δοκοῦσι δέ μοι καὶ οἱ Αἰγυπτίων σοφοί, εἴτε ἀκριβεῖ ἐπιστήμῃ λαβόντες εἴτε καὶ συμφύτῳ --- , περὶ ὧν ἐβούλοντο διὰ σοφίας δεικνύναι, μὴ τύποις γραμμάτων διεξοδεύουσι λόγους καὶ προτάσεις μηδὲ μιμουμένοις φωνὰς καὶ προφορὰς ἀξιωμάτων κεχρῆσθαι, ἀγάλματα δὲ γράψαντες καὶ ἓν ἕκαστον ἑκάστου πράγματος ἄγαλμα ἐντυπώσαντες ἐν τοῖς ἱεροῖς τὴν ἐκείνου διέξοδον ἐμφῆναι, ὡς ἄρα τις καὶ ἐπιστήμη καὶ σοφία ἕκαστόν ἐστιν ἄγαλμα καὶ ὑποκείμενον καὶ ἀθρόον καὶ οὐ διανόησις οὐδὲ βούλευσις: ὕστερον δὲ ἀπ̓ αὐτῆς ἀθρόας οὔσης εἴδωλον ἐν ἄλλῳ ἐξειλιγμένον ἤδη καὶ λέγον αὐτὸ ἐν διεξόδῳ καὶ τὰς αἰτίας, δἰ ἃς οὕτως, ἐξεύρισκον, ὡς τὸ καλῶς οὕτως ἔχοντος τοῦ γεγενημένου θαυμάσαι. ἃ εἴ τις οἶδε, θαυμάσαι ἔφη τὴν σοφίαν, πῶς αὕτη αἰτίας οὐκ ἔχουσα τῆς οὐσίας, δἰ ἃς οὕτω, παρέχει τοῖς ποιουμένοις κατ̓ αὐτήν. τὸ καλῶς ἄρα οὕτως τὸ ἐκ ζητήσεως ἂν μόλις ἢ οὐδ̓ ὅλως φανέν, ὅτι δεῖ οὕτως, εἴπερ τις ἐξεύροι, πρὸ ζητήσεως καὶ πρὸ λογισμοῦ ὑπάρχειν οὕτως: οἷον — λάβωμεν γὰρ ἐφ̓ ἑνὸς μεγάλου ὃ λέγω, ὅπερ ἁρμόσει καὶ ἐπὶ πάντων —
548
τοῦτο δὴ τὸ πᾶν; ἐπείπερ συγχωροῦμεν παῤ ἄλλου αὐτὸ εἶναι καὶ τοιοῦτον εἶναι, ἆρα
2.239
οἰωμεθα τὸν ποιητὴν αὐτοῦ ἐπινοῆσαι παῤ αὑτῷ γῆν καὶ ταύτην ἐν μέσῳ δεῖν στῆναι, εἶτα ὕδωρ καὶ ἐπὶ τῇ γῇ τοῦτο καὶ τὰ ἄλλα ἐν τάξει μέχρι τοῦ οὐρανοῦ, εἶτα ζῷα πάντα καὶ τούτοις μορφὰς τοιαύτας ἑκάστῳ, ὅσαι νῦν εἰσι, καὶ τὰ ἔνδον ἑκάστοις σπλάγχνα καὶ τὰ ἔξω μέρη, εἶτα διατιθέντα ἕκαστα παῤ αὑτῷ οὕτως ἐπιχειρεῖν τῷ ἔργῳ; ἀλλ̓ οὔτε ἡ ἐπίνοια δυνατὴ ἡ τοιαύτη: πόθεν γὰρ ἐπῆλθεν οὐπώποτε ἑωρακότι; οὔτε ἐξ ἄλλου λαβόντι δυνατὸν ἦν ἐργάσασθαι, ὅπως νῦν οἱ δημιουργοὶ ποιοῦσι χερσὶ καὶ ὀργάνοις χρώμενοι: ὕστερον γὰρ καὶ χεῖρες καὶ πόδες. λείπεται τοίνυν εἶναι μὲν πάντα ἐν ἄλλῳ, οὐδενὸς δὲ μεταξὺ ὄντος τῇ ἐν τῷ ὄντι πρὸς ἄλλο γειτονείᾳ οἷον ἐξαίφνης ἀναφανῆναι ἴνδαλμα καὶ εἰκόνα ἐκείνου εἴτε αὐτόθεν