Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

τίνι οὖν γνωριοῦμεν τὸ πάσχειν; οὐ γὰρ δὴ τῇ ἐνεργείᾳ τῇ παῤ ἄλλου, εἰ ὁ τὴν ἐνέργειαν παραδεξάμενος αὑτοῦ ἐποιήσατο διαδεξάμενος. ἀλλ̓ ἆρα ὅπου μὴ ἐνέργεια, πεῖσις δὲ μόνον; τί οὖν, εἰ κάλλιον γίγνοιτο, ἡ δὲ ἐνέργεια τὸ χεῖρον ἔχοι; ἢ εἰ κατὰ κακίαν ἐνεργοῖ τις καὶ ἄρχοι εἰς ἄλλον ἀκολάστως; ἢ οὐδὲν κωλύει ἐνέργειαν εἶναι φαύλην καὶ πεῖσιν καλήν. τίνι οὖν διοριοῦμεν; ἆρα τῷ τὸ μὲν εἰς ἄλλον παῤ αὑτοῦ, τὸ δὲ ἀφ̓ ἑτέρου ἐν ἄλλῳ; τί οὖν, εἰ ἐξ αὑτοῦ μέν, μὴ εἰς ἄλλον δέ, οἷον τὸ νοεῖν, τὸ δοξάζειν; τὸ δὲ θερμανθῆναι παῤ αὑτοῦ διανοηθέντος ἢ θυμωθέντος ἐκ δόξης μηδενὸς ἔξωθεν προσελθόντος. ἢ τὸ μὲν ποιεῖν, εἴτε ἐν αὐτῷ εἴτε εἰς ἄλλο τι ὄν, κίνημα ἐξ αὑτοῦ. ἡ οὖν ἐπιθυμία τί καὶ πᾶσα ὄρεξις; ἢ ἡ ὄρεξις κινεῖται ἀπὸ τοῦ ὀρεκτοῦ, εἰ μή τις μὴ προσποιοῖ τὸ ἀφ̓ οὗ κεκίνηται, ὅτι δὲ μετ̓ ἐκεῖνο ἐγήγερται. τί οὖν διαφέρει τοῦ πεπλῆχθαι ἢ ὠσθέντα κατενεχθῆναι; ἀλλ̓ ἆρα διαιρετέον τὰς ὀρέξεις λέγοντα τὰς μὲν ποιήσεις, ὅσαι νῷ ἑπόμεναι, τὰς δὲ ὁλκὰς οὔσας πείσεις, τὸ δὲ πάσχειν οὐ τῷ παῤ ἑτέρου ἢ παῤ ἑαυτοῦ — ἀπείη γὰρ ἄν τι ἐν ἑαυτῷ — ἀλλ̓ ὅταν μηδὲν συμβαλλόμενον αὐτὸ ὑπομείνῃ ἀλλοίωσιν τὴν μὴ εἰς οὐσίαν ἄγουσαν, ἥτις ἐξίστησι πρὸς τὸ χεῖρον ἢ μὴ πρὸς τὸ βέλτιον, τὴν τοιαύτην ἀλλοίωσιν πεῖσιν καὶ τὸ πάσχειν ἔχειν; ἀλλ̓ εἰ τὸ θερμαίνεσθαι θερμότητά ἐστιν ἴσχειν, εἴη δὲ τῷ μὲν εἰς οὐσίαν συντελοῦν, τῷ δὲ μή, τὸ αὐτὸ πάσχειν καὶ οὐ πάσχειν ἔσται. καὶ πῶς οὐ τὸ θερμαίνεσθαι διττόν; ἢ τὸ θερμαίνεσθαι, ὅταν

2.289
εἰς οὐσίαν συντελῇ, καὶ τότε ἄλλου πάσχοντος εἰς οὐσίαν συντελέσει, οἷον θερμαινομένου τοῦ χαλκοῦ καὶ πάσχοντος, ἡ δὲ οὐσία ὁ ἀνδριάς, ὃς οὐκ αὐτὸς ἐθερμαίνετο, ἀλλ̓ ἢ κατὰ συμβεβηκός. εἰ οὖν καλλίων ὁ χαλκὸς ἀπὸ τοῦ θερμαίνεσθαι ἢ κατὰ τὸ θερμαίνεσθαι, οὐδὲν κωλύει πάσχειν λέγειν: διττὸν γὰρ εἶναι τὸ πάσχειν, τὸ μὲν ἐν τῷ χεῖρον γίγνεσθαι, τὸ δ̓ ἐν τῷ βέλτιον, ἢ οὐδέτερον.

οὐκοῦν γίγνεται τὸ πάσχειν τῷ ἔχειν ἐν αὑτῷ κίνησιν τὴν κατὰ τὸ ἀλλοιοῦσθαι ὁπωσοῦν: καὶ τὸ ποιεῖν οὖν ἢ ἔχειν ἐν αὑτῷ κίνησιν τὴν ἀπόλυτον παῤ αὑτοῦ ἢ τὴν τελευτῶσαν εἰς ἄλλο ἀπ̓ αὐτοῦ ὁρμωμένην ἀπὸ τοῦ λεγομένου ποιεῖν. καὶ κίνησις μὲν ἐπ̓ ἀμφοῖν, ἡ δὲ διαφορὰ ἡ διαιροῦσα τὸ ποιεῖν καὶ τὸ πάσχειν τὸ μὲν ποιεῖν, καθ̓ ὅσον ποιεῖν, ἀπαθὲς τηροῦσα, τὸ δὲ πάσχειν ἐν τῷ διατίθεσθαι ἑτέρως ἢ πρότερον εἶχε, τῆς τοῦ πάσχοντος οὐσίας οὐδὲν εἰς οὐσίαν προσλαμβανούσης, ἀλλὰ ἄλλου ὄντος τοῦ πάσχοντος, ὅταν τις οὐσία γίνηται. γίνεται τοίνυν τὸ αὐτὸ ἐν σχέσει τινὶ ποιεῖν, ἐν ἄλλῃ δὲ πάσχειν. παρὰ μὲν γὰρ τῷδε θεωρούμενον ποιεῖν ἔσται, κίνησις οὖσα ἡ αὐτή, παρὰ δὲ τῷδε πάσχειν, ὅτι τάδε οὕτως διατίθεται, ὥστε κινδυνεύειν ἄμφω πρός τι εἶναι, ὅσα τοῦ ποιεῖν πρὸς τὸ πάσχειν, ʽεἰ μὲν παρὰ τούτῳ, τὸ αὐτὸ ποιεῖν, εἰ δὲ παρὰ τῷδε, πάσχειν̓, καὶ θεωρούμενον ἑκάτερον οὐ καθ̓ αὑτό, ἀλλὰ μετὰ τοῦ ποιοῦντος καὶ πάσχοντος ʽοὗτος κινεῖ καὶ οὗτος κινεῖταἰ καὶ δύο κατηγορίαι ἑκάτερον: καὶ ʽοὗτος δίδωσι τῷδε κίνησιν, οὗτος δὲ λαμβάνεἰ, ὥστε λῆψις καὶ δόσις καὶ πρός τι. ἢ εἰ ἔχοι ὁ λαβών, ὥσπερ λέγεται ἔχειν χρῶμα, διὰ τί οὐ καὶ

2.290
ἔχει κίνησιν; καὶ ἡ ἀπόλυτος κίνησις, οἷον ἡ του βαδίζειν, ἔχει βάδισιν καὶ ἔχει δὲ νόησιν. ἐπισκεπτέον δέ, εἰ τὸ προνοεῖν ποιεῖν, εἰ καὶ τὸ προνοίας τυγχάνειν πάσχειν: εἰς ἄλλο γὰρ καὶ περὶ
587
ἄλλου ἡ πρόνοια. ἢ οὐδὲ τὸ προνοεῖν ποιεῖν, καὶ εἰ περὶ ἄλλου τὸ νοεῖν, ἢ ἐκεῖνο πάσχειν. ἢ οὐδὲ τὸ νοεῖν ποιεῖν: οὐ γὰρ εἰς αὐτὸ τὸ νοούμενον, ἀλλὰ περὶ αὐτοῦ: οὐδὲ ποίησις ὅλως οὐδὲ δεῖ πάσας ἐνεργείας ποιήσεις λέγειν οὐδὲ ποιεῖν τι: κατὰ συμβεβηκὸς δὲ ἡ ποίησις. τί οὖν; εἰ βαδίζων ἴχνη εἰργάσατο, οὐ λέγομεν πεποιηκέναι; ἀλλ̓ ἐκ τοῦ εἶναι αὐτὸν ἄλλο τι. ἢ ποιεῖν κατὰ συμβεβηκὸς καὶ τὴν ἐνέργειαν κατὰ συμβεβηκός, ὅτι μὴ πρὸς τοῦτο ἑώρα: ἐπεὶ καὶ ἐπὶ τῶν ἀψύχων ποιεῖν λέγομεν, οἷον τὸ πῦρ θερμαίνειν καὶ ʽἐνήργησε τὸ φάρμακον̓. ἀλλὰ περὶ μὲν τούτων ἅλις.

περὶ δὲ τοῦ ἔχειν, εἰ τὸ ἔχειν πολλαχῶς, διὰ τί οὐ πάντες οἱ τρόποι τοῦ ἔχειν εἰς ταύτην τὴν κατηγορίαν ἀναχθήσονται; ὥστε καὶ τὸ ποσόν, ὅτι ἔχει μέγεθος, καὶ τὸ ποιόν, ὅτι ἔχει χρῶμα, καὶ ὁ πατὴρ καὶ τὰ τοιαῦτα, ὅτι ἔχει υἱόν, καὶ ὁ υἱός, ὅτι ἔχει πατέρα, καὶ ὅλως κτήματα. εἰ δὲ τὰ μὲν ἄλλα ἐν ἐκείναις, ὅπλα δὲ καὶ ὑποδήματα καὶ τὰ περὶ τὸ σῶμα, πρῶτον μὲν ζητήσειεν ἄν τις, διὰ τί, καὶ διὰ τί ἔχων μὲν αὐτὰ μίαν ἄλλην κατηγορίαν ποιεῖ, καίων δὲ ἢ τέμνων ἢ κατορύττων ἢ ἀποβάλλων οὐκ ἄλλην ἢ ἄλλας; εἰ δ̓ ὅτι περίκειται, κἂν ἱμάτιον κέηται ἐπὶ κλίνης, ἄλλη κατηγορία ἔσται, κἂν κεκαλυμμένος ᾖ τις. εἰ δὲ κατὰ τὴν κάθεξιν αὐτὴν καὶ τὴν ἕξιν, δηλονότι καὶ τὰ ἄλλα πάντα τὰ κατὰ τὸ ἔχειν λεγόμενα καὶ εἰς ἕξιν αὐτά, ὅπου ποτὲ ἡ ἕξις, ἀνακτέον: οὐ

2.291
γὰρ διοίσει κατὰ τὸ ἐχόμενον. εἰ μέντοι ποιότητα ἔχειν οὐ δεῖ λέγειν, ὅτι ἤδη ποιότης εἴρηται, οὐδὲ ποσότητα ἔχειν, ὅτι ποσότης, οὐδὲ μέρη ἔχειν, ὅτι οὐσία εἴρηται: διὰ τί δὲ ὅπλα ἔχειν εἰρημένης οὐσίας, ἐν ᾗ ταῦτα; οὐσία γὰρ ὑπόδημα καὶ ὅπλα. πῶς δ̓ ὅλως ἁπλοῦν καὶ μιᾶς κατηγορίας ʽὅδε ὅπλα ἔχει;ʼ τοῦτο γὰρ σημαίνει τὸ ὡπλίσθαι. ἔπειτα
588
πότερον ἐπὶ ζῶντος μόνον ἢ κἂν ἀνδριὰς ᾖ, ὅτῳ ταῦτα; ἄλλως γὰρ ἑκάτερον ἔχειν δοκεῖ καὶ ἴσως ὁμωνύμως: ἐπεὶ καὶ τὸ ἕστηκεν ἐπ̓ ἀμφοῖν οὐ ταὐτόν. ἔτι καὶ τὸ ἐν ὀλίγοις πῶς εὔλογον ἔχειν κατηγορίαν γενικὴν ἄλλην;

