ἔδει δὲ καὶ τἀγαθὸν αὐτὸν ὄντα καὶ μὴ
532
ἀγαθὸν μὴ ἔχειν ἐν ἑαυτῷ μηδέν, ἐπεὶ μηδὲ ἀγαθόν. ὃ γὰρ ἕξει, ἢ ἀγαθὸν ἔχει ἢ οὐκ ἀγαθόν: ἀλλ̓ οὔτε ἐν τῷ ἀγαθῷ τῷ κυρίως καὶ πρώτως ἀγαθῷ τὸ μὴ ἀγαθόν, οὔτε τὸ ἀγαθὸν ἔχει τὸ ἀγαθόν. εἰ οὖν μήτε τὸ οὐκ ἀγαθὸν μήτε τὸ ἀγαθὸν ἔχει, οὐδὲν ἔχει: εἰ δὲ οὐδὲν ἔχει, μόνον καὶ ἔρημον τῶν ἄλλων ἐστίν. εἰ οὖν τὰ ἄλλα ἢ ἀγαθά ἐστι καὶ οὐ τἀγαθὸν ἢ οὐκ ἀγαθά ἐστιν, οὐδέτερα δὲ τούτων ἔχει, οὐδὲν ἔχων τῷ μηδὲν ἔχειν ἐστὶ τὸ ἀγαθόν. εἰ δ̓ ἄρα τις ὁτιοῦν αὐτῷ προστίθησιν, ἢ οὐσίαν ἢ νοῦν ἢ καλόν, τῇ προσθήκῃ ἀφαιρεῖται αὐτοῦ τἀγαθὸν εἶναι. πάντα ἄρα ἀφελὼν καὶ οὐδὲν περὶ αὐτοῦ εἰπὼν οὐδέ τι ψευσάμενος, ὡς ἔστι παῤ αὐτῷ, εἴασε τὸ ἔστιν οὐδὲν καταμαρτυρήσας τῶν οὐ παρόντων, οἷον οἱ μὴ ἐπιστήμῃ τοὺς ἐπαίνους ποιούμενοι, οἳ ἐλαττοῦσι τὴν τῶν ἐπαινουμένων δόξαν προστιθέντες αὐτοῖς ἃ τῆς ἀξίας αὐτῶν ἐστιν ἐλάττω, ἀποροῦντες ἀληθεῖς εἰπεῖν περὶ τῶν ὑποκειμένων προσώπων τοὺς λόγους. καὶ οὖν καὶ ἡμεῖς μηδὲν τῶν ὑστέρων καὶ τῶν ἐλαττόνων προστιθῶμεν, ἀλλ̓ ὡς ὑπὲρ ταῦτα ἰὼν ἐκεῖνος τούτων αἴτιος ᾖ, ἀλλὰ μὴ αὐτὸς ταῦτα. καὶ γὰρ αὖ φύσις ἀγαθοῦ οὐ πάντα εἶναι οὐδ̓ αὖ ἕν τι τῶν πάντων: εἴη γὰρ ἂν ὑπὸ ἓν καὶ ταὐτὸν τοῖς ἅπασιν, ὑπὸ δὲ ταὐτὸν ὂν τοῖς
2.222
πᾶσι διαφέροι ἂν τῷ ἰδίῳ μόνον καὶ διαφορᾷ καὶ προσθήκῃ. ἔσται τοίνυν δύο, οὐχ ἕν, ὧν τὸ μὲν οὐκ ἀγαθόν, τὸ κοινόν, τὸ δὲ ἀγαθόν: μικτὸν ἄρα ἔσται ἐξ ἀγαθοῦ καὶ οὐκ ἀγαθοῦ: οὐκ ἄρα καθαρῶς ἀγαθὸν οὐδὲ πρώτως, ἀλλ̓ ἐκεῖνο ἂν εἴη πρώτως, οὗ μετέχον παρὰ τὸ κοινὸν γεγένηται ἀγαθόν. μεταλήψει μὲν δὴ αὐτὸ ἀγαθόν, οὗ δὲ μετέλαβεν οὐδὲν τῶν πάντων: οὐδὲν ἄρα τῶν πάντων τὸ ἀγαθόν. ἀλλ̓ εἰ ἐν αὐτῷ τοῦτο τὸ ἀγαθόν — διαφορὰ γάρ, καθ̓ ἣν τοῦτο τὸ σύνθετον ἦν ἀγαθόν — δεῖ αὐτὸ παῤ ἄλλου εἶναι: ἦν δὲ αὐτὸ ἁπλοῦν καὶ μόνον ἀγαθόν: πολλῷ ἄρα μᾶλλον τὸ ἀφ̓ οὗ μόνον ἀγαθόν. τὸ ἄρα πρώτως καὶ τἀγαθὸν ὑπέρ τε πάντα τὰ ὄντα ἀναπέφανται ἡμῖν καὶ μόνον ἀγαθὸν καὶ οὐδὲν ἔχον ἐν ἑαυτῷ, ἀλλὰ ἀμιγὲς πάντων καὶ ὑπὲρ πάντα καὶ αἴτιον τῶν πάντων. οὐ γὰρ δὴ ἐκ κακοῦ τὸ καλὸν οὐδὲ τὰ ὄντα οὐδ̓ αὖ ἐξ ἀδιαφόρων: κρεῖττον γὰρ τὸ ποιοῦν τοῦ ποιουμένου: τελειότερον γάρ.
