Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

ἢ οὐκ ἀρκεῖ εἶναι τὸ δἰ οὗ, ἵνα ὁρᾷ καὶ ὅλως αἰσθάνηται, ἀλλὰ δεῖ τὴν ψυχὴν οὕτως ἔχειν, ὡς νεύειν πρὸς τὰ αἰσθητά. τῇ δὲ τοῦ παντὸς ψυχῇ ὑπάρχει ἀεὶ πρὸς τοῖς νοητοῖς εἶναι, κἂν οἷόν τε ᾖ αὐτῇ αἰσθάνεσθαι, οὐκ ἂν εἴη τοῦτο τῷ πρὸς κρείττοσιν εἶναι, ὁπότε καὶ ἡμᾶς σφόδρα πρὸς τοῖς νοητοῖς ὄντας, ὅτε ἐσμέν, λανθάνουσι

418
καὶ ὄψεις καὶ αἰσθήσεις ἄλλαι, κἂν πρὸς ἑτέρῳ δὲ ὅλως, τὰ ἕτερα λανθάνει. ἐπεὶ καὶ τὸ μέρει τινὶ μέρους ἀντιλαμβάνεσθαι θέλειν, οἷον ἑαυτὸν εἰ καταβλέποι, περίεργον καὶ ἐφ̓ ἡμῶν, καὶ εἰ μὴ
2.74
ἕνεκά τινος, μάτην: ἄλλου τε ὄψιν ὡς καλοῦ ὁρᾶν, πεπονθότος καὶ ἐνδεοῦς. ὀσφραίνεσθαι δὲ καὶ γεύεσθαι χυμῶν περιστάσεις ἄν τις καὶ περιελκυσμοὺς τῆς ψυχῆς θεῖτο, ἥλιον δὲ καὶ τὰ ἄλλα ἄστρα κατὰ συμβεβηκὸς ὁρᾶν καὶ ἀκούειν δέ. εἰ δὲ δὴ καὶ ἐπιστρέφεσθαι δἰ ἄμφω, οὐκ ἄλογος ἡ θέσις. ἀλλ̓ εἰ ἐπιστρέφοιτο, καὶ μνημονεύσει: ἢ ἄτοπον ὧν εὐεργετεῖ μὴ μνημονεύειν. πῶς οὖν εὐεργετεῖ, εἰ μὴ μνημονεύσει;

γίνονται δὲ εὐχῶν γνώσεις κατὰ οἷον σύναψιν καὶ κατὰ τοιάνδε σχέσιν ἐναρμοζομένων, καὶ αἱ ποιήσεις οὕτως: καὶ ἐν ταῖς μάγων τέχναις εἰς τὸ συναφὲς πᾶν: ταῦτα δὲ δυνάμεσιν ἑπομέναις συμπαθῶς. εἰ δὲ τοῦτο, διὰ τί οὐ καὶ τὴν γῆν αἰσθάνεσθαι δώσομεν; ἀλλὰ ποίας αἰσθήσεις; ἢ διὰ τί οὐ πρῶτον ἁφὴν καὶ μέρει μέρους ἀναπεμπομένης ἐπὶ τὸ ἡγούμενον τῆς αἰσθήσεως καὶ τῷ ὅλῳ πυρὸς καὶ τῶν ἄλλων; καὶ γὰρ εἰ τὸ σῶμα δυσκίνητον, οὔτι γε ἀκίνητον. ἀλλ̓ ἔσονται αἱ αἰσθήσεις οὐ τῶν μικρῶν, ἀλλὰ τῶν μεγάλων. ἀλλὰ διὰ τί; ἢ ὅτι ἀνάγκη ψυχῆς ἐνούσης τὰς κινήσεις τὰς μεγίστας μὴ λανθάνειν. κωλύει δ̓ οὐδὲν καὶ διὰ τοῦτο τὸ αἰσθάνεσθαι γίνεσθαι, ἵνα εὖ τίθοιτο τὰ πρὸς ἀνθρώπους, ὅσον εἰς αὐτὴν τὰ ἀνθρώπων ἀνάκειται: εὖ τίθοιτο δὲ οἷον συμπαθῶς: καὶ ἀκούειν δὲ εὐχομένων καὶ ἐπινεύειν εὐχαῖς οὐχ ὃν ἡμεῖς τρόπον: καὶ ταῖς ἄλλαις αἰσθήσεσι παθητὴν εἶναι πρὸς αὑτὴν καὶ τἆλλα, οἷον ὀσμῶν πέρι καὶ τῶν γευστῶν, ὅσα ὀσφραντὰ κατὰ τὰς τῶν χυλῶν ὀσμὰς πρὸς ζῴων πρόνοιαν καὶ

419
κατασκευὴν καὶ ἐπισκευὴν τοῦ σωματικοῦ αὐτοῖς. καὶ οὐκ ἀπαιτητέον ἃ ἐφ̓ ἡμῶν ὄργανα: οὐδὲ γὰρ
2.75
πᾶσι ζῴοις ταὐτά: οἷον ὦτα οὐ πᾶσι, καὶ οἷς μή ἐστιν, ἀντίληψίς ἐστι ψόφων. περὶ δὲ ὄψεως, εἰ φωτὸς δεῖ, πῶς; οὐ γὰρ δὴ ἀπαιτητέον ὄμματα. εἰ οὖν τοῦ φυτικοῦ συγχωρουμένου ἦν συγχωρεῖν ἐν πνεύματι ὄντος τοῦ φυτικοῦ πρώτως οὕτως ἔχειν, ὄντος πνεύματος τί χρὴ ἀπιστεῖν καὶ διαφανὲς εἶναι; μᾶλλον δ̓ εἴπερ πνεῦμα, καὶ διαφανὲς καὶ ἐλλαμπόμενον παρὰ τοῦ κύκλου ἐνεργείᾳ διαφανές: ὥστε οὐδὲν ἄτοπον οὐδ̓ ἀδύνατον ὁρᾶν τὴν ἐν τῇ γῇ ψυχήν. καὶ δεῖ καὶ νοεῖν ψυχὴν οὐ φαύλου σώματος εἶναι, ὥστε καὶ θεὸν εἶναι: πάντως γὰρ καὶ ἀγαθὴν δεῖ ἀεὶ τὴν ψυχὴν εἶναι.

εἰ οὖν τοῖς φυτοῖς δίδωσιν αὐτὴν τὴν γεννητικήν, ἢ ἐν αὐτῇ μὲν ἡ γεννητική, ταύτης δὲ ἴχνος ἡ ἐν τοῖς φυτοῖς, καὶ οὕτως ἂν εἴη ὡς ἡ σὰρξ ἔμψυχος ἤδη καὶ ἐκομίσατο, εἰ ἔχει καὶ τὴν γεννητικὴν ἐν αὐτοῖς τὰ φυτά. ἐνοῦσα δὲ δίδωσι τῷ σώματι τοῦ φυτοῦ ὅπερ βέλτιον, ᾧ διαφέρει τοῦ κοπέντος καὶ οὐκέτι φυτοῦ, ἀλλὰ μόνον ξύλου. ἀλλ̓ αὐτῷ γε τῷ σώματι τῆς γῆς τί δίδωσιν ἡ ψυχή; οὐ ταὐτὸν δεῖ νομίζειν σῶμα εἶναι γήινον ἀποτμηθέν τε τῆς γῆς καὶ μένον συνεχές, οἷα λίθοι δεικνύουσιν αὐξόμενοι μέν, ἕως εἰσὶ συνηρτημένοι, μένοντες δὲ ὅσον ἐτμήθησαν ἀφῃρημένοι. ἕκαστον μὲν οὖν μέρος ἴχνος ἔχειν δεῖ νομίζειν, ἐπιθεῖν δὲ ἐπὶ τούτῳ τὸ πᾶν φυτικόν, ὃ οὐκέτι τοῦδε ἐστὶν ἢ τοῦδε, ἀλλὰ τῆς ὅλης: εἶτα τὴν τοῦ αἰσθητικοῦ φύσιν οὐκέτι τῷ σώματι συμπεφυρμένην, ἐποχουμένην δέ: εἶτα τὴν ἄλλην ψυχὴν καὶ νοῦν, ἣν δὴ Ἑστίαν καὶ Δήμητραν ἐπονομάζουσιν ἄνθρωποι θείᾳ φήμῃ καὶ φύσει ἀπομαντευόμενοι τὰ τοιαῦτα χρώμενοι.

2.76
420

καὶ ταῦτα μὲν ταύτῃ. ἐπανιτέον δὲ πάλιν καὶ περὶ τοῦ θυμοειδοῦς ζητητέον, εἰ, ὥσπερ τῶν ἐπιθυμιῶν τὴν ἀρχὴν καὶ ἀλγηδόνας καὶ ἡδονὰς — τὰ πάθη, οὐ τὰς αἰσθήσεις — ἐν τῷ οὕτως ἔχοντι σώματι ἐτίθεμεν τῷ οἷον ζῳωθέντι, οὕτω καὶ τοῦ θυμοῦ τὴν ἀρχήν, ἢ καὶ πάντα τὸν θυμὸν τοῦ οὕτως ἔχοντος σώματος θησόμεθα ἢ μέρους τινὸς σώματος, οἷον καρδίας οὕτως ἐχούσης ἢ χολῆς οὐ νεκροῦ σώματος: καὶ εἰ ἄλλου ὄντος τοῦ διδόντος τὸ ἴχνος τὸ ψυχικὸν ἐνταῦθα ἕν τι τοῦτο ὁ θυμός, οὐκέτι παρὰ θυμικοῦ ἢ αἰσθητικοῦ. ἐκεῖ μὲν οὖν καθ̓ ὅλον τὸ σῶμα τὸ φυτικὸν ὂν παντὶ ἐδίδου τῷ σώματι τὸ ἴχνος, καὶ τὸ ἀλγεῖν ἦν ἐν παντί, καὶ τὸ ἥδεσθαι, καὶ ἡ ἀρχὴ τῆς ἐπιθυμίας ἐν παντὶ τοῦ πληροῦσθαι: ἡ δὲ τῶν ἀφροδισίων οὐκ εἴρητο, ἀλλ̓ ἔστω περὶ τὰ μόρια τῶν τοιούτων τελεστικά. ἔστω δὲ ὁ περὶ τὸ ἧπαρ τόπος τῆς ἐπιθυμίας ἀρχή, ὅτι τὸ φυτικὸν ἐκεῖ ἐνεργεῖ μάλιστα, ὃ τὸ ἴχνος τὸ ψυχικὸν τῷ ἥπατι καὶ τῷ σώματι παρέχει: ἐκεῖ δέ, ὅτι ἐκεῖ ἄρχεται ἡ ἐνέργεια. ἀλλὰ περὶ τοῦ θυμοῦ τί τε αὐτὸς καὶ τίς ψυχή, καὶ εἰ ἀπ̓ αὐτοῦ ἴχνος περὶ τὴν καρδίαν, ἢ ἄλλο τι τὴν κίνησιν εἰς συναμφότερον τελοῦν παρέχεται, ἢ ἐνταῦθα οὐκ ἴχνος, ἀλλ̓ αὐτὸ τὸ ὀργίζεσθαι παρέχεται. πρῶτον οὖν σκεπτέον, τί αὐτό. ὅτι μὲν οὖν οὐχ ὑπὲρ ὧν ἂν πάσχῃ τὸ σῶμα μόνον, ἀλλὰ καὶ ὑπὲρ ὧν ἂν καὶ ἕτερός τις τῶν προσηκόντων, καὶ ὅλως ὑπὲρ ὧν ἄν τις παρὰ τὸ προσῆκον ποιῇ, ὀργιζόμεθα, δῆλόν που: ὅθεν καὶ αἰσθήσεως δεῖ καὶ συνέσεώς τινος ἐν τῷ ὀργίζεσθαι. διὸ καὶ εἰς ταῦτά τις ὁρῶν οὐκ ἐκ τοῦ φυτικοῦ ὡρμῆσθαι, ἀλλ̓ ἐξ ἄλλου ἂν ζητοῖ τὸν θυμὸν τὴν

2.77
γένεσιν ἴσχειν. ἀλλ̓ ὅταν ταῖς σωματικαῖς διαθέσεσιν ἕπηται τὸ τῆς ὀργῆς πρόχειρον, καὶ ὅταν οἱ μὲν ζέοντες αἵματι καὶ χολῇ ἕτοιμοι εἰς τὸ ὀργίζεσθαι ὦσιν, ἀνειμένοι δὲ πρὸς ὀργὰς οἱ ἄχολοι λεγόμενοι καὶ κατεψυγμένοι, τά τε θηρία πρὸς τὰς κράσεις οὐδενὸς ἅλλου, ἀλλὰ πρὸς τὸ δοκηθὲν λυμήνασθαι, τὰς ὀργὰς ἔχωσι, πρὸς τὸ σωματικώτερον πάλιν αὖ καὶ πρὸς τὸ συνέχον τὴν τοῦ ζῴου σύστασιν τὰς ὀργὰς ἄν τις ἀνοίσειε. καὶ ὅταν οἱ αὐτοὶ νοσοῦντες μὲν ὀργιλώτεροι ἢ ὑγιαίνοντες, ἄγευστοι δὲ σιτίων ἢ λαβόντες, σώματος τοιοῦδε μηνύουσι τὰς ὀργὰς ἢ τὰς ἀρχὰς τῆς ὀργῆς εἶναι, καὶ τὴν χολὴν ἢ τὸ αἷμα οἷον ψυχοῦντα παρέχεσθαι τὰς τοιάσδε κινήσεις, ὥστε παθόντος τοῦ τοιοῦδε σώματος εὐθέως κινεῖσθαι τὸ αἷμα ἢ τὴν χολήν,
421
αἰσθήσεως δὲ γενομένης τὴν φαντασίαν κοινώσασαν τὴν ψυχὴν τῇ τοιοῦδε σώματος διαθέσει ἤδη πρὸς τὸ ποιοῦν τὴν ἀλγηδόνα ἵεσθαι, ἄνωθεν δὲ αὖ τὴν ψυχὴν τὴν λογισμῷ χρωμένην φανέντος ἀδικήματος καὶ μὴ περὶ τὸ σῶμα ἔχουσαν ἕτοιμον τὸ ἐκείνως θυμούμενον ἅτε πεφυκὸς τῷ ἀποδειχθέντι ἐναντίῳ μάχεσθαι σύμμαχον τοῦτο ποιεῖσθαι καὶ εἶναι τὸ μὲν ἐγειρόμενον ἀλόγως καὶ ἐφέλκεσθαι τῇ φαντασίᾳ τὸν λόγον, τὸ δὲ ἀρχόμενον ἀπὸ λόγου καὶ λῆγον εἰς τὸ πεφυκὸς χολοῦσθαι, καὶ παρὰ τοῦ φυτικοῦ καὶ γεννητικοῦ ἄμφω γίνεσθαι κατασκευάζοντος τὸ σῶμα οἷον ἀντιληπτικὸν ἡδέων καὶ λυπηρῶν, τῷ δὲ πεποιηκέναι χολῶδες καὶ πικρὸν καὶ ἐν τοιούτῳ ψυχῆς ἴχνος τῷ ἐν τοιούτῳ εἶναι τοιάδε κινεῖσθαι δυσχεραντικὰ καὶ ὀργίλα καὶ τῷ κεκακῶσθαι πρῶτον αὐτὸ κακοῦν πως ζητεῖν καὶ τὰ ἄλλα καὶ οἷον ὁμοιοῦν ἑαυτῷ. μαρτύριον
2.78
δὲ τοῦ ὁμοούσιον εἶναι τοῦτο τῷ ἑτέρῳ ἴχνει ψυχῆς τὸ τοὺς ἧττον τῶν σωματικῶν ἡδέων ἐφιεμένους καὶ ὅλως σώματος καταφρονοῦντας ἧττον κινεῖσθαι πρὸς τὰς ὀργὰς καὶ ἀλογοπαθείας. τὸ δὲ τὰ δένδρα μὴ ἔχειν θυμὸν καίπερ τὸ φυτικὸν ἔχοντα οὐ δεῖ θαυμάζειν: ἐπεὶ οὐδ̓ αἵματος οὐδὲ χολῆς αὐτοῖς μέτεστιν. ἐγγενομένων μὲν γὰρ τούτων ἄνευ αἰσθήσεως ζέσις ἂν ἐγένετο μόνον καὶ οἷον ἀγανάκτησις, αἰσθήσεως δὲ ἐγγενομένης καὶ πρὸς τὸ ἀδικοῦν ἂν ἤδη, ὥστε καὶ ἀμύνεσθαι, ὁρμή. ἀλλ̓ εἰ τὸ ἄλογον τῆς ψυχῆς διαιροῖτο εἰς τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμοειδὲς καὶ τὸ μὲν εἴη τὸ φυτικόν, τὸ δὲ θυμοειδὲς ἐξ αὐτοῦ ἴχνος περὶ αἷμα ἢ χολὴν ἢ τὸ συναμφότερον, οὐκ ἂν ὀρθὴ ἡ ἀντιδιαίρεσις γίγνοιτο, τοῦ μὲν προτέρου, τοῦ δὲ ὑστέρου ὄντος. ἢ οὐδὲν κωλύει ἄμφω ὕστερα καὶ τῶν ἐπιγενομένων ἐκ τοῦ αὐτοῦ τὴν διαίρεσιν εἶναι: ὀρεκτικῶν γὰρ ἡ διαίρεσις, ᾗ ὀρεκτικά, οὐ τῆς οὐσίας, ὅθεν ἐλήλυθεν. ἐκείνη δὲ ἡ οὐσία καθ̓ αὑτὴν οὐκ ὄρεξις, ἀλλ̓ ἴσως τελειοῦσα τὴν ὄρεξιν συνάψασα αὑτῇ τὴν παῤ αὐτῆς ἐνέργειαν. καὶ τὸ ἐκπεσὸν δὲ εἰς θυμὸν ἴχνος περὶ τὴν καρδίαν λέγειν οὐκ ἄτοπον: οὐ γὰρ τὴν ψυχὴν ἐνταῦθα, ἀλλὰ τὴν τοῦ αἵματος ἀρχὴν τοῦ τοιοῦδε ἐνταῦθα λεγέσθω εἶναι.
422

πῶς οὖν, εἴπερ τῷ θερμανθέντι τὸ σῶμα ἔοικεν ἀλλ̓ οὐ τῷ φωτισθέντι, ἐξελθούσης τῆς ἄλλης ψυχῆς οὐδὲν ἔτι ζωτικὸν ἔχει; ἢ ἔχει ἐπ̓ ὀλίγον, ἀπομαραίνεται δὲ θᾶττον, ὥσπερ καὶ ἐπὶ τῶν θερμανθέντων ἀποστάντων τοῦ πυρός. μαρτυροῦσι δὲ καὶ τρίχες φυόμεναι ἐπὶ τῶν νεκρῶν σωμάτων καὶ ὄνυχες αὐξόμενοι καὶ ζῷα διαιρούμενα

2.79
ἐπὶ πολὺ κινούμενα: τοῦτο γὰρ τὸ ἔτι ἐγκείμενον ἴσως, καὶ εἰ συναπέρχεται δὲ τῇ ἄλλῃ ψυχῇ, οὐ τεκμήριον τοῦτο τοῦ μῆ ἕτερον εἶναι. καὶ γὰρ ἀπελθόντος ἡλίου οὐ μόνον τὸ ἐφεξῆς φῶς καὶ κατ̓ αὐτὸν καὶ ἐξηρτημένον ἀπέρχεται, ἀλλὰ καὶ τὸ ἀπὸ τούτου εἰς τὸ ἔξω τούτου ὁρώμενον ἐν τοῖς παρακειμένοις ἕτερον ὂν ἐκείνου συναπέρχεται. ἆῤ οὖν συναπέρχεται, ἢ φθείρεται; τοῦτο δὲ καὶ ἐπὶ τοῦ φωτὸς τοῦ τοιούτου ζητητέον, καὶ ἐπὶ τῆς ζωῆς τῆς ἐν τῷ σώματι, ἣν δή φαμεν οἰκείαν τοῦ σώματος εἶναι. ὅτι μὲν γὰρ οὐδέν ἐστι τοῦ φωτὸς λειπόμενον ἐν τοῖς πεφωτισμένοις, δῆλον: ἀλλ̓ εἰ μεταπίπτει εἰς τὸ πεποιηκὸς ἢ οὐκ ἔστιν ἁπλῶς, ζητεῖ ὁ λόγος. πῶς οὖν οὐκ ἔστιν ἁπλῶς ὄν γέ τι πρότερον; ἀλλὰ τί ἦν ὅλως; ὅτι μὲν αὐτῶν τῶν σωμάτων, ἀφ̓ ὧν τὸ φῶς, ἡ λεγομένη χρόα, καί, ὅταν φθαρτὰ ᾖ τὰ σώματα, μεταβαλλόντων οὐκ ἔστι, καὶ οὐδεὶς ζητεῖ, ὅπου τὸ χρῶμα τοῦ πυρὸς φθαρέντος, ὥσπερ οὐδ̓ ὅπου τὸ σχῆμα. ἢ τὸ μὲν σχῆμα σχέσις τις, ὥσπερ συστολὴ τῆς χειρὸς καὶ ἔκτασις, χρῶμα δὲ οὐχ οὕτως, ἀλλ̓ ὥσπερ γλυκύτης. τί γὰρ κωλύει φθαρέντος τοῦ σώματος τοῦ γλυκέος τὴν γλυκύτητα μὴ ἀπολωλέναι καὶ τοῦ εὐώδους τὴν εὐωδίαν, ἐν ἄλλῳ δὲ σώματι γίνεσθαι, οὐκ αἰσθητὰ δὲ εἶναι διὰ τὸ μὴ τοιαῦτα εἶναι τὰ σώματα τὰ μετειληφότα, ὥστε ἀντερείδειν τὰς ἐπ̓ αὐτῶν γενομένας ποιότητας τῇ αἰσθήσει; οὕτως οὖν καὶ τὸ φῶς τῶν φθαρέντων σωμάτων μένειν, τὴν δὲ ἀντιτυπίαν τὸ ἐκ πάντων οὖσαν μὴ μένειν; εἰ μή τις λέγοι νόμῳ ὁρᾶν, καὶ τὰς λεγομένας ποιότητας μὴ ἐν τοῖς ὑποκειμένοις εἶναι. ἀλλ̓ εἰ τοῦτο, ἀφθάρτους ποιήσομεν καὶ οὐ γινομένας ἐν ταῖς
2.80
τῶν σωμάτων συστάσεσι τὰς ποιότητας, καὶ οὐδὲ τοὺς λόγους τοὺς ἐν τοῖς σπέρμασι ποιεῖν τὰς χρόας, οἷον καὶ ἐπὶ τῶν ποικίλων ὀρνίθων, ἀλλ̓ οὔσας συνάγειν ἢ ποιεῖν μέν, προσχρῆσθαι δὲ καὶ ταῖς ἐν τῷ ἀέρι πλήρει ὄντι τῶν τοιούτων: καὶ γὰρ καὶ εἶναι ἐν τῷ ἀέρι οὐ τοιαῦτα, οἷα, ὅταν γένηται, ἐν τοῖς σώμασι φαίνεται. ἀλλ̓ αὕτη μὲν ἔστω ἡ ἀπορία ἐνθαδὶ κειμένη: μενόντων δὲ τῶν σωμάτων εἰ συνήρτηται καὶ οὐκ ἀποτέτμηται, τί κωλύει τὸ φῶς
423
μετακινουμένου τοῦ σώματος συμμετακινεῖσθαι τό τε προσεχὲς καὶ εἴ τι τῷ προσεχεῖ συνήρτηται, κἂν μὴ ὁρᾶται ἀπιόν, ὥσπερ οὐδὲ προσιὸν φαίνεται; ἀλλ̓ ἐπὶ τῆς ψυχῆς εἰ συνέπεται τὰ δεύτερα τοῖς προτέροις καὶ τὰ ἑξῆς ἀεὶ τοῖς πρὸ αὐτῶν, ἢ ἐφ̓ ἑαυτῶν ἕκαστα καὶ ἐστερημένα τῶν πρὸ αὐτῶν καὶ δυνάμενα ἐφ̓ ἑαυτῶν μένειν, ἢ ὅλως οὐδὲν ἀποτέτμηται τῆς ψυχῆς μέρος, ἀλλὰ πᾶσαι μία καὶ πολλαί, καὶ ὅστις ὁ τρόπος — ἐν ἄλλοις. ἀλλὰ τί τὸ ἤδη σώματος γενόμενον ἴχνος τῆς ψυχῆς ὄν; ἢ εἰ μὲν ψυχή, συνέψεται, εἴπερ μὴ ἀποτέτμηται, τῷ ψυχῆς λόγῳ: εἰ δὲ οἷον ζωὴ τοῦ σώματος, ὁ αὐτὸς λόγος ἐκεῖ, ὃς περὶ φωτὸς ἰνδάλματος ἠπορεῖτο, καὶ εἰ δυνατὸν ζωὴν ἄνευ ψυχῆς εἶναι, εἰ μὴ ἄρα τῷ παρακεῖσθαι τὴν ψυχὴν ἐνεργοῦσαν εἰς ἄλλο, ταῦτα σκεπτέον.