ἐπὶ δὲ τοῦ κεῖσθαι, ἐν ὀλίγοις καὶ αὐτὸ ὄν --- ἀνακεῖσθαι, καθῆσθαι: καίτοι οὐ κεῖσθαι ἁπλῶς λεγομένων. ἀλλὰ ʽπὼς κεῖνταἰ καὶ ʽκεῖται ἐν σχήματι τοιῷδἐ. καὶ τὸ μὲν σχῆμα ἄλλο: τοῦ δὲ κεῖσθαι τί ἄλλο σημαίνοντος ἢ ʽἐν τόπῳ ἐστίν̓, εἰρημένου τοῦ σχήματος καὶ τοῦ τόπου, τί δεῖ εἰς ἓν δύο κατηγορίας συνάπτειν; ἔπειτα, εἰ μὲν τὸ κάθηται ἐνέργειαν σημαίνει, ἐν ταῖς ἐνεργείαις τακτέον, εἰ δὲ πάθος, ἐν τῷ πεπονθέναι ἢ πάσχειν. τὸ δὲ ἀνάκειται τί ἄλλο ἢ ἄνω κεῖται, ὥσπερ καὶ τὸ κάτω κεῖται ἢ μεταξὺ κεῖται. διὰ τί δὲ ἀνακλ̔??ʼσεως οὔσης ἐν τῷ πρός τι οὐχὶ καὶ ὁ ἀνακείμενος ἐκεῖ; ἐπεὶ καὶ τοῦ δεξιοῦ ὄντος ἐκεῖ καὶ ὁ δεξιὸς ἐκεῖ καὶ ὁ ἀριστερός. ταῦτα μὲν οὖν ἐπὶ τούτων.

πρὸς δὲ τοὺς τέτταρας τιθέντας καὶ τετραχῶς διαιροῦντας εἰς ὑποκείμενα καὶ ποιὰ καὶ πὼς ἔχοντα καὶ πρός τί πως ἔχοντα, καὶ κοινόν τι ἐπ̓ αὐτῶν τιθέντας καὶ ἑνὶ γένει περιλαμβάνοντας τὰ πάντα, ὅτι μὲν κοινόν τι καὶ ἐπὶ πάντων

2.292
ἓν γένος λαμβάνουσι, πολλὰ ἄν τις λέγοι. καὶ γὰρ ὡς ἀσύνετον αὐτοῖς καὶ ἄλογον τὸ τὶ τοῦτο καὶ οὐκ ἐφαρμόττον ἀσωμάτοις καὶ σώμασι: καὶ διαφορὰς οὐ καταλελοίπασιν, αἷς τὸ τὶ διαιρήσουσι: καὶ τὸ τὶ τοῦτο ἢ ὂν ἢ μὴ ὄν ἐστιν. εἰ μὲν οὖν ὄν, ἕν τι τῶν εἰδῶν ἐστιν: εἰ δὲ μὴ ὄν, ἔστι τὸ ὂν μὴ ὄν — καὶ μυρία ἕτερα. ταῦτα μὲν οὖν ἐν τῷ παρόντι ἐατέον, αὐτὴν δὲ τὴν διαίρεσιν ἐπισκεπτέον. ὑποκείμενα μὲν γὰρ πρῶτα τάξαντες καὶ τὴν ὕλην ἐνταῦθα τῶν ἄλλων προτάξαντες τὴν πρώτην αὐτοῖς δοκοῦσαν ἀρχὴν συντάττουσι
589
τοῖς μετὰ τὴν ἀρχὴν αὐτῶν. καὶ πρῶτον μὲν τὰ πρότερα τοῖς ὑστέροις εἰς ἓν ἄγουσιν, οὐχ οἷόν τε ὂν ἐν γένει τῷ αὐτῷ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον εἶναι. ἐν μὲν γὰρ τοῖς ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον, τὸ ὕστερον παρὰ τοῦ προτέρου λαμβάνει τὸ εἶναι, ἐν δὲ τοῖς ὑπὸ τὸ αὐτὸ γένος τὸ ἴσον εἰς τὸ εἶναι ἕκαστον ἔχει παρὰ τοῦ γένους, εἴπερ τοῦτο δεῖ γένος εἶναι τὸ ἐν τῷ τί ἐστι τῶν εἰδῶν κατηγορούμενον: ἐπεὶ καὶ αὐτοὶ φήσουσι παρὰ τῆς ὕλης, οἶμαι, τοῖς ἄλλοις τὸ εἶναι ὑπάρχειν. ἔπειτα τὸ ὑποκείμενον ἓν ἀριθμοῦντες οὐ τὰ ὄντα ἐξαριθμοῦνται, ἀλλ̓ ἀρχὰς τῶν ὄντων ζητοῦσι: διαφέρει δὲ ἀρχὰς λέγειν καὶ αὐτά. εἰ δὲ ὂν μὲν μόνον τὴν ὕλην φήσουσι, τὰ δ̓ ἄλλα πάθη τῆς ὕλης, οὐκ ἐχρῆν τοῦ ὄντος καὶ τῶν ἄλλων ἕν τι γένος προτάττειν: μᾶλλον δ̓ ἂν βέλτιον αὐτοῖς ἐλέγετο, εἰ τὸ μὲν οὐσίαν, τὰ δ̓ ἄλλα πάθη, καὶ διῃροῦντο ταῦτα. τὸ δὲ καὶ λέγειν τὰ μὲν ὑποκείμενα, τὰ δὲ τὰ ἄλλα, ἑνὸς ὄντος τοῦ ὑποκειμένου καὶ διαφορὰν οὐκ ἔχοντος, ἀλλ̓ ἢ τῷ μεμερίσθαι, ὥσπερ ὄγκον εἰς μέρη — καίτοι οὐδὲ
2.293
μεμερίσθαι τῷ συνεχῆ λέγειν τὴν οὐσίαν βέλτιον λέγειν ἦν τὸ ὑποκείμενον.

ὅλως δὲ τὸ προτάττειν ἁπάντων, ὃ δυνάμει ἐστίν, ἀλλὰ μὴ ἐνέργειαν πρὸ δυνάμεως τάττειν, παντάπασιν ἀτοπώτατον. οὐδὲ γὰρ ἔστι τὸ δυνάμει εἰς ἐνέργειαν ἐλθεῖν ποτε τάξεως ἀρχὴν ἔχοντος ἐν τοῖς οὖσι τοῦ δυνάμει: οὐ γὰρ δὴ αὐτὸ ἑαυτὸ ἄξει, ἀλλὰ δεῖ ἢ πρὸ αὐτοῦ εἶναι τὸ ἐνεργείᾳ καὶ οὐκέτι τοῦτο ἀρχή, ἤ, εἰ ἅμα λέγοιεν, ἐν τύχαις θήσονται τὰς ἀρχάς. ἔπειτα, εἰ ἅμα, διὰ τί οὐκ ἐκεῖνο προτάττουσι; καὶ διὰ τί τοῦτο μᾶλλον ὄν, ἀλλ̓ οὐκ ἐκεῖνο; εἰ δὲ ὕστερον ἐκεῖνο, πῶς; οὐ γὰρ δὴ ἡ ὕλη τὸ εἶδος γεννᾷ, ἡ ἄποιος τὸ ποιόν, οὐδ̓ ἐκ τοῦ δυνάμει ἐνέργεια: ἐνυπῆρχε γὰρ ἂν τὸ ἐνεργείᾳ καὶ οὐχ ἁπλοῦν ἔτι. καὶ ὁ θεὸς δεύτερος αὐτοῖς τῆς ὕλης: καὶ γὰρ σῶμα ἐξ ὕλης ὂν καὶ εἴδους. καὶ πόθεν αὐτῷ τὸ εἶδος; εἰ δὲ καὶ ἄνευ τοῦ ὕλην ἔχειν, ἀρχοειδὴς ὢν καὶ λόγος ἀσώματος ἂν εἴη ὁ θεὸς καὶ τὸ ποιητικὸν

590
ἀσώματον. εἰ δὲ καὶ ἄνευ τῆς ὕλης ἐστὶ τὴν οὐσίαν σύνθετος, ἅτε σῶμα ὤν, ἄλλην ὕλην τὴν τοῦ θεοῦ εἰσάξουσιν. ἔπειτα πῶς ἀρχὴ ἡ ὕλη σῶμα οὖσα; οὐ γὰρ ἔστι σῶμα μὴ οὐ πολλὰ εἶναι: καὶ πᾶν σῶμα ἐξ ὕλης καὶ ποιότητος. εἰ δὲ ἄλλως τοῦτο τὸ σῶμα, ὁμωνύμως λέγουσι σῶμα τὴν ὕλην. εἰ δὲ κοινὸν ἐπὶ σώματος τὸ τριχῇ διάστατον, μαθηματικὸν λέγουσιν: εἰ δὲ μετὰ ἀντιτυπίας τὸ τριχῇ, οὐχ ἓν λέγουσιν. ἔπειτα ἡ ἀντιτυπία ποιὸν ἢ παρὰ ποιότητος. καὶ πόθεν ἡ ἀντιτυπία; πόθεν δὲ τὸ τριχῇ διάστατον, ἢ τίς διέστησεν; οὐ γὰρ ἐν τῷ λόγῳ τοῦ τριχῇ διαστάτου ἡ ὕλη, οὐδ̓ ἐν τῷ τῆς ὕλης τὸ τριχῇ διάστατον. μετασχοῦσα τοίνυν
2.294
μεγέθους οὐκέτ̓ ἂν ἁπλοῦν εἴη. ἔπειτα πόθεν ἡ ἕνωσις; οὐ γὰρ δὴ αὐτὸ ἕνωσις, ἀλλὰ μετοχῇ ἑνότητος. ἐχρῆν δὴ λογίσασθαι, ὡς οὐκ ἔστι δυνατὸν προτάττειν ἁπάντων ὄγκον, ἀλλὰ τὸ ἄογκον καὶ τὸ ἕν, καὶ ἐκ τοῦ ἑνὸς ἀρξαμένους εἰς τὰ πολλὰ τελευτᾶν καὶ ἐξ ἀμεγέθους εἰς μεγέθη, εἴ γε οὐκ ἔστι πολλὰ εἶναι μὴ ἑνὸς ὄντος, οὐδὲ μέγεθος μὴ ἀμεγέθους: εἴ γε τὸ μέγεθος ἓν οὐ τῷ αὐτὸ ἕν, ἀλλὰ τῷ μετέχειν τοῦ ἓν καὶ κατὰ σύμβασιν. δεῖ τοίνυν εἶναι τὸ πρώτως καὶ κυρίως πρὸ τοῦ κατὰ σύμβασιν: ἢ πῶς ἡ σύμβασις; καὶ ζητεῖν, τίς ὁ τρόπος τῆς συμβάσεως: τάχα γὰρ ἂν εὗρον τὸ μὴ κατὰ συμβεβηκὸς ἕν. λέγω δὲ κατὰ συμβεβηκός, ὅτῳ μὴ αὐτὸ ἕν, ἀλλὰ παῤ ἄλλου.