533
Τὸ μέν ἐστι νοοῦν ἄλλο, τὸ δὲ αὑτό. ὃ ἤδη φεύγει μᾶλλον τὸ δύο εἶναι. τὸ δὲ πρότερον λεχθὲν βούλεται καὶ αὐτό, ἀλλ̓ ἧττον δύναται παῤ αὑτῷ μὲν γὰρ ἔχει ὃ ὁρᾷ, ἕτερόν γε μὴν ἐκείνου. τὸ δὲ οὐ κεχώρισται τῇ οὐσίᾳ, ἀλλὰ συνὸν αὑτῷ ὁρᾷ ἑαυτό. ἄμφω οὖν γίνεται ἓν ὄν. μᾶλλον οὖν νοεῖ, ὅτι ἔχει, καὶ πρώτως νοεῖ, ὅτι τὸ νοοῦν δεῖ ἓν καὶ δύο εἶναι. εἴτε γὰρ μὴ ἕν,
2.223
ἄλλο τὸ νοοῦν, ἄλλο τὸ νοούμενον ἔσται — οὐκ ἂν οὖν πρώτως νοοῦν εἴη, ὅτι ἄλλου τὴν νόησιν λαμβάνον οὐ τὸ πρώτως νοοῦν ἔσται, ὅτι ὃ νοεῖ οὐκ ἔχει ὡς αὑτοῦ, ὥστε οὐδ̓ αὑτό: ἢ εἰ ἔχει ὡς αὑτό, ἵνα κυρίως νοῇ, τὰ δύο ἓν ἔσται: δεῖ ἄρα ἓν εἶναι ἄμφω — εἴτε ἓν μέν, μὴ δύο δὲ αὖ ἔσται, ὅ τι νοήσει οὐχ ἕξει: ὥστε οὐδὲ νοοῦν ἔσται. ἁπλοῦν ἄρα καὶ οὐχ ἁπλοῦν δεῖ εἶναι. μᾶλλον δ̓ ἄν τις αὐτὸ τοιοῦτον ὂν ἕλοι ἀπὸ τῆς ψυχῆς ἀναβαίνων: ἐνταῦθα γὰρ διαιρεῖν ῥᾴδιον, καὶ ῥᾷον ἄν τις τὸ διπλοῦν ἴδοι. εἰ οὖν τις διπλοῦν φῶς ποιήσειε, τὴν μὲν ψυχὴν κατὰ τὸ ἧττον, τὸ δὲ νοητὸν αὐτῆς κατὰ τὸ καθαρώτερον, εἶτα ποιήσειε
534
καὶ τὸ ὁρῶν ἴσον εἶναι φῶς τῷ ὁρωμένῳ, οὐκ ἔχων ἔτι χωρίζειν τῇ διαφορᾷ ἓν τὰ δύο θήσεται νοῶν μέν, ὅτι δύο ἦν, ὁρῶν δὲ ἤδη ἕν: οὕτω νοοῦν καὶ νοητὸν αἱρήσει. ἡμεῖς μὲν οὖν τῷ λόγῳ ἐκ δύο ἓν πεποιήκαμεν, τὸ δ̓ ἀνάπαλιν ἐξ ἑνός ἐστι δύο, ὅτι νοεῖ ποιοῦν αὑτὸ δύο, μᾶλλον δὲ ὄν, ὅτι νοεῖ, δύο, καὶ ὅτι αὑτό, ἕν
εἰ δὴ τὸ μὲν πρώτως νοοῦν, τὸ δὲ ἤδη ἄλλως νοοῦν, τὸ ἐπέκεινα τοῦ πρώτως νοοῦντος οὐκ ἂν ἔτι νοοῖ: νοῦν γὰρ δεῖ γενέσθαι, ἵνα νοῇ, ὄντα δὲ νοῦν καὶ νοητὸν ἔχειν καὶ πρώτως νοοῦντα ἔχειν τὸ νοητὸν ἐν αὑτῷ. νοητὸν δὲ ὂν οὐκ ἀνάγκη πᾶν καὶ νοοῦν ἐν αὑτῷ ἔχειν καὶ νοεῖν: ἔσται γὰρ οὐ μόνον νοητόν, ἀλλὰ καὶ νοοῦν, πρῶτόν τε οὐκ ἔσται δύο ὄν. ὅ τε νοῦς ὁ τὸ νοητὸν ἔχων οὐκ ἂν συσταίη μὴ οὔσης οὐσίας καθαρῶς νοητοῦ, ὃ πρὸς μὲν τὸν νοῦν νοητὸν ἔσται, καθ̓ ἑαυτὸ δὲ οὔτε νοοῦν οὔτε νοητὸν κυρίως ἔσται: τό τε γὰρ νοητὸν ἑτέρῳ ὅ τε νοῦς
2.224
τὸ ἐπιβάλλειν τῇ νοήσει κενὸν ἔχει ἄνευ τοῦ λαβεῖν καὶ ἑλεῖν τὸ νοητὸν ὃ νοεῖ: οὐ γὰρ ἔχει τὸ νοεῖν ἄνευ τοῦ νοητοῦ. τότε οὖν τέλειον, ὅταν ἔχῃ: ἔδει δὲ πρὸ τοῦ νοεῖν τέλειον εἶναι παῤ αὑτοῦ τῆς οὐσίας. ᾧ ἄρα τὸ τέλειον ὑπάρξει, πρὸ τοῦ νοεῖν τοῦτο ἔσται: οὐδὲν ἄρα δεῖ αὐτῷ τοῦ νοεῖν: αὔταρκες γὰρ πρὸ τούτου. οὐκ ἄρα νοήσει. τὸ μὲν ἄρα οὐ νοεῖ, τὸ δὲ πρώτως νοεῖ, τὸ δὲ νοήσει δευτέρως. ἔτι εἰ νοήσει τὸ πρῶτον, ὑπάρξει τι αὐτῷ: οὐκ ἄρα πρῶτον, ἀλλὰ καὶ δεύτερον καὶ οὐχ ἕν, ἀλλὰ καὶ πολλὰ ἤδη καὶ πάντα ὅσα νοήσει: καὶ γάρ, εἰ μόνον ἑαυτό, πολλὰ ἔσται.
535
εἰ δὲ πολλὰ τὸ αὐτὸ οὐδὲν κωλύειν φήσουσιν, ἓν τούτοις ὑποκείμενον ἔσται: οὐ δύναται γὰρ πολλὰ μὴ ἑνὸς ὄντος, ἀφ̓ οὗ ἢ ἐν ᾧ, ἢ ὅλως ἑνὸς καὶ τούτου πρώτου τῶν ἄλλων ἀριθμουμένου, ὃ αὐτὸ ἐφ̓ ἑαυτοῦ δεῖ λαβεῖν μόνον. εἰ δὲ ὁμοῦ εἴη μετὰ τῶν ἄλλων, δεῖ τοῦτο συλλαβόντα αὐτὸ μετὰ τῶν ἄλλων, ὅμως δὲ ἕτερον τῶν ἄλλων ὄν, ἐᾶν ὡς μετ̓ ἄλλων, ζητεῖν δὲ τοῦτο τὸ ὑποκείμενον τοῖς ἄλλοις μηκέτι μετὰ τῶν ἄλλων, ἀλλ̓ αὐτὸ καθ̓ ἑαυτό. τὸ γὰρ ἐν τοῖς ἄλλοις αὐτὸ ὅμοιον μὲν ἂν εἴη τούτῳ, οὐκ ἂν εἴη δὲ τοῦτο: ἀλλὰ δεῖ αὐτὸ μόνον εἶναι, εἰ μέλλοι καὶ ἐν ἄλλοις ὁρᾶσθαι. εἰ μή τις αὐτοῦ λέγοι τὸ εἶναι σὺν τοῖς ἄλλοις τὴν ὑπόστασιν ἔχειν: οὐκ ἄρα ἁπλοῦν αὐτὸ ἔσται, οὐδὲ τὸ συγκείμενον ἐκ πολλῶν ἔσται: τό τε γὰρ οὐ δυνάμενον ἁπλοῦν εἶναι ὑπόστασιν οὐχ ἕξει, τό τε συγκείμενον ἐκ πολλῶν ἁπλοῦ οὐκ ὄντος οὐδ̓ αὐτὸ ἔσται. ἑκάστου γὰρ ἁπλοῦ οὐ δυναμένου εἶναι οὐχ ὑφεστηκότος τινὸς ἑνὸς ἁπλοῦ ἐφ̓ ἑαυτοῦ, οὐδενὸς αὐτῶν ὑπόστασιν ἔχειν καθ̓
2.225
ἑαυτὸ δυναμένου οὐδὲ παρέχειν αὑτὸ μετ̓ ἄλλου εἶναι τῷ ὅλως μὴ εἶναι, πῶς ἂν τὸ ἐκ πάντων εἴη σύνθετον ἐκ μὴ ὄντων γεγενημένον, οὐ τὶ μὴ ὄντων, ἀλλ̓ ὅλως μὴ ὄντων; εἰ ἄρα πολλά τί ἐστι, δεῖ πρὸ τῶν πολλῶν ἓν εἶναι. εἰ οὖν τὸ νοοῦν τι πλῆθος, δεῖ ἐν τῷ μὴ πλήθει τὸ νοεῖν μὴ εἶναι. ἦν δὲ τοῦτο τὸ πρῶτον. ἐν τοῖς ὑστέροις ἄρα αὐτοῦ τὸ νοεῖν καὶ νοῦς ἔσται.
ἔτι εἰ τὸ ἀγαθὸν ἁπλοῦν καὶ ἀνενδεὲς δεῖ
536
εἶναι, οὐδ̓ ἂν τοῦ νοεῖν δέοιτο: οὗ δὲ μὴ δεῖ αὐτῷ, οὐ παρέσται αὐτῷ. ἐπεὶ καὶ ὅλως οὐδὲν πάρεστιν αὐτῷ. οὐκ ἄρα πάρεστιν αὐτῷ τὸ νοεῖν. καὶ νοεῖ οὐδέν, ὅτι μηδὲ ἄλλο. ἔτι ἄλλο νοῦς τοῦ ἀγαθοῦ: ἀγαθοειδὴς γὰρ τῷ τὸ ἀγαθὸν νοεῖν. ἔτι ὡς ἐν τοῖς δυσὶν ὄντος ἑνὸς καὶ ἄλλου οὐχ οἷόν τε τοῦτο τὸ μετ̓ ἄλλου τὸ ἓν εἶναι, ἀλλ̓ ἔδει ἓν ἐφ̓ ἑαυτοῦ πρὸ τοῦ μετ̓ ἄλλου εἶναι, οὕτω δεῖ καὶ οὐ μετ̓ ἄλλου τὸ ἓν ὑπάρχον ἁπλοῦν καθ̓ αὑτὸ τοῦτο εἶναι, οὐκ ἔχον οὐδὲν ἐν ἑαυτῷ τῶν ὅσα ἐν τῷ μετ̓ ἄλλων. πόθεν γὰρ ἐν ἄλλῳ ἄλλο, μὴ πρότερον χωρὶς ὄντος ἀφ̓ οὗ τὸ ἄλλο; τὸ μὲν γὰρ ἁπλοῦν οὐκ ἂν παῤ ἄλλου εἴη, ὃ δ̓ ἂν πολὺ ᾖ δύο, δεῖ αὐτὸ ἀνηρτῆσθαι εἰς ἄλλο. καὶ οὖν ἀπεικαστέον τὸ μὲν φωτί, τὸ δὲ ἐφεξῆς ἡλίῳ, τὸ δὲ τρίτον τῷ σελήνης ἄστρῳ κομιζομένῳ τὸ φῶς παῤ ἡλίου. ψυχὴ μὲν γὰρ ἐπακτὸν νοῦν ἔχει ἐπιχρωννύντα αὐτὴν νοερὰν οὖσαν, νοῦς δ̓ ἐν αὑτῷ οἰκεῖον ἔχει οὐ φῶς ὢν μόνον, ἀλλ̓ ὅ ἐστι πεφωτισμένον ἐν τῇ αὐτοῦ οὐσίᾳ, τὸ δὲ παρέχον τούτῳ τὸ φῶς οὐκ ἄλλο ὂν φῶς ἐστιν ἁπλοῦν παρέχον τὴν δύναμιν ἐκείνῳ τοῦ εἶναι ὃ ἔστι. τί ἂν οὖν αὐτὸ δέοιτό τινος; οὐ γὰρ αὐτὸ τὸ αὐτὸ
2.226
τῷ ἐν ἄλλῳ: ἄλλο γὰρ τὸ ἐν ἄλλῳ ἐστὶ τοῦ αὐτὸ καθ̓ αὑτὸ ὄντος.