εἴτε ψυχῆς διακονησαμένης — διαφέρει γὰρ οὐδὲν ἐν τῷ παρόντι — ἢ ψυχῆς τινος. ἀλλ̓ οὖν ἐκεῖθεν ἦν σύμπαντα ταῦτα, καὶ καλλιόνως ἐκεῖ: τὰ γὰρ τῇδε μέμικται, καὶ οὐκ ἐκεῖνα μέμικται. ἀλλ̓ οὖν εἴδεσι κατέσχηται ἐξ ἀρχῆς εἰς τέλος: πρῶτον μὲν ἡ ὕλη τοῖς τῶν στοιχείων εἴδεσιν, εἶτα ἐπὶ εἴδεσιν εἴδη ἄλλα, εἶτα πάλιν ἕτερα: ὅθεν καὶ χαλεπὸν εὑρεῖν τὴν ὕλην ὑπὸ πολλοῖς εἴδεσι κρυφθεῖσαν. ἐπεὶ δὲ καὶ αὕτη εἶδός τι ἔσχατον, πᾶν εἶδος τόδε καὶ πάντα εἴδη: τὸ γὰρ παράδειγμα εἶδος ἦν: ἐποίει δὲ τόδε ἀψοφητί, ὅτι πᾶν τὸ ποιῆσαν καὶ οὐσία καὶ εἶδος: διὸ ἄπονος καὶ οὕτως ἡ δημιουργία. καὶ παντὸς δὲ ἦν, ὡς ἂν πᾶν. οὐ τοίνυν ἦν τὸ ἐμποδίζον, καὶ νῦν δὲ ἐπικρατεῖ καίτοι ἄλλων ἄλλοις ἐμποδίων γινομένων: ἀλλ̓ οὐκ αὐτῇ οὐδὲ νῦν: μένει γὰρ ὡς πᾶν. δοκεῖ δέ μοι, ὅτι καί, εἰ ἡμεῖς ἀρχέτυπα καὶ οὐσία καὶ εἴδη ἅμα καὶ τὸ εἶδος τὸ ποιοῦν
2.240
ἐνταῦθα ἦν ἡμῶν οὐσία, ἐκράτησεν ἂν ἄνευ πόνων ἡ ἡμετέρα δημιουργία, καίτοι καὶ ἄνθρωπος δημιουργεῖ εἶδος αὑτοῦ ἄλλο ὅ ἐστι γενόμενος. ἀπέστη γὰρ τοῦ εἶναι τὸ πᾶν νῦν ἄνθρωπος γενόμενος: παυσάμενος δὲ τοῦ ἄνθρωπος εἶναι ʽμετεωροπορεἶ φησι ʽκαὶ πάντα τὸν κόσμον διοικεἶ: γενόμενος γὰρ τοῦ ὅλου τὸ ὅλον ποιεῖ. ἀλλ̓ οὗ
549
χάριν ὁ λόγος, ὅτι ἔχεις μὲν σὺ αἰτίαν εἰπεῖν δἰ ἣν ἐν μέσῳ ἡ γῆ καὶ διὰ τί στρογγύλη καὶ ὁ λοξὸς διὰ τί ὡδί, ἐκεῖ δὲ οὔ, διότι οὕτως ἐχρῆν, διὰ τοῦτο οὕτω βεβούλευται, ἀλλ̓ ὅτι οὕτως ἔχει ὡς ἔστι, διὰ τοῦτο καὶ ταῦτα ἔχει καλῶς: οἷον εἰ πρὸ τοῦ συλλογισμοῦ τῆς αἰτίας τὸ συμπέρασμα, οὐ παρὰ τῶν προτάσεων: οὐδὲ γὰρ ἐξ ἀκολουθίας οὐδ̓ ἐξ ἐπινοίας, ἀλλὰ πρὸ ἀκολουθίας καὶ πρὸ ἐπινοίας: ὕστερα γὰρ ταῦτα πάντα, καὶ λόγος καὶ ἀπόδειξις καὶ πίστις. ἐπεὶ γὰρ ἀρχή, αὐτόθεν πάντα ταῦτα καὶ ὧδε: καὶ τὸ μὴ ζητεῖν αἰτίας ἀρχῆς οὕτω καλῶς λέγεται, καὶ τῆς τοιαύτης ἀρχῆς τῆς τελείας, ἥτις ταὐτὸν τῷ τέλει: ἥτις δὲ ἀρχὴ καὶ τέλος, αὕτη τὸ πᾶν ὁμοῦ καὶ ἀνελλιπής.
καλὸν οὖν πρώτως, καὶ ὅλον δὲ καὶ πανταχοῦ ὅλον, ἵνα μηδὲ μέρει ἀπολείπηται τῷ καλῷ ἐλλείπειν. τίς οὖν οὐ φήσει καλόν; οὐ γὰρ δὴ ὃ μὴ ὅλον αὐτό, ἀλλ̓ ὃ μέρος ἔχον ἢ μηδέ τι αὐτοῦ ἔχον. ἢ εἰ μὴ ἐκεῖνο καλόν, τί ἂν ἄλλο; τὸ γὰρ πρὸ αὐτοῦ οὐδὲ καλὸν ἐθέλει εἶναι: τὸ δὲ πρώτως εἰς θέαν παρελθὸν τῷ εἶδος εἶναι καὶ θέαμα νοῦ τούτῳ καὶ ἀγαστὸν ὀφθῆναι. διὸ καὶ Πλάτων τοῦτο σημῆναι θέλων εἴς τι τῶν ἐναργεστέρων ὡς πρὸς ἡμᾶς ἀποδεξάμενον ποιεῖ τὸν δημιουργὸν τὸ ἀποτελεσθὲν διὰ τούτου ἐνδείξασθαι θέλων τὸ τοῦ
2.241
παραδείγματος καὶ τῆς ἰδέας κάλλος ὡς ἀγαστόν. πᾶν γὰρ τὸ κατ̓ ἄλλο ποιηθὲν ὅταν τις θαυμάσῃ, ἐπ̓ ἐκεῖνο ἔχει τὸ θαῦμα, καθ̓ ὅ ἐστι πεποιημένον. εἰ δ̓ ἀγνοεῖ ὃ πάσχει, θαῦμα οὐδέν: ἐπεὶ καὶ οἱ ἐρῶντες καὶ ὅλως οἱ τὸ τῇδε κάλλος τεθαυμακότες ἀγνοοῦσιν, ὅτι δἰ ἐκεῖνο: δἰ ἐκεῖνο γάρ. ὅτι δὲ εἰς τὸ παράδειγμα ἀνάγει τὸ ἠγάσθη, δῆλον ποιεῖ ἐπίτηδες τὸ ἑξῆς τῆς λέξεως λαβών: εἶπε γὰρ ʽἠγάσθη τε καὶ ἔτι μᾶλλον πρὸς τὸ παράδειγμα αὐτὸ ἐβουλήθη ἀφομοιῶσαἰ, τὸ κάλλος τοῦ παραδείγματος οἷόν ἐστιν ἐνδεικνύμενος διὰ τοῦ ἐκ τούτου τὸ γενόμενον καλὸν καὶ αὐτὸ ὡς εἰκόνα ἐκείνου εἰπεῖν: ἐπεὶ καὶ εἰ μὴ ἐκεῖνο ἦν τὸ ὑπέρκαλον κάλλει ἀμηχάνῳ, τί ἂν τούτου τοῦ ὁρωμένου ἦν κάλλιον; ὅθεν οὐκ ὀρθῶς οἱ μεμφόμενοι τούτῳ, εἰ μὴ ἄρα καθ̓ ὅσον μὴ ἐκεῖνό ἐστι.
τοῦτον τοίνυν τὸν κόσμον, ἑκάστου τῶν
550
μερῶν μένοντος ὃ ἔστι καὶ μὴ συγχεομένου, λάβωμεν τῇ διανοίᾳ, εἰς ἓν ὁμοῦ πάντα, ὡς οἷόν τε, ὥστε ἑνὸς ὁτουοῦν προφαινομένου, οἷον τῆς ἔξω σφαίρας οὔσης, ἀκολουθεῖν εὐθὺς καὶ τὴν ἡλίου καὶ ὁμοῦ τῶν ἄλλων ἄστρων τὴν φαντασίαν καὶ γῆν καὶ θάλασσαν καὶ πάντα τὰ ζῷα ὁρᾶσθαι, οἷον ἐπὶ σφαίρας διαφανοῦς, καὶ ἔργῳ ἂν γένοιτο πάντα ἐνορᾶσθαι. ἔστω οὖν ἐν τῇ ψυχῇ φωτεινή τις φαντασία σφαίρας ἔχουσα πάντα ἐν αὑτῇ, εἴτε κινούμενα εἴτε ἑστηκότα, ἢ τὰ μὲν κινούμενα, τὰ δὲ ἑστηκότα. φυλάττων δὲ ταύτην ἄλλην παρὰ σαυτῷ ἀφελὼν τὸν ὄγκον λαβέ: ἄφελε δὲ καὶ τοὺς τόπους καὶ τὸ τῆς ὕλης ἐν σοὶ φάντασμα, καὶ μὴ πειρῶ αὐτῆς ἄλλην σμικροτέραν λαβεῖν τῷ ὄγκῳ, θεὸν δὲ καλέσας τὸν πεποιηκότα ἧς ἔχεις τὸ φάντασμα
2.242
εὖξαι ἐλθεῖν. ὁ δὲ ἥκοι τὸν αὑτοῦ κόσμον φέρων μετὰ πάντων τῶν ἐν αὐτῷ θεῶν εἷς ὢν καὶ πάντες καὶ ἕκαστος πάντες, συνόντες εἰς ἓν καὶ ταῖς μὲν δυνάμεσιν ἄλλοι, τῇ δὲ μιᾷ ἐκείνῃ τῇ πολλῇ πάντες εἷς: μᾶλλον δὲ ὁ εἷς πάντες: οὐ γὰρ ἐπιλείπει αὐτός, ἢν πάντες ἐκεῖνοι γένωνται, ὁμοῦ δέ εἰσι καὶ ἕκαστος χωρὶς αὖ ἐν στάσει ἀδιαστάτῳ οὐ μορφὴν αἰσθητὴν οὐδεμίαν ἔχων: ἤδη γὰρ ἂν ὁ μὲν ἄλλοθι, ὁ δέ που ἄλλοθι ἦν, καὶ ἕκαστος δὲ οὐ πᾶς ἐν αὑτῷ: οὐδὲ μέρη ἄλλα ἔχων ἄλλοις ἢ αὑτῷ οὐδὲ ἕκαστον ὅλον δύναμις κερματισθεῖσα καὶ τοσαύτη οὖσα, ὅσα τὰ μέρη μετρούμενα. τὸ δέ ἐστι δύναμις πᾶσα, εἰς ἄπειρον μὲν ἰοῦσα, εἰς ἄπειρον δὲ δυναμένη: καὶ οὕτως ἐστὶν ἐκεῖνος μέγας, ὡς καὶ τὰ μέρη αὐτοῦ ἄπειρα γεγονέναι. ποῦ γάρ τι ἔστιν εἰπεῖν, ὅπου μὴ φθάνει; μέγας μὲν οὖν καὶ ὅδε ὁ οὐρανὸς καὶ αἱ ἐν αὐτῷ πᾶσαι δυνάμεις ὁμοῦ, ἀλλὰ μείζων ἂν ἦν καὶ ὁπόσος οὐδ̓ ἂν ἦν εἰπεῖν, εἰ μή τις αὐτῷ συνῆν σώματος δύναμις μικρά: καίτοι γε μεγάλας ἄν τις φήσειε πυρὸς καὶ τῶν ἄλλων σωμάτων τὰς δυνάμεις: ἀλλὰ ἤδη ἀπειρίᾳ δυνάμεως ἀληθινῆς φαντάζονται καίουσαι καὶ φθείρουσαι καὶ θλίβουσαι καὶ πρὸς γένεσιν τῶν ζῴων ὑπουργοῦσαι. ἀλλὰ ταῦτα μὲν φθείρει,
551
ὅτι καὶ φθείρεται, καὶ συγγεννᾷ, ὅτι καὶ αὐτὰ γίνεται: ἡ δὲ δύναμις ἡ ἐκεῖ μόνον τὸ εἶναι ἔχει καὶ μόνον τὸ καλὸν εἶναι. ποῦ γὰρ ἂν εἴη τὸ καλὸν ἀποστερηθὲν τοῦ εἶναι; ποῦ δ̓ ἂν ἡ οὐσία τοῦ καλὸν εἶναι ἐστερημένη; ἐν γὰρ τῷ ἀπολειφθῆναι τοῦ καλοῦ ἐλλείπει καὶ τῇ οὐσίᾳ. διὸ καὶ τὸ εἶναι ποθεινόν ἐστιν, ὅτι ταὐτὸν τῷ καλῷ, καὶ τὸ καλὸν ἐράσμιον, ὅτι τὸ εἶναι. πότερον δε ποτέρου
2.243
αἴτιον τί χρὴ ζητεῖν οὔσης τῆς φύσεως μιᾶς; ἥδε μὲν γὰρ ἡ ψευδὴς οὐσία δεῖται ἐπακτοῦ εἰδώλου καλοῦ, ἵνα καὶ καλὸν φαίνηται καὶ ὅλως ᾖ, καὶ κατὰ τοσοῦτον ἔστι, καθ̓ ὅσον μετείληφε κάλλους τοῦ κατὰ τὸ εἶδος, καὶ λαβοῦσα ὅσῳ ἂν λάβῃ μᾶλλον τελειοτέρα: μᾶλλον γὰρ οἰκεία ἡ καλή.
διὰ τοῦτο καὶ ὁ Ζεὺς καίπερ ὢν πρεσβύτατος τῶν ἄλλων θεῶν, ὧν αὐτὸς ἡγεῖται, πρῶτος πορεύεται ἐπὶ τὴν τούτου θέαν, οἱ δὲ ἕπονται θεοὶ ἄλλοι καὶ δαίμονες καὶ ψυχαί, αἳ ταῦτα ὁρᾶν δύνανται. ὁ δὲ ἐκφαίνεται αὐτοῖς ἔκ τινος ἀοράτου τόπου καὶ ἀνατείλας ὑψοῦ ἐπ̓ αὐτῶν κατέλαμψε μὲν πάντα καὶ ἔπλησεν αὐγῆς καὶ ἐξέπληξε μὲν τοὺς κάτω καὶ ἐστράφησαν ἰδεῖν οὐ δεδυνημένοι, οἷα ἥλιον: οἱ μὲν ὑπ̓ αὐτοῦ ἀνέχονταί τε καὶ βλέπουσιν, οἱ δὲ ταράττονται, ὅσῳ ἂν ἀφεστήκωσιν αὐτοῦ. ὁρῶντες δὲ οἱ δυνηθέντες ἰδεῖν εἰς αὐτὸν μὲν πάντες βλέπουσι καὶ εἰς τὸ αὐτοῦ, οὐ ταὐτὸν δὲ ἕκαστος ἀεὶ θέαμα κομίζεται, ἀλλ̓: ὁ μὲν ἀτενὲς ἰδὼν ἐκλάμπουσαν εἶδε τὴν τοῦ δικαίου πηγὴν καὶ φύσιν, ἄλλος δὲ τῆς σωφροσύνης ἐπλήσθη τοῦ θεάματος, οὐχ οἵαν ἄνθρωποι παῤ αὑτοῖς, ὅταν ἔχωσιν, ἔχουσι. μιμεῖται γὰρ αὕτη ἀμηγέπη ἐκείνην, ἡ δὲ ἐπὶ πᾶσι περὶ πᾶν τὸ οἷον μέγεθος αὐτοῦ ἐπιθέουσα τελευταία ὁρᾶται οἷς πολλὰ ἤδη ὤφθη ἐναργῆ θεάματα. θεῶνται μὲν οὖν οἱ θεοὶ καθ̓ ἕνα καὶ πᾶς ὁμοῦ, καὶ αἱ ψυχαὶ αἱ πάντα ἐκεῖ ὁρῶσαι καὶ ἐκ τῶν πάντων γενόμεναι, ὥστε πάντα περιέχειν καὶ αὐταὶ ἐξ ἀρχῆς εἰς τέλος, καὶ εἰσὶν ἐκεῖ, ὅσον ἂν αὐτῶν πεφύκῃ εἶναι ἐκεῖ, πολλάκις δὲ αὐτῶν καὶ τὸ πᾶν ἐκεῖ, ὅταν μὴ ὦσι διειλημμέναι. ταῦτα οὖν ὁρῶν ὁ Ζεὺς καὶ εἴ τις ἡμῶν
2.244
552
αὐτῷ συνεραστὴς τὸ τελευταῖον ορώμενον ἐπὶ πᾶσιν ὅλον τὸ κάλλος καὶ κάλλους μετασχὼν τοῦ ἐκεῖ: ἀποστίλβει γὰρ πάντα καὶ πληροῖ τοὺς ἐκεῖ γενομένους, ὡς καλοὺς καὶ αὐτοὺς γενέσθαι, ὁποῖα πολλάκις ἄνθρωποι εἰς ὑψηλοὺς ἀναβαίνοντες τόπους τὸ ξανθὸν χρῶμα ἐχούσης τῆς γῆς τῆς ἐκεῖ ἐπλήσθησαν ἐκείνης τῆς χρόας ὁμοιωθέντες τῇ ἐφ̓ ἧς ἐβεβήκεσαν. ἐκεῖ δὲ χρόα ἡ ἐπανθοῦσα κάλλος ἐστί, μᾶλλον δὲ πᾶν χρόα καὶ κάλλος ἐκ βάθους: οὐ γὰρ ἄλλο τὸ καλὸν ὡς ἐπανθοῦν. ἀλλὰ τοῖς μὴ ὅλον ὁρῶσιν ἡ προσβολὴ μόνη ἐνομίσθη, τοῖς δὲ διὰ παντὸς οἷον οἰνωθεῖσι καὶ πληρωθεῖσι τοῦ νέκταρος, ἅτε δἰ ὅλης τῆς ψυχῆς τοῦ κάλλους ἐλθόντος, οὐ θεαταῖς μόνον ὑπάρχει γενέσθαι. οὐ γὰρ ἔτι ὁ μὲν ἔξω, τὸ δ̓ αὖ θεώμενον ἔξω, ἀλλ̓ ἔχει ὁ ὀξέως ὁρῶν ἐν αὑτῷ τὸ ὁρώμενον, καὶ ἔχων τὰ πολλὰ ἀγνοεῖ ὅτι ἔχει καὶ ὡς ἔξω ὂν βλέπει, ὅτι ὡς ὁρώμενον βλέπει καὶ ὅτι θέλει βλέπειν. πᾶν δὲ ὅ τις ὡς θεατὸν βλέπει ἔξω βλέπει. ἀλλὰ χρὴ εἰς αὑτὸν ἤδη μεταφέρειν καὶ βλέπειν ὡς ἓν καὶ βλέπειν ὡς αὑτόν, ὥσπερ εἴ τις ὑπὸ θεοῦ κατασχεθεὶς φοιβόληπτος ἢ ὑπό τινος Μούσης ἐν αὑτῷ ἂν ποιοῖτο τοῦ θεοῦ τὴν θέαν, εἰ δύναμιν ἔχοι ἐν αὑτῷ θεὸν βλέπειν.