ἐχρῆν δὲ καὶ ἄλλως τηροῦντας τὴν ἀρχὴν τῶν πάντων ἐν τῷ τιμίῳ μὴ τὸ ἄμορφον μηδὲ τὸ παθητὸν μηδὲ τὸ ζωῆς ἄμοιρον καὶ ἀνόητον καὶ σκοτεινὸν καὶ τὸ ἀόριστον τίθεσθαι ἀρχήν, καὶ τούτῳ ἀναφέρειν καὶ τὴν οὐσίαν. ὁ γὰρ θεὸς

591
αὐτοῖς εὐπρεπείας ἕνεκεν ἐπεισάγεται παρά τε τῆς ὕλης ἔχων τὸ εἶναι καὶ σύνθετος καὶ ὕστερος, μᾶλλον δὲ ὕλη πως ἔχουσα. ἔπειτα εἰ ὑποκείμενον, ἀνάγκη ἄλλο εἶναι, ὃ ποιοῦν εἰς αὐτὴν ἔξω ὂν αὐτῆς παρέχει αὐτὴν ὑποκεῖσθαι τοῖς παῤ αὐτοῦ πεμπομένοις εἰς αὐτήν. εἰ δ̓ ἐν τῇ ὕλῃ καὶ αὐτὸς εἴη ὑποκείμενος καὶ αὐτὸς σὺν αὐτῇ γενόμενος, οὐκέτι ὑποκείμενον τὴν ὕλην παρέξεται οὐδὲ μετὰ τῆς ὕλης αὐτὸς ὑποκείμενον: τίνι γὰρ ὑποκείμενα ἔσται οὐκέτι ὄντος τοῦ παρέξοντος ὑποκείμενα αὐτὰ ἁπάντων καταναλωθέντων εἰς τὸ λεγόμενον ὑποκείμενον; πρός τι γὰρ τὸ ὑποκείμενον, οὐ πρὸς τὸ ἐν αὐτῷ, ἀλλὰ πρὸς τὸ ποιοῦν
2.295
εἰς αὐτὸ κείμενον. καὶ τὸ ὑποκείμενον ὑπόκειται πρὸς τὸ οὐχ ὑποκείμενον: εἰ δὲ τοῦτο, πρὸς τὸ ἔξω: ὥστε παραλελειμμένον ἂν εἴη τοῦτο. εἰ δὲ οὐδὲν δέονται ἄλλου ἔξωθεν, αὐτὸ δὲ πάντα δύναται γίνεσθαι σχηματιζόμενον, ὥσπερ ὁ τῇ ὀρχήσει πάντα αὑτὸν ποιῶν, οὐκέτ̓ ἂν ὑποκείμενον εἴη, ἀλλ̓ αὐτὸ τὰ πάντα. ὡς γὰρ ὁ ὀρχηστὴς οὐχ ὑποκείμενον τοῖς σχήμασιν — ἐνέργεια γὰρ αὐτοῦ τὰ ἄλλα — οὕτως οὐδὲ ἣν λέγουσιν ὕλην ἔσται τοῖς πᾶσιν ὑποκείμενον, εἰ τὰ ἄλλα παῤ αὐτῆς εἴη: μᾶλλον δὲ οὐδὲ τὰ ἄλλα ὅλως ἔσται, εἴ γέ πως ἔχουσα ὕλη τὰ ἄλλα, ὥς πως ἔχων ὁ ὀρχούμενος τὰ σχήματα. εἰ δὲ τὰ ἄλλα οὐκ ἔσται, οὐδὲ ὅλως ὑποκείμενον αὕτη οὐδὲ τῶν ὄντων ἡ ὕλη, ἀλλὰ ὕλη μόνον οὖσα τούτῳ αὐτῷ οὐδὲ ὕλη: πρός τι γὰρ ἡ ὕλη. τὸ γὰρ πρός τι πρὸς ἄλλο καὶ ἐκ τοῦ αὐτοῦ γένους, οἷον διπλάσιον πρὸς ἥμισυ, οὐκ οὐσία πρὸς διπλάσιον: ὂν δὲ πρὸς μὴ ὂν πῶς πρός τι, εἰ μὴ κατὰ συμβεβηκός; τὸ δὲ καθ̓ αὑτὸ ὂν καὶ ἡ ὕλη ὂν πρὸς ὄν. εἰ γὰρ δύναμίς ἐστιν, ὃ μέλλει ἔσεσθαι, ἐκεῖνο δὲ μὴ οὐσία, οὐδ̓ ἂν αὐτὴ οὐσία: ὥστε συμβαίνει αὐτοῖς αἰτιωμένοις τοὺς ἐκ μὴ οὐσιῶν οὐσίας ποιοῦντας αὐτοὺς ποιεῖν ἐξ οὐσίας μὴ οὐσίαν: ὁ γὰρ κόσμος καθ̓ ὅσον κόσμος οὐκ οὐσία. ἄτοπον δὲ τὴν μὲν ὕλην τὸ ὑποκείμενον οὐσίαν, τὰ δὲ σώματα μὴ μᾶλλον οὐσίας, καὶ τούτων μᾶλλον μὴ τὸν κόσμον οὐσίαν, ἀλλ̓ ἢ μόνον, καθ̓ ὅσον μόριον αὐτοῦ, οὐσίαν: καὶ τὸ ζῷον μὴ παρὰ τῆς ψυχῆς ἔχειν τὴν οὐσίαν, παρὰ δὲ τῆς ὕλης μόνον, καὶ τὴν ψυχὴν πάθημα ὕλης καὶ ὕστερον. παρὰ τίνος οὖν ἔσχεν ἡ ὕλη τὸ ἐψυχῶσθαι, καὶ ὅλως τῆς ψυχῆς ἡ ὑπόστασις;
2.296
πῶς δὲ ἡ ὕλη ὁτὲ μὲν σώματα γίνεται, ἄλλο δὲ αὐτῆς ψυχή; καὶ γὰρ εἰ ἄλλοθεν προσίοι τὸ εἶδος, οὐδαμῇ ψυχὴ ἂν γένοιτο ποιότητος προσελθούσης τῇ ὕλῃ, ἀλλὰ σώματα ἄψυχα. εἰ δέ τι αὐτὴν πλάττοι καὶ ψυχὴν ποιοῖ, πρὸ τῆς γινομένης ψυχῆς ἔσται ἡ ποιοῦσα ψυχή.
592

ἀλλὰ γὰρ πολλῶν ὄντων τῶν λεγομένων πρὸς τὴν ὑπόθεσιν ταύτην τούτων μὲν παυστέον, μὴ καὶ ἄτοπον ᾖ τὸ πρὸς οὕτω φανερὰν ἀτοπίαν φιλονεικεῖν, δεικνύντα, ὅτι τὸ μὴ ὂν ὡς τὸ μάλιστα ὂν προτάττουσι καὶ τὸ ὕστατον πρῶτον. αἴτιον δὲ ἡ αἴσθησις αὐτοῖς ἡγεμὼν γενομένη καὶ πιστὴ εἰς ἀρχῶν καὶ τῶν ἄλλων θέσιν: τὰ γὰρ σώματα νομίσαντες εἶναι τὰ ὄντα, εἶτα αὐτῶν τὴν μεταβολὴν εἰς ἄλληλα φοβηθέντες τὸ μένον ὑπ̓ αὐτὰ τοῦτο ᾠήθησαν τὸ ὂν εἶναι, ὥσπερ ἂν εἴ τις μᾶλλον τὸν τόπον ἢ τὰ σώματα νομίσειεν εἶναι τὸ ὄν, ὅτι οὐ φθείρεται ὁ τόπος, νομίσας. καίτοι καὶ οὗτος αὐτοῖς μένει, ἔδει δὲ οὐ τὸ ὁπωσοῦν μένον νομίσαι τὸ ὄν, ἀλλὰ ἰδεῖν πρότερον, τίνα δεῖ προσεῖναι τῷ ἀληθῶς ὄντι, οἷς οὖσιν ὑπάρχει καὶ τὸ ἀεὶ μένειν. οὐδὲ γὰρ, εἰ σκιὰ ἀεὶ μένοι παρακολουθοῦσα ἀλλοιουμένῳ ἄλλῳ, μᾶλλόν ἐστιν ἢ ἐκεῖνο: τό τε αἰσθητὸν μετ̓ ἐκείνου καὶ ἄλλων πολλῶν τῷ πλήθει μᾶλλον ἂν τὸ ὅλον ὂν εἴη, ἢ ἕν τι τῶν ἐν ἐκείνῳ. εἰ δὲ δὴ καὶ τὸ ὅλον, ὑποβάθρα ἐκεῖνο μὴ ὂν πῶς ἂν ἐκεῖνο; πάντων τε θαυμαστότατον τὸ τῇ αἰσθήσει πιστουμένους ἕκαστα τὸ μὴ τῇ αἰσθήσει ἁλωτὸν τίθεσθαι ὄν: οὐδὲ γὰρ ὀρθῶς τὸ ἀντιτυπὲς αὐτῇ διδόασι: ποιότης γὰρ τοῦτο. εἰ δὲ τῷ νῷ λέγουσι λαβεῖν, ἄτοπος ὁ νοῦς οὗτος ὁ τὴν ὕλην αὑτοῦ προτάξας καὶ τὸ ʽ??ʼν αὐτῇ δεδωκώς,

2.297
ἀλλ̓ οὐχ αὑτῷ. οὐκ ὢν οὖν ὁ νοῦς αὐτοῖς πῶς ἂν πιστὸς εἴη περὶ τῶν κυριωτέρων αὑτοῦ λέγων καὶ οὐδαμῇ αὐτοῖς συγγενὴς ὤν; ἀλλὰ περὶ μὲν ταύτης τῆς φύσεως καὶ τῶν ὑποκειμένων ἱκανῶς καὶ ἐν ἄλλοις.

τὰ δὲ ποια αὐτοῖς ἕτερα μὲν δεῖ εἶναι τῶν ὑποκειμένων, καὶ λέγουσιν: οὐ γὰρ ἂν αὐτὰ δεύτερα κατηρίθμουν. εἰ τοίνυν ἕτερα, δεῖ αὐτὰ καὶ ἁπλᾶ εἶναι: εἰ τοῦτο, μὴ σύνθετα: εἰ τοῦτο, μηδ̓ ὕλην ἔχειν, ᾗ ποιά: εἰ τοῦτο, ἀσώματα εἶναι καὶ δραστήρια: ἡ γὰρ ὕλη πρὸς τὸ πάσχειν αὐτοῖς

593
ὑπόκειται. εἰ δὲ σύνθετα, πρῶτον μὲν ἄτοπος ἡ διαίρεσις ἀπλᾶ καὶ σύνθετα ἀντιδιαστέλλουσα καὶ ταῦτα ὑφ̓ ἓν γένος, ἔπειτα ἐν θατέρῳ τῶν εἰδῶν τὸ ἕτερον τιθεῖσα, ὥσπερ ἂν εἴ τις διαιρῶν τὴν ἐπιστήμην τὴν μὲν γραμματικὴν λέγοι, τὴν δὲ γραμματικὴν καὶ ἄλλο τι. εἰ δὲ τὰ ποιὰ ὕλην ποιὰν λέγοιεν, πρῶτον μὲν οἱ λόγοι αὐτοῖς ἔνυλοι, ἀλλ̓ οὐκ ἐν ὕλῃ γενόμενοι, σύνθετόν τι ποιήσουσιν, ἀλλὰ πρὸ τοῦ συνθέτου ὃ ποιοῦσιν ἐξ ὕλης καὶ εἴδους ἔσονται: οὐκ ἄρα αὐτοὶ εἴδη οὐδὲ λόγοι. εἰ δὲ λέγοιεν μηδὲν εἶναι τοὺς λόγους ἢ ὕλην πως ἔχουσαν, τὰ ποιὰ δηλονότι πως ἔχοντα ἐροῦσι καὶ ἐν τῷ τετάρτῳ γένει τακτέον. εἰ δὲ ἥδε ἡ σχέσις ἄλλη, τίς ἡ διαφορά; ἢ δηλονότι τό πως ἔχειν ἐνταῦθα ὑπόστασις μᾶλλον: καίτοι εἰ μὴ κἀκεῖ ὑπόστασις, τί καταριθμοῦσιν ὡς ἓν γένος ἢ εἶδος; οὐ γὰρ δὴ ὑπὸ τὸ αὐτὸ τὸ μὲν ὄν, τὸ δὲ οὐκ ὂν δύναται εἶναι. ἀλλὰ τί τοῦτο τὸ ἐπὶ τῇ ὕλῃ πως ἔχον; ἢ γὰρ ὂν ἢ οὐκ ὄν. καὶ εἰ ὄν, πάντως ἀσώματον: εἰ δὲ οὐκ ὄν, μάτην λέγεται, καὶ ὕλη μόνον, τὸ δὲ ποιὸν οὐδέν. ἀλλ̓ οὐδὲ τό
2.298
πως ἔχον: ἔτι γὰρ μᾶλλον οὐκ ὄν. τὸ δὲ τέταρτον λεχθὲν καὶ πολλῷ μᾶλλον. μόνον ὂν ἄρα ὕλη. τίς οὖν τοῦτό φησιν; οὐ γὰρ δὴ αὐτὴ ἡ ὕλη: εἰ μὴ ἄρα αὐτή, πὼς γὰρ ἔχουσα ὁ νοῦς — καίτοι τό πως ἔχουσα προσθήκη κενή — ἡ ὕλη ἄρα λέγει ταῦτα καὶ καταλαμβάνει. καὶ εἰ μὲν ἔλεγεν ἔμφρονα, θαῦμα ἂν ἦν, πῶς καὶ νοεῖ καὶ ψυχῆς ἔργα ποιεῖ οὔτε νοῦν οὔτε ψυχὴν ἔχουσα: εἰ δ̓ ἀφρόνως λέγοι αὑτὴν τιθεῖσα ὃ μή ἐστι μηδὲ δύναται, τίνι ταύτην δεῖ ἀνατιθέναι τὴν ἀφροσύνην; ἤ, εἰ ἔλεγεν αὐτή: νῦν δὲ οὔτε λέγει ἐκείνη, ὅ τε λέγων πολὺ τὸ παῤ ἐκείνης ἔχων λέγει, ὅλος μὲν ὢν ἐκείνης, εἰ καὶ μόνον ψυχὴν ἔχοι, ἀγνοίᾳ δὲ αὑτοῦ καὶ δυνάμεως τῆς λέγειν τἀληθῆ περὶ τῶν τοιούτων δυναμένης.

ἐν δὲ τοῖς πως ἔχουσιν ἄτοπον μὲν ἴσως τά πως ἔχοντα τρίτα τίθεσθαι ἢ ὁπωσοῦν τάξεως ἔχει, ἐπειδὴ περὶ τὴν ὕλην πως ἔχοντα πάντα. ἀλλὰ διαφορὰν τῶν πως ἐχόντων φήσουσιν εἶναι

594
καὶ ἄλλως πως ἔχειν τὴν ὕλην ὡδὶ καὶ οὕτως, ἄλλως δὲ ἐν τοῖς πως ἔχουσι, καὶ ἔτι τὰ μὲν ποιὰ περὶ τὴν ὕλην πως ἔχοντα, τὰ ἰδίως δέ πως ἔχοντα περὶ τὰ ποιά. ἀλλὰ τῶν ποιῶν αὐτῶν οὐδὲν ἢ ὕλης πως ἐχούσης ὄντων πάλιν τά πως ἔχοντα ἐπὶ τὴν ὕλην αὐτοῖς ἀνατρέχει καὶ περὶ τὴν ὕλην ἔσται. πῶς δὲ ἓν τό πως ἔχον πολλῆς διαφορᾶς ἐν αὐτοῖς οὔσης; πῶς γὰρ τὸ τρίπηχυ καὶ τὸ λευκὸν εἰς ἕν, τοῦ μὲν ποσοῦ, τοῦ δὲ ποιοῦ ὄντος; πῶς δὲ τὸ ποτὲ καὶ τὸ ποῦ; πῶς δὲ ὅλως πως ἔχοντα τὸ χθὲς καὶ τὸ πέρυσι καὶ τὸ ἐν Λυκείῳ καὶ Ἀκαδημίᾳ; καὶ ὅλως πῶς δὲ ὁ χρόνος πως ἔχων; οὔτε γὰρ αὐτὸς οὔτε τὰ ἐν αὐτῷ τῷ χρόνῳ,
2.299
οὔτε τὰ ἐν τῷ τόπῳ οὔτε ὁ τόπος. τὸ δὲ ποιεῖν πῶς πως ἔχον; ἐπεὶ οὐδ̓ ὁ ποιῶν πως ἔχων, ἀλλὰ μᾶλλόν πως ποιῶν ἢ ὅλως οὐκ ὤν, ἀλλὰ ποιῶν μόνον: καὶ ὁ πάσχων οὔ πως ἔχων, ἀλλὰ μᾶλλόν πως πάσχων ἢ ὅλως πάσχων οὕτως. ἴσως δ̓ ἂν μόνον ἁρμόσει ἐπὶ τοῦ κεῖσθαι τό πως ἔχον καὶ ἐπὶ τοῦ ἔχειν ἐπὶ δὲ τοῦ ἔχειν οὐ πὼς ἔχον, ἀλλὰ ἔχον. τὸ δὲ πρός τι εἰ μὲν μὴ ὑφ̓ ἓν τοῖς ἄλλοις ἐτίθεσαν, ἕτερος λόγος ἦν ἂν ζητούντων, εἴ τινα διδόασιν ὑπόστασιν ταῖς τοιαύταις σχέσεσι, πολλαχοῦ οὐ διδόντων. ἔτι δ̓ ἐν γένει τῷ αὐτῷ ἐπιγενόμενον πρᾶγμα τοῖς ἤδη οὖσιν ἄτοπον συντάττειν εἰς ταὐτὸν γένος τοῖς πρότερον οὖσι: δεῖ γὰρ πρότερον ἓν καὶ δύο εἶναι, ἴνα καὶ ἥμισυ καὶ διπλάσιον. περὶ δὲ τῶν ὅσοι ἄλλως τὰ ὄντα ἢ τὰς ἀρχὰς τῶν ὄντων ἔθεντο, εἴτε ἄπειρα εἴτε πεπερασμένα, εἴτε σώματα εἴτε ἀσώματα, ἢ καὶ τὸ συναμφότερον, χωρὶς περὶ ἑκάστων ἔξεστι ζητεῖν λαμβάνουσι καὶ τὰ παρὰ τῶν ἀρχαίων πρὸς τὰς δόξας αὐτῶν εἰρημένα.

Ἐπεὶ δὲ περὶ τῶν λεγομένων δέκα γενῶν

595
ἐπέσκεπται, εἴρηται δὲ καὶ περὶ τῶν εἰς ἓν ἀγόντων γένος τὰ πάντα τέτταρα ὑπὸ τὸ ἓν οἷον εἴδη τιθεμένων, ἀκόλουθον ἂν εἴη εἰπεῖν, τί ποτε ἡμῖν περὶ τούτων φαίνεται τὰ δοκοῦντα ἡμῖν πειρωμένοις εἰς τὴν Πλάτωνος ἀνάγειν δόξαν. εἰ μὲν οὖν ἓν ἔδει τίθεσθαι τὸ ὄν, οὐδὲν ἂν ἔδει ζητεῖν, οὔτ̓ εἰ γένος ἓν ἐπὶ πᾶσιν, οὔτε εἰ γένη μὴ ὑφ̓
2.300
ἕν, οὔτ̓ εἰ ἀρχάς, οὔτε εἰ τὰς ἀρχὰς καὶ γένη τὰς αὐτὰς δεῖ τίθεσθαι, οὔτε εἰ τὰ γένη καὶ ἀρχὰς τὰ αὐτά, ἢ τὰς μὲν ἀρχὰς ἁπάσας καὶ γένη, τὰ δὲ γένη οὐκ ἀρχάς, ἢ ἀνάπαλιν, ἢ ἐφ̓ ἑκατέρων τινὰς μὲν ἀρχὰς καὶ γένη καί τινα γένη καὶ ἀρχάς, ἢ ἐπὶ μὲν τῶν ἑτέρων πάντα καὶ θάτερα, ἐπὶ δὲ τῶν ἑτέρων τινὰ καὶ θάτερα. ἐπεὶ δὲ οὐχ ἕν φαμεν τὸ ὄν — διότι δέ, εἴρηται καὶ τῷ Πλάτωνι καὶ ἑτέροις — ἀναγκαῖον ἴσως γίγνεται καὶ περὶ τούτων ἐπισκέψασθαι πρότερον εἰς μέσον θέντας, τίνα ἀριθμὸν λέγομεν καὶ πῶς. ἐπεὶ οὖν περὶ τοῦ ὄντος ἢ τῶν ὄντων ζητοῦμεν, ἀναγκαῖον πρῶτον παῤ αὑτοῖς διελέσθαι τάδε, τί τε τὸ ὂν λέγομεν, περὶ οὗ ἡ σκέψις ὀρθῶς ἂν γίνοιτο νυνί, καὶ τί δοκεῖ μὲν ἄλλοις εἶναι ὄν, γινόμενον δὲ αὐτὸ λέγομεν εἶναι, ὄντως δὲ οὐδέποτε ὄν. δεῖ δὲ νοεῖν ταῦτα ἀπ̓ ἀλλήλων διῃρημένα οὐχ ὡς γένους τοῦ τὶ εἰς ταῦτα διῃρημένου, οὐδ̓ οὕτως οἴεσθαι τὸν
596
Πλάτωνα πεποιηκέναι. γελοῖον γὰρ ὑφ̓ ἓν θέσθαι τὸ ὂν τῷ μὴ ὄντι, ὥσπερ ἂν εἴ τις Σωκράτη ὑπὸ τὸ αὐτὸ θεῖτο καὶ τὴν τούτου εἰκόνα. τὸ γὰρ διελέσθαι ἐνταῦθά ἐστι τὸ ἀφορίσαι καὶ χωρὶς θεῖναι, καὶ τὸ δόξαν ὂν εἶναι εἰπεῖν οὐκ εἶναι ὄν, ὑποδείξαντα αὐτοῖς ἄλλο τὸ ὡς ἀληθῶς ὂν εἶναι. καὶ προστιθεὶς τῷ ὄντι τὸ ἀεὶ ὑπέδειξεν, ὡς δεῖ τὸ ὂν τοιοῦτον εἶναι, οἷον μηδέποτε ψεύδεσθαι τὴν τοῦ ὄντος φύσιν. περὶ δὴ τούτου τοῦ ὄντος λέγοντες καὶ περὶ τούτου ὡς οὐχ ἑνὸς ὄντος σκεψόμεθα: ὕστερον δέ, εἰ δοκεῖ, καὶ περὶ γενέσεως καὶ τοῦ γινομένου καὶ κόσμου αἰσθητοῦ τι ἐροῦμεν.

ἐπεὶ οὖν οὐχ ἕν φαμεν, ἆρα ἀριθμόν τινα; ἢ ἄπειρον: πῶς γὰρ δὴ τὸ οὐχ ἓν ἢ ἓν ἅμα καὶ

2.301
πολλὰ λέγομεν, καί τι ποικίλον ἓν τὰ πολλὰ εἰς ἓν ἔχον; ἀνάγκη τοίνυν τοῦτο τὸ οὕτως ἓν ἢ τῷ γένει ἓν εἶναι, εἴδη δ̓ αὐτοῦ τὰ ὄντα, οἷς πολλὰ καὶ ἕν, ἢ πλείω ἑνὸς γένη, ὑφ̓ ἓν δὲ τὰ πάντα, ἢ πλείω μὲν γένη, μηδὲν δὲ ἄλλο ὑπ̓ ἄλλο, ἀλλ̓ ἕκαστον περιεκτικὸν τῶν ὑπ̓ αὐτό, εἴτε καὶ αὐτῶν γενῶν ἐλαττόνων ὄντων ἢ εἰδῶν καὶ ὑπὸ τούτοις ἀτόμων, συντελεῖν ἅπαντα εἰς μίαν φύσιν καὶ ἐκ πάντων τῷ νοητῷ κόσμῳ, ὃν δὴ λέγομεν τὸ ὄν, τὴν σύστασιν εἶναι. εἰ δὴ τοῦτο, οὐ μόνον γένη ταῦτα εἶναι, ἀλλὰ καὶ ἀρχὰς τοῦ ὄντος ἅμα ὑπάρχειν: γένη μέν, ὅτι ὑπ̓ αὐτὰ ἄλλα γένη ἐλάττω καὶ εἴδη μετὰ τοῦτο καὶ ἄτομα: ἀρχὰς δέ, εἰ τὸ ὂν οὕτως ἐκ πολλῶν καὶ ἐκ τούτων τὸ ὅλον ὑπάρχει. εἰ μέντοι πλείω μὲν ἦν ἐξ ὧν, συνελθόντα δὲ τὰ ὅλα ἐποίει τὸ πᾶν, ἀλλ̓ οὐκ ἔχοντα ὑπ̓ αὐτά, ἀρχαὶ μὲν ἂν ἦσαν, γένη δὲ οὐκ ἄν: οἷον εἴ τις ἐκ τῶν τεσσάρων ἐποίει τὸ αἰσθητόν, πυρὸς καὶ τῶν τοιούτων: ταῦτα γὰρ ἀρχαὶ ἂν ἦσαν, γένη δὲ οὔ: εἰ μὴ ὁμωνύμως τὸ γένος. λέγοντες τοίνυν καὶ γένη τινὰ εἶναι, τὰ δ̓ αὐτὰ καὶ ἀρχάς, ἆρα τὰ μὲν γένη, ἕκαστον μετὰ τῶν ὑπ̓ αὐτὸ ὁμοῦ, μιγνύντες ἀλλήλοις τὸ ὅλον ἀποτελοῦμεν καὶ σύγκρασιν ποιοῦμεν ἁπάντων; ἀλλὰ δυνάμει, οὐκ ἐνεργείᾳ ἕκαστα οὐδὲ καθαρὸν αὐτὸ ἕκαστον ἔσται. ἀλλὰ τὰ μὲν γένη ἐάσομεν, τὰ δὲ καθ̓ ἕκαστον μίξομεν. τίνα οὖν ἔσται ἐφ̓ αὑτῶν τὰ γένη; ἢ ἔσται κἀκεῖνα ἐφ̓ αὑτῶν καὶ καθαρά, καὶ τὰ μιχθέντα οὐκ ἀπολεῖ αὐτά. καὶ πῶς; ἢ ταῦτα μὲν εἰς ὕστερον: νῦν δ̓ ἐπεὶ συγκεχωρήκαμεν καὶ γένη εἶναι καὶ προσέτι καὶ τῆς οὐσίας ἀρχὰς καὶ τρόπον ἕτερον ἀρχὰς καὶ συνθέσεις, πρῶτον λεκτέον
2.302
597
πρὸς ἃ λέγομεν γένη καὶ πῶς διίσταμεν ἀπ̓ ἀλλήλων αὐτὰ καὶ οὐχ ὑφ̓ ἓν ἄγομεν, ὥσπερ ἐκ τύχης συνελθόντα καὶ ἕν τι πεποιηκότα: καίτοι πολλῷ εὐλογώτερον ὑφ̓ ἕν. ἤ, εἰ μὲν εἴδη οἷόν τε ἦν τοῦ ὄντος ἅπαντα εἶναι καὶ ἐφεξῆς τούτοις τὰ ἄτομα καὶ μηδὲν τούτων ἔξω, ἦν ἂν ἴσως ποιεῖν οὕτως: ἐπειδὴ δὲ ἡ τοιαύτη θέσις ἀναίρεσίς ἐστιν αὐτοῖς — οὐδὲ γὰρ τὰ εἴδη εἴδη ἔσται, οὐδ̓ ὅλως πολλὰ ὑφ̓ ἕν, ἀλλὰ πάντα ἕν, μὴ ἑτέρου ἢ ἑτέρων ἔξω ἐκείνου τοῦ ἑνὸς ὄντων: πῶς γὰρ ἂν πολλὰ ἐγένετο τὸ ἕν, ὥστε καὶ εἴδη γεννῆσαι, εἰ μή τι ἦν παῤ αὐτὸ ἄλλο; οὐ γὰρ αὐτὸ πολλά, εἰ μή τις ὡς μέγεθος κερματιεῖ: ἀλλὰ καὶ οὕτως ἕτερον τὸ κερματίζον. εἰ δ̓ αὐτὸ κερματιεῖ ἢ ὅλως διαιρήσει, πρὸ τοῦ διαιρεθῆναι ἔσται διῃρημένον. ταύτῃ μὲν οὖν καὶ δἰ ἄλλα πολλὰ ἀποστατέον τοῦ γένος ἓν καὶ ὅτι οὐχ οἷόν τε ἕκαστον ὁτιοῦν ληφθὲν ἢ ὂν ἢ οὐσίαν λέγειν. εἰ δέ τις λέγοι ὄν, τῷ συμβεβηκέναι φήσει, οἷον εἰ λευκὸν λέγοι τὴν οὐσίαν: οὐ γὰρ ὅπερ λευκὸν λέγει.

πλείω μὲν δὴ λέγομεν εἶναι καὶ οὐ κατὰ τύχην πλείω. οὐκοῦν ἀφ̓ ἑνός. ἤ, εἰ καὶ ἀφ̓ ἑνός, οὐ κατηγορουμένου δὲ κατ̓ αὐτῶν ἐν τῷ εἶναι, οὐδὲν κωλύει ἕκαστον οὐχ ὁμοειδὲς ὂν ἄλλῳ χωρὶς αὐτὸ εἶναι γένος. ἆῤ οὖν ἔξωθεν τοῦτο τῶν γενομένων γενῶν τὸ αἴτιον μέν, μὴ κατηγορούμενον δὲ τῶν ἄλλων ἐν τῷ τί ἐστιν; ἢ τὸ μὲν ἔξω: ἐπέκεινα γὰρ τὸ ἕν, ὡς ἂν μὴ συναριθμούμενον τοῖς γένεσιν, εἰ δἰ αὐτὸ τὰ ἄλλα, ἃ ἐπίσης ἀλλήλοις εἰς τὸ γένη εἶναι. καὶ πῶς ἐκεῖνο οὐ συνηρίθμηται; ἢ τὰ ὄντα ζητοῦμεν, οὐ τὸ ἐπέκεινα. τοῦτο μὲν οὖν οὕτως: τί δὲ τὸ συναριθμούμενον;

2.303
ἐφ̓ οὗ καὶ θαυμάσειεν ἄν τις, πῶς συναριθμούμενον τοῖς αἰτιατοῖς. ἢ, εἰ μὲν ὑφ̓ ἓν γένος αὐτὰ καὶ τὰ ἄλλα, ἄτοπον: εἰ δὲ οἷς αἴτιον συναριθμεῖται ὡς αὐτὸ τὸ γένος καὶ τὰ ἄλλα ἐφεξῆς καὶ ἔστι διάφορα τὰ ἐφεξῆς πρὸς αὐτὸ καὶ οὐ κατηγορεῖται αὐτῶν ὡς γένος οὐδ̓ ἄλλο τι κατ̓ αὐτῶν, ἀνάγκη καὶ αὐτὰ γένη εἶναι ἔχοντα ὑφ̓ αὑτά: οὐδὲ γάρ, εἰ σὺ τὸ βαδίζειν ἐγέννας, ὑπὸ σὲ ὡς γένος τὸ βαδίζειν ἦν ἄν: καὶ εἰ μηδὲν ἦν πρὸ αὐτοῦ ἄλλο ὡς γένος αὐτοῦ, ἦν δὲ τὰ μετ̓ αὐτό, γένος ἂν ἦν τὸ βαδίζειν ἐν τοῖς οὖσιν. ὅλως δὲ ἴσως οὐδὲ τὸ
598
ἓν φατέον αἴτιον τοῖς ἄλλοις εἶναι, ἀλλ̓ οἷον μέρη αὐτοῦ καὶ οἷον στοιχεῖα αὐτοῦ καὶ πάντα μίαν φύσιν μεριζομένην ταῖς ἡμῶν ἐπινοίαις, αὐτὸ δὲ εἶναι ὑπὸ δυνάμεως θαυμαστῆς ἓν εἰς πάντα καὶ φαινόμενον πολλὰ καὶ γινόμενον πολλά, οἷον ὅταν κινηθῇ, καὶ τὸ πολύχουν τῆς φύσεως ποιεῖν τὸ ἓν μὴ ἓν εἶναι, ἡμᾶς τε οἷον μοίρας αὐτοῦ προφέροντας ταύτας ἓν ἕκαστον τίθεσθαι καὶ γένος λέγειν ἀγνοοῦντας, ὅτι μὴ ὅλον ἅμα εἴδομεν, ἀλλὰ κατὰ μέρος προφέροντες πάλιν αὐτὰ συνάπτομεν οὐ δυνάμενοι ἐπὶ πολὺν χρόνον αὐτὰ κατέχειν σπεύδοντα πρὸς αὑτά. διὸ πάλιν μεθίεμεν εἰς τὸ ὅλον καὶ ἐῶμεν ἓν γενέσθαι, μᾶλλον δὲ ἓν εἶναι. ἀλλὰ ἴσως σαφέστερα ταῦτα ἔσται κἀκείνων ἐγνωσμένων, ἢν τὰ γένη λάβωμεν ὁπόσα: οὕτω γὰρ καὶ τὸ πῶς. ἀλλ̓ ἐπεὶ δεῖ λέγοντα μὴ ἀποφάσεις λέγειν, ἀλλὰ καὶ εἰς ἔννοιαν καὶ νόησιν ἰέναι τῶν λεγομένων, ὡδὶ ποιητέον:

εἰ τὴν σώματος φύσιν ἰδεῖν ἐβουλόμεθα, οἷόν τί ἐστιν ἐν τῷδε τῷ ὅλῳ ἡ τοῦ σώματος αὐτοῦ φύσις, ἆῤ οὐ καταμαθόντες ἐπί τινος τῶν

