὶ εἴδη γεννῆσαι, εἰ μή τι ἦν παῤ αὐτὸ ἄλλο; οὐ γὰρ αὐτὸ πολλά, εἰ μή τις ὡς μέγεθος κερματιεῖ: ἀλλὰ καὶ οὕτως ἕτερον τὸ κερματίζον. εἰ δ̓ αὐτὸ κερματιεῖ ἢ ὅλως διαιρήσει, πρὸ τοῦ διαιρεθῆναι ἔσται διῃρημένον. ταύτῃ μὲν οὖν καὶ δἰ ἄλλα πολλὰ ἀποστατέον τοῦ γένος ἓν καὶ ὅτι οὐχ οἷόν τε ἕκαστον ὁτιοῦν ληφθὲν ἢ ὂν ἢ οὐσίαν λέγειν. εἰ δέ τις λέγοι ὄν, τῷ συμβεβηκέναι φήσει, οἷον εἰ λευκὸν λέγοι τὴν οὐσίαν: οὐ γὰρ ὅπερ λευκὸν λέγει.

πλείω μὲν δὴ λέγομεν εἶναι καὶ οὐ κατὰ τύχην πλείω. οὐκοῦν ἀφ̓ ἑνός. ἤ, εἰ καὶ ἀφ̓ ἑνός, οὐ κατηγορουμένου δὲ κατ̓ αὐτῶν ἐν τῷ εἶναι, οὐδὲν κωλύει ἕκαστον οὐχ ὁμοειδὲς ὂν ἄλλῳ χωρὶς αὐτὸ εἶναι γένος. ἆῤ οὖν ἔξωθεν τοῦτο τῶν γενομένων γενῶν τὸ αἴτιον μέν, μὴ κατηγορούμενον δὲ τῶν ἄλλων ἐν τῷ τί ἐστιν; ἢ τὸ μὲν ἔξω: ἐπέκεινα γὰρ τὸ ἕν, ὡς ἂν μὴ συναριθμούμενον τοῖς γένεσιν, εἰ δἰ αὐτὸ τὰ ἄλλα, ἃ ἐπίσης ἀλλήλοις εἰς τὸ γένη εἶναι. καὶ πῶς ἐκεῖνο οὐ συνηρίθμηται; ἢ τὰ ὄντα ζητοῦμεν, οὐ τὸ ἐπέκεινα. τοῦτο μὲν οὖν οὕτως: τί δὲ τὸ συναριθμούμενον;

2.303
ἐφ̓ οὗ καὶ θαυμάσειεν ἄν τις, πῶς συναριθμούμενον τοῖς αἰτιατοῖς. ἢ, εἰ μὲν ὑφ̓ ἓν γένος αὐτὰ καὶ τὰ ἄλλα, ἄτοπον: εἰ δὲ οἷς αἴτιον συναριθμεῖται ὡς αὐτὸ τὸ γένος καὶ τὰ ἄλλα ἐφεξῆς καὶ ἔστι διάφορα τὰ ἐφεξῆς πρὸς αὐτὸ καὶ οὐ κατηγορεῖται αὐτῶν ὡς γένος οὐδ̓ ἄλλο τι κατ̓ αὐτῶν, ἀνάγκη καὶ αὐτὰ γένη εἶναι ἔχοντα ὑφ̓ αὑτά: οὐδὲ γάρ, εἰ σὺ τὸ βαδίζειν ἐγέννας, ὑπὸ σὲ ὡς γένος τὸ βαδίζειν ἦν ἄν: καὶ εἰ μηδὲν ἦν πρὸ αὐτοῦ ἄλλο ὡς γένος αὐτοῦ, ἦν δὲ τὰ μετ̓ αὐτό, γένος ἂν ἦν τὸ βαδίζειν ἐν τοῖς οὖσιν. ὅλως δὲ ἴσως οὐδὲ τὸ
598
ἓν φατέον αἴτιον τοῖς ἄλλοις εἶναι, ἀλλ̓ οἷον μέρη αὐτοῦ καὶ οἷον στοιχεῖα αὐτοῦ καὶ πάντα μίαν φύσιν μεριζομένην ταῖς ἡμῶν ἐπινοίαις, αὐτὸ δὲ εἶναι ὑπὸ δυνάμεως θαυμαστῆς ἓν εἰς πάντα καὶ φαινόμενον πολλὰ καὶ γινόμενον πολλά, οἷον ὅταν κινηθῇ, καὶ τὸ πολύχουν τῆς φύσεως ποιεῖν τὸ ἓν μὴ ἓν εἶναι, ἡμᾶς τε οἷον μοίρας αὐτοῦ προφέροντας ταύτας ἓν ἕκαστον τίθεσθαι καὶ γένος λέγειν ἀγνοοῦντας, ὅτι μὴ ὅλον ἅμα εἴδομεν, ἀλλὰ κατὰ μέρος προφέροντες πάλιν αὐτὰ συνάπτομεν οὐ δυνάμενοι ἐπὶ πολὺν χρόνον αὐτὰ κατέχειν σπεύδοντα πρὸς αὑτά. διὸ πάλιν μεθίεμεν εἰς τὸ ὅλον καὶ ἐῶμεν ἓν γενέσθαι, μᾶλλον δὲ ἓν εἶναι. ἀλλὰ ἴσως σαφέστερα ταῦτα ἔσται κἀκείνων ἐγνωσμένων, ἢν τὰ γένη λάβωμεν ὁπόσα: οὕτω γὰρ καὶ τὸ πῶς. ἀλλ̓ ἐπεὶ δεῖ λέγοντα μὴ ἀποφάσεις λέγειν, ἀλλὰ καὶ εἰς ἔννοιαν καὶ νόησιν ἰέναι τῶν λεγομένων, ὡδὶ ποιητέον: