Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

ἐπισκεπτέον δὲ ταύτην τὴν νοῦ φύσιν, ἣν ἐπαγγέλλεται ὁ λόγος εἶναι τὸ ὂν ὄντως καὶ τὴν ἀληθῆ οὐσίαν, πρότερον βεβαιωσαμένους κατ̓ ἄλλην

2.250
ὁδὸν ἰόντας, ὅτι δεῖ εἶναί τινα τοιαύτην. ἴσως μὲν οὖν γελοῖον ζητεῖν, εἰ νοῦς ἔστιν ἐν τοῖς οὖσι:
557
τάχα δ̓ ἄν τινες καὶ περὶ τούτου διαμφισβητοῖεν. μᾶλλον δέ, εἰ τοιοῦτος, οἷόν φαμεν, καὶ εἰ χωριστός τις, καὶ εἰ οὗτος τὰ ὄντα, καὶ εἰ ἡ τῶν εἰδῶν φύσις ἐνταῦθα, περὶ οὗ καὶ τὰ νῦν εἰπεῖν πρόκειται. ὁρῶμεν δὴ τὰ λεγόμενα εἶναι πάντα σύνθετα καὶ ἁπλοῦν αὐτῶν οὐδὲ ἕν, ἅ τε τέχνη ἐργάζεται ἑκάστη, ἅ τε συνέστηκε φύσει. τά τε γὰρ τεχνητὰ ἔχει χαλκὸν ἢ ξύλον ἢ λίθον καὶ παρὰ τούτων οὔπω τετέλεσται, πρὶν ἂν ἡ τέχνη ἑκάστη ἡ μὲν ἀνδριάντα, ἡ δὲ κλίνην, ἡ δὲ οἰκίαν ἐργάσηται εἴδους τοῦ παῤ αὑτῆς ἐνθέσει. καὶ μὴν καὶ τὰ φύσει συνεστῶτα τὰ μὲν πολυσύνθετα αὐτῶν καὶ συγκρίματα καλούμενα ἀναλύσεις εἰς ὕλην καὶ τὸ ἐπὶ πᾶσι τοῖς συγκριθεῖσιν εἶδος: οἷον ἄνθρωπον εἰς ψυχὴν καὶ σῶμα, καὶ τὸ σῶμα εἰς τὰ τέσσαρα. ἕκαστον δὲ τούτων σύνθετον εὑρὼν ἐξ ὕλης καὶ τοῦ μορφοῦντος — ὕλη γὰρ παῤ αὑτῆς ἡ τῶν στοιχείων ἄμορφος — ζητήσεις τὸ εἶδος ὅθεν τῇ ὕλῃ. ζητήσεις δ̓ αὖ καὶ τὴν ψυχὴν πότερα τῶν ἁπλῶν ἤδη, ἢ ἔνι τι ἐν αὐτῇ τὸ μὲν ὡς ὕλη, τὸ δὲ ὡς εἶδος, ὁ νοῦς ὁ ἐν αὐτῇ, ὁ μὲν ὡς ἡ ἐπὶ τῷ χαλκῷ μορφή, ὁ δὲ οἷος ὁ τὴν μορφὴν ἐν τῷ χαλκῷ ποιήσας. τὰ αὐτὰ δὲ ταῦτα καὶ ἐπὶ τοῦ παντὸς μεταφέρων τις ἀναβήσεται καὶ ἐνταῦθα ἐπὶ νοῦν ποιητὴν ὄντως καὶ δημιουργὸν τιθέμενος, καὶ φήσει τὸ ὑποκείμενον δεξάμενον μορφὰς τὸ μὲν πῦρ, τὸ δὲ ὕδωρ, τὸ δὲ ἀέρα καὶ γῆν γενέσθαι, τὰς δὲ μορφὰς ταύτας παῤ ἄλλου ἥκειν: τοῦτο δὲ εἶναι ψυχήν: ψυχὴν δ̓ αὖ καὶ ἐπὶ τοῖς τέτταρσι τὴν κόσμου μορφὴν δοῦναι ταύτῃ
2.251
δὲ νοῦν χορηγον τῶν λόγων γεγονέναι, ὥσπερ καὶ ταῖς τῶν τεχνιτῶν ψυχαῖς παρὰ τῶν τεχνῶν τοὺς εἰς τὸ ἐνεργεῖν λόγους: νοῦν δὲ τὸν μὲν ὡς εἶδος τῆς ψυχῆς, τὸ κατὰ τὴν μορφήν, τὸν δὲ τὴν μορφὴν παρέχοντα ὡς τὸν ποιητὴν τοῦ ἀνδριάντος, ᾧ πάντα ἐνυπάρχει, ἃ δίδωσιν. ἐγγὺς μὲν ἀληθείας, ἃ δίδωσι ψυχῇ: ἃ δὲ τὸ σῶμα δέχεται, εἴδωλα ἤδη καὶ μιμήματα.

διὰ τί οὖν δεῖ ἐπὶ ψυχῇ ἀνιέναι, ἀλλ̓ οὐκ αὐτὴν εἶναι τίθεσθαι τὸ πρῶτον; ἢ πρῶτον μὲν νοῦς ψυχῆς ἕτερον καὶ κρεῖττον: τὸ δὲ κρεῖττον φύσει πρῶτον. οὐ γὰρ δή, ὡς οἴονται, ψυχὴ νοῦν τελειωθεῖσα γεννᾷ: πόθεν γὰρ τὸ δυνάμει ἐνεργείᾳ ἔσται, μὴ τοῦ εἰς ἐνέργειαν ἄγοντος αἰτίου ὄντος; εἰ γὰρ κατὰ τύχην, ἐνδέχεται

558
μὴ ἐλθεῖν εἰς ἐνέργειαν. διὸ δεῖ τὰ πρῶτα ἐνεργείᾳ τίθεσθαι καὶ ἀπροσδεᾶ καὶ τέλεια: τὰ δὲ ἀτελῆ ὕστερα ἐκείνων, τελειούμενα δὲ παῤ αὐτῶν τῶν γεγεννηκότων δίκην πατέρων τελειούντων, ἃ κατ̓ ἀρχὰς ἀτελῆ ἐγέννησαν καὶ εἶναι μὲν ὕλην πρὸς τὸ ποιῆσαν τὸ πρῶτον, εἶτ̓ αὐτὴν ἔμμορφον ἀποτελεῖσθαι. εἰ δὲ δὴ καὶ ἐμπαθὴς ψυχή, δεῖ δέ τι καὶ ἀπαθὲς εἶναι — ἢ πάντα τῷ χρόνῳ ἀπολεῖται — δεῖ τι πρὸ ψυχῆς εἶναι. καὶ εἰ ἐν κόσμῳ ψυχή, ἐκτὸς δὲ δεῖ τι κόσμου εἶναι, καὶ ταύτῃ πρὸ ψυχῆς δεῖ τι εἶναι. εἰ γὰρ τὸ ἐν κόσμῳ τὸ ἐν σώματι καὶ ὕλῃ, οὐδὲν ταὐτὸν μένει: ὥστε ἄνθρωπος καὶ πάντες λόγοι οὐκ ἀίδιοι οὐδὲ οἱ αὐτοί. καὶ ὅτι μὲν νοῦν πρὸ ψυχῆς εἶναι δεῖ, ἐκ τούτων καὶ ἐξ ἄλλων πολλῶν ἄν τις θεωρήσειε.

δεῖ δὲ νοῦν λαμβάνειν, εἴπερ ἐπαληθεύσομεν

2.252
τῷ ὀνόματι, μὴ τὸν δυνάμει μηδὲ τὸν ἐξ ἀφροσύνης εἰς νοῦν ἐλθόντα — εἰ δὲ μή, ἄλλον πάλιν αὖ πρὸ αὐτοῦ ζητήσομεν — ἀλλὰ τὸν ἐνεργείᾳ καὶ ἀεὶ νοῦν ὄντα. εἰ δὲ μὴ ἐπακτὸν τὸ φρονεῖν ἔχει, εἴ τι νοεῖ, παῤ αὑτοῦ νοεῖ, καὶ εἴ τι ἔχει, παῤ αὑτοῦ ἔχει. εἰ δὲ παῤ αὑτοῦ καὶ ἐξ αὑτοῦ νοεῖ, αὐτός ἐστιν ἃ νοεῖ. εἰ γὰρ ἡ μὲν οὐσία αὐτοῦ ἄλλη, ἃ δὲ νοεῖ ἕτερα αὐτοῦ, αὐτὴ ἡ οὐσία αὐτοῦ ἀνόητος ἔσται: καὶ δυνάμει, οὐκ ἐνεργείᾳ αὖ. οὐ χωριστέον οὖν οὐδέτερον ἀπὸ θατέρου. ἔθος δὲ ἡμῖν ἀπὸ τῶν παῤ ἡμῖν κἀκεῖνα ταῖς ἐπινοίαις χωρίζειν. τί οὖν ἐνεργεῖ καὶ τί νοεῖ, ἵνα ἐκεῖνα αὐτὸν ἃ νοεῖ θώμεθα; ἢ δῆλον, ὅτι νοῦς ὢν ὄντως νοεῖ τὰ ὄντα καὶ ὑφίστησιν. ἔστιν ἄρα τὰ ὄντα. ἢ γὰρ ἑτέρωθι ὄντα αὐτὰ νοήσει, ἢ ἐν αὑτῷ ὡς αὐτὸν ὄντα. ἑτέρωθι μὲν οὖν ἀδύνατον: ποῦ γάρ; αὑτὸν ἄρα καὶ ἐν αὑτῷ. οὐ γὰρ δὴ ἐν τοῖς αἰσθητοῖς, ὥσπερ οἴονται. τὸ γὰρ πρῶτον ἕκαστον οὐ τὸ αἰσθητόν: τὸ γὰρ ἐν
559
αὐτοῖς εἶδος ἐπὶ ὕλῃ εἴδωλον ὄντος, πᾶν τε εἶδος ἐν ἄλλῳ παῤ ἄλλου εἰς ἐκεῖνο ἔρχεται καὶ ἔστιν εἰκὼν ἐκείνου. εἰ δὲ καὶ ποιητὴν δεῖ εἶναι τοῦδε τοῦ παντός, οὐ τὰ ἐν τῷ μήπω ὄντι οὗτος νοήσει, ἵνα αὐτὸ ποιῇ. πρὸ τοῦ κόσμου ἄρα δεῖ εἶναι ἐκεῖνα, οὐ τύπους ἀφ̓ ἑτέρων, ἀλλὰ καὶ ἀρχέτυπα καὶ πρῶτα καὶ νοῦ οὐσίαν. εἰ δὲ λόγους φήσουσιν ἀρκεῖν, ἀιδίους δῆλον: εἰ δὲ ἀιδίους καὶ ἀπαθεῖς, ἐν νῷ δεῖ εἶναι καὶ τοιούτῳ καὶ προτέρῳ ἕξεως καὶ φύσεως καὶ ψυχῆς: δυνάμει γὰρ ταῦτα. ὁ νοῦς ἄρα τὰ ὄντα ὄντως, οὐχ οἷά ἐστιν ἄλλοθι νοῶν: οὐ γὰρ ἔστιν οὔτε πρὸ αὐτοῦ οὔτε μετ̓ αὐτόν: ἀλλὰ οἷον νομοθέτης πρῶτος, μᾶλλον δὲ νόμος
2.253
αὐτὸς τοῦ εἶναι. ὀρθῶς ἄρα ʽτὸ γὰρ αὐτὸ νοεῖν ἐστίν τε καὶ εἶναἰ, καὶ ἡ τῶν ἄνευ ὕλης ἐπιστήμη ταὐτὸν τῷ πράγματι, καὶ τὸ ʽἐμαυτὸν ἐδιζησάμην̓ ὡς ἓν τῶν ὄντων: καὶ αἱ ἀναμνήσεις δέ: οὐδὲν γὰρ ἔξω τῶν ὄντων οὐδ̓ ἐν τόπῳ, μένει δὲ ἀεὶ ἐν αὑτοῖς μεταβολὴν οὐδὲ φθορὰν δεχόμενα: διὸ καὶ ὄντως ὄντα. ἢ γιγνόμενα καὶ ἀπολλύμενα ἐπακτῷ χρήσεται τῷ ὄντι, καὶ οὐκέτ̓ ἐκεῖνα, ἀλλ̓ ἐκεῖνο τὸ ὂν ἔσται. τὰ μὲν δὴ αἰσθητὰ μεθέξει ἐστὶν ἃ λέγεται τῆς ὑποκειμένης φύσεως μορφὴν ἰσχούσης ἄλλοθεν: οἷον χαλκὸς παρὰ ἀνδριαντοποιικῆς καὶ ξύλον παρὰ τεκτονικῆς διὰ εἰδώλου τῆς τέχνης εἰς αὐτὰ ἰούσης, τῆς δὲ τέχνης αὐτῆς ἔξω ὕλης ἐν ταυτότητι μενούσης καὶ τὸν ἀληθῆ ἀνδριάντα καὶ κλίνην ἐχούσης. οὕτω δὴ καὶ ἐπὶ τῶν σωμάτων. καὶ τόδε τὸ πᾶν ἰνδαλμάτων μετέχον ἕτερα αὐτῶν δείκνυσι τὰ ὄντα, ἄτρεπτα μὲν ὄντα ἐκεῖνα, αὐτὰ δὲ τρεπόμενα, ἱδρυμένα τε ἐφ̓ ἑαυτῶν, οὐ τόπου δεόμενα: οὐ γὰρ μεγέθη: νοερὰν δὲ καὶ αὐτάρκη ἑαυτοῖς ὑπόστασιν ἔχοντα. σωμάτων γὰρ φύσις σώζεσθαι παῤ ἄλλου θέλει, νοῦς δὲ ἀνέχων θαυμαστῇ φύσει τὰ παῤ αὑτῶν πίπτοντα ὅπου ἱδρυθῇ αὐτὸς οὐ ζητεῖ.

νοῦς μὲν δὴ ἔστω τὰ ὄντα, καὶ πάντα ἐν

560
αὑτῷ οὐχ ὡς ἐν τόπῳ ἔχων, ἀλλ̓ ὡς αὑτὸν ἔχων καὶ ἓν ὢν αὐτοῖς. πάντα δὲ ὁμοῦ ἐκεῖ καὶ οὐδὲν ἧττον διακεκριμένα. ἐπεὶ καὶ ψυχὴ ὁμοῦ ἔχουσα πολλὰς ἐπιστήμας ἐν ἑαυτῇ οὐδὲν ἔχει συγκεχυμένον καὶ ἑκάστη πράττει τὸ αὑτῆς, ὅταν δέῃ, οὐ συνεφέλκουσα τὰς ἄλλας, νόημα δὲ ἕκαστον καθαρὸν ἐνεργεῖ ἐκ τῶν ἔνδον αὖ νοημάτων κειμένων. οὕτως οὖν καὶ πολὺ μᾶλλον ὁ νοῦς ἐστιν ὁμοῦ
2.254
πάντα καὶ αὖ οὐχ ὁμοῦ, ὅτι ἕκαστον δύναμις ἰδία: ὁ δὲ πᾶς νοῦς περιέχει πάντα ὥσπερ γένος εἴδη καὶ ὥσπερ ὅλον μέρη. καὶ αἱ τῶν σπερμάτων δὲ δυνάμεις εἰκόνα φέρουσι τοῦ λεγομένου: ἐν γὰρ τῷ ὅλῳ ἀδιάκριτα πάντα, καὶ οἱ λόγοι ὥσπερ ἐν ἑνὶ κέντρῳ: καὶ ἔστιν ἄλλος ὀφθαλμοῦ, ἄλλος δὲ χειρῶν λόγος ʽτὂ ἕτερος εἶναι παρὰ τοῦ γενομένου ὑπ̓ αὐτοῦ αἰσθητοῦ γνωσθείς. αἱ μὲν οὖν ἐν τοῖς σπέρμασι δυνάμεις ἑκάστη αὐτῶν λόγος εἷς ὅλος μετὰ τῶν ἐν αὐτῷ ἐμπεριεχομένων μερῶν, ὧν τὸ μὲν σωματικὸν ὕλην ἔχει, οἷον ὅσον ὑγρόν, αὐτὸς δὲ εἶδός ἐστι τὸ ὅλον καὶ λόγος ὁ αὐτὸς ὢν ψυχῆς εἴδει τῷ γεννῶντι, ἥ ἐστιν ἴνδαλμα ψυχῆς ἄλλης κρείττονος. φύσιν δέ τινες λέγουσιν αὐτὴν τὴν ἐν τοῖς σπέρμασιν, ἣ ἐκεῖθεν ὁρμηθεῖσα ἀπὸ τῶν πρὸ αὐτῆς, ὥσπερ ἐκ πυρὸς φῶς, ἔτρεψέ τε καὶ ἐμόρφωσε τὴν ὕλην οὐκ ὠθοῦσα οὐδὲ ταῖς πολυθρυλήτοις μοχλείαις χρωμένη, δοῦσα δὲ τῶν λόγων.

αἱ δὲ ἐπιστῆμαι ἐν ψυχῇ λογικῇ οὖσαι αἱ μὲν τῶν αἰσθητῶν — εἰ δεῖ ἐπιστήμας τούτων λέγειν, πρέπει δὲ αὐταῖς τὸ τῆς δόξης ὄνομα — ὕστεραι τῶν πραγμάτων οὖσαι εἰκόνες εἰσὶ τούτων: αἱ δὲ τῶν νοητῶν, αἳ δὴ καὶ ὄντως ἐπιστῆμαι, παρὰ νοῦ εἰς λογικὴν ψυχὴν ἐλθοῦσαι αἰσθητὸν μὲν οὐδὲν νοοῦσι: καθόσον δέ εἰσιν ἐπιστῆμαι, εἰσὶν αὐτὰ ἕκαστα ἃ νοοῦσι, καὶ ἔνδοθεν τό τε νοητὸν τήν τε νόησιν ἔχουσιν, ὅτι ὁ νοῦς ἔνδον, ὅς ἐστιν αὐτὰ τὰ πρῶτα, συνὼν αὑτῷ ἀεὶ καὶ ἐνέργεια ὑπάρχων καὶ οὐκ ἐπιβάλλων ὡς οὐκ ἔχων ἢ

561
ἐπικτώμενος ἢ διεξοδεύων οὐ προκεχειρισμένα: ψυχῆς γὰρ ταῦτα πάθη: ἀλλ̓ ἕστηκεν ἐν αὑτῷ
2.255
ὁμοῦ πάντα ὤν, οὐ νοήσας, ἵν̓ ὑποστήσῃ ἕκαστα. οὐ γάρ, ὅτε ἐνόησε θεόν, θεὸς ἐγένετο, οὐδέ, ὅτε ἐνόησε κίνησιν, κίνησις ἐγένετο. ὅθεν καὶ τὸ λέγειν νοήσεις τὰ εἴδη, εἰ οὕτω λέγεται, ὡς, ἐπειδὴ ἐνόησε, τότε ἐγένετο ἢ ἔστι τόδε, οὐκ ὀρθῶς. ταύτης γὰρ τῆς νοήσεως πρότερον δεῖ τὸ νοούμενον εἶναι. ἢ πῶς ἂν ἔλθοι ἐπὶ τὸ νοεῖν αὐτό; οὐ γὰρ δὴ κατὰ συντυχίαν οὐδὲ ἐπέβαλεν εἰκῇ.