2.304
μερῶν αὐτοῦ, οἷον ἐπὶ λίθου, ὥς ἐστι τὸ μὲν ὡς ὑποκείμενον αὐτοῦ, τὸ δὲ ὁπόσον αὐτοῦ, τὸ μέγεθος, τὸ δὲ ὁποῖον, οἷον τὸ χρῶμα, καὶ ἐπὶ παντὸς ἄλλου σώματος εἴποιμεν ἄν, ὡς ἐν τῇ σώματος φύσει τὸ μέν ἐστιν οἷον οὐσία, τὸ δέ ἐστι ποσόν, τὸ δὲ ποιόν, ὁμοῦ μὲν πάντα, τῷ δὲ λόγῳ διαιρεθέντα εἰς τρία, καὶ σῶμα ἂν ἦν ἓν τὰ τρία; εἰ δὲ καὶ κίνησις αὐτοῦ παρῆν σύμφυτος τῇ συστάσει, καὶ τοῦτο ἂν συνηριθμήσαμεν, καὶ τὰ τέτταρα ἦν ἂν ἕν, καὶ τὸ σῶμα τὸ ἓν ἀπήρτιστο πρὸς τὸ ἓν καὶ τὴν αὐτοῦ φύσιν τοῖς ἅπασι. τὸν αὐτὸν δὴ τρόπον, ἐπειδὴ περὶ οὐσίας νοητῆς καὶ τῶν ἐκεῖ γενῶν καὶ ἀρχῶν ὁ λόγος ἐστίν, ἀφελόντας χρὴ τὴν ἐν τοῖς σώμασι γένεσιν καὶ τὴν δἰ αἰσθήσεως κατανόησιν καὶ τὰ μεγέθη — οὕτω γὰρ καὶ τὸ χωρὶς καὶ τὸ διεστηκότα ἀπ̓ ἀλλήλων εἶναι — λαβεῖν τινα νοητὴν ὑπόστασιν καὶ ὡς ἀληθῶς ὂν καὶ μᾶλλον ἕν. ἐν ᾧ καὶ τὸ θαῦμα πῶς πολλὰ καὶ ἓν τὸ οὕτως ἕν: ἐπὶ μὲν γὰρ τῶν σωμάτων συγκεχώρηται τὸ αὐτὸ ἓν καὶ πολλὰ εἶναι: καὶ γὰρ εἰς ἄπειρον τὸ αὐτὸ καὶ ἕτερον τὸ χρῶμα
599
καὶ τὸ σχῆμα ἕτερον: καὶ γὰρ χωρίζεται: εἰ δέ τις λάβοι ψυχὴν μίαν, ἀδιάστατον, ἀμεγέθη, ἁπλούστατον, ὡς δόξει τῇ πρώτῃ τῆς διανοίας ἐπιβολῇ, πῶς ἄν τις ἐλπίσειε πολλὰ εὑρήσειν πάλιν αὖ; καίτοι νομίσας εἰς τοῦτο τελευτᾶν, ὅτε διῃρεῖτο τὸ ζῷον εἰς σῶμα καὶ ψυχήν, καὶ σῶμα μὲν πολυειδὲς καὶ σύνθετον καὶ ποικίλον, τὴν δὲ ψυχὴν ἐθάρρει ὡς ἁπλοῦν εὑρὼν ἀναπαύσασθαι τῆς πορείας ἐλθὼν ἐπ̓ ἀρχήν. ταύτην τοίνυν τὴν ψυχήν, ἐπειδήπερ ἐκ τοῦ νοητοῦ τόπου προεχειρίσθη ἡμῖν, ὡς ἐκεῖ τὸ σῶμα ἐκ τοῦ αἰσθητοῦ, λάβωμεν,
2.305
πῶς τὸ ἓν τοῦτο πολλά ἐστι, καὶ πῶς τὰ πολλὰ ἕν ἐστιν, οὐ σύνθετον ἓν ἐκ πολλῶν, ἀλλὰ μία φύσις πολλά: διὰ γὰρ τούτου ληφθέντος καὶ φανεροῦ γενομένου καὶ τὴν περὶ τῶν γενῶν τῶν ἐν τῷ ὄντι ἔφαμεν ἀλήθειαν φανερὰν ἔσεσθαι.

πρῶτον δὲ τοῦτο ἐνθυμητέον, ὡς, ἐπειδὴ τὰ σώματα, οἷον τῶν ζῴων καὶ τῶν φυτῶν, ἕκαστον αὐτῶν πολλά ἐστι καὶ χρώμασι καὶ σχήμασι καὶ μεγέθεσι καὶ εἴδεσι μερῶν καὶ ἄλλο ἄλλοθι, ἔρχεται δὲ τὰ πάντα ἐξ ἑνός, ἢ παντάπασιν ἐξ ἑνὸς ἢ ἕξει πάντη παντὸς ἑνός: ἢ μᾶλλον μὲν ἑνὸς ἢ οἷον τὸ ἐξ αὐτοῦ, ὥστε καὶ μᾶλλον ὄντος ἢ τὸ γενόμενον: ὅσῳ γὰρ πρὸς ἓν ἡ ἀπόστασις, τόσῳ καὶ πρὸς ὄν. ἐπεὶ οὖν ἐξ ἑνὸς μέν, οὐχ οὕτω δὲ ἑνός, ὡς πάντη ἓν ἢ αὐτοέν — οὐ γὰρ ἂν διεστηκὸς πλῆθος ἐποίει — λείπεται εἶναι ἐκ πλήθους ἑνός. τὸ δὲ ποιοῦν ἦν ψυχή: τοῦτο ἄρα πλῆθος ἕν. τί οὖν; τὸ πλῆθος οἱ λόγοι τῶν γινομένων; ἆῤ οὖν αὐτὸ μὲν ἄλλο, οἱ λόγοι δὲ ἄλλοι; ἢ καὶ αὐτὴ λόγος καὶ κεφάλαιον τῶν λόγων καὶ ἐνέργεια αὐτῆς κατ̓ οὐσίαν ἐνεργούσης οἱ λόγοι: ἡ δὲ οὐσία δύναμις τῶν λόγων. πολλὰ μὲν δὴ οὕτω τοῦτο τὸ ἓν ἐξ ὧν εἰς ἄλλα ποιεῖ δεδειγμένον. τί δ̓ εἰ μὴ ποιοῖ, ἀλλά τις αὐτὴν μὴ ποιοῦσαν λαμβάνοι ἀναβαίνων αὐτῆς εἰς τὸ μὴ ποιοῦν; οὐ πολλὰς καὶ ἐνταῦθα εὑρήσει δυνάμεις; εἶναι μὲν γὰρ αὐτὴν πᾶς ἄν τις συγχωρήσειεν: ἆρα δὲ ταὐτὸν ὡς εἰ καὶ λίθον ἔλεγεν εἶναι; ἢ οὐ ταὐτόν. ἀλλ̓ ὅμως κἀκεῖ ἐπὶ τοῦ λίθου τὸ εἶναι τῷ λίθῳ

600
ἦν οὐ τὸ εἶναι, ἀλλὰ τὸ λίθῳ εἶναι: οὕτω καὶ ἐνταῦθα τὸ εἶναι ψυχῇ μετὰ τοῦ εἶναι ἔχει τὸ ψυχῇ εἶναι. ἆῤ οὖν ἄλλο τὸ εἶναι, ἄλλο δὲ τὸ λοιπόν,
2.306
ὃ συμπληροῖ τὴν τῆς ψυχῆς οὐσίαν; καὶ τὸ μὲν ὄν, διαφορὰ δὲ ποιεῖ τὴν ψυχήν; ἤ τι ὂν μὲν ἡ ψυχή, οὐ μέντοι οὕτως, ὡς ἄνθρωπος λευκός, ἀλλ̓ ὥς τις οὐσία μόνον: τοῦτο δὲ ταὐτὸν τῷ μὴ ἔξωθεν τῆς οὐσίας ἔχειν ὃ ἔχει.

ἀλλ̓ ἆρα οὐκ ἔξωθεν μὲν ἔχει τῆς ἑαυτῆς οὐσίας, ἵνα ἡ μὲν κατὰ τὸ εἶναι ᾖ, ἡ δὲ κατὰ τὸ τοιόνδε εἶναι; ἀλλ̓ εἰ κατὰ τὸ τοιόνδε εἶναι καὶ ἔξωθεν τὸ τοιόνδε, οὐ τὸ ὅλον καθ̓ ὃ ψυχὴ ἔσται οὐσία, ἀλλὰ κατά τι, καὶ μέρος αὐτῆς οὐσία, ἀλλ̓ οὐ τὸ ὅλον οὐσία. ἔπειτα τὸ εἶναι αὐτῇ τί ἔσται ἄνευ τῶν ἄλλων; ἢ λίθος; ἢ δεῖ τοῦτο εἶναι αὐτῆς ἐν τῷ εἶναι οἷον πηγὴν καὶ ἀρχήν, μᾶλλον δὲ πάντα, ὅσα αὐτή: καὶ ζωὴν τοίνυν καὶ συνάμφω ἕν. ἆῤ οὖν οὕτως ἕν, ὡς ἕνα λόγον; ἢ τὸ ὑποκείμενον ἕν: οὕτω δὲ ἕν, ὡς αὖ δύο ἢ καὶ πλείω, ὅσα ἐστὶν ἡ ψυχὴ τὰ πρῶτα: ἢ οὖν οὐσία καὶ ζωή, ἢ ἔχει ζωήν. ἀλλ̓ εἰ ἔχει, τὸ ἔχον καθ̓ αὑτὸ οὐκ ἐν ζωῇ, ἥ τε ζωὴ οὐκ ἐν οὐσίᾳ. ἀλλ̓ εἰ μὴ ἔχει θάτερον τὸ ἕτερον, λεκτέον ἓν ἄμφω. ἢ ἓν καὶ πολλὰ καὶ τοσαῦτα, ὅσα ἐμφαίνεται ἐν τῷ ἑνί, καὶ ἓν ἑαυτῷ, πρὸς δὲ τὰ ἄλλα πολλά, καὶ ἓν μὲν ὄν, ποιοῦν δὲ ἑαυτὸ ἐν τῇ οἷον κινήσει πολλά, καὶ ὅλον ἕν, οἷον δὲ θεωρεῖν ἐπιχειροῦν ἑαυτὸ πολλά: ὥσπερ γὰρ οὐκ ἀνέχεται ἑαυτοῦ τὸ ὂν ἓν εἶναι πάντα δυνάμενον, ὅσα ἐστίν. ἡ δὲ θεωρία αἰτία τοῦ φανῆναι αὐτὸ πολλά, ἵνα νοήσῃ: ἐὰν γὰρ ἓν φανῇ, οὐκ ἐνόησεν, ἀλλ̓ ἔστιν ἤδη ἐκεῖνο.

τίνα οὖν ἐστι καὶ πόσα τὰ ἐνορώμενα; ἐπεὶ δὴ ἐν ψυχῇ εὕρομεν οὐσίαν ἅμα καὶ ζωὴν καὶ τοῦτο κοινὸν ἡ οὐσία ἐπὶ πάσης ψυχῆς, κοινὸν δὲ καὶ ἡ ζωή, ζωὴ δὲ καὶ ἐν νῷ, ἐπεισαγαγόντες καὶ

2.307
τὸν νοῦν καὶ την τούτου ζωήν, κοινὸν τὸ ἐπὶ πάσῃ ζωῇ τὴν κίνησιν ἕν τι γένος θησόμεθα, οὐσίαν
601
δὲ καὶ κίνησιν τὴν πρώτην ζωὴν οὖσαν δύο γένη θησόμεθα. καὶ γὰρ εἰ ἕν, χωρίζει αὐτὰ τῇ νοήσει τὸ ἓν οὐχ ἓν εὑρών: ἢ οὐκ ἂν δυνηθείη χωρίσαι. ὅρα δὲ καὶ ἐν ἄλλοις σαφῶς τοῦ εἶναι τὴν κίνησιν ἢ τὴν ζωὴν χωριζομένην, εἰ καὶ μὴ ἐν τῷ ἀληθινῷ εἶναι, ἀλλὰ τῇ σκιᾷ καὶ τῷ ὁμωνύμῳ τοῦ εἶναι. ὡς γὰρ ἐν τῇ εἰκόνι τοῦ ἀνθρώπου πολλὰ ἐλλείπει καὶ μάλιστα τὸ κύριον, ἡ ζωή, οὕτω καὶ ἐν τοῖς αἰσθητοῖς τὸ εἶναι σκιὰ τοῦ εἶναι ἀφῃρημένον τοῦ μάλιστα εἶναι, ὃ ἐν τῷ ἀρχετύπῳ ἦν ζωή. ἀλλ̓ οὖν ἔσχομεν ἐντεῦθεν χωρίσαι τοῦ ζῆν τὸ εἶναι καὶ τοῦ εἶναι τὸ ζῆν. ὄντος μὲν δὴ εἴδη πολλὰ καὶ ἓν γένος: κίνησις δὲ οὔτε ὑπὸ τὸ ὂν τακτέα οὔτ̓ ἐπὶ τῷ ὄντι, ἀλλὰ μετὰ τοῦ ὄντος, εὑρεθεῖσα ἐν αὐτῷ οὐχ ὡς ἐν ὑποκειμένῳ: ἐνέργεια γὰρ αὐτοῦ καὶ οὐδέτερον ἄνευ τοῦ ἑτέρου ἢ ἐπινοίᾳ, καὶ αἱ δύο φύσεις μία: καὶ γὰρ ἐνεργείᾳ τὸ ὄν, οὐ δυνάμει. καὶ εἰ χωρὶς μέντοι ἑκάτερον λάβοις, καὶ ἐν τῷ ὄντι κίνησις φανήσεται καὶ ἐν τῇ κινήσει τὸ ὄν, οἷον καὶ ἐπὶ τοῦ ἑνὸς ὄντος ἑκάτερον χωρὶς εἶχε θάτερον, ἀλλ̓ ὅμως ἡ διάνοια δύο φησὶ καὶ εἶδος ἑκάτερον διπλοῦν ἕν. κινήσεως δὲ περὶ τὸ ὂν φανείσης οὐκ ἐξιστάσης τὴν ἐκείνου φύσιν, μᾶλλον δ̓ ἐν τῷ εἶναι οἷον τέλειον ποιούσης, ἀεί τε τῆς τοιαύτης φύσεως ἐν τῷ οὕτω κινεῖσθαι μενούσης, εἴ τις μὴ στάσιν ἐπεισάγοι, ἀτοπώτερος ἂν εἴη τοῦ μὴ κίνησιν διδόντος: προχειροτέρα γὰρ ἡ τῆς στάσεως περὶ τὸ ὂν ἔννοια καὶ νόησις τῆς περὶ τὴν κίνησιν οὔσης: τὸ γὰρ κατὰ ταὐτὰ καὶ ὡσαύτως καὶ ἕνα
2.308
λόγον ἔχον ἐκεῖ. ἔστω δὴ καὶ στάσις ἓν γένος ἕτερον ὂν κινήσεως, ὅπου καὶ ἐναντίον ἂν φανείη. τοῦ δὲ ὄντος ὡς ἕτερον, πολλαχῇ δῆλον ἂν εἴη καὶ διότι, εἰ τῷ ὄντι ταὐτὸν εἴη, οὐ μᾶλλον τῆς κινήσεως ταὐτὸν τῷ ὄντι. διὰ τί γὰρ ἡ μὲν στάσις τῷ ὄντι ταὐτόν, ἡ δὲ κίνησις οὔ, ζωή τις αὐτοῦ καὶ ἐνέργεια καὶ τῆς οὐσίας καὶ αὐτοῦ τοῦ εἶναι; ἀλλ̓ ὥσπερ ἐχωρίζομεν τὴν κίνησιν αὐτοῦ ὡς ταὐτόν τε καὶ οὐ ταὐτὸν αὐτῷ καὶ ὡς δύο ἄμφω ἐλέγομεν καὶ αυ ἕν, τὸν αὐτὸν τρόπον καὶ τὴν στάσιν χωριοῦμεν αὐτοῦ καὶ αὖ οὐ χωριοῦμεν τοσοῦτον χωρίζοντες τῷ νῷ, ὅσον ἄλλο γένος θέσθαι ἐν τοῖς οὖσιν: ἢ εἰ συνάγοιμεν πάντη εἰς ἓν τὴν στάσιν καὶ τὸ ὄν, μηδὲν μηδαμῇ διαφέρειν λέγοντες τό τε ὂν τῇ κινήσει ὡσαύτως, τὴν στάσιν καὶ τὴν κίνησιν διὰ μέσου τοῦ ὄντος εἰς ταὐτὸν συνάξομεν, καὶ ἔσται ἡμῖν ἡ κίνησις καὶ ἡ στάσις ἕν.
602

ἀλλὰ χρὴ τρία ταῦτα τίθεσθαι, εἴπερ ὁ νοῦς χωρὶς ἕκαστον νοεῖ: ἅμα δὲ νοεῖ καὶ τίθησιν, εἴπερ νοεῖ, καὶ ἔστιν, εἴπερ νενόηται. οἷς μὲν γὰρ τὸ εἶναι μετὰ ὕλης ἐστί, τούτων οὐκ ἐν τῷ νῷ τὸ εἶναι: ἀλλ̓ ἔστιν ἄυλα: ἃ δ̓ ἐστὶν ἄυλα, εἰ νενόηται, τοῦτ̓ ἔστιν αὐτοῖς τὸ εἶναι. ἴδε δὴ νοῦν καθαρὸν καὶ βλέψον εἰς αὐτὸν ἀτενίσας, μὴ ὄμμασι τούτοις δεδορκώς. ὁρᾷς δὴ οὐσίας ἑστίαν καὶ φῶς ἐν αὐτῷ ἄυπνον καὶ ὡς ἕστηκεν ἐν αὑτῷ καὶ ὡς διέστηκεν ὁμοῦ ὄντα καὶ ζωὴν μένουσαν καὶ νόησιν οὐκ ἐνεργοῦσαν εἰς τὸ μέλλον, ἀλλ̓ εἰς τὸ ἤδη, μᾶλλον δὲ τὸ ἀεὶ ἤδη καὶ τὸ παρὸν ἀεί, καὶ ὡς νοῶν ἐν ἑαυτῷ καὶ οὐκ ἔξω. ἐν μὲν οὖν τῷ νοεῖν ἡ ἐνέργεια καὶ ἡ κίνησις, ἐν δὲ τῷ ἑαυτὸν ἡ οὐσία καὶ τὸ ὄν: ὢν γὰρ νοεῖ καὶ ὄντα ἑαυτὸν καὶ εἰς ὃ οἷον ἐπερείδετο

2.309
ὄν. ἡ μὲν γὰρ ἐνέργεια ἡ εἰς αὑτὸν οὐκ οὐσία, εἰς ὃ δὲ καὶ ἀφ̓ οὗ τὸ ὄν: τὸ γὰρ βλεπόμενον τὸ ὄν, οὐχ ἡ βλέψις: ἔχει δὲ καὶ αὕτη τὸ εἶναι, ὅτι ἀφ̓ οὗ καὶ εἰς ὃ ὄν. ἐνεργείᾳ δὲ ὄν, οὐ δυνάμει, συνάπτει πάλιν αὖ τὰ δύο καὶ οὐ χωρίζει, ἀλλὰ ποιεῖ ἑαυτὸν ἐκεῖνο κἀκεῖνο ἑαυτόν. ὂν δὲ τὸ πάντων ἑδραιότατον καὶ περὶ ὃ τὰ ἄλλα τὴν στάσιν ὑπεστήσατο καὶ ἔχει οὐκ ἐπακτόν, ἀλλ̓ ἐξ αὑτοῦ καὶ ἐν αὑτῷ. ἔστι δὲ καὶ εἰς ὃ λήγει ἡ νόησις οὐκ ἀρξαμένη στάσις, καὶ ἀφ̓ οὗ ὥρμηται οὐχ ὁρμήσασα στάσις: οὐ γὰρ ἐκ κινήσεως κίνησις οὐδ̓ εἰς κίνησιν. ἔτι δὲ ἡ μὲν ἰδέα ἐν στάσει πέρας οὖσα νοῦ, ὁ δὲ νοῦς αὐτῆς ἡ κίνησις, ὥστε ἓν πάντα, καὶ κίνησις καὶ στάσις, καὶ δἰ ὅλων ὄντα γένη καὶ ἕκαστον τῶν ὕστερόν τι ὂν καί τις στάσις καί τις κίνησις. τρία δὴ ταῦτα ἰδών τις, ἐν προσβολῇ τῆς τοῦ ὄντος φύσεως γεγενημένος, καὶ τῷ παῤ αὑτῷ ὄντι τὸ ὂν καὶ τοῖς ἄλλοις ἰδὼν τὰ ἄλλα, τὴν κίνησιν τὴν ἐν αὐτῷ τῇ ἐν αὑτῷ κινήσει, καὶ τῇ στάσει τὴν στάσιν, καὶ ταῦτα ἐκείνοις ἐφαρμόσας, ὁμοῦ μὲν γενομένοις καὶ οἷον συγκεχυμένοις συμμίξας οὐ διακρίνων, οἷον δ̓ ὀλίγον διαστήσας καὶ ἐπισχὼν καὶ διακρίνας εἰσιδὼν ὂν καὶ στάσιν καὶ κίνησιν, τρία ταῦτα καὶ ἕκαστον ἕν, ἆῤ οὐχ ἕτερα ἀλλήλων εἴρηκε καὶ
603
διέστησεν ἐν ἑτερότητι καὶ εἶδε τὴν ἐν τῷ ὄντι ἑτερότητα τρία τιθεὶς καὶ ἓν ἕκαστον, πάλιν δὲ ταῦτα εἰς ἓν καὶ ἐν ἑνὶ καὶ πάντα ἕν, εἰς ταὐτὸν αὖ συνάγων καὶ βλέπων ταυτότητα εἶδε γενομένην καὶ οὖσαν; οὐκοῦν πρὸς τρισὶν ἐκείνοις ἀνάγκη δύο ταῦτα προστιθέναι, ταὐτόν, θάτερον, ὥστε τὰ πάντα γένη γίγνεσθαι πέντε πᾶσι, καὶ ταῦτα
2.310
διδόντα τοῖς μετὰ ταῦτα τὸ ἑτέροις καὶ ταὐτοῖς εἶναι: καί τι γὰρ ταὐτὸν καί τι ἕτερον ἕκαστον: ἁπλῶς γὰρ ταὐτὸν καὶ ἕτερον ἄνευ τοῦ τὶ ἐν γένει ἂν εἴη. καὶ πρῶτα δὲ γένη, ὅτι μηδὲν αὐτῶν κατηγορήσεις ἐν τῷ τί ἐστι. τὸ γὰρ ὂν κατηγορήσεις αὐτῶν: ὄντα γάρ: ἀλλ̓ οὐχ ὡς γένος: οὐ γὰρ ὅπερ ὄν τι: οὐδ̓ αὖ τῆς κινήσεως οὐδὲ τῆς στάσεως: οὐ γὰρ εἴδη τοῦ ὄντος: ὄντα γὰρ τὰ μὲν ὡς εἴδη αὐτοῦ, τὰ δὲ μετέχοντα αὐτοῦ: οὐδ̓ αὖ τὸ ὂν μετέχον τούτων ὡς γενῶν αὐτοῦ, οὐδὲ γὰρ ἐπαναβέβηκεν αὐτῷ οὐδὲ πρότερα τοῦ ὄντος.

ἀλλ̓ ὅτι μὲν ταῦτα γένη πρῶτα, ἐκ τούτων ἄν τις, ἴσως δὲ καὶ ἄλλων, βεβαιώσαιτο: ὅτι δὲ μόνα ταῦτα καὶ οὐκ ἄλλα πρὸς τούτοις, πῶς ἄν τις πιστεύσειε; διὰ τί γὰρ οὐ καὶ τὸ ἕν; διὰ τί δ̓ οὐ τὸ ποσόν; καὶ τὸ ποιὸν δέ; τὸ δὲ πρός τι καὶ τὰ ἄλλα, ἅπερ ἤδη ἕτεροι κατηρίθμηνται; τὸ μὲν οὖν ἕν, εἰ μὲν τὸ πάντως ἕν, ᾧ μηδὲν ἄλλο πρόσεστι, μὴ ψυχή, μὴ νοῦς, μὴ ὁτιοῦν, οὐδενὸς ἂν κατηγοροῖτο τοῦτο, ὥστε οὐδὲ γένος: εἰ δὲ τὸ προσὸν τῷ ὄντι, ἐφ̓ οὗ τὸ ἓν ὂν λέγομεν, οὐ πρώτως ἓν τοῦτο. ἔτι ἀδιάφορον ὂν αὑτοῦ πῶς ἂν ποιήσειεν εἴδη; εἰ δὲ τοῦτο μή, οὐ γένος. πῶς γὰρ καὶ διαιρήσεις; διαιρῶν γὰρ πολλὰ ποιήσεις: ὥστε αὐτὸ τὸ ἓν πολλὰ ἔσται καὶ ἀπολεῖ ἑαυτό, εἰ ἐθέλοι γένος εἶναι. ἔπειτά τι προσθήσεις διαιρῶν εἰς εἴδη: οὐ γὰρ ἂν εἶεν διαφοραὶ ἐν τῷ ἕν, ὥσπερ εἰσὶ τῆς οὐσίας. ὄντος μὲν γὰρ δέχεται ὁ νοῦς εἶναι διαφοράς, ἑνὸς δὲ πῶς; εἶτα ἑκάστοτε

604
μετὰ τῆς διαφορᾶς δύο τιθεὶς ἀναιρεῖς τὸ ἕν, ἐπείπερ πανταχοῦ ἡ μονάδος προσθήκη τὸ πρότερον ποσὸν ἀφανίζει. εἰ δέ τις λέγοι τὸ ἐπὶ τῷ ὄντι
2.311
ἓν καὶ το ἐπὶ κινήσει ἓν καὶ τοῖς αλλοις. κοινὸν εἶναι, εἰς μὲν ταὐτὸν ἄγων τὸ ὂν καὶ τὸ ἕν, ἐν ᾧ λόγῳ τὸ ὂν οὐκ ἐποίει τῶν ἄλλων γένος, ὅτι μὴ ὅπερ ὂν ὄντα, ἀλλ̓ ἕτερον τρόπον ὄντα, οὕτως οὐδὲ τὸ ἓν κοινὸν ἐπ̓ αὐτῶν ἔσται, ἀλλὰ τὸ μὲν πρώτως, τὸ δὲ ἄλλως. εἰ δὲ μὴ πάντων λέγοι ποιεῖν, ἀλλὰ ἕν τι ἐφ̓ ἑαυτοῦ, ὥσπερ τὰ ἄλλα, εἰ μὲν ταὐτὸν αὐτῷ τὸ ὂν καὶ τὸ ὂν ἕν, ἤδη τοῦ ὄντος ἠριθμημένου ἐν τοῖς γένεσιν ὄνομα εἰσάγει: εἰ δὲ ἓν ἑκάτερον, τινὰ φύσιν λέγει, καὶ εἰ μὲν προστίθησί τι, ἓν λέγει, εἰ δὲ μηδέν, ἐκεῖνο, ὃ οὐδενὸς κατηγορεῖται, πάλιν αὖ λέγει. εἰ δὲ τὸ τῷ ὄντι συνόν, εἴπομεν μέν, ὅτι οὐ πρώτως ἓν λέγει. ἀλλὰ τί κωλύει πρώτως εἶναι τοῦτο ἐξῃρημένου: ἐκείνου τοῦ παντελῶς ἕν; καὶ γὰρ τὸ ὂν μετ̓ ἐκεῖνο λέγομεν ὂν καὶ ὂν πρώτως ὄν. ἢ ὅτι οὐκ ἦν τὸ πρὸ αὐτοῦ ὂν ἤ, εἴπερ ἦν, οὐκ ἂν ἦν πρώτως ὄν: τούτου δὲ τὸ πρὸ αὐτοῦ ἕν. ἔπειτα χωρισθὲν τῇ νοήσει τοῦ ὄντος διαφορὰς οὐκ ἔχει: ἔπειτα ἐν τῷ ὄντι, εἰ μὲν ἐπακολούθημα αὐτοῦ, καὶ πάντων καὶ ὕστερον — πρότερον δὲ τὸ γένος: εἰ δὲ ἅμα, καὶ πάντων — τὸ δὲ γένος οὐχ ἅμα: εἰ δὲ πρότερον, ἀρχή τις καὶ αὐτοῦ μόνον: εἰ δὲ ἀρχὴ αὐτοῦ, οὐ γένος αὐτοῦ: εἰ δὲ μὴ αὐτοῦ, οὐδὲ τῶν ἄλλων: ἢ δέοι ἂν καὶ τὸ ὂν καὶ τῶν ἄλλων πάντων. ὅλως γὰρ ἔοικε τὸ ἓν ἐν τῷ ὄντι πλησιάζον τῷ ἑνὶ καὶ οἷον συνεκπῖπτον τῷ ὄντι, τοῦ ὄντος τὸ μὲν πρὸς ἐκεῖνο ἓν ὄντος, τὸ δὲ μετ̓ ἐκεῖνο ὄντος, ὃ δύναται καὶ πολλὰ εἶναι, μένον αὐτὸ ἓν καὶ οὐ θέλον μερίζεσθαι οὐδὲ γένος εἶναι βούλεσθαι.

πῶς οὖν ἕκαστον τοῦ ὄντος ἕν; ἢ τῷ τὸ

2.312
τὶ ἓν οὐχ ἕν: πολλὰ γὰρ ἤδη τὸ τὶ ἕν: ἀλλ̓ ὁμωνύμως ἓν ἕκαστον τῶν εἰδῶν: τὸ γὰρ εἶδος πλῆθος, ὥστε ἓν ἐνταῦθα ὡς στρατὸς ἢ χορός. οὐ τοίνυν τὸ ἐκεῖ ἓν ἐν τούτοις, ὥστε οὐ κοινὸν τὸ ἓν οὐδὲ θεωροῖτο ἂν ἐν τῷ ὄντι καὶ τοῖς τὶ οὖσι
605
τὸ αὐτό: ὥστε οὐ γένος τὸ ἕν: ἐπεὶ πᾶν γένος, καθ̓ οὗ ἀληθεύεται οὐκέτι καὶ τὰ ἀντικείμενα: καθ̓ οὗ δὲ παντὸς ὄντος ἀληθεύεται τὸ ἓν καὶ τὰ ἀντικείμενα, καθ̓ οὗ ἀληθεύσεται τὸ ἓν ὡς γένος, κατὰ τούτου ἔσται οὐχ ὡς γένος: ὥστε οὔτε τῶν πρώτων γενῶν ἀληθεύσεται ὡς γένος, ἐπείπερ καὶ τὸ ἓν ὂν οὐ μᾶλλον ἓν ἢ πολλά, οὐδέ τι τῶν ἄλλων γενῶν οὕτως ἕν, ὡς μὴ πολλά, οὔτε κατὰ τῶν ἄλλων τῶν ὑστέρων, ἃ πάντως πολλά. τὸ δ̓ ὅλον γένος οὐδὲν ἕν: ὥστε, εἰ τὸ ἓν γένος, ἀπολεῖ τὸ εἶναι ἕν: οὐ γὰρ ἀριθμὸς τὸ ἕν: ἀριθμὸς δ̓ ἔσται γενόμενον γένος. ἔτι τὸ ἓν ἀριθμῷ ἕν: εἰ γὰρ γένει ἕν, οὐ κυρίως ἕν. ἔτι ὥσπερ ἐν τοῖς ἀριθμοῖς τὸ ἓν οὐχ ὡς γένος κατ̓ αὐτῶν, ἀλλ̓ ἐνυπάρχειν μὲν λέγεται, οὐ γένος δὲ λέγεται, οὕτως οὐδ̓ εἰ ἐν τοῖς οὖσι τὸ ἕν, γένος ἂν εἴη οὔτε τοῦ ὄντος οὔτε τῶν ἄλλων οὔτε τῶν πάντων. ἔτι ὥσπερ τὸ ἁπλοῦν ἀρχὴ μὲν ἂν εἴη τοῦ οὐχ ἁπλοῦ, οὐ μὴν τούτου καὶ γένος — ἁπλοῦν γὰρ ἂν εἴη καὶ τὸ μὴ ἁπλοῦν — οὕτω καὶ ἐπὶ τοῦ ἑνός, εἰ τὸ ἓν ἀρχή, οὐκ ἔσται τῶν μετ̓ αὐτὸ γένος. ἔσται οὖν οὔτε τοῦ ὄντος οὔτε τῶν ἄλλων. ἀλλ̓ εἴπερ ἔσται, τῶν ἓν ἑκάστων, οἷον εἴ τις ἀξιώσειε χωρίσαι ἀπὸ τῆς οὐσίας τὸ ἕν. τινῶν οὖν ἔσται. ὥσπερ γὰρ τὸ ὂν οὐ πάντων γένος, ἀλλὰ τῶν ὂν εἰδῶν, οὕτω καὶ τὸ ἓν τῶν ἓν ἑκάστων εἰδῶν. τίς οὖν διαφορὰ ἄλλου πρὸς ἄλλο καθ̓ ὃ ἕν, ὥσπερ ἄλλου
2.313
πρὸς ἄλλο ὄντος διαφορά; ἀλλ̓ εἰ συμμερίζεται τῷ ὄντι καὶ τῇ οὐσίᾳ καὶ τὸ ὂν τῷ μερισμῷ καὶ τῷ ἐν πολλοῖς θεωρεῖσθαι τὸ αὐτὸ γένος, διὰ τί οὐ καὶ τὸ ἓν τοσαῦτα φαινόμενον, ὅσα ἡ οὐσία, καὶ ἐπὶ τὰ ἴσα μεριζόμενον οὐκ ἂν εἴη γένος; ἢ πρῶτον οὐκ ἀνάγκη, εἴ τι ἐνυπάρχει πολλοῖς, γένος εἶναι οὔτε αὐτῶν, οἷς ἐνυπάρχει, οὔτε ἄλλων, οὐδ̓ ὅλως, εἴ τι κοινόν, πάντως γένος. τὸ γοῦν σημεῖον ἐνυπάρχον ταῖς γραμμαῖς οὐ γένος οὔτε αὐτῶν οὔτε ὅλως, οὐδέ γε, ὥσπερ ἐλέγετο, τὸ ἐν τοῖς ἀριθμοῖς ἓν οὔτε τῶν ἀριθμῶν οὔτε τῶν ἄλλων. δεῖ γὰρ τὸ κοινὸν καὶ ἐν πολλοῖς καὶ διαφοραῖς οἰκείαις χρῆσθαι καὶ εἴδη ποιεῖν καὶ ἐν τῷ τί ἐστι: τοῦ δὲ ἑνὸς τίνες ἂν εἶεν διαφοραί; ἢ ποῖα γεννᾷ εἴδη; εἰ δὲ τὰ αὐτὰ εἴδη ποιεῖ, ἃ περὶ τὸ ὄν, καὶ τὸ αὐτὸ ἂν εἴη τῷ ὄντι, καὶ ὄνομα μόνον θάτερον, καὶ ἀρκεῖ τὸ ὄν.